Σάββατο 31 Μαΐου 2014

ΔΕΥΤΕΡΑ ΤΗΣ Γ΄. ΕΒΔΟΜΑΔΟΣ



ΤΗ ΔΕΥΤΕΡΑ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Τὰ κατὰ τὸν τυχόντα Ἦχον Τριαδικά· καὶ μετὰ τὴν α’ Στιχολογίαν, Καθίσματα Κατανυκτικά, καὶ Θεοτοκίον τοῦ αὐτοῦ Ἤχου. Μετὰ δὲ τὴν βΣτιχολογίαν τὰ παρόντα Καθίσματα.
Ἦχος πλ. δ’
Τὸ προσταχθὲν μυστικῶς.
Τῆς ἐγκρατείας τῷ πυρὶ φλέξωμεν πάντες, τὰς φρυγανώδεις τῶν παθῶν ἐπαναστάσεις, καὶ τὴν φλόγα ἐκείνην τὴν μὴ σβεννυμένην, δακρύων νῦν κατασβέσωμεν ὀχετοῖς, βοῶντες τῷ κρῖναι μέλλοντι πᾶσαν τὴν γῆν. Σῶτερ εὔσπλαγχνε Κύριε, ἀκατακρίτους ἡμᾶς, συντήρησον, διδοὺς ἡμῖν, τῶν πταισμάτων τὴν συγχώρησιν.
Θεοτοκίον.
Θεοχαρίτωτε Ἁγνὴ εὐλογημένη, τὸν διὰ σπλάγχνα οἰκτιρμῶν ἐκ σοῦ τεχθέντα, σὺν ταῖς ἄνω Δυνάμεσι, καὶ τοῖς Ἀρχαγγέλοις, καὶ πᾶσι τοῖς Ἀσωμάτοις ὑπὲρ ἡμῶν, δυσώπει ἀκαταπαύστως δοῦναι ἡμῖν, πρὸ τοῦ τέλους συγχώρησιν, καὶ ἱλασμὸν ἁμαρτιῶν, καὶ βίου ἐπανόρθωσιν, ὅπως εὕρωμεν ἔλεος.
Μετὰ τὴν γ' Στιχολογίαν
Καθίσματα  Ἦχος πλ. δ’
Τὸ προσταχθὲν.
Τριὰς ἁγία καὶ σεπτὴ τοὺς τὴν Νηστείαν, ἐν ἑβδομάδεσι τρισὶ διανύοντας, διαφύλαξον σῴους καὶ ἀκατακρίτους, ἀξίως διευδρομῆσαι πρὸς τὸ ἑξῆς, καὶ πάσας τάς ἐντολάς σου διατελεῖν, ἵνα οὕτω προφθάσωμεν, ἀκατακρίτως ἰδεῖν, τὴν ἔνδοξον Ἀνάστασιν, ὕμνον αἶνον προσάγοντες.
Θεοτοκίον.
προστασία τῶν πιστῶν Θεοκυῆτορ, τῶν θλιβομένων ἡ χαρὰ καὶ τῶν πενθούντων, ἡ μεγίστη παράκλησις, τὸν ἐκ τῆς γαστρός σου, Παρθένε τῆς παναγίας ὑπερφυῶς, τεχθέντα ἀδιαλείπτως ὑπὲρ ἡμῶν, σὺν Ἀγγέλοις καὶ ἄρχουσι, δυσώπει ῥύσασθαι ἡμᾶς, ἐν ὥρᾳ τῆς ἐτάσεως, τῆς δεινῆς κατακρίσεως.
Κανν το  Μηναίου, κα τ παρόντα Τριδια κατ τν τάξιν ατν. Στιχολογεῖται δ κα ἡ α’ δή.
 Τριῴδιον ποίημα Ἰωσηφ.
δὴ α'  Ἦχος πλ. δ’
Ἆσμα ἀναπέμψωμεν.
χων ὡς Θεὸς τὸ συμπαθές, μετανοοῦντα δέξαι με, τὸν δαπανήσαντα, τὸν βίον μου ἀσώτως, βοῶ σοι τό· Ἥμαρτον, κατηγόρων οὐ χρῄζω, τὴν αἰσχύνην τῶν ἔργων προσφέρων.
Βρῶσιν λελοιπὼς Ἀγγελικήν, παρωμοιώθην κτήνεσιν, ἐν τῷ σιτίζεσθαι τὴν μοχθηρὰν κακίαν, ἀλλ' οὖν ἐπιστρέφοντα, δέξαι με ὥσπερ ἕνα τῶν μισθίων, οὐράνιε Πάτερ.
Νύκτα ἡδονῶν τὴν ἐκ τρυφῆς, προσγινομένην ἅπαντες, πιστοὶ ἀφέμενοι, φωτὶ τῆς ἀληθείας, σπουδαίως προσέλθωμεν, ἵνα τῆς φωτοφόρου εὐωχίας, καταξιωθῶμεν.
Θεοτοκίον.
Χαίροις ὁ πανάγιος ναός, ὁ πόκος ὁ θεόδροσος, ἐσφραγισμένη πηγὴ τοῦ ἀθανάτου ῥείθρου, τὴν ποίμνην σου, Δέσποινα, φύλαττε ἐκ παντοίων πολεμίων, ἀπολιορκήτως.
Ἕτερον Ποίημα Θεοδώρου.
Ἦχος πλ. δ’
Ἄσωμεν ᾠδὴν τῷ Θεῷ.
Νῦν ἐν ἑβδομάσι τρισίν, ὡς πάλαι τριήμερος ὁ Ἰσραήλ, ἁγνισθέντες ἀδελφοί, ὄρει εὐχῶν φθάσωμεν, καὶ ἐκεῖθεν θείων φωνῶν ἀκούσαντες, Χριστὸν ὑμνήσωμεν.
σπερ Σαμψὼν νηστείᾳ, δυναμωθέντες δεῦτε, ὡς ἄλλον θῆρα πατάξωμεν λαοί, τὸν τῆς γαστρὸς δαίμονα, καὶ οὐ μὴ γελάσῃ ἡ Δαλιδὰ τῶν παθῶν, ἐξαπατῶσα ἡμᾶς.
Δόξα...
Τρία μέλπω χερουβικῶς, ἁγία σε Θεότης, φῶτα καὶ φῶς, καὶ ζωήν τε καὶ ζωάς, Θεὸν τὸν γεννήσαντα, Θεὸν τὸν γεννηθέντα, Θεὸν καὶ τὸ ἐκ Πατρὸς ἐκπορευθέν, Πνεῦμα τὸ ζῶν.
Καὶ νῦν... Θεοτοκίον
Χαῖρε ἡ τῆς Εὔας χαρά· ἡ γὰρ ἐκείνης λύπη, διὰ τοῦ τόκου σου, πέπαυται Ἁγνή, χαῖρε ἀδύτου φωτός, φωτεινὴ νεφέλη, ἐξ ἧς ἀνέτειλε Χριστὸς ὁ Θεός.
Δξα σοι, Θες μν, δξα σοι
Πίστει ὡς Δαυῒδ καὶ ἡμεῖς, τῇ ταπεινοφροσύνῃ, καθοπλισθέντες, ὡς ἄλλον Γολιάθ, τὸν ὑπερήφανον νοῦν, καταβεβληκότες, συνδιακόψωμεν καὶ μυριάδας παθῶν.
Ὁ Εἱρμὸς.
σωμεν ᾠδὴν τῷ Θεῷ, τῷ ἐκ πικρᾶς δουλείας, τοῦ Φαραὼ ῥυσαμένῳ Ἰσραήλ, καὶ ἐν πυρίνῳ στύλῳ, καὶ φωτὸς νεφέλη καθοδηγήσαντι, ὅτι δεδόξασται.
δὴ η’
Οἱ θεορρήμονες.
κδαπανήσας οὐσίαν τὴν πατρῴαν, μετὰ πορνῶν ἐξεβλήθην, τῶν προαυλίων τῆς χάριτος, ἀλλὰ δέξαι με Πάτερ, δι' ἄμετρον ἔλεος.
ν φαιδροτάτῃ νηστείας φωταυγείᾳ, τῶν προσευχῶν λαμπρυνθέντες χρηματίσωμεν, ὅπως τῆς ἁμαρτίας, τὸ σκότος ἐκφύγωμεν.
κδυσωπεῖ σε χορὸς τῶν Ἀσωμάτων, τὰ Χερουβὶμ ἱκετεύει, καὶ τῶν Ἁγίων τὰ τάγματα, τὰς ψυχὰς ἡμῶν σῶσον, Χριστὲ πολυέλεε.
Θεοτοκίον.
Τὸν ἀγεώργητον βότρυν συλλαβοῦσα, ἐσκοτισμένον με μέθῃ, τῆς ἁμαρτίας σωφρόνισον, Θεοτόκε Παρθένε, ἐλπὶς τῶν ψυχῶν ἡμῶν.
Εἱρμὸς ἄλλος.
Ὁ στεγάζων ἐν ὕδασι.
Τὸ πατρῷον κειμήλιον, τὸ χρῆμα τὸ θαυμαστόν, τὴν μητέρα πάντων τῶν λατρευσάντων τῷ Δεσπότῃ Χριστῷ, δεῦτε τρυφήσωμεν, ἀδελφοὶ τὴν Νηστείαν· καὶ γὰρ αὕτη ῥώννυσι τὸ σῶμα, καὶ καταφωτίζει τὸν νοῦν, καὶ τὴν καρδίαν.
Γεδεὼν τὸν θαυμάσιον, ἐκμιμουμένη ψυχή, ἀρετὰς φέρουσα, πίστιν ἐλπίδα, καὶ ἀγάπην Χριστοῦ, ἔξελθε κτείνουσα, τὰ ἀλλόφυλα πάθη, ὡς ἐκεῖνος, σὺν τριακοσίοις, τὸ Μαδινιαῖον ἔθνος ἀποκαθαίρων.
Ελογομεν Πατρα, Υἱόν, κα γιον Πνεμα
Καὶ Τριάδα δοξάζω σε, καὶ ὡς Μονάδα ὑμνῶ, σὲ Θεότης μία, Πάτερ παντοκράτορ, καὶ μονάρχα Υἱέ, Πνεῦμα τὸ ἅγιον, καὶ πανδέσποτον κράτος, μία φύσις, μία βασιλεία, ἐν δὲ χαρακτῆρσι, τρισὶ προσκυνουμένη.
Καὶ νῦν... Σταυροθεοτοκίον.
ς ἐν τόκῳ διέφυγεν, ὠδῖνας ὑπερφυῶς ἐν τῷ σῷ τιμίῳ Πάθει, ἐπέγνω ἡ τεκοῦσά σε· ἤλγει γὰρ βλέπουσα, ἐν σταυρῷ σε παγέντα ἑκουσίως, ὑπὸ Ἰουδαίων, τὸν ἐπὶ ὑδάτων, τὴν γῆν θεμελιοῦντα.
Δξα σοι, Θες μν, δξα σοι
ταν ἔλθῃς ἐν τῇ δόξῃ σου, τοῦ κρῖναι πᾶσαν τὴν γῆν, σὺν ταῖς χιλιάσι, καὶ μυριάσι τῶν Δυνάμεων, τότε μου Κύριε φεῖσαι ἄνες, καὶ ῥῦσαι καταδίκης, μή με κατασχύνῃς, μή με κατακρίνῃς, πυρὶ τῷ αἰωνίῳ.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον
Ὁ Εἱρμὸς.
στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς θαλάσσῃ, ὅριον ψάμμον, καὶ συνέχων τὸ πᾶν, σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη, σοὶ προσφέρει ὕμνον πᾶσα κτίσις, τῷ Δημιουργῷ καὶ Κτίστῃ, εἰς τοὺς αἰῶνας.
δὴ θ’
Τὸν προδηλωθέντα ἐν ὄρει.
Τὸν ἀπὸ τῆς σῆς μακρυνθέντα, Πάτερ ἀγάπης, καὶ ἐθελουσίοις ὁρμαῖς, ἡδονῶν δουλωθέντα, ἐπιστρέφοντα ὡς τὸν Ἄσωτον δέξαι· μόνος γὰρ ὑπάρχεις πολυέλεος.
καρπος ἐδείχθην συκῇ, μόνην τὴν κακίαν γεωργῶν ὁ ἄθλιος, τὸ πῦρ μοι προξενοῦσαν. Σὺ οὖν Κύριε καρποφόρον με δεῖξον, πράξεις ἀγαθὰς καρποφοροῦντά σοι.
Νήστευσον ψυχή μου, κακίας καὶ πονηρίας, κράτησον ὀργῆς, καὶ θυμοῦ καὶ πάσης ἁμαρτίας. Ἰησοῦς γὰρ τοιαύτην θέλει νηστείαν, ὁ φιλανθρωπότατος Θεὸς ἡμῶν.
Θεοτοκίον.
Σὺ εἶ Θεοτόκε, τὰ ὅπλα ἡμῶν καὶ τεῖχος, σὺ εἶ ἡ ἀντίληψις, τῶν εἰς σὲ προστρεχόντων, σὲ καὶ νῦν εἰς πρεσβείαν κινοῦμεν, ἵνα λυτρωθῶμεν τῶν ἐχθρῶν ἡμῶν.
Εἱρμὸς ἄλλος.
Μεγαλύνομέν σε.
Καθαρὰν νηστείαν, τῶν κακῶν τὴν ἀποχήν, προσενέγκωμεν, ὡς δῶρα εὐπρόσδεκτα, Χριστῷ τῷ Θεῷ ἡμῶν.
λισσαῖος πάλαι, πῶς διέτρεφε Προφήτας, μαθοῦσα ψυχή, σχεδίως ἐκτράφηθι, ἀπευχαριστοῦσα Χριστῷ.
Δόξα...
Τρισσουμένην μίαν, σὲ Θεότης ἀνυμνῶ, τοῖς προσώποις μορφήν, Πατέρα τὸν ἄναρχον, Υἱόν, καὶ Πνεῦμα τὸ ζῶν.
Καὶ νῦν... Θεοτοκίον.
Θεομῆτορ Κόρη, ἡ παστὰς τοῦ οὐρανίου, Βασιλέως Χριστοῦ, σῷζε τῇ πρεσβείᾳ σου, τοὺς πόθῳ ὑμνοῦντάς σε.
Δξα σοι, Θες μν, δξα σοι
Δανιὴλ τοὺς θῆρας, ἐν τῷ λάκκῳ ἡμεροῖ, ἐγκρατείας κημῷ· καὶ ἡμεῖς δαμάσωμεν, τὰ πάθη νηστεύοντες.
Ὁ Εἱρμὸς.
Μεγαλύνομέν σε, τὴν πανάμωμον Μητέρα, Χριστοῦ τοῦ Θεοῦ, ἐν ᾗ ἐπεσκίασε τὸ Πνεῦμα τὸ πανάγιον.
Τὸ Φωταγωγικὸν τοῦ Ἤχου.
Ἀπόστιχα τῶν Αἴνων.
Ἰδιόμελον  Ἦχος δ’
Τὸν χαλεπὸν τῶν πταισμάτων μου, ῥύπον ἐνδέδυμαι, καὶ τῆς χαρᾶς τοῦ νυμφῶνος ἐκβέβλημαι οἴκτειρόν με τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, ὡς τὸν Ἄσωτον παῖδα ὁ Θεός, καὶ ἐλέησόν με. (Δίς)
Μαρτυρικὸν.
Τίς οὐκ ἐξίσταται ὁρῶν, ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλόν, ὃν ἠγωνίσασθε; πῶς ἐν σώματι ὄντες, τὸν ἀσώματον ἐχθρὸν ἑνικήσατε, Χριστὸν ὁμολογήσαντες, καὶ Σταυρῷ ὁπλισάμενοι; ὅθεν ἐπαξίως ἀνεδείχθητε, δαιμόνων φυγαδευταί, καὶ βαρβάρων πολέμιοι, ἀπαύστως πρεσβεύσατε, σωθῆναι τὰς ψυχας ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
λαμπὰς ἡ ἄσβεστος, ὁ θρόνος τῆς δικαιοσύνης, ἄχραντε Δέσποινα πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ
Τροπάριον τῆς Προφητείας.
Ἦχος δ’
τι ἀσθενεῖς ἡμεῖς, καὶ παρειμένοι ταῖς ἁμαρτίαις, ἴασαι τὰ συντρίμματα ἡμῶν, ὁ ἰατρὸς τῶν ψυχῶν ἡμῶν, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, Φιλάνθρωπε.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ. 
Προκείμενον  Ἦχος δ’  Ψαλμὸς μα’
λπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ.
Στίχ. ν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων.
Προφητεας σαου τ νγνωσμα
(Κεφ. Η’:13-22,  Θ’:1-7)
Κύριον τὸν Θεὸν αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σοι φόβος, καὶ ἐὰν ἐπ' αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγιασμόν. Καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε, οὐδὲ ὡς πέτρας πτώματι, οἱ δὲ οἶκοι Ἰακὼβ ἐν παγίδι, καὶ ἐν κυλάσματι ἐγκαθήμενοι ἐν Ἱερουσαλήμ. Διὰ τοῦτο ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοί, καὶ πεσοῦνται καὶ συντριβήσονται καὶ ἐγγιοῦσι, καὶ ἁλώσονται ἄνθρωποι ἐν ἀσφαλείᾳ ὄντες. Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον, τοῦ μὴ μαθεῖν. Καὶ ἐρεῖ· Μενῶ τὸν Θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ, καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ. Ἰδού, ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός, καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραήλ, παρὰ Κυρίου Σαβαώθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών. Καὶ ἐὰν εἴπωσι πρὸς ὑμᾶς· Ζητήσατε τοὺς ἐγγαστριμύθους, καὶ τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, τοὺς κενολογοῦντας, οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν, οὐχὶ ἔθνος πρὸς Θεὸν αὐτοῦ ἐκζητήσουσι; τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν, ἵνα εἴπωσιν οὐχ ὡς τὸ ῥῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ. Καὶ ἥξει ἐφ' ἡμᾶς σκληρὸς λιμός, καὶ ἔσται ὡς ἂν πεινάσητε, λυπηθήσεσθε, καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα, καὶ τὰ πάτρια, καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω, καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται, καὶ ἰδού, ἀπορία στενή, θλίψις, καὶ στενοχωρία, καὶ σκότος, ὥστε μὴ βλέπειν. Καὶ οὐκ ἀποκριθήσεται ὁ ἐν τῇ στενοχωρίᾳ ὤν, ἕως καιροῦ, τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλών, γῆ Νεφθαλείμ, καὶ οἱ τὴν παραλίαν κατοικοῦντες καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν. Ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει, ἴδετε φῶς μέγα, οἱ κατοικοῦντες ἐν χώρᾳ, καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ' ὑμᾶς. Τὸ πλεῖστον τοῦ λαοῦ, ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου, καὶ εὐφρανθήσονται ἐνώπιόν σου, ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ, καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα. Διότι ἀφῄρηται ὁ ζυγός, ὁ ἐπ' αὐτῶν κείμενος, καὶ ἡ ῥάβδος, ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν· τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασεν, ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ. Ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ, καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσι, καὶ θελήσουσιν, εἰ ἐγένοντο πυρίκαυστοι. Ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, Πατὴρ τοῦ μέλλοντος αἰῶνος· ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, καὶ ὑγείαν αὐτῷ. Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον, ἐπὶ τὸν θρόνον Δαυΐδ, καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτήν, καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ δικαιοσύνῃ, ἀπὸ τοῦ νῦν, καὶ εἰς τὸν αἰῶνα. Ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα.
Προκείμενον  Ἦχος δ’  Ψαλμὸς μβ
Σωτήριον τοῦ προσώπου μου, καὶ ὁ Θεός μου.
Στίχ. Κρῖνόν μοι, ὁ Θεός, καὶ δίκασον τὴν δίκην μου.

ΤΗ ΔΕΥΤΕΡΑ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὴν συνήθης Στιχολογία, εἰς τὸ Κύριε  ἐκέκραξα, ἱστῶμεν Στίχους στ’ καὶ ψάλλομεν τὰ ἑπόμενα Στιχηρὰ τοῦ Τριῳδίου γ’ καὶ τοῦ Μηναίου γ’.
Στιχηρ Προσμοια Ποημα ωσφ.
Ἦχος α'  Πανεύφημοι Μάρτυρες.
Νηστείαν ποθήσωμεν ψυχῆς, πάθη χαλεπώτατα τῇ συνεργείᾳ τοῦ Πνεύματος, καταμαραίνουσαν, καὶ ἐνθέους πράξεις, πράττειν ἐνισχύουσαν, καὶ νοῦν πρὸς οὐρανόν ἀναπέμπουσαν, καὶ τὴν συγχώρησιν, προξενοῦσαν ὧν ἡμάρτομεν, δωρουμένην ἐκ Θεοῦ οἰκτίρμονος.
παντα τὸν βίον μου αἰσχρῶς, δαπανήσας Κύριε, μετὰ πορνῶν ὁ ταλαίπωρος, ὥσπερ ὁ Ἄσωτος, κατανύξει κράζω· Πάτερ ἐπουράνιε, ἡμάρτηκα ἱλάσθητι σῶσόν με, καὶ μὴ ἀπώσῃ με, ἐμαυτὸν ἐκ σοῦ μακρύναντα, καὶ ἐνθέοις, ἔργοις νῦν πτωχεύσαντα.
Ἕτερον Ποίημα Θεοδώρου.
Ἦχος γ'  Δεῦτε Ἅπαντα τὰ πέρατα.
Δεῦτε ἅπαντες κυμβάλοις ψαλμικοῖς, τὴν σεπτὴν ἐγκράτειαν κατασπαζόμενοι διηχήσωμεν· ἐν αὐτῇ γὰρ νοητῶς, ὄφιν τὸν ἀρχέκακον καταράσσομεν· ὅθεν παρρησίᾳ βοῶμεν Χριστῷ· Παράσχου Σῶτερ ἀκατακρίτως, τὸν πανάγιόν σου Σταυρὸν κατιδέσθαι, καὶ καταπροσκυνῆσαι, ἐν ψαλμοῖς καὶ ὕμνοις, ἑορτάζειν φαιδρῶς.
Καὶ τοῦ Μηναίου, Προσόμοια γ’
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Ἑσπέρας Προκείμενον  Ἦχος δ’  Ψαλμὸς μγ’
ν τῷ Θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν.
Στίχ. Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν.
Γενσεως τ νγνωσμα
(Κεφ. στ’: 9-22)
Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ, τῷ Θεῷ εὐηρέστησε Νῶε. Ἐγέννησε δὲ Νῶε τρεῖς υἱούς, τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ. Ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας. Καὶ εἶδε Κύριος ὁ Θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη, ὅτι κατέφθειρε πᾶσα σάρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Νῶε· Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον μου, ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ' αὐτῶν, καὶ ἰδού, ἐγὼ καταφθείρω αὐτούς, καὶ τὴν γῆν. Ποίησον οὖν σεαυτῷ κιβωτὸν ἐκ ξύλων ἀσήπτων, τετραγώνων, νοσσιὰς ποιήσεις κατὰ τὴν κιβωτόν, καὶ ἀσφαλτώσεις αὐτὴν ἔσωθεν καὶ ἔξωθεν τῇ ἀσφάλτῳ. Καὶ οὕτω ποιήσεις τὴν κιβωτόν, τριακοσίων πήχεων τὸ μῆκος τῆς κιβωτοῦ, καὶ πεντήκοντα πήχεων τὸ πλάτος, καὶ τριάκοντα πήχεων τὸ ὕψος αὐτῆς. Ἐπισυνάγων ποιήσεις τὴν κιβωτόν, καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν, τὴν δὲ θύραν τῆς κιβωτοῦ ποιήσεις ἐκ πλαγίων, κατάγαια διώροφα καὶ τριώροφα ποιήσεις αὐτήν. Ἐγὼ δὲ ἰδοὺ ἐπάγω τὸν κατακλυσμόν, ὕδωρ ἐπὶ τὴν γῆν, καταφθεῖραι πᾶσαν σάρκα, ἐν ᾗ ἐστι πνεῦμα ζωῆς ὑποκάτω τοῦ οὐρανοῦ, καὶ ὅσα ἂν ᾖ ἐπὶ τῆς γῆς, τελευτήσει. Καὶ στήσω τὴν διαθήκην μου μετὰ σοῦ, εἰσελεύσῃ δὲ εἰς τὴν κιβωτόν, σύ, καὶ οἱ υἱοί σου, καὶ ἡ γυνή σου, καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ. Καὶ ἀπὸ πάντων τῶν κτηνῶν, καὶ ἀπὸ πάντων τῶν ἑρπετῶν καὶ ἀπὸ πάντων τῶν θηρίων, καὶ ἀπὸ πάσης σαρκός, δύο δύο ἀπὸ πάντων εἰσάξεις εἰς τὴν κιβωτόν, ἵνα τρέφῃς μετὰ σεαυτοῦ, ἄρσεν καὶ θῆλυ ἔσονται. Ἀπὸ πάντων τῶν ὀρνέων τῶν πετεινῶν κατὰ γένος, καὶ ἀπὸ πάντων τῶν κτηνῶν κατὰ γένος, καὶ ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς κατὰ γένος αὐτῶν, δύο δύο ἀπὸ πάντων εἰσελεύσονται πρὸς σέ, τρέφεσθαι μετὰ σοῦ, ἄρσεν καὶ θῆλυ. Σὺ δὲ λήψῃ σεαυτῷ ἀπὸ πάντων τῶν βρωμάτων, ἃ ἔδεσθε, καὶ συνάξεις πρὸς σεαυτόν, καὶ ἔσται σοι, καὶ ἐκείνοις φαγεῖν. Καὶ ἐποίησε Νῶε πάντα, ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός, οὕτως ἐποίησε.
Προκείμενον  Ἦχος πλ. β’  Ψαλμὸς μδ’
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. ξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.
Παροιμιν τ νγνωσμα
(Κεφ. Η’:1-21)
Υἱέ, σὺ τὴν σοφίαν κήρυξον, ἵνα φρόνησίς σοι ὑπακούσῃ· ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστίν, ἀνὰ μέσον δὲ τῶν τρίβων ἕστηκε· παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει, ἐν δὲ εἰσόδοις ὑμνεῖται. Ὑμᾶς, ὦ ἄνθρωποι, παρακαλῶ, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Νοήσατε ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς συνιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Λάβετε παιδείαν, καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον· κρεῖσσον γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν καὶ γνῶσιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Φόβος Κυρίου μισεῖ ἀδικίαν, ὕβριν τε, καὶ ὑπερηφανίαν, καὶ ὁδοὺς πονηρῶν, μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. δι' ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην. Δι' ἐμοῦ μεγιστάνες μεγαλύνονται, καὶ τύραννοι δι' ἐμοῦ κρατοῦσι γῆς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει, καὶ κτῆσις πολλῶν, καὶ δικαιοσύνη. Βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον, τὰ δὲ ἐμὰ γεννήματα κρεῖσσον ἀργυρίου ἐκλεκτοῦ. Ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ, καὶ ἀνὰ μέσον τρίβων ἀληθείας ἀναστρέφομαι, ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν.
Ἀπόστιχα.
Ἰδιόμελον  Ἦχος β’
Πάτερ ἀγαθέ, πάντων ὧν μοι δέδωκας, ἐγύμνωσέ με ἡ ἀφροσύνη, ἐμακρύνθην ἀπὸ σοῦ, καὶ ἐδούλευσα ξένῳ πολίτῃ, ζῷα μοχθηρὰ ἐβόσκησα, καὶ τῆς αὐτῶν τροφῆς οὐκ ἐνεπλησκόμην· διὸ ἕδραμον πρὸς σέ, γινώσκων σου τὴν εὐσπλαγχνίαν. Σκέπασόν μου τὴν γύμνωσιν, τῇ φιλανθρωπίᾳ σου καὶ σῶσόν με. (Δίς)
Μαρτυρικὸν.
Τῶν ἁγίων Μαρτύρων, πρεσβευόντων ὑπὲρ ἡμῶν, καὶ τὸν Χριστὸν ὑμνούντων, πᾶσα πλάνη πέπαυται, καὶ τῶν ἀνθρώπων, τὸ γένος πίστει διασῳζεται.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
κ λαγόνων σου παρθενικῶν, φῶς τῷ Κόσμῳ ἔλαμψε, διὰ λόγου ὁ Λόγος. Αὐτὸν ἱκέτευε σεμνὴ Παναγία Παρθένε, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν, ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου