Τρίτη 3 Ιουνίου 2014

ΠΑΡΑΣΚΕΥΗ ΗΧΟΣ Δ΄.



ΠΑΡΑΣΚΕΥΗ ΗΧΟΣ Δ΄
Στιχηρὰ Προσόμοια Σταυρώσιμα
Ἦχος δ'
Ἔδωκας σημείωσιν
τε σε σταυρούμενον, ἡ κτίσις πᾶσα ἑώρακεν, ἡλλοιοῦτο καὶ ἔτρεμεν, ἡ γῆ δὲ ἐσείετο, ὁληκλονουμένη, μακρόθυμε Λόγε, τὸ καταπέτασμα ναοῦ, φόβω ἐσχίσθη ὑβριζομένου σου, καὶ πέτραι διερράγησαν, ἀπὸ τοῦ φόβου καὶ ἥλιος, τὰς ἀκτῖνας συνέστειλε, ποιητὴν σὲ γινώσκοντα.
ήγνυται χειρόγραφον, τὸ ἀπ' αἰῶνος νυγείσης σου, τῆς πλευρᾶς πολυέλεε, Ἀδὰμ τοῦ προπάτορος, καὶ ἡ ἀπωσμένη, φύσις τῶν ἀνθρώπων, ῥανίσιν αἵματος τοῦ σοῦ, καθαγιάζεται ἀνακράζουσα. Δόξα τὴ δυναστεία σου, δόξα τὴ θεία σταυρώσει σου, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Πῶς ὁ ἀνομώτατος, δῆμος τολμᾷ κατακρίναί σε, τὸν Κριτὴν τὸν ἀθάνατον, τὸν νόμον χαράξαντα, ἐν ἐρήμῳ πάλαι, Μωσὴ τῶ θεόπτη; πῶς ἐπὶ ξύλου τὴν ζωήν, τὴν τῶν ἁπάντων ὁρῶντες θνήξασαν, οὐδόλως ἑπτοήθησαν, ουδ' ἐπὶ νοῦν ἑλογίσαντο, ὅτι σὺ μόνος Κύριος, καὶ Δεσπότης τῆς κτίσεως;
Ἔτερα τῆς Θεοτόκου  ὅμοια
Δαιμόνων κλονούμενον, ταὶς προσβολαὶς καὶ εἰς βάραθρον, ἀπωλείας ὠθούμενον, οἰκτείρησον Δέσποινα, καὶ στερέωσόν με, ἀρετῶν ἐν πέτρᾳ καὶ τὰς βουλὰς τῶν δυσμενῶν, διασκεδάσασα καταξίωσον, ποιεῖν μὲ τὰ προστάγματα, τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν, ὅπως τύχω ἀφέσεως, ἐν ἡμέρα τῆς κρίσεως.
Λησταῖς περιέπεσα, τοὶς μιαιφόνοις Πανάμωμε, καὶ τὸ ἄφθαρτον ἔνδυμα, τῆς ἄνω λαμπρότητος, ταὶς τούτων ἐφόδοις, ἐξεδύθην Κόρη, καὶ ὑπ' αὐτῶν ἀνηλεῶς, ἐτραυματίσθην καὶ καταβέβλημαι, ἐν τόπῳ τῆς κακώσεως, ἡμιθανὴς ἀλλὰ πρόφθασον, Καὶ τὴν χείρά σου ἔκτεινον, καὶ ἀνάστησον δέομαι.
ν κλίνῃ κατάκειμαι, τῆς ἀμελείας Πανάμωμε, καὶ ῥαθύμως διέρχομαι, τὸν βίον καὶ δέδοικα, τὸν τῆς τελευτῆς μου, καιρὸν Θεοτόκε, μὴ ὥσπερ λέων ἀφειδῶς, διασπαράξη ὁ ὄφις ὁ τὴν ταπεινήν μου ψυχήν, παμπόνηρος, διὸ τὴ σὴ ἀγαθότητι, πρὸ τοῦ τέλους προφθάσασα, πρὸς μετάνοιαν, ἔγειρον.
Δόξα... Καὶ νύν...
Σταυροθεοτοκίον  ὅμοιον
δὼν σὲ ὁ ἥλιος, καὶ ἡ σελήνη φιλάνθρωπε, ἐπὶ ξύλου κρεμάμενον, ἀκτῖνας ἀπέκρυψαν, τῆς δικαιοσύνης, Ἤλιε Χριστέ μου, καὶ τὰ θεμέλια τῆς γῆς, διεδονήθη φόβω τοῦ κράτους σου, ἡ Μήτηρ σου τὰ σπλάγχνα δέ, τιτρωσκομένη ἐβόα σοί. Ἰησοῦ ὑπεράγαθε, δόξα τὴ εὐσπλαγχνία σου.
Ἀπόστιχα Σταυρώσιμα
πλον ἀήττητον Χριστέ, τὸν Σταυρόν σου ἡμῖν δέδωκας, καὶ ἐν τούτῳ νικῶμεν, τὰς προσβολὰς τοῦ ἀλλοτρίου.
Πάντοτε ἔχοντες Χριστέ, τὸν Σταυρόν σου εἰς βοήθειαν, τὰς παγίδας τοῦ ἐχθροῦ, εὐχερῶς καταπατοῦμεν.
Μαρτυρικὸν
ἐνδοξαζόμενος, ἐν ταῖς μνείαις τῶν Ἁγίων σου, Χριστὲ ὁ Θεός, ὑπ' αὐτῶν δυσωπούμενος, κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον
Ὁ ἐξ Ὑψίστου κληθεὶς
Μὴ ἐποδύρου μου Μῆτερ καθορῶσα, ἐν ξύλῳ κρεμάμενον, τὸν σὸν Υἱὸν καὶ Θεόν, τὸν ἐφ' ὑδάτων κρεμάσαντα, τὴν γὴν ἀσχέτως, καὶ πᾶσαν κτίσιν δημιουργήσαντα, καὶ γὰρ ἀναστήσομαι, καὶ δοξασθήσομαι, καὶ τὰ τοῦ Ἄδου βασίλεια, συντρίψω σθένει, καὶ ἀφανίσω τούτου τὴν δύναμιν, καὶ τοὺς δεσμίους ἐκλυτρώσομαι, τῆς αὐτοῦ κακουργίας ὡς εὔσπλαγχνος, καὶ Πατρὶ τῶ ἰδίω, προσαγάγω ὡς φιλάνθρωπος.
Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα Σταυρώσιμα
Ἦχος δ'
ξηγόρασας ἡμᾶς, ἐκ τῆς κατάρας τοῦ νόμου, τῶ τιμίω σου αἵματι, τῶ Σταυρῶ προσηλωθείς, καὶ τὴ λόγχη κεντηθείς, τὴν ἀθανασίαν ἐπήγασας ἀνθρώποις. Σωτὴρ ἡμῶν δόξα σοί.
Αὐτόμελον
ὑψωθεὶς ἐν τῷ Σταυρῶ ἑκουσίως, τὴ ἐπωνύμω σου καινὴ πολιτεία, τοὺς οἰκτιρμούς σου δώρησαι Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.
Δόξα... Καὶ νύν...
Σταυροθεοτοκίον
Τὴν ἐθελούσιον σφαγην τοῦ Δεσπότου, κατανοοῦσα ἡ Ἄγνη καὶ Παρθένος, ὀδυρομένη ἔλεγε δακρύουσα. Τέκνον ποθεινότατον, πῶς θανεῖν ἠρετίσω; πῶς δὲ τεθανάτωσαι, τῶν κακούργων ἐν μέσῳ, ὁ κατὰ φύσιν δίκαιος Θεός; Δοξολογῶ σου, Υἱὲ τὸ μακρόθυμον.
Μετὰ τὴν β' Στιχολογίαν
Καθίσματα Σταυρώσιμα
Ταχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημούσί σε, καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἄνελε τῶ Σταυρῶ σου, τοὺς ἡμᾶς πολεμοῦντας, γνώτωσαν πῶς ἰσχύει, Ὀρθοδόξων ἡ Πίστις, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.
Ὅμοιον
Σταυρῶ σὲ προσήλωσαν, οἱ Ἰουδαῖοι Σωτήρ, δι' οὗ ἐκ τῶν ἐθνῶν ἡμᾶς, ἀνεκαλέσω ποτέ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔτεινας τὰς παλάμας, ἐν αὐτῷ τῇ βουλή σου, λόγχη δὲ τὴν πλευράν σου, κατεδέξω νυγῆναι, τῶ πλήθει τῶν οἰκτιρμῶν σου, μόνε φιλάνθρωπε.
Δόξα... Καὶ νύν...
Σταυροθεοτοκίον
Παρθένε Πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διήλθέ σου, τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου, ὃν πὲρ εὐλογημένη, δυσωποῦσα μὴ παύση, συγχώρησιν πταισμάτων, ἡμῖν δωρήσασθαι.
Μετὰ τὴν γ' Στιχολογίαν
Καθίσματα Σταυρώσιμα
Ταχὺ προκατάλαβε
Σταυρὸν καὶ τὸν θάνατον, ὑπὲρ ἡμῶν ἀγαθέ, δι' ἄμετρον ἔλεος, ἑκὼν ὑπέμεινας, καὶ κρίσιν τὴν ἄδικον, ὅπως τῆς καταδίκης, καὶ ἀρχαίας κατάρας, πάντας ἐλευθερώσης, τοὺς ἀπάτη φθαρέντας, διό σου προσκυνοῦμεν, Λόγε τὴν Σταύρωσιν.
Μαρτυρικὸν
Σήμερον τὰ τῶν Ἀγγέλων στρατεύματα, ἐν τῇ μνήμη τῶν Ἀθλοφόρων παραγέγονε, τὰς τῶν πιστῶν διανοίας φωτίσαι, καὶ τὴν οἰκουμένην τὴ χάριτι φαιδρύναι, δι' αὐτῶν ὁ Θεὸς δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον
Ταχὺ προκατάλαβε
Σταυρῶ σὲ ὑψούμενον, ὡς ἐθεάσατο ἡ Ἄχραντος Μήτηρ σου, Λόγε Θεοῦ μητρικῶς, θρηνοῦσα ἐφθέγγετο. Τὶ τὸ καινὸν καὶ ξένον, τοῦτο θαῦμα Υἱέ μου πῶς ἡ ζωὴ τῶν ὅλων, ὁμιλεῖς τῶ θανάτω; ζωῶσαι τοὺς θανόντας, θέλων ὡς εὔσπλαγχνος;
Κανὼν Σταυρώσιμος, οὗ ἡ Ἀκροστιχίς.
Σταυρῶ παγεὶς ὁ Χριστός, τὴν πλάνην λύει. Ἰωσήφ.
Ὠδὴ α'  Ἦχος δ'
Ὁ Εἱρμὸς
νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τὴ βασιλίδι Μητρί, καὶ Ὀφθήσομαι, φαιδρὼς πανηγυρίζων, καὶ ἄσω γηθόμενος, ταύτης τὰ θαύματα.
Σταυρῶ διεπέτασας, θείας παλάμας μακρόθυμε, καὶ τὸν ἀπολλύμενον, κόσμον ἐκάλεσας, πρὸς ἐπίγνωσιν, τοῦ κράτους σου οἰκτίρμον, ὅθεν μεγαλύνομεν, τὴν εὐσπλαγχνίαν σου.
Τὸν ὄφιν ἀνύψωσεν, ὁ Μωϋσῆς εἰκονίζοντα, τὴν θείαν σου σταύρωσιν, Λόγε προάναρχε, δι' ἦς πέπτωκεν, ὁ ἰοβόλος ὄφις, τοῦ πτώματος πρόξενος, Ἀδὰμ γενόμενος.
Μαρτυρικὰ
γίων λαμπρότητας, νὺν κατοικεῖν ἠξιώθητε, ἀσάλευτον Μάρτυρες, παραλαβόντες σαφῶς, ὡς ἐδήλωσεν, ὁ Παῦλος Βασιλείαν, καὶ δόξης συμμέτοχοι, Χριστοῦ γεγόνατε.
ψούμενα κύματα, τῶν ἀνυποίστων κολάσεων, ὑμῶν οὐκ ἐβύθισε, τὸ σκάφος Μάρτυρες, κυβερνήσει γάρ, τοῦ πάντων Βασιλέως, λιμένας ἐφθάσατε, τῆς ἀναπαύσεως.
Σταυροθεοτοκίον
ομφαία ὡς ἔφησεν, ὁ Συμεὼν τὴν καρδίαν σου, διῆλθεν ὡς ἔβλεψας, Χριστὸν σταυρούμενον, μόνον Δέσποινα, νυττόμενον τὴ λόγχη, ὅθεν ἀλαλάζουσα, πόνους ὑπέφερες.
Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου
Ποίημα Θεοφάνους
Εἱρμὸς ὁ αὐτὸς
ὧν φύσει ἀκτιστος, καὶ τῶ Πατρὶ συναϊδιος, καὶ χρόνων ὑπέρτερος, καὶ προαιώνιος, ἐκ σοῦ Δέσποινα, κτιστὸς καὶ ὑπὸ χρόνον, ὡς ἄνθρωπος γίνεται, σώζων τόν ἄνθρωπον.
Σὺ μόνη Θεόνυμφε, τὸν ἐν ὑψίστοις καθήμενον, ἀγκάλαις ἐβάστασας, σάρκα γενόμενον, σὺ γὰρ πέφηνας, ἐκ πάντων τῶν αἰώνων, δοχεῖον ἐπάξιον, τοῦ Παντοκράτορος.
Μαρίαν τὴν Ἄχραντον, δεῦτε ὑμνήσωμεν ἅπαντες, ὡς μόνην κυήσασαν, Χριστὸν τὸν Κύριον, τὸν καινίσαντα, τὴν ἀνθρωπίνην φύσιν, Παρθένον τε μείνασαν ἀδιαλώβητον.
Ὠδὴ γ'
Ὁ Εἱρμὸς
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζώσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θεία δόξη σου, στεφάνων δόξης ἀξίωσον.
ς πρόβατον εἷλκε πρὸς σφαγὴν σε, λαὸς ὁ παράνομος Χριστέ, Ἀμνὸν Θεοῦ ὑπάρχοντα, καὶ θέλοντα λυτρώσασθαι, λύκου πικροῦ τὰ πρόβατα, ἃ φιλανθρώπως ἠγάπησας.
Παρέστης κριτὸς κριτὴ ἀδίκω, ὁ κρίνων δικαίως πᾶσαν γήν, καὶ ἤνεγκας ῥαπίσματα, ἐλευθερῶσαι θέλων με, δεδουλωμένον Κύριε, τῶ πονηρῶ κοσμοκράτορι.
Μαρτυρικὰ
θλήσαντες Ἅγιοι νομίμως, ἀνόμους ἠσχύνατε ἐχθρούς, καὶ γνώμη θανατούμενοι, διὰ τὴν πάντων ἔγερσιν, τὸν τοῦ θανάτου πρόξενον, κατεπαλαίσατε δράκοντα.
Γῆθεν ἀνυψώθησαν εὐκλείας, ἤδη ἐπιβάντες ἀληθοῦς, μαρτυρικῶς οἱ Μάρτυρες, καὶ ταὶς ἀϋλοις Τάξεσιν, οἱ ὑλικοὶ ἡνώθησαν, χαρὰς ἀρρήτου πληρούμενοι.
Σταυροθεοτοκίον
κ σοῦ ἡ ἀνάπλασις τῆς Εὔας, ὠράθη Παρθένε ἀληθῶς, Θεὸς σαρκὶ τικτόμενος, καὶ ἐν Σταυρῷ ὑψούμενος, καὶ καταράσσων δαίμονας, θεοχαρίτωτε Δέσποινα.
Κανὼν τῆς Θεοτόκου
Ὁ Εἱρμὸς
Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτω καυχώμεθα, ἀλλ' ἐν σοὶ τὴ τοῦ Πατρός, ἐνυποστάτω σοφία Χριστέ, οὐ γὰρ ἐστιν Ἅγιος, πλήν σου φιλάνθρωπε.
διαπλάσας, κατ' ἀρχὰς ἐκ χοὸς μὲ τὸν ἄνθρωπον, πλαστουργεῖται δι' ἐμέ, ἐν τῇ γαστρί σου Πανάμωμε, τὴν πάλαι κατάπτωσιν, ἐπανορθούμενος.
Κράτος θανάτου, καὶ κατάρας ἀρχαίας ἀπόφασιν, συλλαβοῦσα τὴν ζωήν, Θεογεννῆτορ κατήργησας, διό σου τὴν ἄχραντον, σέβομεν γέννησιν.
Σὲ προστασίαν, ἀσφαλῆ Θεομῆτορ κεκτήμεθα, τὰς ἐλπίδας ἐπὶ σοί, ἀνατιθέντες σωζόμεθα, πρὸς σὲ καταφεύγοντες, περιφρουρούμεθα.
Σὲ τὴν τεκοῦσαν, τὸν Θεὸν Θεοτόκον δοξάζομεν, τῶ γεννήματι τῶ σῶ, προσηγορίαν ἁρμόζοντες, καὶ κλήσιν κατάλληλον, Πάναγνε Δέσποινα.
Ὠδὴ δ'
Ὁ Εἱρμὸς
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τὴ δυνάμει σου Κύριε.
να ἀπολύσης μὲ ἐκ τῶν δεσμῶν, τῶν τῆς ἁμαρτίας φιλάνθρωπε, ἐθελουσίως ἐδεσμεύθης καὶ Σταυρῶ, ὥσπερ κακοῦργος τέθνηκας. Δόξα τὴ πολλὴ εὐσπλαγχνία σου.
Στίγματα ὑπήνεγκας Λόγε Θεοῦ, καὶ τὸν ἐπονείδιστον θάνατον, ἀθανατίζων, τὴν οὐσίαν τῶν βροτῶν, θανατωθεῖσαν πάθεσι. Δόξα τὴ πολλὴ εὐσπλαγχνία σου.
Μαρτυρικὰ
Οἱ τὴν ἀγαλλίασιν τὴν τοῦ Θεοῦ, μέλλοντες κληροῦσθαι ἐν Πνεύματι, τῶ Παναγίω, ἀγαλλόμενοι ψυχή, τοὺς αἰκισμοὺς ὑπήνεγκαν, καὶ τὸν βιαιότατον θάνατον.
Χείρας ἀφαιρούμενοι καὶ κεφαλάς, γλώσσάν τε κοπτόμενοι Μάρτυρες, τὴν θεολόγον, καὶ στερούμενοι φωτός, καὶ μεληδὸν τεμνόμενοι, ἄτμητοι Χριστῷ διεμείνατε.
Σταυροθεοτοκίον
ήγνυται χειρόγραφον τὸ τοῦ Ἀδάμ, λόγχη νυττομένου σου Δέσποτα, ἡ Θεοτόκος, ἀνεβόα τῶ Σταυρῶ, παρισταμένη Κύριε, καὶ Ὀδυνηρῶς ἀλαλάζουσα.
Κανὼν τῆς Θεοτόκου
Ὁ Εἱρμὸς
καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφη, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τὴ ἀκηράτω παλάμη καὶ διέσωσε, τοὺς κραυγάζοντας, δόξα Χριστὲ τὴ δυνάμει σου.
ραιώθης ὑπὲρ πᾶσαν, των Ἀγγέλων εὐπρέπειαν, ὡς τεκοῦσα τούτων, Κόρη ποιητήν τε καὶ Κύριον, ἐκ σῶν ἀχράντων αἱμάτων σωματούμενον, τὸν ῥυόμενον, πάντας αὐτόν τοὺς δοξάζοντας.  
ύπον πάντα τῆς προτέρας, ἀποθέμενοι βρώσεως, τῆς ζωῆς τὸν ἄρτον, τὸν ἐξ οὐρανοῦ σιτιζόμεθα, τὸν ἐκ τῆς γῆς τῆς Παρθένου ἀνατείλαντα, ἣν ὡς πρόξενον, τῶν ἀγαθῶν ἀνυμνήσωμεν.
ἁγία Θεοτόκος, ἡ σκηνὴ ἡ ἀμόλυντος, τοῦ φωτὸς ἡ πύλη, τράπεζα καὶ στάμνος ἡ πάγχρυσος, τὸ ἁλατόμητον ὄρος καὶ κατάσκιον, ἡ χωρήσασα, τὸν πλαστουργὸν μακαρίζεται.
Χαρισμάτων σου τὰ ῥεῖθρα, καὶ πηγαὶ τῶν ἰάσεων, καὶ τοῦ θείου πλούτου, αἳ διανομαὶ διαδίδονται, ζωαρχικῆς ἐκ παλάμης Θεονύμφευτε, τοῦ τεχθέντος, ἐκ τῆς σῆς γαστρὸς Παντοκράτορος.
Ὠδὴ ε'
Ὁ Εἱρμὸς
ξέστη τὰ σύμπαντα, ἐπὶ τὴ θεία δόξη σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοὶς ὑμνούσί σε, σωτηρίαν βραβεύοντα.
δὼν σὲ ὁ ἥλιος, ἐπὶ Σταυροῦ ὑψούμενον, Δέσποτα συνέστειλεν ἀκτῖνας, φαίνειν μὴ σθένων, σοῦ Σῶτερ δύναντος, καὶ φωταγωγοῦντος τοὺς νυκτί, τῆς πλάνης καθεύδοντας, προσκυνοῦντας τὸ κράτος σου.
Σταυροῦσαι καὶ σώζεις με, δι' εὐσπλαγχνίαν Κύριε, ὄξους καὶ χολῆς δέχη τὴν γεῦσιν, τῆς ἐνηδόνου, ἀπολυτρούμενος, γεύσεως ἡμᾶς ὡς ἀγαθός, δι' ἦς ἡπατήθημεν, καὶ φθορὰ ὑπεπέσαμεν.
Μαρτυρικὰ
Τῆς πλάνης ἐλύσατε, χειμῶνα θεῖοι Μάρτυρες, Πνεύματος ἁγίου ἐπιθάλψει, καὶ πρὸς τὸ ἔαρ, τῆς ἀναπαύσεως, χαίροντες ἐφθάσατε ὁμοῦ, πάντων προϊστάμενοι, ὑπαρχόντων ἐν θλίψεσιν.
μβροις θείου αἵματος, τὴν γὴν πᾶσαν ἠρδεύσατε, ἐναποξηράναντες τοὺς ὄμβρους, τῆς ἀθεϊας, ἅγιοι Μάρτυρες, ὅθεν πρὸς τὸ ὕδωρ τῆς ζωῆς, νὺν κατεσκηνώσατε, ὑπὲρ πάντων πρεσβεύοντες.
Σταυροθεοτοκίον
Σαρκὶ ὃν ἐκύησας, Χριστὸν θεοχαρίτωτε, ξύλω ἀναρτώμενον ὡς εἶδες, θρήνων ἐπλήσθης, καὶ τὸ μακρόθυμον, τούτου κατεπλήττου ἀληθῶς, ὅθεν ἐμεγάλυνες, τὴν αὐτοῦ συγκατάβασιν.
Κανὼν τῆς Θεοτόκου
Ὁ Εἱρμὸς
σεβεῖς οὐκ ὄψονται, τὴν δόξαν σου Χριστέ, ἀλλ' ἡμεῖς σὲ μονογενές, πατρικῆς ἀπαύγασμα, δόξης θεότητος, ἐκ νυκτὸς ὀρθρίζοντες, ἀνυμνούμέν σε φιλάνθρωπε. 
νατείλας Ἥλιος ἐκ σοῦ ὁ νοητός, τηλαυγεῖς τὰς μαρμαρυγάς, τῆς αὐτοῦ θεότητος, πάσιν ἐφήπλωσε, Θεοτόκε Δέσποινα, διὸ πάντες σὲ δοξάζομεν.
ληθῆ Θεὸν ἡμῖν τεκοῦσαν σαρκικῶς, Πατρὸς τὸν μονογενή, Θεοτόκον πάναγνον, σὲ ὀνομάζομεν, τὴν φωνὴν κατάλληλον, προσαρμόζοντες τῶ τόκω σου.
Συμφυὴς καὶ σύμμορφος ὑπάρχων τῶ Πατρί, ὁ Υἱὸς ὁ μονογενής, τοὶς ἀνθρώποις γέγονεν, θέλων ὁμόφυλος, σαρκωθεὶς ὁ Ὕψιστος, ἐκ γαστρός σου Μητροπάρθενε.
Ὠδὴ ς'
Ὁ Εἱρμὸς
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χείρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες.
Τοὶς πόνοις οὓς πὲρ ὑπέμεινας, σταυρούμενος τοὺς πόνους κατέπαυσας, τῆς ἀνθρωπότητος, καὶ πρὸς τὴν ἄπονον ἅπαντας, διαγωγὴν μετάγεις, εὔσπλαγχνε Κύριε.
λίου σέλας ἐκρύπτετο, ναοῦ δὲ ἡ φαιδρότης ἐρρήγνυτο, γῆ κατεσείετο, πέτραι σὺν φόβω ἐσχίζοντο, ἐπὶ Σταυροῦ τὸν Κτίστην, ὁρᾶν μὴ σθένουσαι.
Μαρτυρικὰ
Νεκρὸς ὁ ὄφις ἐγένετο, βασάνοις νεκρουμένους Θεώμενος, τοὺς θείους Μάρτυρας, καὶ τὴν ζωὴν τὴν αἰώνιον, κληρονομοῦντας ὄντως, τὴ θεία χάριτι.
Πολλὰς βασάνους ὑπέστητε, πολλῶν καὶ τῶν ἐπάθλων ἐτύχετε, πολυαρίθμητα, πλήθη Μαρτύρων ἀείζῳα, διὸ τὰ τῶν κακῶν μου, πλήθη μειώσατε.
Θεοτοκίον
Λιμὴν γενοῦ μοὶ Πανάμωμε, πελάγει τῶν δεινῶν θαλαττεύοντι, ἡ ναυαγήσασαν, πᾶσαν τὴν φύσιν τῶ τόκω σου, Θεογεννῆτορ Κόρη, νὺν διασώσασα.
Κανὼν τῆς Θεοτόκου
Ὁ Εἱρμὸς
βόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνὰς ἐν τῷ κήτει δεόμενος, Ἐκ φθορᾶς μὲ ῥύσαι, Ἰησοῦ βασιλεῦ τῶν δυνάμεων.
γνείας σε, καθαρὸν εὐρηκῶς ἐνδιαίτημα, ἐν γαστρί σου, καθαρῶς ὁ Δεσπότης ἐσκήνωσεν, ἐκκαθάραι θέλων, τῶν ἀνθρώπων Παρθένε τὸ φύραμα.
Οὐράνωσας, γεωθεῖσαν τὴν φύσιν Πανάμωμε, τῶν ἀνθρώπων, καὶ φθαρεῖσαν αὐτὴν ἐκαινούργησας, διὰ τοῦτο μόνην, ἀσιγήτοις φωναὶς σὲ γεραίρομεν.
Συνέλαβες, ἐν γαστρὶ Θεομῆτορ τὸν ἄναρχον, Θεὸν Λόγον, δι' ἡμᾶς τοὺς ἀνθρώπους γενόμενον, καθ' ἡμᾶς ἀτρέπτως, ἐν δυσὶ γνωριζόμενον φύσεσιν.
Ὠδὴ ζ'
Ὁ Εἱρμὸς
Οὐκ ἐλάτρευσαν, τὴ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
νετράπη, ὁ πολέμιος καὶ βέβληται, πτῶμα ἐξαίσιον, ἀνυψωθέντος Χριστοῦ, ἐν ξύλῳ, καὶ σέσωσται, ὁ πρὶν κατάκριτος, ἐκβοῶν αὐτῷ, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Νεκρωθέντα, διὰ ξύλου μὲ ἐθέωσας, θανῶν ἐν ξύλῳ Χριστέ, καὶ θείοις τραύμασι σοίς, ἰάσω τὰ τραύματα, τὰ τῆς καρδίας μου. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Μαρτυρικὰ
φανίζετο, τὰ σώματα πληττόμενα, ἀπείροις μάστιξιν, ἀλλ' ὄντως τὸ εὐπρεπές, ψυχῆς ὡραιότερον, ὑμῶν ἐδείκνυτο, Χριστομάρτυρες, ἀεὶ βοώντων. Κύριε, ὁ Θεός εὐλογητὸς εἶ.
Ναυαγήσας, ὁ πολέμιος τοὶς αἵμασιν, ὑμῶν ἀπώλετο, σὺν μυριάσιν αὐτοῦ, ὑμεῖς δὲ πανεύφημοι, Μάρτυρες χαίροντες, ἀνεμέλπετε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.
Θεοτοκίον
Νύμφη ἄμωμος, παλάτιον τοῦ κτίσαντος, θρόνος πυρίμορφος, καὶ ἀγεώργητος γῆ, ἐδείχθης Πανάμωμε, ὅθεν βοώμέν σοί. Χαῖρε Δέσποινα, ἡ τοὺς βροτοὺς Θεώσασα, θεϊκὴ κυοφορία.
Κανὼν τῆς Θεοτόκου
Ὁ Εἱρμὸς
διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παίδας, καὶ τοὺς Χαλδαίους ἀνελῶν, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
νακαλούμενος ἡμᾶς, αἰχμαλωτισθέντας Παρθένε, ὁ Λόγος ὁ ὧν ἐν ἀρχῇ, ἐν γαστρί σου σκηνώσας σεσάρκωται, ὁ φιλάνθρωπος Κύριος, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογημένος.
Πύλη ἐφάνης νοητή, τῆς Ἀνατολῆς τῆς ἐξ ὕψους, ἐπιφανείσης ἐπὶ γῆς, τοὶς ἀνθρώποις ἐκ σοῦ Θεονύμφευτε, ὑπὲρ λόγον καὶ ἔννοιαν, τοῦ Θεοῦ τοῦ τῶν Πατέρων εὐλογημένου.
Πεποικιλμένη ἀρεταίς, τοῦ παμβασιλέως παρεστης, ἐκ δεξιῶν τοῦ ἐκ τῶν σῶν, σαρκωθέντος αἱμάτων Ἀνύμφευτε, ἐκτενῶς ἱκετεύουσα, λυτρωθῆναι ἀπὸ πάσης ἡμᾶς ἀνάγκης.
ῆξον πταισμάτων τὰς σειράς, τὴ σὴ μητρικὴ παρρησία, τῶν εὐσεβῶς τε καὶ πιστῶς, μελωδούντων Παρθένε τῶ Τόκω σου. Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.
Ὠδὴ η'
Ὁ Εἱρμὸς
Παίδας εὐαγεῖς ἐν τῇ καμίνω, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νὺν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Λύεις τῶν δεσμῶν μὲ τῶν χρονίων, ἐν χρόνῳ ὁ ἄχρονος γενόμενος, δεθεὶς δὲ θελήματι, καὶ τὸν ὑπερήφανον, δεσμοὶς ἀλύτοις Δέσποτα, παραπεμψάμενος, σώζεις μὲ Σταυρῶ καὶ τῶ πάθει, ὅθεν εὐλογῶ σε, Χριστὲ εἰς τοὺς αἰῶνας.
ψώθης ἐν ξύλῳ ἑκουσίως, καὶ πᾶσαν τὴν κτίσιν συνανύψωσας, Λόγε ὑπερύμνητε, ἄναρχε ἀόρατε, ὁ τὰς ἀρχάς του σκότους τε, καὶ ἐξουσίας Χριστέ, τῶ πάθει σου παραδειγματίσας, ὅθεν σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Μαρτυρικὰ
πέβητε αἵμασιν οἰκείοις, ὦς ἅρματι Μάρτυρες παγκόσμιοι, καὶ πρὸς ὑπερκόσμια, ἤρθητε σκηνώματα, παρὰ Χριστοῦ ἐπάξια, γέρα λαμβάνοντες, καὶ Κύριον ὑμνεῖτε βοῶντες, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
κρίω ὑψούμενοι καὶ βόθρω, ῥιπτόμενοι θηρσί τε διδόμενοι, πυρί τε καὶ ὕδατι, διαμεριζόμενοι, οἱ ἀθλοφοροι Μάρτυρες, χαίροντες ἔψαλλον. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Σταυροθεοτοκίον
δοῦσα ὑπνώσαντα ἐν ξύλῳ, τὸν πάσιν ἐγρήγορσιν παρέχοντα, θείαν καὶ σωτήριον, Μήτηρ ἡ Πανάμωμος, ἀλαλαγμῶ ὠδύρετο καὶ ἀνεκραύγαζε. Τὶ τοῦτο τὸ καινότατον θαῦμα; ὁ ζωοποιήσας, τὰ πάντα θνήσκει θέλων.
Κανὼν τῆς Θεοτόκου
Εἱρμὸς ὁ αὐτὸς
πάσαις ἀπρόσιτος ὑπάρχων, ὁ Κτίστης ταὶς ἀνωτέραις Κόρη τάξεσιν, ὤκησε τὴν μήτραν σου, ἄφλεκτον τηρήσας σε, καὶ μετὰ τόκον ὧ νὺν κραυγάζομεν. Τὸν ἄφθορον, Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Μώμων καθαρὰ καὶ μολυσμάτων, καὶ πάσης ἁγιωσύνης οὖσα τέμενος, Λόγον τὸν πανάγιον, πάντας ἁγιάζοντα, καὶ τῶ Πατρὶ συνάναρχον, ἐκυοφόρησας, διὸ σὲ τὴν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Στόματι καὶ γνώμη Θεοτόκον, φρονοῦντες ὁμολογούμέν σε Πανάμωμε, τέτοκας γὰρ Πάναγνε, σάρκα περιθέμενον, τὸν Ποιητὴν καὶ Κύριον, καὶ Βασιλέα Χριστόν, διὸ σὲ τὴν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Σὲ τὴν κιβωτὸν τὴν παναγίαν, τὴν ἐπισκιαζομένην θείω Πνεύματι, τὴν τὸν προαιώνιον, Λόγον καὶ ἀϊδιον, δι' εὐσπλαγχνίαν ἄφατον, ἐνανθρωπήσαντα, τεκοῦσαν Θεοτόκον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ'
Ὁ Εἱρμὸς
πας γηγενής, σκιρτάτω τῶ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αὔλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰ θαυμάσια  τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.
στασο κριτός, ὁ κρίναι τὰ σύμπαντα, μέλλων φιλάνθρωπε, στέφος ἀνεδήσω δέ, ἐθελουσίως, Σῶτερ ἀκάνθινον, παρακοῆς τὴν ἄκανθαν, Χριστὲ προθέλυμνον, ὑπεκτίλλων, πάσιν ἐμφυτεύων τε, τὴν τῆς σῆς εὐσπλαγχνίας ἐπίγνωσιν.
πῶς ὁ λαός, ὁ ἄδικος δίκαιον, ὄντα καὶ ἄμεμπτον, φθόνω σκοτιζόμενος, σὲ φωτοδότα, Σταυρῶ προδίδωσιν! οὗ πὲρ τὸ πάθος ἥλιος, Ὁρῶν σκοτίζεται, καὶ φαιδρότης, Ναοῦ διαρρήγνυται, καὶ δονεῖται τῆς γῆς τὰ θεμέλια.
Μαρτυρικὰ
Σύμμορφοι παθῶν, Χριστοῦ χρηματίζετε, ἅγιοι Μάρτυρες, καὶ συγκληρονόμοι δέ, τῆς βασιλείας, καὶ τῆς λαμπρότητος, διὸ φωταγωγήσατε, τοὺς ὑμνωδοὺς ὑμῶν, ἁμαρτίας, ζόφου ἀπαλλάττοντες, καὶ ποικίλων σοφοὶ περιστάσεων.  
δη πρὸς αὐτά, σοφοὶ τὰ οὐράνια, κατεσκηνώσατε, δόξης τε λαβόμενοι, τῆς ἀϊδίου, καὶ ταὶς μεθέξεσι, ταὶς ἱεραῖς Θεούμενοι, μέμνησθε πᾶν πίστει τήν των ἡμῶν, τῶν τιμώντων, πανίερον, καὶ σεπτὴν ὑμῶν μνήμην πανεύφημοι.
Θεοτοκίον
Φώτισον Ἁγνή, τοὺς πόθω ὑμνούντάς σε, καὶ μεγαλύνοντας, λύσον τῶν παθῶν ἡμῶν, τὸ σκότος Κόρη, παῦσον τὸν κλύδωνα, τοῦ πονηροῦ τὰ σκάνδαλα, ἐκ μέσου ποίησον, τοὺς τῆς Ἄγαρ, γόνους καθυπόταξον, Βασιλεῖ εὐσεβεῖ ταὶς πρεσβείαις σου.
Κανὼν τῆς Θεοτόκου
Ὁ Εἱρμὸς
Εὔα μὲν τῶ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσωκίσατο, σὺ δὲ παρθένε Θεοτόκε, τῶ τῆς κυοφορίας βλαστήματι, τῶ κόσμω τὴν εὐλογίαν ἐξήνθησας, ὅθεν σὲ πάντες μεγαλύνομεν.
νθρακα τὸν νοητὸν Ἁγνὴ θεόνυμφε, Ἡσαϊας ὃν τεθέαται, φέρεις ἀγκάλαις Θεοτόκε, μορφὴ τὴ ἡμετέρα ἐνούμενον, καὶ κόσμω σωτηρίαν πυρσεύοντα, ὅθεν σὲ πάντες μεγαλύνομεν.
Σύμβολα Πανάμωμε τῆς σῆς γεννήσεως, οἱ Προφῆται προεκήρυξαν, πόρρωθεν ταῦτα μυηθέντες καὶ θεία ἐπιπνοία τοῦ Πνεύματος, τῶ κόσμω διαπρυσίως κηρύξαντες, ὧν τὰς ἐκβάσεις νὺν θαυμάζομεν.
ραῖος τῶ κάλλει ὁ καρπὸς καὶ ἔκλαμπρος, παρὰ πάντας τῆς κοιλοίας σου, σὺ γὰρ Παρθένε Θεοτόκε, Θεὸν σεσαρκωμένον ἐγέννησας φανέντα, διὰ τὸ σῶσαι τὸν ἄνθρωπον, ὅθεν σὲ πάντες μεγαλύνομεν.
Ἀπόστιχα τῶν Αἴνων Σταυρώσιμα
Τεῖχος ἡμῖν γένοιτο ὁ Σταυρός σου, Ἰησοῦ Σωτὴρ ἡμῶν, ἄλλην γὰρ ἐλπίδα οἱ πιστοὶ οὐκ ἔχομεν, εἰμὴ σὲ τὸν ἐν αὐτῷ σαρκὶ προσηλωθέντα, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.
Αὐτόμελον
δωκας σημείωσιν, τοὶς φοβουμένοις σὲ Κύριε, τὸν Σταυρόν σου τὸν τίμιον, δι' οὗ ἐθριάμβευσας, τὰς ἀρχὰς τοῦ σκότους, καὶ τὰς ἐξουσίας, καὶ ἐπανήγαγες ἡμᾶς, εἰς τὴν ἀρχαίαν μακαριότητα, διό σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Μαρτυρικὸν
Τὶς οὐκ ἐξίσταται ὁρῶν, ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλόν, ὃν ἠγωνίσασθε; πῶς ἐν σώματι ὄντες, τὸν ἀσώματον ἐχθρὸν ἐτροπώσασθε; Χριστὸν ὁμολογήσαντες, τῶ Σταυρῶ ὁπλισάμενοι, ὅθεν ἐπαξίως ἀνεδείχθητε, δαιμόνων φυγαδευταί, καὶ βαρβάρων πολέμιοι, ἀπαύστως πρεσβεύοντες, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον
Ὡς γενναῖον ἓν Μάρτυσι
ς ἑώρακε Κύριε, ἡ Παρθένος καὶ Μήτηρ σου, ἐν Σταυρῷ κρεμάμενον, ἐξεπλήττετο, καὶ ἀτενίζουσα ἔλεγεν. Υἱὲ ποθεινότατε, πῶς ἐν ξύλῳ τοῦ Σταυροῦ, ἀνηρτήθης μακρόθυμε; πῶς τὰς χείράς σου, καὶ τοὺς πόδας σου Λόγε προσηλώθης, ὑπ' ἀνόμων καὶ τὸ αἷμα, τὸ σὸν ἐξέχεας Δέσποτα;

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοὶ
Διὰ ξύλου ὁ Ἀδάμ, Παραδείσου γέγονεν ἄποικος, διὰ ξύλου δὲ Σταυροῦ, ὁ Ληστὴς Παράδεισον ὤκησεν, ὁ μὲν γὰρ γευσάμενος, ἐντολὴν ἠθέτησε τοῦ ποιήσαντος, ὁ δὲ συσταυρούμενος, Θεὸν ὡμολόγησε τὸν κρυπτόμενον. Μνήσθητί μου βοῶν ἐν τῇ Βασιλεία σου.
Καθορῶσαι σὲ Σταυρῶ, τεταμένον μόνε Μακρόθυμε, αἱ Δυνάμεις οὐρανῶν, ἀποροῦσαι τρόμω ἐξίσταντο, ἡ γῆ ἐκυμαίνετο, καὶ φωστήρων κάλλος ἐναπεσβέννυτο. Ἀδάμ ὁ κατάκριτος, ἀδίκως φιλάνθρωπε κρινομένου σου, ἐδικαιοῦτο ὑμνῶν σου τὴν ἀγαθότητα.
ν τῷ Κρανίω ὑψωθείς, τοῦ ἐχθροῦ τὴν κάραν συνέτριψας, ἐπὶ ξύλου δὲ θανῶν, τοὺς καρπῶ τοῦ ξύλου τεθνήξαντας, ἐζώωσας Δέσποτα, καὶ Παραδείσου πολίτας ἔδειξας, ἀπαύστως ὑμνούντάς σε, Χριστὲ ὁ Θεὸς ἡμῶν καὶ βοώντάς σοί. Μνήσθητι καὶ ἡμῶν ἐν τῇ Βασιλεία σου.
Μαρτυρικὸν
σπερ ὅπλον τὸν Σταυρόν, ἀναλαβόντες ἅγιοι Μάρτυρες, πρὸς παράταξιν ἐχθρῶν, λογισμῶ γενναίω ἐξήλθετε, καὶ τούτους ὀλέσαντες, ἀφθαρσίας στέφανον ἀνεδήσασθε, καὶ δόξης ἐτύχετε, καὶ θείας λαμπρότητος ἀξιάγαστοι, ὅθεν πίστει ὑμᾶς πάντες μακαρίζομεν.
Δόξα...
να δείξης ἐμφανῶς, τὴν πρὸς ἡμᾶς Σωτὴρ εὐσπλαγχνίαν σου, προσηλώθης τῶ Σταυρῶ, ὁ Πατρὶ συνῶν καὶ τῶ Πνεύματι, καὶ σπόγγον καὶ κάλαμον, ἐμπαιγμοὺς καὶ μάστιγας καθυπέμεινας, βουλόμενος ῥύσασθαι, πυρὸς αἰωνίζοντος τοὺς κραυγάζοντας.
Μνήσθητι καὶ ἡμῶν ἐν τῇ Βασιλεία σου.
Καὶ νύν... Θεοτοκίον
ἀχώρητος παντί, ἀστενοχωρήτως κατώκησε, τὴν ἁγίαν σου νηδύν, Θεογεννῆτορ Ἄχραντε Δέσποινα, καὶ ξύλω νεκρούμενος, τὴν ζωὴν τῶ κόσμω ἐπήγασεν. Αὐτὸν οὖν ἱκέτευε, νεκρῶσαι τὸ φρόνημα τῆς σαρκὸς ἡμῶν, καὶ σῶσαι ἡμᾶς πάντας ὡς φιλάνθρωπος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου