Σάββατο 31 Μαΐου 2014

ΤΕΤΑΡΤΗ ΤΗΣ Γ΄. ΕΒΔΟΜΑΔΟΣ



ΤΗ ΤΕΤΑΡΤΗ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα, καὶ Σταυροθεοτοκίον τά κατά τὸν τυχόντα Ἤχον. Εἰς δὲ τὴν β’ Στιχολογίαν τὸ παρόν ποίημα Ἰωσηφ.  
Ἦχος γ’
Τὴν ὡραιότητα.
Ξύλῳ ἐμάρανας, τὴν φλόγα Δέσποτα, τῆς παραβάσεως, Σταυρῷ ὑψούμενος καὶ ἀπενέκρωσας ἐχθρόν, νεκρούμενος θελήματι· ὅθεν ἱκετεύω σε, τῆς σαρκός μου θελήματα, νέκρωσον καὶ ζώωσον, τὴν ἀθλίαν καρδίαν μου, νηστείᾳ παθοκτόνῳ καθάρας με πάσης κηλῖδος ὡς εὔσπλαγχνος.
Δόξα... Καὶ νῦν  ... Σταυροθεοτοκίον.
Τὸν ἐπονείδιστον, οἰκτίρμον θάνατον, διὰ σταυρώσεως, ἑκὼν ὑπέμεινας, ὃν ἡ τεκοῦσά σε Χριστέ, ὁρῶσα ἐτιτρώσκετο· σπλάγχνα κοπτομένη γάρ, μητρικῶς ἐπωδύρετο, ἧς ταῖς παρακλήσεσι, διὰ σπλάγχνα ἐλέους σου, οἰκτείρησον καὶ σῶσον τὸν Κόσμον, ὁ αἴρων τὴν τούτου ἁμαρτίαν.
Μετὰ τὴν γ’ Στιχολογίαν
Ἕτερον Κάθισμα, Ποίημα Θεοδώρου.
Ἦχος β’
Ἀναστὰς ἐκ τοῦ μνήματος.
Τὴν φαιδρὰν διανύοντες, τῶν Νηστειῶν εὐωχίαν βοῶμεν· Ἅπαντας διατήρησον ἐν εἰρήνῃ Κύριε, πάσης τῆς μηχανίας τοῦ ἐχθροῦ ῥυσάμενος, καὶ ἀξίωσον ἡμᾶς ὡς ὑπεράγαθος, τὸν Σταυρόν σου τὸν σεπτόν, φόβῳ ἀσπάσασθαι, ὁ δι' αὐτοῦ τὰ ἐλέη σου, παρέχων τῇ  οἰκουμένῃ, μόνε Πολυέλεε.
Δόξα... Καὶ νῦν  ... Σταυροθεοτοκίον.
Εὐσπλαγχνίας.
Παρθένος καὶ Μήτηρ σου Χριστέ, ἐπὶ ξύλου ὁρῶσά σε νεκρόν, ἡπλωμένον, κλαίουσα πικρῶς, βοῶσα ἔλεγε· τί  τὸ φοβερὸν τοῦτο μυστήριον; ὁ πᾶσι δωρούμενος ζωήν τὴν αἰώνιον, ἑκουσίως ἐν σταυρῷ πῶς θνῄσκεις, θάνατον ἐπονείδιστον.
Ὁ Κανὼν τοῦ  Μηναίου, καὶ τὰ παρόντα Τριῴδια κατὰ τὴν τάξιν αὐτῶν. Στιχολογοῦμεν δὲ καὶ τὴν γὨδήν.
Τριῴδιον ποίημα Ἰωσηφ.
Ὠδὴ   γ’  Ἦχος γ’
Τὸ στερέωμα.
Συσταυρούμενοι, τῷ δι' ἡμᾶς σταυρωθέντι, νεκρώσωμεν ἅπαντα, σαρκὸς τὰ μέλη ἐν νηστείαις καὶ εὐχαῖς καὶ δεήσεσιν.
τὴν ἄκανθαν, τῆς ἁμαρτίας ἐκτείλας, σταυρώσει σου Κύριε, τοὺς ἀκανθώδεις, λογισμοὺς τῆς διανοίας μου ἔκτιλον.
Καθοπλίσαντες, τὰς διανοίας νηστείᾳ τρεψώμεθα ἔκφυλα Δαιμόνων στίφη, τῇ  δυνάμει τοῦ Σταυροῦ τειχιζόμενοι.
Θεοτοκίον.
Σωματούμενος ἐκ σοῦ προῆλθεν ὁ Λόγος, τὴν ἔκπτωσιν Ἄχραντε, τῶν Προπατόρων, διὰ σπλάγχνα οἰκτιρμῶν διορθούμενος.
Ἕτερον Ποίημα τοῦ κυρίου Θεοδώρου.
Ἦχος β’
Στερέωσον ἡμᾶς.
σὸς ζωοποιὸς Σταυρὸς Κύριε, σφραγίς μοι ὑπάρχεις εἰς σωτηρίαν· ἐν αὐτῷ γὰρ τὸν ἀντίπαλον καταργῶν ἀνυμνῶ σε ὡς Θεὸν δυνατόν.
Τὸ ξύλον τοῦ Σταυροῦ καρπὸν ἤνεγκε, τῷ Κόσμῷ ζωώσεως ἀϊδίου, οὗ ἡμεῖς ἀπογευόμενοι, ἐκ θανάτου Χριστὲ ἀπολυτρούμεθα.
Δόξα...
Τὰ τρία τῆς μιᾶς μορφῆς πρόσωπα δοξάζω Πατέρα, Υἱόν, καὶ Πνεῦμα, Ἓν τὸ κράτος τῆς Θεότητος· βασιλεύει γάρ, καὶ μοναρχεῖ ὡς Θεός.
Καὶ νῦν  ... Θεοτοκίον.
τόκος σου σεμνὴ φρικτὸς πέφυκε· Θεὸς γὰρ ὑπάρχει ἐνανθρωπήσας, ὁ ἀνάρχως ἐκ Πατρὸς γεννηθείς, καὶ ἐκ σοῦ ἐπ' ἐσχάτων πλὴν ἀνδρὸς κυηθείς.
Δξα σοι, Θες μν, δξα σοι
χάρις τοῦ Σταυροῦ προεκλάμπουσα, τῷ Κόσμῳ πρὸς τὰ θεῖά σου Οἰκτίρμον, συγκαλεῖται Πάθη πάντας ἡμᾶς, ἃ πιστῶς προσκυνῆσαι καταξίωσον.
Ὁ Εἱρμὸς.
Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε.
Ὠδὴ η’
Ἀστέκτῳ πυρὶ ἑνωθέντες.
Σταυρῷ τὰς ἀρχὰς θριαμβεύσας, καὶ τὰς ἐξουσίας τοῦ σκότους Φωτοδότα, ὅταν ἔλθῃς μετ' ἐξουσίας, κρῖναι Κόσμον ἅπαντα, μὴ τὰ ἐμά, Λόγε θριαμβεύσῃς κρύφια, ἵνα τὴν πολλήν σου, δοξάζω εὐσπλαγχνίαν.  
Κριτὸς ὁ κριτὴς πρὸ βημάτων, ἔστης κατακρίνων τὴν ἔχθραν τῷ Σταυρῷ σου, μακρόθυμε Δικαιοκρίτα· διὸ κατακρίσεως αἰωνίου ῥῦσαι, τοὺς φόβῳ κραυγάζοντας, καὶ ὑπερυψοῦντας τὴν σὴν φιλανθρωπίαν.
Νηστείας πυρὶ στομωθέντες, Παῖδες εὐσεβεῖς, τὴν ἐπηρμένην πάλαι φλόγα, θείᾳ δρόσῳ ἔσβεσαν ὄντως, καὶ ἡμεῖς νηστεύοντες τὰς καμίνους πάντων, παθῶν κατασβέσωμεν, ὅπως τῆς γεέννης ἐκφύγωμεν τὴν φλόγα.
Θεοτοκίον.
κ σοῦ τοῦ Θεοῦ ἡ σοφία, οἶκον ἑαυτῇ δομησαμένη ἐσαρκώθη ἀπορρήτῳ συγκαταβάσει, Κόρη ἀπειρόγαμε· σὺ γὰρ μόνη, πασῶν γενεῶν ἐκλέλεξαι, ἄφθορος ἀφθάρτου εἰς κατοικίαν Λόγου.
Εἱρμὸς ἄλλος.
Τὸν ἐν τῇ βάτῳ Μωσεῖ.
φέρων λόγῳ τὸ πᾶν, δι' ἐμὲ πάντα φέρεις, ῥαπισμοὺς ἐμπτυσμούς τε, καὶ τὴν σταύρωσιν Χριστέ, αἰνῶ τὰ μεγαλεῖα, τῆς σῆς φιλανθρωπίας, εἰς πάντας τοὺς αἰῶνας.
Θύῃ Χριστὲ ὡς ἀμνός, λογχευθεὶς τὴν πλευράν σου, ἵνα με τὸ πρόβατον σώσῃς, τὸ ἀπολωλός, ἐκ θήρας διαβόλου, καὶ τῇ  καλῇ σου μάνδρᾳ, συντάξῃς εἰς αἰῶνας.
Ελογομεν Πατρα, Υἱόν, κα γιον Πνεμα
Θεότης μία Τριάς, ἡ ἀμέριστος φύσις μεριστὴ δὲ προσώποις, τὸ ἀΐδιον κράτος, Πάτερ, Υἱέ, καὶ Πνεῦμα, σὲ ἀνυμνολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Καὶ νῦν  ... Θεοτοκίον.
Θεοκυῆτορ Ἁγνή, ἡ οὐράνιος πύλη, ἡ σωτήριος θύρα, πάντων τῶν Χριστιανῶν, τὴν δέησιν προσδέχου, τῶν σὲ μακαριζόντων, εἰς πάντας τοὺς αἰῶνας.
Δξα σοι, Θες μν, δξα σοι
ν τῷ Σταυρῷ σου Χριστέ, Ἱερεῖς ἐγκαυχῶνται, Βασιλεῖς κραταιοῦνται, πᾶς φωτίζεται πιστός, ἀξίωσόν με τοῦτον, ἰδεῖν καὶ προσκυνῆσαι καὶ ἆσαι εἰς αἰῶνας.
Ανομεν, ελογομεν, κα προσκυνομεν τν Κριον
Ὁ Εἱρμὸς.
Τὸν ἐν τῇ βάτῳ Μωσεῖ, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῷ ὄρει, προτυπώσαντά ποτε, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ’
Ἐν νόμῳ σκιᾷ καὶ γράμματι.
Τὸν ὄφιν Μωσῆς ἐν ξύλῳ ἀνυψῶν, σὲ προετύπου Χριστέ, Σταυρῷ ἐθελουσίως ὑψωθέντα,, καὶ τοῦ πονηροῦ τὴν ἰοβόλον κακίαν, ἀπορραπίσαντα, πρὸς σεαυτὸν δὲ τούς βροτούς, ἀνελκύσαντα φιλάνθρωπε.
Πυρί με τοῦ σοῦ καθάρισον φόβου, ἀνάπτων μου τῇ  ψυχῇ, τὴν θείαν σου ἀγάπην, καὶ Σταυρῷ τειχίζων με τῷ σῷ, ἣν ἐξηπάτησε δόλῳ, ὁ παλαιὸς πτερνιστής, ταῖς  ἡδοναῖς ἀμαυρώσας, τὴν ἐμὴν Χριστὲ διάνοιαν.
Αἰσχρῶν λογισμῶν, καὶ πράξεων φαύλων, νηστεύσωμεν ἀδελφοί, ἁγνίσωμεν καρδίας, πτερωθῶμεν θείαις ἀρεταῖς, καὶ χαμαιζήλου κακίας, ὁρμὰς ἐκκλίνωμεν, ἵνα τὸ Πάσχα τὸ μέγα, λαμπροφόροι θεασώμεθα.
Θεοτοκίον.
κ σοῦ τὴν ἡμῶν, πτωχείαν Παρθένε, θέλων ἐφόρεσεν ὁ πλούσιος τῇ  φύσει, ὁρατὸς δὲ γέγονεν ἡμῖν, ὁ ἀοράτως τοῖς  ἄνω χοροῖς ὑμνούμενος, τὴν συντριβεῖσαν εἰκόνα, ἀναπλάττων ἀγαθότητι.
Εἱρμὸς ἄλλος.
Σὲ τὴν νοητὴν.
Σὲ τὸν ἐν Σταυρῷ, τὰς χεῖρας τανύσαντα, καὶ τὰ τετραπέρατα οἰκειούμενον, δι' οὗ τὴν πρὸς τὸν Πατέρα, εὕρομεν εἴσοδον, Υἱὲ Θεοῦ πάντες μεγαλύνομεν.
Σὲ ἐξ ἀκανθῶν, Χριστὲ στεφανώσαντες, οἱ ἄνομοι ἔτυπτον, καὶ ἐσταύρωσαν, ἐν οἷς ἡ ὑπ' οὐρανὸν ἐκλονεῖτο ἅπασα, ἡμεῖς δὲ σωθέντες, σὲ μεγαλύνομεν.
Δόξα...
Σὲ τὴν τριφεγγῆ, ἁγίαν Θεότητα, τὴν τὸ πᾶν συνέχουσαν, καὶ φυλάττουσαν ἀεί, τὸν Πατέρα, Υἱόν τε, καὶ Πνεῦμα τὸ ζῶν, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν.
Καὶ νῦν  ... Θεοτοκίον.
Σὲ τὴν φωτεινήν, νεφέλην τοῦ Πνεύματος, ἐξ ἧς ἡμῖν ἔλαμψε φῶς τὸ ἀπρόσιτον, Χριστὸς τῆς δικαιοσύνης ὁ μέγας Ἥλιος, ὕμνοις Θεοτόκε μεγαλύνομεν.
Δξα σοι, Θες μν, δξα σοι
Σὺ ἡμῶν τὸ φῶς, τὸ ἅγιον σύνθημα, τὸ τῆς νίκης τρόπαιον, ὁ Σταυρὸς τοῦ Χριστοῦ, αὐτὸς τὴν ἐγκράτειαν ἡμῖν καταγλύκανον, καὶ σὲ προσκυνῆσαι καταξίωσον.
Ὁ Εἱρμὸς.
Σὲ τὴν νοητήν, καὶ ἔμψυχον κλίμακα, ἐν ᾗ ὁ Θεὸς ἡμῶν ἐπεστήρικτο, δι' οὗ τὴν πρὸς οὐρανὸν εὕρομεν ἄνοδον, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν.
Τὸ Φωταγωγικὸν τοῦ Ἤχου.
Ἀπόστιχα τῶν Αἴνων.
Ἰδιόμελον  Ἦχος β’
ν τιμῇ ὢν υἱότητος, Πατρὸς ἀγαθοῦ, ὁ ἄνους ἐγὼ οὐ συνῆκα, ἀλλ' ἐμαυτὸν τῆς δόξης ἐστέρησα, τὸν πλοῦτον κακῶς δαπανήσας τῆς χάριτος, λειπόμενος δὲ θείας τροφῆς, παράσιτος γέγονα μιαρῷ πολίτῃ, ὑπ' αὐτοῦ δὲ πεμφθεὶς εἰς τὸν αὐτοῦ ψυχοφθόρον ἀγρόν, ζῶν ἀσώτως συνεβοσκόμην τοῖς  κτήνεσι, καὶ ταῖς ἡδοναῖς δουλεύων, οὐκ ἐνεπλησκόμην. Ἀλλ' ὑποστρέψας, βοήσω τῷ εὐσπλάγχνῳ, καὶ οἰκτίρμονι Πατρί. Εἰς τὸν οὐρανόν, καὶ ἐνώπιόν σου, ἥμαρτον, ἐλέησόν με. (Δίς)
Μαρτυρικὸν.
Τῶν Μαρτύρων σου τὰ πλήθη, δυσωποῦσί σε Χριστέ. Ἐλέησον ἡμᾶς ὡς φιλάνθρωπος.
Δόξα... Καὶ νῦν  ... Σταυροθεοτοκίον.
Ὅτε ἐκ τοῦ ξύλου.
Πόνους ὑπομείνασα πολλούς, ἐν τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, σταυρώσει Ἄχραντε, ἔστενες δακρύουσα, καὶ ἀνεβόας πικρῶς· Οἴμοι Τέκνον γλυκύτατον! ἀδίκως πῶς πάσχεις, θέλων ἐκλυτρώσασθαι, τοὺς ἐξ Ἀδὰμ γηγενεῖς; Ὅθεν Παναγία Παρθένε, σὲ παρακαλοῦμεν ἐν πίστει, ἵλεων ἡμῖν τοῦτον ἀπέργασαι.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ
Τροπάριον τῆς Προφητείας.
Ἦχος πλ. δ’
πόστασις ἔργων, ἐν ἡμῖν οὐκ ἔστι Κύριε, ἐλεήμων ὑπάρχεις φιλάνθρωπε, τὰ ἔργα τῶν χειρῶν σου, μὴ παρίδῃς ἀναμάρτητε.
Δόξα... Καὶ νῦν  ... Τὸ αὐτὸ.

Προκείμενον  Ἦχος πλ. β’  Ψαλμὸς μθ’
Θύσον τῷ Θεῷ θυσίαν αἰνέσεως.
Στίχ. Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν.
Προφητεας σαϊου τ νγνωσμα
(Κεφ. Ι’: 12-20)
σται, ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιών, καὶ ἐν Ἱερουσαλήμ, ἐπισκέψομαι ἐπὶ τὸν νοῦν τὸν μέγαν, ἐπὶ τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. Εἶπε γάρ· Ἐν τῇ ἰσχύϊ ποιήσω, καὶ ἐν τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω, καὶ σείσω πόλεις κατοικουμένας, καὶ τὴν Οἰκουμένην ὅλην καταλήψομαι τῇ  χειρὶ ὡς νοσσιάν, καὶ ὡς καταλελειμμένα ᾠὰ ἀρῶ, καὶ οὐκ ἔστιν, ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι. Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν, ὡς ἄν τις ἄρῃ ῥάβδον ἢ ξύλον, καὶ οὐχ οὕτως, ἀλλὰ ἀποστελεῖ Κύριος Σαβαὼθ εἰς τὴν σὴν τιμήν, ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν, πῦρ καιόμενον καυθήσεται. Καὶ ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ εἰς πῦρ, καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ, καὶ φάγεται ὡσεὶ χόρτον τὴν ὕλην. τῇ  ἡμέρᾳ ἐκείνῃ ἀποσβεσθήσονται τὰ ὄρη, καὶ οἱ βουνοί, καὶ οἱ δρυμοί, καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν, καὶ ἔσται ὁ φεύγων, ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης, καὶ οἱ καταλειφθέντες ἀπ' αὐτῶν, ἀριθμὸς ἔσονται, καὶ παιδίον γράψει αὐτούς. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν Ἰσραήλ, καὶ οἱ σωθέντες τοῦ Ἰακὼβ οὐκέτι μὴ πεποιθότες ὧσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς, ἀλλ' ἔσονται πεποιθότες ἐπὶ τὸν Θεόν, τὸν Ἅγιον τοῦ Ἰσραὴλ τῇ  ἀληθείᾳ.
Προκείμενον  Ἦχος πλ. Β  Ψαλμὸς ν
λέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου.
Στίχ. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός.

ΤΗ ΤΕΤΑΡΤΗ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν, εἰς τὸ Κύριε  ἐκέκραξα, ἱστῶμεν Στίχους ι’ καὶ ψάλλομεν τὰ ἑπόμενα τοῦ Τριῳδίου εἰς στ’ καὶ τοῦ Μηναίου δ’.  
Στιχηρὰ Ἰδιόμελον.
Ἦχος δ’
σώτως διασπείρας, τὸν πατρικόν μου πλοῦτον, ἔρημος γέγονα, ἐν τῇ χώρᾳ οἰκήσας, τῶν πονηρῶν πολιτῶν, καὶ τῇ  ἀλογίᾳ ὡμοιώθην ἀνοήτοις κτήνεσι καὶ πάσης γεγύμνωμαι θείας χάριτος· διὸ ἐπιστρέψας βοῶ σοι· τῷ εὐσπλάγχνῳ καὶ οἰκτίρμονι Πατρί· Ἥμαρτον, δέξαι με μετανοοῦντα ὁ Θεός, καὶ ἐλέησόν με. (Δίς)
Μαρτυρικὸν.
ερεῖα ἔμψυχα, ὁλοκαυτώματα λογικά, Μάρτυρες Κυρίου, θύματα τέλεια Θεοῦ, Θεὸν γινώσκοντα, καὶ Θεῷ γινωσκόμενα, πρόβατα, ὧν ἡ μάνδρα λύκοις ἀνεπίβατος, πρεσβεύσατε, καὶ ἡμᾶς συμποιμανθῆναι ὑμῖν, ἐπὶ ὕδατος ἀναπαύσεως.
Στιχηρὰ Προσόμοια Ποίημα Ἰωσὴφ.
Ἦχος πλ. β’  Ὅλην ἀποθέμενοι.
λίου αὐγάσματα, τοῦ νοητοῦ δεδειγμένοι, θεόπται Ἀπόστολοι, φωτισμὸν αἰτήσατε,  ταῖς  ψυχαῖς ἡμῶν, καὶ παθῶν ῥύσατε, ἀχλυώδους σκότους, καὶ ἡμέραν τὴν σωτήριον, ἰδεῖν πρεσβεύσατε, διὰ πρεσβειῶν καὶ δεήσεων, καρδίας ἐκκαθάραντες, ἃς ὁ πονηρὸς ἐτραυμάτισεν, ὅπως ἡμᾶς πίστει, σῳζόμενοι γεραίρωμεν ἀεί, τοὺς τῷ  πανσόφῳ κηρύγματι, Κόσμον διασώσαντας.
Εἰς χώραν  ὁ Ἄσωτος, ἀποδημήσας κακίας, κακῶς ἐδαπάνησα, ὅν περ Πάτερ εὔσπλαγχνε, πλοῦτον δέδωκας, καὶ λιμῷ τήκομαι, ἀγαθῶν πράξεων, καὶ αἰσχύνην παραβάσεως, ἰδοὺ ἐνδέδυμαι, χάριτος ἐνθέου γυμνούμενος, καὶ κράζω σοι τὸ Ἥμαρτον· οἶδα γὰρ τὴν σὴν ἀγαθότητα, δέξαι με ὡς ἕνα, οἰκτίρμον τῶν μισθίων σου Χριστέ, τῶν Ἀποστόλων δεήσεσι, τῶν ἠγαπηκότων σε.
Ἕτερον, Προσόμοιον Ποίημα Θεοδώρου.
Ἐκ δεξιῶν τοῦ Σωτῆρος.
πόστολοι τοῦ Σωτῆρος, φωστῆρες Οἰκουμένης, καὶ εὐεργέται καὶ σῶσται, οἱ Θεοῦ τῆς δόξης, ὡς οὐρανοὶ διηγήτορες, καὶ πεποικιλμένοι τοῖς ἄστροις τῶν θαυμάτων, καὶ τοῖς τέρασι τῶν ἰάσεων, ἐκτενῶς ὑπὲρ ἡμῶν, τὰς Ἱκετηρίας Κυρίῳ προσάγετε, εἰς ὀσμὴν ἄχραντον, τὰς εὐχὰς δεχθῆναι ἡμῶν, καὶ ἀξιωθῆναι τὸν ζωηφόρον Σταυρόν καὶ προσπτύξασθαι, καὶ βλέψαι φόβῳ ἅπαντας, αὐτοῦ τῇ προσκυνήσει, κατάπεμψον ἡμῖν τὰ ἐλέη σου, Σωτὴρ ὡς φιλάνθρωπος.
Καὶ τοῦ Μηναίου, Προσόμοια δ'
Δόξα... Καὶ νῦν ... Θεοτοκίον 
Ἑσπέρας Προκείμενον  Ἦχος δ’  Ψαλμὸς να’
λπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα.
Στίχ. Τί γκαυχ  ἐν κακίᾳ ὁ δυνατός;
Γενσεως τ νγνωσμα
(Κεφ. Ζ’: 6-9)
Νῶε ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς. Εἰσῆλθε δὲ Νῶε, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ μετ' αὐτοῦ εἰς τὴν κιβωτόν, διὰ τὸ ὕδωρ τοῦ κατακλυσμοῦ. Καὶ ἀπὸ τῶν πετεινῶν τῶν καθαρῶν, καὶ ἀπὸ τῶν πετεινῶν τῶν μὴ καθαρῶν, καὶ ἀπὸ τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ τῶν κτηνῶν τῶν μὴ καθαρῶν, καὶ ἀπὸ τῶν θηρίων, καὶ ἀπὸ πάντων τῶν ἑρπόντων ἐπὶ τῆς γῆς, δύο δύο εἰσῆλθον πρὸς Νῶε εἰς τὴν κιβωτόν, ἄρσεν καὶ θῆλυ, καθὰ ἐνετείλατο ὁ Θεὸς τῷ Νῶε.
Προκείμενον  Ἦχος δ’  Ψαλμὸς νβ’
ν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ.
Στίχ. Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι Θεός.
Παροιμιν τ νγνωσμα
(Κεφ. Θ’: 12-18)
Υἱέ, ἐὰν σοφὸς γένῃ σεαυτῷ, σοφὸς ἔσῃ καὶ τοῖς πλησίον σου, ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἂν ἀντλήσεις τὰ κακά. Υἱὸς πεπαιδευμένος σοφὸς ἔσται, τῷ δὲ ἄφρονι διακόνῳ χρήσεται, ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμανεῖ ἀνέμους, ὁ δ' αὐτὸς διώξεται ὄρνεα πετώμενα· ἀπέλιπε γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος, τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται. Διαπορεύεται δὲ δι' ἀνύδρου ἐρήμου, καὶ γῆν διατεταγμένην ἐν διψώδεσι, συνάγει δὲ χερσὶν ἀκαρπίαν. Γυνὴ ἄφρων καὶ θρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται, ἣ οὐκ ἐπίσταται αἰσχύνην, ἐκάθισεν ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου, ἐπὶ δίφρου ἐμφανῶς ἐν πλατείαις, προσκαλουμένη τοὺς παριόντας καὶ κατευθύνοντας ἐν ταῖς ὁδοῖς αὐτῶν. 'Ὃς ἐστιν ὑμῶν ἀφρονέστατος, ἐκκλινάτω πρός με, καὶ τοῖς ἐνδεέσι φρονήσεως παρακελεύομαι λέγουσα· Ἄρτον κρυφίων ἡδέως ἄψασθε, καὶ ὕδατος κλοπῆς γλυκεροῦ πίετε. Ὁ δὲ οὐκ οἶδεν, ὅτι γηγενεῖς παρ' αὐτῇ ὄλλυνται, καὶ ἐπί, πέταυρον ᾍδου συναντᾷ. Ἀλλὰ ἀποπήδησον, μὴ χρονίσῃς ἐν τῷ τόπῳ αὐτῆς, μηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτήν· οὕτω γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον, ἀπὸ δὲ ὕδατος ἀλλοτρίου ἀπόσχου, καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς, ἵνα πολὺν ζήσῃς χρόνον, προστεθήσεται δέ σοι ἔτη ζωῆς.
Καὶ τὰ λοιπὰ τῆς Λειτουργίας τῶν Προηγιασμένων

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου