Σάββατο 31 Μαΐου 2014

ΠΕΜΠΤΗ ΤΗΣ Α΄. ΕΒΔΟΜΑΔΟΣ



ΤΗ ΠΕΜΠΤΗ ΤΗΣ Α' ΕΒΔΟΜΑΔΟΣ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Εἰς τὴν β' Στιχολογίαν
Καθίσματα  Ἦχος β’
Ὁ σοφίσας ὑπερ ῥήτορας.
φωστῆρας ἐν τοῖς πέρασι τοὺς Μαθητὰς ἀναδείξας, τῷ  κηρύγματι Λόγε Θεοῦ, τὰς καρδίας ἡμῶν φώτισον, φωτὶ ἀρετῶν καὶ νηστείᾳ κάθαρον, διδοὺς μετάνοιαν ἐπιστροφῆς τοῖς δούλοις σου, εἰς τὸ δοξάζειν σε Σωτήρ, ὁ μόνος ὑπάρχων ὑπεράγαθος.  
Δόξα... τὸ αὐτὸ.
Καὶ νῦν ... Θεοτοκίον.
Θεοτόκε μὴ παρίδῃς με, δεόμενον ἀντιλήψεως τῆς ὑπὸ σοῦ· ἐπὶ σοὶ γὰρ πέποιθεν ἡ ψυχή μου· Ἐλέησόν με.
Εἰς τὴν γ’ Στιχολογίαν.
Καθίσματα  Ἦχος πλ. α’
Ἁγιωτέρα τῶν Χερουβὶμ.
Τὴν φαιδροτέραν τῶν ἀρετῶν, τὴν συμπολῖτιν τῶν οὐρανῶν, ἐγκράτειαν, δυσωποῦμεν, σὲ τῶν Ἀποστόλων τὴν δωδεκάδα, πρέσβευε εἰρηνικῶς διανῦσαι, καὶ κομίσασθαι τοὺς καρποὺς τῆς σωτηρίας· ὑμεῖς γὰρ ὄντως τῶν γηγενῶν ὑπάρχετε, κραταίωμα, καὶ καταφυγὴ τῶν ψυχῶν ἡμῶν.  
Δόξα... τὸ αὐτὸ. 
Καὶ νῦν ... Θεοτοκίον.
γιωτέρα τῶν Χερουβίμ, ὑψηλοτέρα τῶν οὐρανῶν, πανύμνητε Θεοτόκε, σὲ ἐν ἀληθείᾳ ὁμολογοῦντες, ἔχομεν ἁμαρτωλοὶ σωτηρίαν, καὶ εὑρίσκομεν ἐν πειρασμοῖς προστασίαν· διὸ μὴ παύσῃ ὑπὲρ ἡμῶν πρεσβεύουσα, κραταίωμα, καὶ καταφυγὴ τῶν ψυχῶν ἡμῶν.  
Το Τριῴδιον τοῦ Κυρίου Ἰωσὴφ.
Ὠδὴ δ’  Ἦχος β’
Ἐλήλυθας.
γκρατείας, τὰς αὐγὰς δεχομένη ἀστράφθητι, ψυχὴ καὶ ἀπόφυγε, τῆς ἁμαρτίας τὴν ζόφωσιν, ὅπως ἀνατείλῃ σοι, ἡ τῆς ἀφέσεως αἴγλη θείῳ Πνεύματι.
γκίστρῳ με, ἡδονῆς δελεάσας ὁ δόλιος, αἰχμάλωτον ἥρπασεν, ἀλλ' οἱ τὸν κόσμον Ἀπόστολοι, λόγῳ σαγηνεύσαντες, ἐκ τῆς αὐτοῦ με κακίας ἐκλυτρώσατε.
δείχθητε, τοῦ Ἡλίου τῆς δόξης αὐγάσματα Ἀπόστολοι ἔνδοξοι, πλάνης αὐχμὸν ἀπελαύνοντες, κᾀμὲ οὖν φωτίσατε τὸν ὑπὸ πάσης κακίας σκοτιζόμενον.
Θεοτοκίον.
Κεκράξομαι, ἐν νυκτὶ καὶ ἡμέρᾳ θλιβόμενος, πρὸς σὲ καὶ σωθήσομαι, καὶ ἡδονῶν ὑπερβήσομαι, τεῖχος καὶ βοήθεια, τῇ σῇ Παρθένε δυνάμει τειχιζόμενος.
Ἕτερον Τριῴδιον τοῦ Κυρίου Θεοδώρου.
Εἱρμὸς ἄλλος  Ἦχος πλ. α’
Τὰ ἔργα, τῆς οἰκονομίας.
Τοῦ Ἡλίου, τῆς δικαιοσύνης ὑπάρχοντες, Ἀπόστολοι, λαμπηδόνες παμφαεῖς, φωτίζετε τὸν περίγειον κόσμον, τὸν ζόφον τῆς ἀπάτης διώκοντες.
Λύρα ὄντες, τοῦ Σωτῆρος πνευματοκίνητος, Ἀπόστολοι, γνωρισθέντες ἐπὶ γῆς, τὸ εὔηχον μελουργεῖτε ὑμῶν ἔπος, καὶ Κόσμον πρὸς Θεὸν ἐπιστρέφετε.
Δόξα...
Τὴν Τριάδα, ἐν μοναδικῇ οὐσιότητι, δοξάζοντες ἕνα Κύριον Θεόν, ὑμνήσωμεν τὸν ἀγέννητον Πατέρα, Υἱὸν τὸν γεννητόν, καὶ τὸ Πνεῦμα τὸ ζῶν.
Καὶ νῦν... Θεοτοκίον.
Παρθένος, ἐν γαστρὶ συνέλαβε Κύριε, καὶ ἔτεκε, σὲ τὸν Ἐμμανουήλ· ἐξῆλθες γὰρ εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου Φιλάνθρωπε.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
ποστόλων, δωδεκὰς ἡ θεία καὶ πάνσεπτος, ἱκέτευε, τὸν Χριστὸν ὑπὲρ ἡμῶν, δεόμεθα διελθεῖν ἡμᾶς εὐτόνως, τὸ τεσσαρακονθήμερον στάδιον.
Ὁ Εἱρμὸς.
Τὰ ἔργα, τῆς οἰκονομίας σου Κύριε, ἐξέστησαν, τὸν Προφήτην Ἀββακούμ· ἐξῆλθες γὰρ εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας.  
Ὠδὴ η’
Τῶ δόγματι, τῷ  τυραννικῷ.
Νηστεύσωμεν, πᾶσαν ἡδονήν, πιαίνοντες τὰς αἰσθήσεις νηστείᾳ, καὶ κατανύξεως πόμα θερμῶς, πιώμεθα ψάλλοντες· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Τῆς στάσεως, τῆς ἐκ δεξιῶν, γενέσθαι με κοινωνὸν δυσωπεῖτε, ὅταν καθίσητε κρῖναι βροτούς, σὺν Χριστῷ Ἀπόστολοι, τὸν πολλαῖς ἁμαρτίαις, καὶ κρίσει ὑπεύθυνον.
ν ἅρματι, θείων ἀρετῶν, νηστείᾳ καθαρθέντες ἐπιβῶμεν, καὶ πρὸς αἰθέριον ὕψος τὸν νοῦν, πτερώσωμεν ψάλλοντες· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Θεοτοκίον.
Διέμεινας, ἄφλεκτος τὸ πῦρ, τεκοῦσα τῆς Θεότητος Παρθένε, ἀλλὰ κατάφλεξον πάθη ψυχῶν, τῶν πίστει βοώντων σοι, τὴν φωνὴν τοῦ Ἀγγέλου, χαρᾶς μόνη πρόξενε.
Εἱρμὸς ἄλλος.
Οἱ ὅσιοί σου.
Τοῦ Πνεύματος τὰς σάλπιγγας, τοῦ Χριστοῦ τοὺς Μαθητάς, ἀνυμνοῦντες βοῶμεν· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
ς πρεσβευτὰς τοῦ Κόσμου, καὶ πλάνης φυγαδευτάς, τοὺς Μαθητὰς ὑμνοῦμεν Χριστοῦ· Εὐλογεῖτε βοῶντες, τὰ ἔργα Κυρίου τὸν Κύριον.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα
Τριάδα παναγίαν, τὴν ἐν Πατρὶ καὶ Υἱῷ, καὶ Πνεύματι, ὑμνοῦντες ψάλλομεν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Καὶ νῦν... Θεοτοκίον.
Τὸν ἄρρητόν σου Τόκον, πάντες ὑμνοῦμεν βροτοί, εὐσεβῶς ἐκβοῶντες Ἁγνή· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
πόστολοι πρεσβεύσατε, ἐν εἰρήνῃ ἡμᾶς, τὰς ἱλαστηρίους ἡμέρας τελεῖν. Εὐλογεῖτε βοῶντας, τὰ ἔργα Κυρίου τὸν Κύριον.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.
Ὁ Εἱρμὸς
Οἱ ὅσιοί σου Παῖδες, ἐν τῇ καμίνῳ Χριστέ, ἀνυμνοῦντες ἔλεγον· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.  
Ὠδὴ θ’
Ἡ τὸν ἀχώρητον Θεὸν.
περριμμένος ἡδονῶν, ἀχανὲς εἰς πέλαγος, τὴν τῆς σῆς εὐσπλαγχνίας ἄβυσσον, προσκαλοῦμαι· Κυβερνῆτά με σῶσον.
Τῆς εὐσπλαγχνίας ἡ πηγή, δός μοι νῦν κατάνυξιν, στεναγμόν, ὅπως ἀποκλαύσωμαι, τῶν κακῶν μου, τὰς ἀπείρους θαλάσσας.
Τῶν Μαθητῶν σου Ἰησοῦ, ταῖς σεπταῖς δεήσεσι, τὴν σεπτὴν δίδου μοι Ἀνάστασιν, προσκυνῆσαι, καὶ τὰ θεῖά σου Πάθη.
Θεοτοκίον.
οὐρανώσασα ἡμῶν, τὸ γεῶδες φύραμα, τῇ ἐν σοί, τοῦ Θεοῦ Πανάμωμε, ἐνοικήσει, ῥῦσαι πάντας κινδύνων.
Εἱρμὸς ἄλλος.
Μεγαλύνομεν Χριστὲ.
κ τῶν πηγῶν προφητικῶς, τῶν τοῦ Σωτῆρος ἐξαντλήσαντες, οἱ Ἀπόστολοι, ὕδωρ ἀθανασίας, τοῖς διψῶσι δόγματα ζωῆς, ποτίζουσι πάντοτε.
Τοῦ Βασιλέως οὐρανῶν, φανέντες ἄρχοντες Ἀπόστολοι, ὑπετάξατε, πᾶσαν τὴν οἰκουμένην, τοῦτον μόνον σέβειν, προσκυνεῖν, καὶ δοξολογεῖν ὡς Θεόν.
Δόξα...
Τριὰς ἀμέριστε Μονάς, ἡ παντουργὸς καὶ παντοδύναμος, ὁ Πατὴρ ὁ Υἱός, καὶ τὸ ἅγιον Πνεῦμα, σὺ Θεός μου Κύριος καὶ φῶς, καὶ σὲ ἀνυμνῶν προσκυνῶ.
Καὶ νῦν ... Θεοτοκίον.
Σὲ Μητροπάρθενε ἁγνή, μακαριοῦμεν γενεαὶ γενεῶν, ὅτι γέγονας, ἱλαστήριον Κόσμου, τὸν Σωτῆρα καὶ Δημιουργόν, ἀρρήτως κυήσασα.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Τῶν Ἀποστόλων ὁ χορός, τοὺς ἀνυμνοῦντάς σε περίσῳζε· καὶ ἀξίωσον, ἐν κατανύξει καρδίας, τὰς ἡμέρας πάσας διελθεῖν, τῶν φωτοποιῶν Νηστειῶν.
Ὁ Εἱρμὸς.
Μεγαλύνομεν Χριστέ, τὴν σὴν πανάμωμον Μητέρα ἁγνήν, ὅτι ἔτεκέ σε, ὑπερφυῶς κατὰ σάρκα, πάσης πλάνης καὶ καταφθορᾶς, ἡμᾶς λυτρωσάμενον.
Ἀπόστιχα τῶν Αἴνων
Ἦχος γ'
Κύριε, ἐμοὶ τῷ  ἁμαρτωλῷ ἔθου μετάνοιαν, ἐμὲ τὸν ἀνάξιον, σῶσαι βουλόμενος, ἀμετρήτῳ ἐλέει σου, σοὶ προσπίπτω δεόμενος. Ἐν νηστείαις, τὴν ψυχήν μου σύγκαμψον, ὅτι πρὸς σὲ κατέφυγον, τὸν μόνον Πολυέλεον. (Δίς)
Μαρτυρικὸν.
ς φωστῆρες ἐν Κόσμῳ λάμπετε, καὶ μετὰ θάνατον ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενοι, ἔχοντες παρρησίαν, Χριστὸν ἱκετεύσατε, ἐλεηθῆναι τὰς ψυχάς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Θεοτόκε ἡ προστασία πάντων τῶν δεομένων, εἰς σὲ θαρροῦμεν, εἰς σὲ καυχώμεθα, ἐν σοὶ πᾶσα ἐλπὶς ἡμῶν ἐστι. Πρέσβευε τῷ  ἐκ σοῦ Τεχθέντι, ὑπὲρ ἀχρείων δούλων σου.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ 
Τροπάριον τῆς Προφητείας
Ἦχος α’
ρατῶν καὶ ἀοράτων ἐχθρῶν, ῥῦσαι ἡμᾶς Κύριε, μή ποτε εἴπωσι τὰ ἔθνη. Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν, γνώτωσαν Δέσποτα, ὅτι παρορᾷς ἁμαρτίας, λαοῦ σου μετανοοῦντος.  
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ. 
Προκείμενον  Ἦχος δ’ Ψαλμὸς ιγ’
ν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ.
Στίχ. Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι Θεός.  
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. Β', 11-21)
ψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· ἡμέρα γὰρ Κυρίου Σαβαὼθ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον, καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον, καὶ ταπεινωθήσονται. Καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ Λιβάνου, τὴν ὑψηλὴν καὶ μετέωρον, καὶ ἐπὶ πᾶν δένδρον βαλάνου Βασάν, καὶ ἐπὶ πᾶν ὄρος ὑψηλόν, καὶ ἐπὶ πάντα πύργον ὑψηλόν, καὶ ἐπὶ πᾶν τεῖχος ὑψηλόν, καὶ ἐπὶ πᾶν, πλοῖον θαλάσσης, καὶ ἐπὶ πᾶσαν θέαν κάλλους πλοίων. Καὶ ταπεινωθήσεται πᾶς ἄνθρωπος, καὶ πεσεῖται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν, εἰσενέγκαντες εἰς τὰ σπήλαια, καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, καὶ εἰς τὰς τρώγλας τῆς γῆς, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν· τῇ γὰρ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ, τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ ἐποίησαν ἑαυτόῖς, εἰς τὸ προσκυνεῖν τοῖς ματαίοις, καὶ ταῖς νυκτερίσι, τοῦ ἐλθεῖν εἰς τὰς τρώγλας τῆς στερεᾶς πέτρας, καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.

Προκείμενον  Ἦχος δ  Ψαλμὸς ιδ
Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου;
Στίχ. Πορευόμενος ἄμωμος, καὶ ἐργαζόμενος δικαιοσύνην.

ΤΗ ΠΕΜΠΤΗ ΤΗΣ Α' ΕΒΔΟΜΑΔΟΣ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Στιχηρὰ.
Τοῦ Κυρίου Ἰωσὴφ.
Ἦχος β'  Τὸν φωτισμὸν ἡμῶν.
Τὸν σκοτισθέντα με, ταῖς ἀπάταις τοῦ πολεμήτορος, Χριστέ μου φώτισον, ὁ σκοτίσας Σταυρῷ κρεμάμενος, Ἥλιον ποτέ, καὶ λάμψας τοῖς πιστοῖς φῶς ἀληθινόν, ἀφέσεως σαφῶς, ὅπως πορευόμενος ἐν τῷ φωτὶ τῶν προσταγμάτων σου, φθάσω καθαρῶς, τῆς Ἀναστάσεως τῆς σῆς, τὴν αὐγὴν τὴν σωτήριον.
Καθάπερ ἄμπελος, ἐπὶ ξύλου Σωτὴρ κρεμάμενος, οἶνον ἐπότισας ἀφθαρσίας, Χριστὲ τὰ πέρατα, ὅθεν ἐκβοῶ· Τῇ μέθῃ με δεινῶς τῶν ἁμαρτιῶν, σκοτούμενον ἀεί, γλεῦκος κατανύξεως, ἀληθινῆς ποτίσας, νηστεύειν με ἐξ ἡδονῶν, νῦν ἐνδυνάμωσον Σωτήρ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Ἕτερον προσόμοιον Τοῦ κυρίου Θεοδώρου.
Ὢ τοῦ μεγίστου μυστηρίου!
τοῦ Σταυροῦ σου τῇ δυνάμει! οὗτος ἐξήνθησε τῇ Ἐκκλησίᾳ τὴν ἐγκράτειαν, τὴν ἐν Ἐδὲμ ποτὲ Ἀδὰμ ἀκρασίαν, πρόρριζον ἐκτίλασαν· θάνατον μὲν ἐκείνῃ, ἐπεισήγαγε τοῖς βροτοῖς· ἀλλ' οὗτος ἀφθάρτως ἐκβλύζει, τὴν ἀθανασίαν τῷ Κόσμῳ, ὡς ἐκ πηγῆς ἄλλης τῆς τοῦ Παραδείσου, τῇ κατακενώσει, τοῦ σοῦ ζωηρρύτου Αἵματος, ὁμοῦ τε καὶ ὕδατος· ὅθεν τὰ πάντα ἐζωοποιήθη. Δι' οὗ ἡμῖν νηστείας τὴν τρυφήν, γλύκανον ὁ Θεὸς Ἰσραήλ, ὁ ἔχων τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον. 
Προκείμενον  Ἦχος δ’ Ψαλμὸς ιε
Εὐλογήσω τὸν Κύριον, τὸν συνετίσαντά με.
Στίχ. Φυλαξόν με Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα. 
Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. Β', 4-19)
Αὕτη βίβλος γενέσεως οὐρανοῦ τε καὶ γῆς, ὅτε ἐγένετο ἡμέρα, ἐποίησεν Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πᾶν χλωρὸν ἀγροῦ, πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς, καὶ πάντα χόρτον ἀγροῦ, πρὸ τοῦ ἀνατεῖλαι· οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι αὐτήν. Πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς, καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς. Καὶ ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Καὶ ἐφύτευσεν ὁ Θεὸς Παράδεισον ἐν Ἐδέμ, κατὰ ἀνατολάς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασε. Καὶ ἐξανέτειλεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν, καὶ τὸ ξύλον τῆς ζωῆς, ἐν μέσῳ τοῦ Παραδείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ. Ποταμὸς δὲ ἐκεπορεύεται ἐξ Ἐδέμ, ποτίζειν τὸν Παράδεισον· ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς, ὄνομα τῷ ἑνί, Φισών· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὐϊλάτ, ἐκεῖ οὖν ἐστι τὸ χρυσίον. Τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης, καλόν, καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ, καὶ ὁ λίθος ὁ πράσινος. Καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ, Γεών· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας. Καὶ ὁ ποταμὸς ὁ τρίτος, Τίγρις, οὗτος ὁ πορευόμενος κατέναντι Ἀσσυρίων, ὁ δὲ ποταμὸς ὁ τέταρτος, Εὐφράτης. Καὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ Παραδείσῳ τῆς τρυφῆς, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν. Καὶ ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ Ἀδάμ, λέγων· Ἀπὸ παντὸς ξύλου, τοῦ ἐν τῷ Παραδείσῳ, βρώσει φαγῇ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ φάγεσθε ἀπ' αὐτοῦ· ᾗ δ' ἂν ἡμέρα φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. Καὶ εἶπε Κύριος ὁ Θεός· οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον, ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτόν. Καὶ ἔπλασεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδάμ, ἰδεῖν τί καλέσει αὐτά. Καὶ πᾶν, ὃ ἐὰν ἐκάλεσεν αὐτὸ Ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτῶν.

Προκείμενον  Ἦχος δ’  Ψαλμὸς ις’
Φύλαξόν με Κύριε, ὡς κόρην ὀφθαλμοῦ.
Στίχ. Εἰσάκουσον, Κύριε, δικαιοσύνης μου.  
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(Κεφ. Γ', 1-19)
Υἱέ, ἐμῶν νόμων μὴ ἐπιλανθάνου, τὰ δὲ ῥήματά μου τηρείτω σῇ καρδίᾳ· μῆκος γὰρ βίου, καὶ ἔτη ζωῆς, καὶ εἰρήνην προσθήσουσί σοι. Ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλειπέτωσάν σοι· ἄφαψαι δὲ αὐτὰς ἐπὶ τῷ σῷ τραχήλῳ, γράψον αὐτὰς ἐπὶ πλακὸς καρδίας σου, καὶ εὑρήσεις χάριν. Καὶ προνοοῦ καλὰ ἐνώπιον Θεοῦ, καὶ ἀνθρώπων. Ἴσθι πεποιθὼς ἐπὶ Κύριον ἐν ὅλῃ καρδίᾳ· ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου. Ἐν πάσαις ταῖς ὁδοῖς σου γνώριζε αὐτήν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου, ὁ δὲ πούς σου μὴ προσκόψῃ. Μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ, φοβοῦ δὲ τὸν Κύριον, καὶ ἔκκλινον, ἀπὸ παντὸς κακοῦ· τότε ἴασις ἔσται τῷ σώματί σου, καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου. Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης, ἵνα πιμπλῶνται τὰ ταμεῖά σου πλησμονῆς σίτου, οἴνῳ δὲ οἱ ληνοί σου ἐκβλύζωσιν. Υἱέ, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱόν, ὃν παραδέχεται. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν, οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν, εὔγνωστός ἐστι πᾶσι τοῖς ἀγαπῶσιν αὐτήν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστι. Μῆκος γὰρ βίου, καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς, ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα, ἐκ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλαιον ἐπὶ γλώσσης φορεῖ. Αἱ ὁδοὶ αὐτῆς, ὁδοὶ καλαί, καὶ πᾶσαι αἱ τρίβοι αὐτῆς ἐν εἰρήνῃ. Ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπ αὐτήν, ὡς ἐπὶ Κύριον ἀσφαλής.
Ἀπόστιχα
Ἦχος δ’
Οἱ ποθοῦντες τοῦ θείου Πάσχα μετασχεῖν, οὐκ ἀπ' Αἰγύπτου, ἀλλ' ἐκ Σιὼν ἀρχομένου, τὴν τῆς ἁμαρτίας ζύμην, ἐξάρωμεν τῇ μετανοίᾳ, περιζώσωμεν τὰς ὀσφύας ἡμῶν, τῇ νεκρώσει τῶν ἡδονῶν, καλλωπίσωμεν τοὺς πόδας, ὑποδήμασι κωλυτικοῖς, ἐκ πάσης ὁδοῦ πονηρᾶς, καὶ στηριχθῶμεν, τῇ βακτηρίᾳ τῆς πίστεως, μὴ ζηλώσωμεν τούς ἐχθρούς, τοῦ δεσποτικοῦ Σταυροῦ, θεοποιοῦντες τὴν γαστέρα, ἀλλ' ἀκολουθήσωμεν, τῷ διὰ νηστείας ἡμῖν, τὴν κατὰ τοῦ διαβόλου νίκην ὑποδείξαντι, Σωτῆρι τῶν ψυχῶν ἡμῶν. (Δίς)
Μαρτυρικὸν.
ἐνδοξαζόμενος, ἐν ταῖς μνείαις τῶν Μαρτύρων σου, Χριστὲ ὁ Θεός, ὑπ' αὐτῶν δυσωπούμενος, κατάπεμψον ἡμῖν, τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον.
Ὡς γενναῖον ἐν Μάρτυσιν.
ν Σταυρῷ ὡς ἑώρακε, καθηλούμενον Κύριε, ἡ Ἀμνὰς καὶ Μήτηρ σου, ἐξεπλήττετο. Καὶ τί τὸ ὅραμα ἔλεγεν, Υἱὲ ποθεινότατε; Ταῦτά σοι ὁ ἀπειθής, δῆμος ἀνταποδίδωσιν, ὁ παράνομος, ὁ πολλῶν σου θαυμάτων ἀπολαύσας! Ἀλλὰ δόξα τῇ ἀρρήτῳ, συγκαταβάσει σου Δέσποτα.

ΤΗ ΠΕΜΠΤΗ ΤΗΣ Α’ ΕΒΔΟΜΑΔΟΣ
ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝ
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με. 
Ὠδὴ α’  Ἦχος πλ. β’
Ὁ Εἱρμὸς.
Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν· ἐνδόξως γὰρ δεδόξασται. (Δίς)
Ἀμνὸς ὁ τοῦ Θεοῦ, ὁ αἴρων πάντων τὰς ἁμαρτίας, ᾆρον τὸν κλοιὸν ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.
Σοὶ προσπίπτω Ἰησοῦ. Ἡμάρτηκά σοι ἱλάσθητί μοι, ᾆρον τὸν κλοιὸν ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνος Θεός, μετανοοῦντα δέξαι με.
Μὴ εἰσέλθῃς μετ' ἐμοῦ, ἐν κρίσει φέρων μου τὰ πρακτέα, λόγους ἐκζητῶν, καὶ εὐθύνων ὁρμὰς, ἀλλ΄ ἐν οἰκτιρμοῖς σου, παρορῶν μου τὰ δεινά, σῶσόν με Παντοδύναμε.
Μετανοίας ὁ καιρός, προσέρχομαί σοι τῷ Πλαστουργῷ μου. ᾎρον τὸν κλοιὸν ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.
Τὴν οὐσίαν τῆς ψυχῆς, καταναλώσας τῇ ἁμαρτίᾳ, ἔρημός εἰμι ἀρετῶν εὐσεβῶν, λιμώττων δὲ κράζω· ὁ ἐλέους χορηγός, προφθάσας σύ με οἴκτειρον.
σία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
ποκύψασα Χριστοῦ, τοῖς θείοις νόμοις, τούτῳ προσῆλθες, τὰς τῶν ἡδονῶν ἀκαθέκτους ὁρμὰς, λιποῦσα καὶ πᾶσαν, ἀρετὴν πανευλαβῶς, ὡς μίαν ἐκατώρθωσας.
Δόξα...
περούσιε Τριάς, ἡ ἐν Μονάδι προσκυνουμένη, ᾆρον τὸν κλοιόν, ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.
Καὶ νῦν... Θεοτοκίον
Θεοτόκε ἡ ἐλπίς, καὶ προστασία τῶν σὲ ὑμνούντων, ᾆρον τὸν κλοιόν, ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς Δέσποινα ἁγνή, μετανοοῦντα δέξαι με.
Ὠδὴ β’
Ὁ Εἱρμὸς.
δετε ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ὁ μάννα ἑπομβρήσας, καὶ τὸ ὕδωρ ἐκ πέτρας, πηγάσας πάλαι ἐν ἐρήμῳ τῷ λαῷ μου, τῇ μόνῃ δεξιᾷ, καὶ τῇ ἰσχὺϊ τῇ ἐμῇ. (Δίς)
νδρα ἀπέκτεινα, φησίν, εἰς μώλωπα ἐμοί, καὶ νεανίσκον εἰς τραῦμα, Λάμεχ θρηνῶν ἐβόα· σὺ δὲ οὐ τρέμεις ὦ ψυχή μου, ῥυπωθεῖσα, τὴν σάρκα καὶ τὸν νοῦν, κατασπιλώσασα.
Πύργον ἐσοφίσω, οἰκοδομῆσαι, ὦ ψυχή, καὶ ὀχύρωμα πῆξαι, ταῖς σαῖς ἐπιθυμίαις· εἰμὴ συνέχεεν ὁ κτίστης τὰς βουλάς σου, καὶ κατέαξεν εἰς γῆν, τὰ μηχανήματά σου.
πῶς ἐζήλωσα, Λάμεχ τὸν πρῴην φονευτήν, τὴν ψυχὴν ὥσπερ ἄνδρα, τὸν νοῦν ὡς νεανίσκον, ὡς ἀδελφὸν δέ μου τὸ σῶμα ἀποκτείνας, ὡς Κάϊν ὁ φονεύς, ταῖς φιληδόνοις ὁρμαῖς!
βρεξε Κύριος, παρὰ Κυρίου πῦρ ποτέ, ἀνομίαν ὀργῶσαν, πυρπολήσας Σοδόμων· σὺ δὲ τὸ πῦρ ἐξέκαυσας τὸ τῆς γεέννης, ἐν ᾧ μέλλεις ψυχή, συγκατακαίεσθαι πικρῶς.
Τέτρωμαι, πέπληγμαι· ἰδοὺ τὰ βέλη τοῦ ἐχθροῦ, τὰ καταστίξαντά μου, τὴν ψυχὴν καὶ τὸ σῶμα· ἰδοὺ τὰ τραύματα, τὰ ἕλκη, αἱ πηρώσεις, βοῶσι τὰς πληγάς, τῶν αὐθαιρέτων μου παθῶν.
σία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
πλωσας χεῖράς σου, πρὸς τὸν οἰκτίρμονα Θεόν, Μαρία ἐν ἀβύσσῳ, κακῶν βυθιζομένη, καὶ ὡς τῷ Πέτρῳ φιλανθρώπως χεῖρα βοηθείας, ἐξέτεινε τὴν σήν, ἐπιστροφήν πάντως ζητῶν.
Δόξα...
ναρχε ἄκτιστε, Τριὰς ἀμέριστε Μονάς, μετανοοῦντά με δέξαι, ἡμαρτηκότα σῶσον, σόν εἰμι πλάσμα, μὴ παρίδῃς, ἀλλὰ φεῖσαι καὶ ῥῦσαι, τοῦ πυρὸς τῆς καταδίκης με.
Καὶ νῦν... Θεοτοκίον.
χραντε Δέσποινα, Θεογεννῆτορ ἡ ἐλπίς, τῶν εἰς σὲ προστρεχόντων, καὶ λιμὴν τῶν ἐν ζάλῃ, τὸν ἐλεήμονα καὶ Κτίστην καὶ Υἱόν σου, ἱλέωσαι κᾀμοί, ταῖς ἱκεσίαις ταῖς σαῖς.
Ὠδὴ γ’
Ὁ Εἱρμὸς.
Στερέωσον Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, σαλευθεῖσαν τὴν καρδίαν μου ὅτι μόνος Ἅγιος, ὑπάρχεις καὶ Κύριος. (Δίς)
Τῇ Ἄγαρ πάλαι ψυχὴ, τῇ Αἰγυπτίᾳ παρωμοιώθης, δουλωθεῖσα τὴν προαίρεσιν, καὶ τεκοῦσα, νέον Ἰσμαήλ, τὴν αὐθάδειαν.
Τὴν Ἰακὼβ κλίμακα, ἔγνως ψυχή μου δεικνυομένην, ἀπὸ γῆς πρὸς τὰ οὐράνια, τί μὴ ἔσχες, βάσιν ἀσφαλῆ, τὴν εὐσέβειαν;
Τὸν Ἱερέα Θεοῦ, καὶ βασιλέα μεμονωμένον, τοῦ Χριστοῦ τὸ ἀφομοίωμα, τοῦ ἐν κόσμῳ, βίου ἐν ἀνθρώποις μιμήθητι.
πίστρεψον στέναξον, ψυχὴ ἀθλία πρὶν ἢ τοῦ βίου, πέρας λάβῃ ἡ πανήγυρις, πρὶν τὴν θύραν κλείσῃ, τοῦ νυμφῶνος ὁ Κύριος.
Μὴ γένῃ στήλη ἁλός, ψυχὴ στραφεῖσα εἰς τὰ ὀπίσω, τὸ ὑπόδειγμα φοβείτω σε, τῶν Σοδόμων, ἄνω εἰς Σηγὼρ διασώθητι.
Τὴν δέησιν Δέσποτα, τῶν σὲ ὑμνούντων μὴ ἀπορρίψῃς, ἀλλ' οἰκτείρησον φιλάνθρωπε, καὶ παράσχου, πίστει αἰτουμένοις τὴν ἄφεσιν.
Δόξα...
Μονὰς ἁπλῆ ἄκτιστε, ἄναρχε φύσις ἡ ἐν Τριάδι, ὑμνουμένη ὑποστάσεων, ἡμᾶς σῶσον, πίστει προσκυνοῦντας τὸ κράτος σου.
Καὶ νῦν... Θεοτοκίον.
Τὸν ἐκ Πατρὸς ἄχρονον, Υἱὸν ἐν χρόνῳ Θεογεννῆτορ, ἀπειράνδρως ἀπεκύησας, ξένον θαῦμα! μείνασα Παρθένος θηλάζουσα.  
Ὠδὴ δ’
Ὁ Εἱρμὸς.
κήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι, καὶ ἔλεγεν· Ἀκήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην, δόξα τῇ δυνάμει σου Κύριε. (Δίς)
χρόνος ὁ τῆς ζωῆς μου, ὀλίγος καὶ πλήρης πόνων καὶ πονηρίας, ἀλλ' ἐν μετανοίᾳ με παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι μὴ γένωμαι κτῆμα, μὴ βρῶμα του ἀλλοτρίου. Σωτὴρ αὐτός με οἴκτειρον.
Βασίλειον τὴν ἀξίαν, διάδημα καὶ πορφύραν ἠμφιεσμένος, πολυκτήμων ἄνθρωπος καὶ δίκαιος, πλούτῳ ἐπιβρίθων καὶ βοσκήμασιν, ἐξαίφνης τὸν πλοῦτον, τὴν δόξαν, τὴν βασιλείαν, πτωχεύσας ἀπεκείρατο.
Εἰ δίκαιος ἦν ἐκεῖνος, καὶ ἄμεμπτος παρὰ πάντας, καὶ οὐκ ἀπέδρα, τὰ τοῦ πλάνου ἔνεδρα καὶ σκάμματα, σὺ φιλαμαρτήμων οὖσα τάλαινα, ψυχὴ τί ποιήσεις, ἐάν τί τῶν ἀδοκήτων, συμβῇ ἐπενεχθῆναί σοι;
ψήγορος νῦν ὑπάρχω, θρασὺς δὲ καὶ τὴν καρδίαν, εἰκῇ καὶ μάτην· μὴ τῷ Φαρισαίῳ συγκαταδικάσῃς με, μᾶλλον τοῦ Τελώνου τὴν ταπείνωσιν, παράσχου μοι μόνε οἰκτίρμον, δικαιοκρίτα, καὶ τούτῳ συναρίθμησον.
ξήμαρτον ἐνυβρίσας, τὸ σκεῦος τὸ τῆς σαρκός μου, οἶδα οἰκτίρμον, ἀλλ' ἐν μετανοίᾳ με παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι, μὴ γένωμαι κτῆμα, μὴ βρῶμα τοῦ ἀλλοτρίου. Σωτὴρ αὐτός με οἴκτειρον.
Αὐτείδωλον ἐγενόμην, τοῖς πάθεσι τὴν ψυχήν μου καταμολύνας, ἀλλ' ἐν μετανοίᾳ με παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι, μὴ γένωμαι κτῆμα, μὴ βρῶμα τοῦ ἀλλοτρίου. Σωτὴρ αὐτός με οἴκτειρον.
Οὐκ ἤκουσα τῆς φωνῆς σου, παρήκουσα τῆς γραφῆς σου τοῦ Νομοθέτου, ἀλλ' ἐν μετανοίᾳ με παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι, μὴ γένωμαι κτῆμα, μὴ βρῶμα τοῦ ἀλλοτρίου, Σωτὴρ αὐτός με οἴκτειρον.
σία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Μεγάλων ἀτοπημάτων, εἰς βάθος κατενεχθεῖσα, οὐ κατεσχέθης, ἀλλ' ἀνέδραμες λογισμῷ κρείττονι, πρὸς τὴν ἀκροτάτην διαπράξεως, σαφῶς ἀρετὴν παραδόξως, Ἀγγέλων φύσιν, Μαρία καταπλήξασα.
Δόξα...
μέριστον τῇ οὐσίᾳ, ἀσύγχυτον τοῖς προσώποις θεολογῶ σε, τὴν Τριαδικὴν μίαν Θεότητα, ὡς Ὁμοβασίλειον καὶ σύνθρονον, βοῶ σοι τὸ ᾎσμα, τὸ μέγα, τὸ ἐν ὑψίστοις, τρισσῶς ὑμνολογούμενον.
Καὶ νῦν... Θεοτοκίον.
Καὶ τίκτεις καὶ παρθενεύεις, καὶ μένεις δι' ἀμφοτέρων, φύσει Παρθένος, ὁ τεχθεὶς καινίζει νόμους φύσεως, ἡ νηδὺς δὲ κύει μὴ λοχεύουσα, Θεὸς ὅπου θέλει, νικᾶται φύσεως τάξις· ποιεῖ γὰρ ὅσα βούλεται.  
Ὠδὴ ε’
Ὁ Εἱρμὸς.
κ νυκτὸς ὀρθρίζοντα Φιλάνθρωπε, φώτισον δέομαι, καὶ ὁδήγησον κᾀμέ, ἐν τοῖς προστάγμασί σου, καὶ δίδαξόν με Σωτήρ, ποιεῖν τὸ θέλημά σου. (Δίς)
Τὴν χαμαὶ συγκύπτουσαν μιμοῦ ὦ ψυχή, πρόσελθε, πρόσπεσον, τοῖς ποσὶ τοῦ Ἰησοῦ, ἵνα σε ἀνορθώσῃ· καὶ βηματίσεις ὀρθῶς, τὰς τρίβους τοῦ Κυρίου.
Εἰ καὶ φρέαρ Δέσποτα ὑπάρχεις βαθύ, βλῦσόν μοι νάματα, ἐξ ἀχράντων σου φλεβῶν, ἵν' ὡς ἡ Σαμαρεῖτις, μηκέτι πίνων διψῶ· ζωῆς γὰρ ῥεῖθρα βρύεις.
Σιλωὰμ γενέσθω μοι τὰ δάκρυά μου, Δέσποτα Κύριε, ἵνα νίψωμαι κᾀγώ, τὰς κόρας τῆς καρδίας, καὶ ἴδω σε νοερῶς, τὸ φῶς τὸ πρὸ αἰώνων.
σία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
συγκρίτῳ ἔρωτι πανόλβιε, ξύλον ποθήσασα, προσκυνῆσαι τοῦ Σταυροῦ, ἠξίωσαι τοῦ πόθου, ἀξίωσον οὖν κᾀμέ, τυχεῖν τῆς ἄνω δόξης.
Δόξα...
Σὲ Τριὰς δοξάζομεν τὸν ἕνα Θεόν, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Πατήρ, ὁ Υἱός, καὶ τὸ Πνεῦμα, ἁπλῆ οὐσία Μονάς, ἀεὶ προσκυνουμένη.
Καὶ νῦν... Θεοτοκίον.
κ σοῦ ἠμφιάσατο τὸ φύραμά μου, ἄφθορε ἄνανδρε, Μητροπάρθενε Θεός, ὁ κτίσας τοὺς αἰῶνας, καὶ ἥνωσεν ἑαυτῷ, τὴν τῶν ἀνθρώπων φύσιν.  
Ὠδὴ ς’
Ὁ Εἱρμὸς.
βόησα, ἐν ὅλῃ καρδίᾳ μου, πρὸς τὸν οἰκτίρμονα Θεόν, καὶ ἐπήκουσέ μου, ἐξ ᾍδου κατωτάτου, καὶ ἀνήγαγεν ἐκ φθορᾶς τὴν ζωήν μου. (Δίς)
γώ εἰμι, Σωτὴρ ἣν ἀπώλεσας, πάλαι βασίλειον δραχμήν, ἀλλ' ἀνάψας λύχνον, τὸν Πρόδρομόν σου Λόγε, ἀναζήτησον, καὶ εὑρὲ τὴν σὴν εἰκόνα.
ντίστηθι, καὶ καταπολέμησον, ὡς Ἰησοῦς τὸν Ἀμαλήκ, τῆς σαρκὸς τὰ πάθη, καὶ τοὺς Γαβαωνίτας, τοὺς ἀπατηλοὺς λογισμοὺς ἀεὶ νικῶσα.
σία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
να παθῶν, φλογμὸν κατασβέσῃς, δακρύων ἔβλυζες ἀεί, ὀχετοὺς Μαρία, ψυχὴν πυρπολουμένην, ὧν τὴν χάριν νέμοις, κᾀμοὶ τῷ σῷ οἰκέτῃ.
σία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
πάθειαν, ἐκτήσω οὐράνιον, δι' ἀκροτάτης ἐπὶ γῆς, πολιτείας, Μῆτερ· διὸ τοὺς σὲ ὑμνοῦντας, ἐκ παθῶν ῥυσθῆναι, πρεσβείαις σου δυσώπει.
Δόξα...
Τριάς εἰμι, ἁπλὴ ἀδιαίρετος, διαιρετὴ προσωπικῶς, καὶ Μονὰς ὑπάρχω, τῇ φύσει ἡνωμένη. Ὁ Πατήρ φησι, καὶ Υἱὸς καὶ θεῖον Πνεῦμα.
Καὶ νῦν... Θεοτοκίον.
μήτρα σου, Θεὸν ἡμῖν ἔτεκε, μεμορφωμένον καθ' ἡμᾶς, ἀλλ' ὡς Κτίστην πάντων, δυσώπει Θεοτόκε, ἵνα ταῖς πρεσβείαις, ταῖς σαῖς δικαιωθῶμεν.  
Κοντάκιον  Αὐτόμελον.
Ἦχος πλ. β’
Ψυχή μου ψυχή μου, ἀνάστα, τί καθεύδεις; τὸ τέλος ἐγγίζει, καὶ μέλλεις θορυβεῖσθαι· ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.  
Ὠδὴ ζ’
Ὁ Εἱρμὸς.
μάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν σου, οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν, καθὼς ἐνετείλω ἡμῖν. Ἀλλὰ μὴ παραδῴης ἡμᾶς εἰς τέλος, ὁ τῶν Πατέρων Θεός. (Δίς)
ξέλιπον, αἱ ἡμέραι μου, ὡς ἐνύπνιον ἐγειρομένου· ὅθεν ὡς Ἐζεκίας δακρύω, ἐπὶ κλίνης μου προσθῆναί μοι χρόνους ζωῆς. Ἀλλὰ τίς Ἡσαΐας, παραστήσεταί μοι ψυχή, εἰ μὴ ὁ πάντων Θεός;
Προσπίπτω σοι, καὶ προσάγω σοι, ὥσπερ δάκρυα τὰ ῥήματά μου, ἥμαρτον, ὡς οὐχ ἥμαρτε Πόρνη, καὶ ἠνόμησα, ὡς ἄλλος οὐδεὶς ἐπὶ γῆς. Ἀλλ' οἰκτείρησον Δέσποτα τὸ ποίημά σου, καὶ ἀνακάλεσαί με.
Κατέχρωσα, τὴν εἰκόνα σου, καὶ παρέφθειρα τὴν ἐντολήν σου, ὅλον ἀπημαυρώθη τὸ κάλλος, καὶ τοῖς πάθεσιν ἐσβέσθη Σωτὴρ ἡ λαμπάς· ἀλλ' οἰκτείρας ἀπόδος μοι, ὡς ψάλλει Δαυῒδ τὴν ἀγαλλίασιν.
πίστρεψον, μετανόησον, ἀνακάλυψον τὰ κεκρυμμένα, λέγε Θεῷ τῷ τὰ πάντα εἰδότι. Σὺ γινώσκεις μου τὰ κρύφια μόνε Σωτήρ, καὶ αὐτός με ἐλέησον, ὡς ψάλλει Δαυΐδ, κατὰ τὸ ἔλεός σου.
σία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Βοήσασα, πρὸς τὴν ἄχραντον, Θεομήτορα πρὶν ἀπεκρούσω, λύσσαν παθῶν βιαίων ὀχλούντων, καὶ κατῄσχυνας, ἐχθρὸν τὸν πτερνίσαντα. Ἀλλὰ δὸς νῦν βοήθειαν ἐκ θλίψεως, κᾀμοὶ τῷ δούλῳ σου.
σία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
ν ἔστερξας, ὃν ἐπόθησας, δι' ὃν ἔτηξας σάρκας Ὁσία, αἴτησαι νῦν Χριστὸν ὑπὲρ δούλων, ὅπως ἵλεως γενόμενος πᾶσιν ἡμῖν, εἰρηναίαν κατάστασιν βραβεύσειε, τοῖς σεβομένοις αὐτόν.
Δόξα...
Τριὰς ἁπλή, ἀδιαίρετε, Ὁμοούσιε Μονὰς ἁγία, φῶτα καὶ φῶς καὶ ἅγια τρία, καὶ ἕν ἅγιον ὑμνεῖται Θεὸς ἡ Τριάς, ἀλλ' ἀνύμνησον, δόξασον ζωὴν καὶ ζωάς, ψυχὴ τὸν πάντων Θεόν.
Καὶ νῦν... Θεοτοκίον.
μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε Θεογεννῆτορ, ὅτι τῆς ἀχωρίστου Τριάδος, ἀπεκύησας τὸν ἕνα Υἱὸν καὶ Θεόν, καὶ αὐτὴ προηνέῳξας ἡμῖν, τοῖς ἐν γῇ τὰ ἐπουράνια.  
Ὠδὴ η’
Ὁ Εἱρμὸς.
ν Στρατιαί, οὐρανῶν δοξάζουσι, καὶ φρίττει τὰ Χερουβίμ, καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτισις, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. (Δίς)
Τὸ τῶν δακρύων, Σωτὴρ ἀλάβαστρον, ὡς μύρον κατακενῶν, ἐπὶ κεφαλῆς, κράζω σοι ὡς ἡ Πόρνη, τὸν ἔλεον ζητοῦσα, δέησιν προσάγω, καὶ ἄφεσιν αἰτῶ λαβεῖν με.
Εἰ καὶ μηδείς, ὡς ἐγώ σοι ἥμαρτεν, ἀλλ, ὅμως δέξαι κᾀμέ, εὔσπλαγχνε Σωτήρ, φόβῳ μετανοοῦντα, καὶ πόθῳ κεκραγότα. Ἥμαρτόν σοι μόνῳ, ἠνόμησα, ἐλέησόν με.
Φεῖσαι Σωτήρ, τοῦ ἰδίου πλάσματος, καὶ ζήτησον ὡς ποιμήν, τὸ ἀπολωλός, πρόβατον πλανηθέντα, ἐξάρπασον τοῦ λύκου, ποίησόν με θρέμμα, ἐν τῇ νομῇ τῶν σῶν προβάτων.
ταν Κριτής, καθίσῃς ὡς εὔσπλαγχνος, καὶ δείξῃς τὴν φοβεράν, δόξαν σου Χριστέ, ὦ ποῖος φόβος τότε! καμίνου καιομένης, πάντων δειλιώντων, τὸ ἄστεκτον τοῦ βήματός σου.
σία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
τοῦ Φωτός, τοῦ ἀδύτου Μῆτέρ σε, φωτίσασα σκοτασμοῦ, ἔλυσε παθῶν· ὅθεν εἰσδεδεγμένη, τοῦ Πνεύματος τὴν χάριν, φώτισον Μαρία, τοὺς σὲ πιστῶς ἀνευφημοῦντας.
σία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Θαῦμα καινόν, κατιδὼν ἐξίστατο, ὁ θεῖος ὄντως ἐν σοί, Μῆτερ Ζωσιμᾶς· Ἄγγελον γὰρ ἑώρα, ἐν σώματι καὶ θάμβους, ὅλος ἐπληροῦτο, Χριστὸν ὑμνῶν εἰς τοὺς αἰῶνας.
Δόξα...
ναρχε Πάτερ, Υἱὲ συνάναρχε, Παράκλητε ἀγαθέ, Πνεῦμα τὸ εὐθές, Λόγου Θεοῦ Γεννῆτορ, Πατρὸς ἀνάρχου Λόγε, Πνεῦμα ζῶν καὶ κτίζον, Τριὰς Μονὰς ἐλέησόν με.
Καὶ νῦν... Θεοτοκίον.
ς ἐκ βαφῆς, ἁλουργίδος Ἄχραντε, ἡ νοητὴ πορφυρίς, τοῦ Ἐμμανουήλ, ἔνδον ἐν τῇ γαστρί σου, ἡ σάρξ συνεξυφάνθη· ὅθεν Θεοτόκον, ἐν ἀληθείᾳ σε τιμῶμεν.  
Ὠδὴ θ’
Ὁ Εἱρμὸς.
σπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν. (Δίς)
Σπλαγχνίσθητι σῶσόν με, Υἱὲ Δαυΐδ ἐλεησον, ὁ δαιμονῶντας, λόγῳ ἰασάμενος, φωνὴν δὲ τὴν εὔσπλαγχνον, ὡς τῷ Λῃστῇ μοι φράσον. Ἀμήν σοι λέγω μετ' ἐμοῦ, ἔσῃ ἐν τῷ Παραδείσῳ, ὅταν ἔλθω ἐν τῇ δόξη μου.
Λῃστὴς κατηγόρει σοι, Λῃστὴς ἐθεολόγει σοι· ἀμφότεροι γάρ, σταυρῷ συνεκρέμαντο, ἀλλ' ὦ Πολυεύσπλαγχνε, ὡς τῷ πιστῷ Λῃστῇ σου, τῷ ἐπιγνόντι σε Θεόν, κᾀμοὶ ἄνοιξον τὴν θύραν, τῆς ἐνδόξου βασιλείας σου.
κτίσις συνείχετο, σταυρούμενόν σε βλέπουσα, ὄρη καὶ πέτραι, φόβῳ διερρήγνυντο, καὶ γῆ συνεσείετο, καὶ ᾍδης ἐγυμνοῦτο, καὶ συνεσκότασε τὸ φῶς, ἐν ἡμέρᾳ καθορῶν σε, Ἰησοῦ, προσηλωμένον σαρκί.
ξίους μετανοίας, καρποὺς μὴ ἀπαιτήσῃς με· ἡ γὰρ ἰσχύς μου, ἐν ἐμοὶ ἐξέλιπε, καρδίαν μοι δώρησαι, ἀεὶ συντετριμμένην, πτωχείαν δὲ πνευματικήν, ἵνα ταῦτά σοι προσοίσω, ὡς δεκτὴν θυσίαν μόνε Σωτήρ.
Κριτά μου καὶ γνῶστά μου, ὁ μέλλων πάλιν ἔρχεσθαι, σὺν τοῖς Ἀγγέλοις, κρῖναι Κόσμον ἅπαντα, ἱλέῳ σου ὄμματι, τότε ἰδών με φεῖσαι, καὶ οἴκτειρόν με Ἰησοῦ, τὸν ὑπὲρ τὴν πᾶσαν φύσιν, τῶν ἀνθρώπων ἁμαρτήσαντα.
σία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
πάσας ἐξέστησας, τῇ ξένῃ πολιτείᾳ σου, Ἀγγέλων τάξεις, βροτῶν τὰ συστήματα, ἀΰλως βιώσασα· καὶ φύσιν ὑπερβᾶσα, ἀνθ' ὧν ὡς ἄϋλος τοῖς ποσίν, ἐπιβαίνουσα Μαρία, Ἰορδάνην διεπέρασας.
σία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Τὸν Κτίστην ἱλέωσαι, ὑπὲρ τῶν εὐφημούντων σε, ὁσία Μῆτερ, ῥυσθῆναι κακώσεων, καὶ θλίψεων τῶν κύκλῳ, συνεπιτιθεμένων, ἵνα ῥυσθέντες τῶν πειρασμῶν, μεγαλύνωμεν ἀπαύστως, τὸν δοξάσαντά σε Κύριον.
γιε τοῦ Θεοῦ, πρέσβευε ὑπερ ἡμῶν
νδρέα σεβάσμιε, καὶ Πάτερ τρισμακάριστε, Ποιμὴν τῆς Κρήτης, μὴ παύσῃ δεόμενος, ὑπὲρ τῶν σὲ ὑμνούντων, ἵνα ῥυσθῶμεν πάσης, ὀργῆς καὶ θλίψεως καὶ φθορᾶς, καὶ πταισμάτων λυτρωθῶμεν, οἱ τιμῶντές σου τὴν μνήμην ἀεί.
Δόξα...
Πατέρα δοξάσωμεν, Υἱὸν ὑπερυψώσωμεν, τὸ θεῖον Πνεῦμα, πιστῶς προσκυνήσωμεν, Τριάδα ἀχώριστον, Μονάδα κατ' οὐσίαν, ὡς φῶς καὶ φῶτα καὶ ζωήν, καὶ ζωὰς ζωοποιοῦσαν, καὶ φωτίζουσαν τὰ πέρατα.
Καὶ νῦν... Θεοτοκίον.
Τὴν Πόλιν σου φύλαττε, Θεογεννῆτορ πάναγνε· ἐν σοὶ γὰρ αὕτη, πιστῶς βασιλεύουσα, ἐν σοὶ καὶ κρατύνεται, καὶ διὰ σοῦ νικῶσα, τροποῦται πάντα πειρασμόν, καὶ σκυλεύει πολεμίους καὶ διέπει τὸ ὑπήκοον.  
σπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου