Τρίτη 3 Ιουνίου 2014

ΔΕΥΤΕΡΑ ΗΧΟΣ ΠΛ. Α΄.



ΔΕΥΤΕΡΑ ΗΧΟΣ ΠΛ.Α΄
Στιχηρὰ Προσόμοια Δεσποτικὰ
Ἦχος πλ. α'  Χαίροις ἀσκητικῶν
Οἴμοι τῶ παροργίσαντι σέ, τὸν ἐλεήμονα Θεόν μου καὶ Κύριον! ποσάκις ἐπηγγειλάμην, μετανοῆσαι Χριστέ, καὶ ψευδὴς εὑρέθην ὁ ἀνόητος! Τὸ πρὶν τοῦ Βαπτίσματος, κατερρύπωσα ἔνδυμα, τῶν συνθηκῶν τε, τῶν πρὸς σέ μου ἠλόγησα, καὶ τὸ δεύτερον, πάλιν τοῦτο ἐπάγγελμα, ὃ σοὶ καθωμολόγησα, Ἀγγέλων ἐνώπιον, καὶ τῶν ἀνθρώπων τὸ σχῆμα, τὸ πένθιμον ἐνδυόμενος, εἰμὶ ἀθετήσας, λοιπὸν Σῶτερ μὴ εἰς τέλος, ἁφῆς ὀλέσθαι με.
Ποίαν ἀπολογίαν ψυχή, ἔχεις ἀθλία ἐν ἡμέρα τῆς κρίσεως; ἢ τὶς σὲ τῆς καταδίκης, τοῦ αἰωνίου πυρός, καὶ πασῶν βασάνων ἐξαιρήσεται; οὐδεὶς εἰμὴ σὺ σαυτή, ἰλεώση τὸν εὔσπλαγχνον, τὰς ἀθεμίτους, καταλείψασα πράξεις σου, καὶ θεάρεστον, κτησαμένη βιότευσιν, κλαίουσα καθ' ἑκάστην σου, τὰ ἄπειρα σφάλματα, ἅπερ καθ' ὥραν προσπταίεις, ἔργω καὶ λόγῳ ἐννοία τε, Χριστὸν αἰτουμένη, παρασχεῖν σοὶ τὴν τελείαν, τούτων συγχώρησιν.
Μή μου κατακρατείτω Σωτήρ, τῆς ἁμαρτίας ἡ συνήθεια ἕλκουσα, μηδέ μου κυριευέτω, δαίμων ἀεὶ πολεμῶν, καὶ καταφερέτω πρὸς τὸ θέλημα, αὐτοῦ, ἀλλ' ἐξάρπασον, τῆς αὐτοῦ δεσποτείας με, καὶ τυραννίδος, καὶ ζοφώδους κολάσεως, καὶ βασιλεύων ἐν ἐμοὶ σὺ φιλάνθρωπε, ὅλον τε σὸν γενέσθαι με, καὶ ζὴν καταξίωσον, κατὰ τὸ θέλημα Λόγε, τὸ σὸν καὶ ἔχειν ἀνάπαυσιν, ἐν σοὶ καὶ εὐρεῖν με, ἱλασμὸν καὶ σωτηρίαν, καὶ μέγα ἔλεος.
Ἔτερα τῶν Ἀσωμάτων, ὅμοια
Λύμη μὲ τῶν παθῶν τυραννεῖ, καὶ τῆς καρδίας μου τὰς κόρας ἐζόφωσε, καὶ βλέπειν οὐ σθένω ὅλως, τὰς σωτηρίους ὁδούς, προϊῶν πλανῶμαι, καὶ κρημνίζομαι, δεινῶς εἰς τὰ βάραθρα, τὰ τοῦ Ἄδου Ἀρχάγγελοι, τῶν δὲ θαυμάτων, τῶν ὑμῶν μιμνησκόμενος, θεραπεύομαι, ἀπὸ πάσης τῆς νόσου μου, ἴδοιμι τὴν εὐμένειαν, ὑμῶν νὺν ταχύτατα, σπεύσατε σβέσαι τὴν φλόγα, τὴν τῶν παθῶν μου πανσέβαστοι, πρὸς φῶς ὁδηγοῦντες, σωτηρίας μὲ καὶ λύσιν, κακῶν μοὶ νέμοντες.
σχε τὸν τῆς εὐκλείας βαθμόν, τῆς καθ' ὑμᾶς ὁ πονηρός, Ἀρχιστράτηγοι, ὁ πρώην ὡς Ἑωσφόρος, συνανατέλλων ὑμῖν, ἀλλ' ἐκ πονηρίας ὁ ἀντίπαλος, εἰς γὴν κατενήνεκται, καὶ τῶ σκότει ζεζόφωται, καὶ σὺν αὐτῷ με, καταρράξαι ἐπείγεται, τιμηθέντα με, τὴ εἰκόνι τοῦ πλάσαντος, ὅμως εἰ καὶ προπέπτωκα, Χριστὸς μὲ ἀνέστησε, φάνητε οὖν μοὶ προστάται, καὶ προμηθεὶς καὶ ἐπίκουροι, σοφοὶ τῶ ἀθλίω, σωτηρίαν μοὶ αἰτοῦντες, καὶ μέγα ἔλεος.
δει μὲ κατ' εἰκόνα Θεοῦ, γεγενημένον καὶ ὑμῖν συναρίθμιον, μηδ' ὅλως καθυποκύψαι, τῶ πονηρῶ φεῦ! ἐχθρῶ, ἀλλὰ συμβουλία τοῦ ἀλάστορος, ὑμᾶς οὐκ ἐζήλωσα, ἐντολὴν δὲ ἠθέτησα, καὶ ἐκπέπτωκα, τῆς τιμῆς τοῦ ποιήσαντος, Ἀρχιστράτηγοι, καὶ δουλεία καθέλκομαι, ὅμως περιπαρέντα με, τοὶς πάθεσι βλέποντες, δότε μοὶ χείρα πρὸς τρίβον, τὴν ἀνωτάτω μὲ φέρουσαν, τυχεῖν σωτηρίας, ἐξαιτούντές μοὶ καὶ κάλλους, ἀρχαίαν εὔκλειαν.
Δόξα... Καὶ νύν... Θεοτοκίον  ὅμοιον
Λάμψον τὸν φωτισμόν σου ἐμοί, τῶ ἐν τῷ σκότει τῶν δεινῶν ἐνυπάρχοντι, τὸ φέγγος τῆς ἀληθείας, ἡ συλλαβοῦσα Θεόν, καὶ σαρκὶ τεκοῦσα Μητροπάρθενε, βυθοῦ ἀπογνώσεως, διὰ τάχους ἀνάγαγε, καὶ ἐπὶ πέτραν, ἀσφαλοῦς βιοτεύσεως, ἐπιστήριξον, τῆς ψυχῆς μου τὰ βήματα, δίκασον τοὺς ἀπαύστως με, πολεμοῦντας δαίμονας, παῦσον τόν πόνον ἐν τάχει, τῆς ταλαιπώρου καρδίας μου, ἐλπὶς τῶν περάτων, ἡ τῶ κόσμω δωρουμένη, τὸ μέγα ἔλεος.
Ἀπόστιχα Κατανυκτικὰ
Κύριε, ἁμαρτάνων οὐ παύομαι, φιλανθρωπίας ἀξιούμενος, οὐ γινώσκω, νίκησόν μου τὴν πώρωσιν, μόνε ἀγαθέ, καὶ ἐλέησόν με.
Κύριε, καὶ τὸν φόβον σου πτοοῦμαι, καὶ τὸ πονηρὸν ποιεῖν οὐ παύομαι, τὶς ἐν δικαστηρίῳ τὸν δικαστὴν οὐ πτοεῖται; ἢ τὶς ἰαθῆναι βουλόμενος, τὸν ἰατρὸν παροργίζει ὡς καγῶ; Μακρόθυμε Κύριε, ἐπὶ τὴ ἀσθενεία μου σπλαγχνίσθητι, καὶ ἐλέησόν με.
Μαρτυρικὸν
Τῶν ἐπὶ γείων ἁπάντων, καταφρονήσαντες, καὶ τῶν βασάνων ἀνδρειως κατατολμήσαντες, τῶν μακαρίων ἐλπίδων οὐκ ἠστοχήσατε, ἀλλ' οὐρανῶν Βασιλείας κληρονόμοι γεγόνατε, πανεύφημοι Μάρτυρες, ἔχοντες παρρησίαν πρὸς τὸν φιλάνθρωπον Θεόν, τῶ κόσμω τὴν εἰρήνην αἰτήσασθε, καὶ ταὶς ψυχαὶς ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Φοβερὸν καὶ παράδοξον, καὶ μέγα τὸ μυστήριον! ὁ ἀχώρητος ἐν γαστρὶ ἐχωρήθη, καὶ ἡ μήτηρ μετὰ τὸν τόκον Παρθένος πάλιν διέμεινε. Θεὸν γὰρ ἐγέννησεν, ἐξ αὐτῆς σαρκωθέντα. Αὐτῷ βοήσωμεν, αὐτῷ τὸν ὕμνον εἴπωμεν, σὺν Ἀγγέλοις ἀναμέλποντες. Ἅγιος εἶ Χριστὸς ὁ Θεός, ὁ δι' ἡμᾶς ἐνανθρωπήσας δόξα σοί.
Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Ἦχος πλ. α'
Κριτοῦ καθεζομένου, καὶ Ἀγγέλων ἐστώτων, σάλπιγγος ἠχούσης, καὶ φλογὸς καιομένης, τὶ ποιήσεις ψυχή μου, ἀπαγομένη εἰς κρίσιν, τότε γὰρ τὰ δεινά σου παρίστανται, τὰ κρυπτά σου ἐλέγχονται ἐγκλήματα, διὸ πρὸ τέλους βόησον, ὁ Θεὸς ἱλάσθητί μοί, καὶ σώσόν με.
Ψυχή, τὰ ὧδε πρόσκαιρα, τὰ δὲ ἐκεῖ αἰώνια, ὁρῶ τὸ δικαστήριον, καὶ ἐπὶ θρόνου τὸν Κριτήν, καὶ τρέμω τὴν ἀπόφασιν, λοιπὸν σπουδὴ ἐπίστρεψον, ἡ κρίσις ἀσυγχώρητος.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Τὸν συνάναρχον Λόγον
θερμὴ προστασία καὶ ἀπροσμάχητος, ἡ ἐλπὶς ἡ βεβαία καὶ ἀκαταίσχυντος, τεῖχος καὶ σκέπη καὶ λιμὴν τῶν προστρεχόντων σοί, Ἀειπάρθενε ἁγνή, τὸν Υἱὸν σου καὶ Θεόν, ἱκέτευε σὺν Ἀγγέλοις, εἰρήνην δοῦναι τῶ κόσμω, καὶ σωτηρίαν καὶ μέγα ἔλεος.
Μετὰ τὴν β' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Πάντες ἀγρυπνήσωμεν, καὶ Χριστῷ ὑπαντήσωμεν, μετὰ πλήθους ἐλαίου, καὶ λαμπάδων φαεινων, ὅπως τοῦ νυμφῶνος ἔνδον ἀξιωθῶμεν, ὁ γὰρ τῆς θύρας ἔξω φθανόμενος, ἄπρακτα τῶ Θεῷ κέκραγεν. Ἐλέησόν με.
ν κλίνῃ κατακείμενος, ἁμαρτημάτων πολλῶν, συλῶμαι τὴν ἐλπίδα τῆς σωτηρίας μου, ὁ γὰρ ὕπνος τῆς ἐμῆς ῥαθυμίας, προξενεῖ μου τὴ ψυχὴ τιμωρίαν, ἀλλὰ σὺ ὁ Θεός, ὁ τεχθεὶς ἐκ Παρθένου, διέγειρόν με πρὸς τὴν σὴν ὑμνωδίαν, ἵνα δοξάζω σε.
Δόξα... Καὶ νύν... Θεοτοκίον
γιωτέρα τῶν Χερουβείμ, ὑψηλοτέρα τῶν οὐρανῶν Πανύμνητε, Θεοτόκον σὲ ἐν ἀληθείᾳ ὁμολογοῦντες, ἔχομεν ἁμαρτωλοὶ προστασίαν, καὶ εὑρίσκομεν ἐν πειρασμοῖς σωτηρίαν, διὸ μὴ παύση πρεσβεύουσα ὑπὲρ ἡμῶν, κραταίωμα καὶ καταφυγὴ τῶν ψυχῶν ἡμῶν.
Μετὰ τὴν γ' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Τὸν συνάναρχον Λόγον
Τὸ κριτήριον τρέμω τὸ φοβερώτατον, καὶ Κριτοῦ τὴν δικαίαν φρίττω ἀπόφασιν, ἡ συνείδησις καὶ γὰρ ἀεὶ ἐλέγχει με, τὴ ἀμελεία δὲ συζῶν, ἀπορῶ καὶ δειλιῶ, πρεσβείαις ὑμῶν ἁγίαις, ἐκλυτρώσασθε τοῦ πυρὸς με, οἱ τοὺς πιστοὺς φρουροῦντες Ἀρχάγγελοι.
Μαρτυρικὸν
Λάμπει σήμερον ἡ μνήμη τῶν Ἀθλοφόρων, ἔχει γὰρ καὶ οὐρανόθεν ἀπαύγασμα, ὁ χορὸς τῶν Ἀγγέλων πανηγυρίζει, καὶ τῶν ἀνθρώπων τὸ γένος συνεορτάζει, διὸ πρεσβεύουσι τῶ Κυρίω, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Τὸν συνάναρχον Λόγον
Γαβριὴλ σοὶ τὸ χαῖρε τὸ ἐπουράνιον, ἐπὶ γῆς παραδόξως ἐναπεκόμισε, τὸν γὰρ Ἀγγέλων ποιητήν, ἐν σοὶ σαρκούμενον ὁρῶν, τὸ μελώδημα χαράς, ἀναμέλπει σοὶ σεμνή, βροτοὺς δι' αὐτοῦ διδάσκων, ὡς σὺ μόνη χαρὰς αἰτία, πάσιν ἀνθρώποις πεφανέρωσαι.
Κανὼν Κατανυκτικός, οὗ ἡ Ἀκροστιχίς.
Τὸν σοὶ πταίσαντα οἴκτειρον, Λόγε. Ἰωσήφ.
Ὠδὴ α'  Ἦχος πλ. α'
Ὁ Εἱρμὸς
σωμεν τῶ Κυρίω, τῶ ποιήσαντι θαυμαστὰ τέρατα, ἐν Ἐρυθρᾷ θαλάσση, ὠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.
Τὸν πολλαὶς ἀπάταις, ἐξελκόμενον καὶ δελεαζόμενον, Χριστὲ τοῦ ἀλλοτρίου, ἐπίστρεψον, οἴκτειρον, ὡς παντοδύναμος.
τοῦ κωφοῦ τὰ ὦτα, διανοίξας Χριστέ, τῆς ψυχῆς μου δέομαι, κωφεύοντα τὰ ὦτα διάνοιξον, ὅπως σου τοὺς λόγους ἐνωτισθῶ.
Μαρτυρικὰ
Νεοφανεῖς ἀστέρες, χρηματίζοντες τοῦ Ἠλίου Μάρτυρες, τοῦ τῆς δικαιοσύνης, τὸ σκότος σκεδάζετε, τῶν καρδιῶν ἡμῶν.
Πεπυρωμένα βέλη, θείοις ἄνθραξι τοῦ ἁγίου Πνεύματος, οἱ Ἀθληταὶ δειχθέντες, τὰ βέλη συντρίβουσι, πάντα τοῦ ὄφεως.
Θεοτοκίον
Πύλη τῆς θείας δόξης, μετανοίας μοὶ πύλας ἀναπέτασον, καὶ ἐκ πυλῶν τοῦ Ἄδου, ἐξάρπασον δέομαι, τὴν ταπεινήν μου ψυχήν.
Κανὼν τῶν Ἀσωμάτων, οὗ ἡ Ἀκροστιχὶς
Μέλος Ἀγγέλοις τὸ πέμπτον.
Ὁ Εἱρμὸς
ππον καὶ ἀναβάτην, εἰς θάλασσαν ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον, ὕμνον ἄδοντα.
Μύσται τῆς θεαρχίας, τῆς φωτοδότιδος, ὡς ταὶς ταύτης ἀκτίσι, πρωτοφανῶς λαμπόμενοι, φωτὶ καταυγάζεσθαι, τὴν ψυχήν μου Ἄγγελοι, τὸν Δεσπότην καθικετεύσατε.
χοντες παρρησίαν, ὡς θρόνω τῶ ὑψηλῶ, παριστάμενοι πάντας, τοὺς εὐσεβῶς ὑμνοῦντας ὑμᾶς, κινδύνων λυτρώσασθε, πρωτοστάται τάξεως οὐρανίου, ὧ Ἀρχιστράτηγοι.
Θεοτοκίον
Λέλυται ἡ κατάρα, ἡ λύπη πέπαυται, ἡ γὰρ εὐλογημένη, καὶ κεχαριτωμένη, πιστοὶς χαρὰν ἐξανέτειλεν, εὐλογίαν πάσιν ἀνθηφοροῦσα, Χριστὸν τοὶς πέρασι.
Ὠδὴ γ'
Ὁ Εἱρμὸς
πὶ τὰ ἔθνη ὁ Θεὸς ἐβασίλευσεν, ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ, καὶ ψάλλομεν αὐτῷ συνετῶς, ὡς Βασιλεῖ καὶ Θεῷ.
Σὺ ὁ μηδένα ἀπολέσθαι βουλόμενος, ἀγαθὲ Κύριε, ἀπολλύμενον οἴκτειρον, καὶ σώσόν με ῥοπή, πανοικτίρμον τοῦ ἐλέους σου.
τι ἐν γνώσει καὶ ἀγνοίᾳ ἡμάρτηκά σοί, Χριστὲ Κύριε, τῶ πάντα γινώσκοντι, προσέρχομαι, προσπίπτω σοί, δέξαι με ὥσπερ τὸν Ἄσωτον.
Μαρτυρικὰ
να τὴν ζώσαν ἁμαρτίαν νεκρώσητε, καὶ νεκρὸν Μάρτυρες, τὸν ἐχθρὸν ἀποδείξητε, νεκρώσεως σωμάτων, μακάριοι οὐκ ἐφροντίσατε.
Πεποικιλμένοι τοὶς παθήμασι Μάρτυρες, καὶ στολαὶς αἵμασι, βεβαμμέναις κοσμούμενοι, τῶ πάντων Βασιλεῖ, στεφηφόροι νὺν παρίστασθε.
Θεοτοκίον
Παρθενομῆτορ ἡ Θεὸν σωματώσασα, τὰς φωνάς, πρόσδεξαι τῶν βοώντων σοὶ πάντοτε, καὶ λύτρωσαι ἡμᾶς, τῶν ποικίλων περιστάσεων.
Κανὼν τῶν Ἀσωμάτων
Ὁ Εἱρμὸς
πήξας ἐπ' οὐδενός, τὴν γὴν τὴ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε.
λόγῳ τοὺς χορευτὰς τῶν ἄνω Δυνάμεων, σαφῶς ὑποστήσας, τὴν σὴν χρηστότητα, τὴν ἀπειροδύναμον δεικνύς, τούτων ταὶς προστασίαις, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε.
Θεοτοκίον
Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ τοὺς Ἀσωμάτους χοροὺς φωτίζοντος, μίαν θεαρχίαν ἐν τρισί, μέλπειν ἀκαταπαύστως, ἁγιασμοὶς καὶ κυριότησιν, ἄχραντε Παρθένε πανύμνητε.
Ὠδὴ δ'
Ὁ Εἱρμὸς
Τὰ ἔργα τῆς οἰκονομίας σου Κύριε, ἐξέστησαν τὸν προφήτην Ἀββακούμ, ἐξῆλθες γὰρ εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας.
Τὰ ἔργα ἅπερ ἐν τῷ βίω ἐτέλεσα, ὑπάρχουσι χαλεπὰ καὶ πονηρά, ἐξ ὧν Χριστὲ ὁ Θεὸς λύτρωσαί με, μετάνοιαν γνησίαν παρέχων μοί.
πάσης ἐντολῆς σεπτῆς κατεφρόνησα, τὸν φόβον σου παρωσάμενος Χριστέ, καὶ δέδοικα τὸ ἀλάθητόν σου βῆμα, ἐν ὧ μῇ κατακρίνης μὲ εὔσπλαγχνε.
Μαρτυρικὰ
μάσι πανταχόθεν ὄντως τεινόμενοι, καὶ μάστιξι δαπανώμενοι σφοδρῶς, καὶ ὄνυξι καταξεόμενοι Λόγε, οἱ Ἀθληταί σου πίστει ἠγάλλοντο.
Σαλεῦσαι Ἀθληταὶ ὑμᾶς θείας στάσεως, οὐκ ἴσχυσε παντελῶς ὁ πονηρός, διὸ πολλῶν σαλευομένων γενναῖοι, στηρίγματα ἐνθέως ἐδείχθητε.
Θεοτοκίον
Σαρκοῦται ἐξ ἀγνῶν αἱμάτων σου Κύριος, μετάνοιαν τοὶς τιμώσί σε διδοὺς Πανύμνητε, τὴ σὴ χρηστὴ μεσιτεία, ὡς εὔσπλαγχνος καὶ μόνος φιλάνθρωπος.
Κανὼν τῶν Ἀσωμάτων
Ὁ Εἱρμὸς
Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοί. Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας.
γγέλων ὑποστήσας λαμπρότητας, θεουργικαὶς μαρμαρυγαίς, ἀγαθοδότως ἐλάμπρυνας, ὡς δυνατὰς ἐν ἰσχύϊ, τὸν λόγον σου πληρῶσαι φιλάνθρωπε.
Γεώδη τῶν σωμάτων φρονήματα, ἀποβαλώμεθα πιστοί, τὴ πολιτεία μιμούμενοι, τῶν Ἀσωμάτων τὰς τάξεις, καὶ νοῦν ἀναπτερώσωμεν πνεύματι.
Θεοτοκίον
Γενοῦ μοὶ προστασία Πανάμωμε, καταφυγή τε καὶ λιμήν, παθῶν τὴν ζάλην διώκουσα, ἡ τὰς Ἀγγέλων χορείας, τῶ κάλλει ἀσυγκρίτως νικήσασα.
Ὠδὴ ε'
Ὁ Εἱρμὸς
Τὸ φῶς τὸ ἀληθινόν, Χριστὲ ὁ Θεός, πρὸς σὲ ὀρθρίζει τὸ πνευμά μου ἐκ νυκτός, ἐπίφανον ἐπ' ἐμὲ τὸ πρόσωπόν σου.
νάνηψον ψυχή, ἀνάνηψον ὕπνου, βαρέος τῆς ἐμῆς δεινῆς ἁμαρτίας, καὶ μετανοίας φωτὶ περιαυγάζου.
Νεώσωμεν τὴν ψυχήν, δι' ἐμμελείας, καὶ κατανύξεως ὄμβροις ἀρδευθῶμεν, ὅπως βλαστήσωμεν μετανοίας στάχυν.
Μαρτυρικὰ
Τοὶς ἄνθραξι στομωθέντες, τῆς ἀγάπης, οὐρανοχάλκευτα ξίφη Ἀθλοφόροι, ἐδείχθητε δυσμενῶν κόπτοντες στίφη.
δούλωτοι τῶ ἐχθρῶ, γεγενημένοι, κατεδουλώσατε τοῦτον Ἀθλοφόροι, καὶ γνήσιοι τοῦ Χριστοῦ ὤφθητε φίλοι.
Θεοτοκίον
Παρθένε ἐν γυναιξίν, εὐλογημένη, τὰ σὰ ἐλέη παράσχου τῶ λαῶ σου, τοῦ Ἐλεήμονος γὰρ ἐδείχθης Μήτηρ.
Κανὼν τῶν Ἀσωμάτων
Ὁ Εἱρμὸς
ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω, τὴν ψυχήν μου φώτισον, τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος.
πιπορευόμενοι, τῆς γῆς τὰ πέρατα, τὰς τοῦ Δεσπότου εὐεργεσίας, τοὶς πιστοὶς κομίζετε, καὶ περιφρουρεῖτε, πανένδοξοι Ἀρχάγγελοι.
Λόγῳ σου πειθόμενοι, Λόγε Θεοῦ καὶ Πατρός, τῆς οὐρανίου ταξιαρχίας, οἱ κλεινοὶ διάκοσμοι, τῶ τῆς σῆς λαμπάδος, φωτὶ περιαυγάζονται.
Θεοτοκίον
λην μου τὴν ἔφεσιν, πρὸς σὲ μετάστησον, τῆς ὑπὲρ λόγον ἐπιθυμίας, γλυκασμὸν ἡ φέρουσα, τοὶς σὲ Θεοτόκον, ἁγνὴν ἐπιγινώσκουσι.
Ὠδὴ ς'
Ὁ Εἱρμὸς
Τοῦ κήτους τὸν Προφήτην ἐλυτρώσω, ἐμὲ δὲ ἐκ βυθοῦ ἁμαρτημάτων, ἀνάγαγε Κύριε καὶ σώσόν με.
Οὐκ ἔστιν ἐν τῷ βίω ἁμαρτία, ἣν μόνος οὐκ ἐτέλεσα ὁ τάλας, μόνε ἀναμάρτητε, οἰκτείρησόν με.
στίω πτερωθῶμεν προθυμίας, καὶ σωτηρίου μετανοίας, ὅπως προφθάσαντες, ἅπαντες σωθείημεν.
Μαρτυρικὰ
Κηρύκων, Ἀποστόλων καὶ Μαρτύρων, τοὶς ἄθλοις καταυγάζεται ἡ κτίσις, δι' ὧν ἡμᾶς φώτισον φιλάνθρωπε.
Τὰ σκεύη, τὰ χωρήσαντα τὴν αἴγλην, τῆς θείας καὶ σεπτῆς φωτοδοσίας, τοὺς Μάρτυρας ἅπαντες τιμήσωμεν.
Θεοτοκίον
Παρθένε τῶν πιστῶν ἡ προστασία, ῥυσθῆναι ἀπὸ πάσης ἁμαρτίας, δυσώπει τὸν Κύριον, τοὺς δούλους σου.
Κανὼν τῶν Ἀσωμάτων
Ὁ Εἱρμὸς
Μαινομένην κλύδωνι, ψυχοφθόρω Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος.
ερῶς κοσμούμενοι, τῶν Ἀγγέλων δῆμοι ἐκλεκτοί, φωτοδότοις λάμψεσι φαιδρύνονται, τὰς θεουργοὺς ἐκφαντορίας μιμούμενοι.
Θεοτοκίον
Συνέλαβες Ἄχραντε, τὸν τῶν ὅλων κτίστην καὶ Θεόν, ὃν σὺν τρόμω βλέπουσι γηθόμενοι, πανευλαβῶς παρεστηκότες οἱ Ἄγγελοι.
Ὠδὴ ζ'
Ὁ Εἱρμὸς
Εὐλογητὸς εἶ ὁ Θεός, ὁ βλέπων ἀβύσσους, καὶ ἐπὶ θρόνου δόξης καθήμενος, ὁ ὑπερύμνητος, καὶ ὑπερένδοξος.
Εὐλογητὸς εἶ ὁ Θεός, ὁ δι' εὐσπλαγχνίαν, μετανοοῦντας πάντας δεχόμενος, ὁ ὑπερύμνητος, καὶ ὑπερένδοξος.
ασαι εὔσπλαγχνε Σωτήρ, τὰ πολλὰ μουπάθη, ὁ τὴν ἐμὴν γινώσκων ἀσθένειαν, ὁ ὑπερύμνητος, καὶ ὑπερένδοξος.
Μαρτυρικὰ
ώμη τὴ θεία κρατυνθείς, χορὸς Ἀθλοφόρων, τοὺς δυσμενεῖς βοῶν κατεπάλαισεν, ὁ ὑπερύμνητος, καὶ ὑπερένδοξος.
ἐνισχύσας τοὺς σοφούς, Ἀθλοφόρους Λόγε, ὑπενεγκεῖν πολύπλοκα βάσανα, δεήσεσιν αὐτῶν, πάντας οἴκτειρον.
Θεοτοκίον
Εὐλογητὸς εἶ ὁ Θεός, ὁ μήτραν Παρθένου, καθυποδὺς καὶ σώσας τὸν ἄνθρωπον, ὁ ὑπερύμνητος, καὶ ὑπερένδοξος.
Κανὼν τῶν Ἀσωμάτων
Ὁ Εἱρμὸς
ὑπερυψούμενος, τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παίδας ἑδρόσισε, συμφώνως μελωδοῦντας, ὁ Θεὸς εὐλογητὸς εἶ.
Τὴν ἀπειροδύναμον, ἀναφαίνων δύναμιν, ὑμᾶς Ἀρχιστράτηγοι, Χριστὸς ὑπεστήσατο, διδάξας ἀναμέλπειν, ὁ Θεὸς εὐλογητὸς εἶ.
πληθὺν ἀμέτρητον, Ἀσωμάτων τάξεων, κοσμῶν ἀγαθότητι, πιστῶν τὰ συστήματα, ἀξίωσον ὑμνεῖν σε, ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Πάθεσι κλονούμενον, σὺ μὲ νὺν στερέωσον, ἡ πᾶσι πηγάσασα, πιστοὶς τὴν ἀπάθειαν, τοὶς πίστει μελωδοῦσιν, ὁ Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η'
Ὁ Εἱρμὸς
Τὸν Ποιητὴν τῆς κτίσεως, ὃν φρίττουσιν Ἄγγελοι, ὑμνεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Νεκρὸν ταὶς παραβάσεσι, γενόμενον Κύριε, ζώωσόν με, ἵνα σὲ δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.
Λαμπρύνας μετανοία με, σκότους ἁμαρτίας ῥύσαι Κύριε, ἵνα σὲ δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.
Μαρτυρικὰ
Οἱ ἀθλοφόροι Μάρτυρες, τὴν φλόγα τῆς πλάνης κατεπάτησαν, δρόσον οὐρανόθεν, λαβόντες παραδόξως.
Γῆ ὥσπερ πίων Ἅγιοι, στάχυν ἀληθῶς ἑκατοστεύοντα, τῶ ἀγωνοθέτη Χριστῷ καρποφορεῖτε.
Θεοτοκίον
κ σοῦ Θεὸς ἀνέτειλε, καὶ θεογνωσία κατελάμπρυνε, τοὺς ἐσκοτισμένους, πανύμνητε Παρθένε.
Κανὼν τῶν Ἀσωμάτων
Ὁ Εἱρμὸς
Σοὶ τῶ παντουργῶ, ἐν τῇ καμίνω Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον. Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
λκει μὲ τὰ νύν, τοὺς τῶν Ἀγγέλων δήμους, ὑμνῆσαι τοὶς ἄσμασι, καρδίας ἔφεσις, οἷς πὲρ συμμέλπω. Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Μύσται τῆς ἁπλῆς, καὶ τρισηλίου αἴγλης, σωθῆναι πρεσβεύσατε, τοὺς πίστει μέλποντας. Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Πύλη τοῦ φωτός, παρθενομῆτορ Κόρη, φωτί σου καταύγασον, τοὺς σοὶ προστρέχοντας, σὺ γὰρ ὑπάρχεις, ἐλπὶς καὶ προστασία, μόνη Παναγία, ἀεὶ εὐλογημένη.
Ὠδὴ θ'
Ὁ Εἱρμὸς
Σὲ τὴν μακαρίαν ἐν γυναιξί, καὶ εὐλογημένην ὑπὸ Θεοῦ, τῶν ἀνθρώπων τὸ γένος, ὕμνοις μεγαλύνομεν.
λεως γενοῦ μοὶ Κύριε, ἄμετρα ἀφρόνως πταίσαντι, καὶ τῆς σῆς μὲ Λόγε, Βασιλείας καταξίωσον.
ς τοὺς Νινευϊτας ἔσωσας, πάλαι μεταγνόντας μόνε Σωτήρ, καὶ ἡμᾶς τοὺς ὑμνούντάς σε, σῶσον τῶ ἐλέει σου.
Μαρτυρικὰ
Σάρκα παραδόντες πάσαις πληγαίς, ἄπληγον ἐσώσατε ψυχήν,, Ἀθλοφόροι Κυρίου, τῆς θείας δόξης μέτοχοι.
μεροφαεὶς ἀστέρες ἐν γῆ, πάντων καταυγάζοντες τὰς ψυχάς, Ἀθλοφόροι τοῦ πάντων, Κυρίου ἀνεδείχθητε.
Θεοτοκίον
Φέρεις ὥσπερ θρόνος πύρινος, νεύματι τὸν πάντα φέροντα, καὶ θηλάζεις Παρθένε, τὸν πάντα διατρέφοντα. 
Κανὼν τῶν Ἀσωμάτων
Ὁ Εἱρμὸς
σαϊα χόρευε, ἡ Παρθένος, ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον, ἀνατολή, ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν.
Τῶν ταγμάτων ἔξαρχοι, πεφυκότες τῶν Ἀγγελικῶν, φαιδρότατε Μιχαήλ, θεῖε Γαβριήλ, τῆς θείας σαρκώσεως, παναληθής, κῆρυξ γεγονῶς, πάντας φρουρήσατε, τοὺς ὑμνοῦντας ὑμᾶς ἔνδοξοι.
πλουσίαις δόσεσιν, ὑπερχέων σοῦ τὸν θησαυρόν, ὁ τάξεις παραγαγών, τὰς Ἀγγελικάς, μεθ' ὧν ἐλευσόμενος, οἵα κριτής, πάντων καὶ Θεός, φείσαί μου Δέσποτα, προσπεφευγότος τῶ ἐλέει σου.
Θεοτοκίον
Νοερῶς Ἀρχάγγελοι, Ἐξουσίαι, θρόνοι Χερουβείμ, Δυνάμεις καὶ Σεραφείμ, Ἄγγελοι φαιδροῖ, Ἀρχαί, Κυριότητες, τῶ σῶ Υἱῶ, ἄχραντε σεμνή, τρόμω λατρεύουσι, Θεοτόκε παμμακάριστε.
Ἀπόστιχα τῶν Αἴνων, Κατανυκτικὰ
Οἴμοι! τὶ ὡμοιώθην ἐγὼ τὴ ἀκάρπω συκῆ, καὶ πτοοῦμαι τὴν κατάραν, σὺν τὴ ἐκκοπὴ; ἀλλ' ἐπουράνιε γεωργέ, Χριστὲ ὁ Θεός, τὴν χερσωθείσάν μου ψυχήν, καρποφόρον ἀνάδειξον, καὶ ὡς τὸν Ἄσωτον υἱὸν δέξαι με, καὶ ἐλέησόν με.
Τὰ πλήθη τῶν πταισμάτων μου, πάριδε Κύριε, ὁ ἐκ Παρθένου τεχθείς, καὶ πάσας ἐξάλειψον τὰς ἀνομίας μου, λογισμὸν μοὶ παρέχων ἐπιστροφῆς, ὡς μόνος φιλάνθρωπος δέομαι, καὶ ἐλέησόν με.
Μαρτυρικὸν
Εὐλογημένος ὁ στρατός, τοῦ Βασιλέως τῶν οὐρανῶν, εἰ γὰρ καὶ γηγενεῖς ὑπῆρχον οἱ Ἀθλοφόροι, ἀλλὰ ἀγγελικὴν ἀξίαν ἔσπευδον φθᾶσαι, τῶν σωμάτων καταφρονήσαντες, καὶ διὰ τῶν παθημάτων, τῆς τῶν Ἀσωμάτων ἀξιωθέντες τιμῆς. Εὐχαὶς αὐτῶν Κύριε, κατάπεμψον ἡμῖν τὸ μέγα σου ἔλεος.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Παῦσον τὸν πόνον, τῆς πολυστενάκτου ψυχῆς μου, ἡ παύσασα πᾶν δάκρυον, ἀπὸ προσώπου τῆς γῆς, σὺ γὰρ βροτῶν τὰς ὀδύνας διώκεις, ἁμαρτωλῶν τὴν κατήφειαν λύεις. Σὲ πάντες κεκτήμεθα, ἐλπίδα καὶ στήριγμα, Παναγία Μητροπάρθενε.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοὶ
Ληστὴς ἐν τῷ Σταυρῶ, Θεὸν εἴναί σε πιστεύσας Χριστέ, ὡμολόγησέ σε εἰλικρινῶς ἐκ καρδίας. Μνήσθητί μου Κύριε βοῶν, ἐν τῇ Βασιλεία σου.
Ψυχοφθόροι μὲ λησταί, ὁδῷ τοῦ βίου συναντήσαντες, κατεπλήγωσάν με, ἀλλὰ τὴ σὴ εὐσπλαγχνία νὺν προστρέχων, ἴασαι Χριστέ, καὶ σώσόν με δέομαι.
πουράνιοι χοροί, ὑμνολογούσί σε τὸν πάντων Θεόν, τούτων Δέσποτα ἱεραῖς μεσιτείαις, τὰ πολλά μου πάριδε κακά, καὶ σώσόν με δέομαι.
Μαρτυρικὸν
Τῶν Ἀγγέλων τοὶς χοροίς, συναριθμούμενοι Χριστοῦ Ἀθληταί, καὶ πληρούμενοι φωτισμοῦ ἀνεσπέρου, τὰ δυσώδη πάθη τῆς ἐμῆς, καρδίας μειώσατε.
Δόξα...
Μετὰ δόξης ὧ Τριάς, ταὶς τῶν Ἀγγέλων ὑμνουμένη φωναίς, τὴν κεκακωμένην ἐκ τῶν δαιμόνων ψυχήν μου, σῶ ἐλέει ὅλην ὑγιῆ, ἀνάδειξον δέομαι.
Καὶ νύν... Θεοτοκίον
δι΄ Ἀγγέλου τὴν χαράν, ἐν τῇ νηδὺϊ δεξαμένη Ἁγνή, σκυθρωπάζουσαν πονηραῖς ἐργασίαις, τὴν ψυχήν μου πλήρωσον χαράς, πρὸς φῶς ὁδηγούσά με.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου