Σάββατο 31 Μαΐου 2014

ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ Β΄. ΕΒΔΟΜΑΔΟΣ



ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ Β’ ΕΒΔΟΜΑΔΟΣ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα, καὶ Σταυροθεοτοκίον τά κατά τὸν τυχόντα Ἤχον. Εἰς δὲ τὴν β’ Στιχολογίαν τά παρόντα.      
Ἦχος δ’
Ταχὺ προκατάλαβε.
Νηστείᾳ ὑψούμενοι, τῶν χαμαιζήλων παθῶν, ὑψώσωμεν Κύριον, τὸν ὑψωθέντα σταυρῷ, καὶ Κόσμον ὑψώσαντα, πίωμεν ἐν αἰσθήσει, κατανύξεως πόμα, λάβωμεν τὴν ἡμέραν, κατὰ νοῦν καὶ τὴν ὥραν, ἐν ᾗ τῷ αἰωνίῳ Κριτῇ παραστησόμεθα.
Σταυροθεοτοκίον.
ἄνυμφος Μήτηρ σου, ὡς ἐθεάσατο, σταυρῷ σε ὑψούμενον, ὀδυρομένη θρηνοῦσα, τοιαῦτα ἐφθέγγετο. Τί τὸ καινὸν καὶ ξένον τοῦτο Υἱέ μου θαῦμα; πῶς σε ἄνομος δῆμος, τῷ σταυρῷ προσπηγνύει, τὴν τῶν ἁπάντων ζωήν, φῶς μου γλυκύτατον;
Μετὰ τὴν γ' Στιχολογίαν.
Καθίσματα  Ἦχος πλ. α’
Λάμπει σήμερον.
Λάμπει Κύριε, ἡ χάρις ἡ τοῦ Σταυροῦ σου, ἅπασαν τὴν οἰκουμένην ἀστράπτουσα, τὴν ἰσχὺν τῶν δαιμόνων ἐξαφανίζει, καὶ νηστείας δρόμον νῦν εὐμαρίζει, ἐν αὐτῇ δυναμῶν, Ἐλέησον ἡμᾶς.
Σταυροθεοτοκίον.
Τὸν συνάναρχον Λόγον.
ψωθέντα ἐν ξύλῳ ὡς ἐθεάσατο, ἡ τεκοῦσά σε Μήτηρ ὠδίνων ἄνευθεν, ὠλοφύρετο κλαυθμῷ, καὶ ἀνεκραύγαζεν· Οἴμοι γλυκύτατε Υἱέ! τιτρώσκομαι νῦν την ψυχήν, ἐν τῷ σταυρῷ καθορῶσά σε, ἐν μέσῳ δύο κακούργων, δίκην κακούργου προσηλούμενον.
Ὁ Κανὼν τοῦ  Μηναίου, καὶ τὰ παρόντα Τριῴδια κατὰ τὴν τάξιν αὐτῶν. Στιχολογοῦμεν δὲ καὶ τὴν ε’ Ὠδήν.   
Τριῴδιον ποίημα Ἰωσηφ.
Ὠδὴ ε’ Ἦχος δ’
Ἀσεβεῖς οὐκ ὄψονται.
κουσίως Δέσποτα, ὑψώθης ἐν σταυρῷ, καὶ κατέρραξας τὸν ἐχθρόν, ἑκουσίως· ὅθεν κατερραγμένον με, ἡδονῶν εἰς βάραθρα, εὐσπλαγχνίᾳ σου ἀνόρθωσον.
Σκοτισθέντα πάθεσιν, ἀτόποις τὴν ψυχήν, φωταγώγησον Ἰησοῦ, ὁ σκοτίσας ἥλιον, σταυρῷ τεινόμενος, καὶ φωτίσας ἅπαντα, Οἰκουμένης τὰ πληρώματα.
Τὸ Νηστείας πέλαγος, ἐκπλεῦσαι γαληνῶς, καταξίωσόν με Χριστέ, κατευνάζων κύματα τῆς διανοίας μου, καὶ τῆς Ἀναστάσεως, εἰς λιμένας ἐγκαθόρμισον.
Θεοτοκίον.
Τὴν Ἁγνὴν ἁγνεύοντι, τιμήσωμεν νοΐ, καλλονὴν τὴν τοῦ Ἰακώβ, ταῖς ἐνθέοις πράξεσι καλλυνόμενοι, εὐσεβῶς ὑμνήσωμεν, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Ἕτερον Τριῴδιον Ποίημα Θεοδώρου
Ἦχος πλ. α’
Τοὺς ἐκ νυκτός, προσκυνοῦντάς σε.
Σὺ σταυρωθείς, φθορᾶς ἀπαλλάττεις με, καὶ λογχευθείς, ἀπαθανατίζεις με, δοξάζω σου τὸ ἄφραστον ἔλεος, ὅτι ἦλθες Χριστὲ; ἵνα σώσῃς με.
ν τῷ σταυρῷ, τείνας τὰς παλάμας σου, τὸν νοητὸν Ἀμαλὴκ ἀπέκτεινας, τὸν λαόν σου ἀνασῴζων Κύριε, διὰ τοῦτο ὑμνοῦμεν τὸ κράτος σου.
Δόξα...
Τὴν ἐν τρισί, προσώποις Θεότητα, μίαν ἀρχήν, τὴν πανυπερούσιον ὑμνήσωμεν, τὸν Πατέρα ἄναρχον, καὶ τὸν Υἱόν, καὶ Πνεῦμα ἅγιον.
Καὶ νῦν... Θεοτοκίον.
ν οὐρανός, χωρεῖν οὐκ ἠδύνατο, σὺ ἐν γαστρὶ συλλαβοῦσα τέτοκας, ὢ τοῦ φρικτοῦ καὶ ἀρρήτου θαύματος! Διὸ πάντες, ὑμνοῦμέν σε Ἄχραντε.
Δξα σοι, Θες μν, δξα σοι
δι' ἐμέ, ὑπομείνας σταύρωσιν, ὄξος πιών, καὶ εἰπών· Τετέλεσται, τέλεσόν μου τὸ Νηστείας στάδιον, ἀξιῶν με ἰδεῖν σου τὴν Ἔγερσιν.
Ὁ Εἱρμὸς.
Τοὺς ἐκ νυκτός, προσκυνοῦντάς σε Χριστὲ ἐλέησον, καὶ εἰρήνην δώρησαι, διότι φῶς καὶ τὰ σὰ προστάγματα, ἐγένοντο ἰάματα τοῖς δούλοις σου φιλάνθρωπε.
Ὠδὴ η’
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.
Σταυρῷ προσπαγεὶς δι' εὐσπλαγχνίαν, Λῃστῇ τὸν Παράδεισον ἠνέῳξας, νῦν δὲ λῃστευθέντα με, δαίμονος δεινότητι, καὶ τῇ ψυχῇ ὁλόσωμον, πληγὴν δεξάμενον, ἰάτρευσον ἀνοίξας μοι πύλας, τὰς τῆς μετανοίας, τῇ σῇ φιλανθρωπίᾳ.
Νηστείᾳ λαμπρύναντες τὴν σάρκα, ψυχὴν ἀρεταῖς καταπιάνωμεν, πένητας ἐκθρέψωμεν, πλοῦτον μὴ κενούμενον, ἐν οὐρανοῖς ὠνούμενοι, καὶ ἀνακράξωμεν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τῷ Πάθει σου Κτίσις ἐκλονήθη, σταυρῷ σε θεασαμένη καθηλούμενον, Σῶτερ ὑπεράγαθε· ὅθεν ἱκετεύω σε, ταῖς προσβολαῖς κλονούμενον, ἀεὶ τοῦ ὄφεως, στερέωσον τὸν νοῦν μου, Οἰκτίρμον, σοῦ τῶν θελημάτων, ἐν ἀρραγεῖ τῇ πέτρᾳ.
Θεοτοκίον.
πύλη Θεοῦ ἡ κεκλεισμένη, ἣν μόνος διώδευσεν ὁ Κύριος, ἴθυνον πρὸς τρίβους με, θείας καὶ διάνοιξον, τῆς σωτηρίας πύλας μοι θεοχαρίτωτε! πρὸς σὲ γὰρ καταφεύγω Παρθένε, μόνη προστασία, τοῦ γένους τῶν ἀνθρώπων.
Εἱρμὸς ἄλλος.
Τὸν Ποιητὴν τῆς Κτίσεως.
Τὸ Ξύλον τὸ πανάγιον, ἐν ᾧ σὺ Χριστέ μου ἐσταυρώθης ὑμνῶν, ὑπερευλογῶ σε, εἰς πάντας τοὺς αἰῶνας.
ν Γολγοθᾷ οἱ ἄνομοι, σὲ Χριστὲ σταυρώσαντες ἀπέκτειναν, ἀλλὰ ζῇς καὶ σῴζεις, ἡμᾶς εἰς τοὺς αἰῶνας. Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα.
Ξενοπρεπῶς μερίζεται, ἡ Τριάς, καὶ μένει ἀμερὴς ὡς Θεός, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον.
κετηρίαν ποίησον, ὑπὲρ τῶν ὑμνούντων σε Πανάχραντε, ῥυσθῆναι παντοίων, πειρασμῶν καὶ κινδύνων.
Δξα σοι, Θες μν, δξα σοι
Τῇ τοῦ Σταυροῦ σου Κύριε, δυνάμει νευρώσας με ἀξίωσον, εὐψύχως ἀνύσαι, τὸν τῆς Νηστείας δρόμον.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.
Ὁ Εἱρμὸς.
Τὸν Ποιητὴν τῆς Κτίσεως, ὃν φρίττουσιν Ἄγγελοι, ὑμνεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ’
Λίθος ἀχειρότμητος.
Λίθον σε τμηθέντα προεῖδεν, ὄρους Προφήτης τῆς Παρθένου, Σῶτερ διαρρήξαντα πέτρας, τῇ σῇ σταυρώσει· διὸ βαρούμενον, ἀναισθησίας λίθῳ με, ὡς πανοικτίρμων ἐλευθέρωσον.
Νήστευσον κακίας ψυχή μου, θείαν ἀγάπην ἐντρυφῶσα, θύραν ἀναπέτασον πάσαις, καλῶν ἰδέαις, ἐναποφράττουσα, τῆς πονηρίας εἴσοδον, δι' ἐγκρατείας καὶ δεήσεως.
μὲ τὸν κατάκριτον σῶσον, ὁ κατακρίνας τῷ Σταυρῷ σου, Δέσποτα Σωτήρ μου τὴν ἔχθραν, καὶ μὴ γεέννης δείξῃ ὑπεύθυνον, τὸν σπιλωθέντα πάθεσι, καὶ ἁμαρτίαις ἀμαυρούμενον.
Θεοτοκίον.
Φεῖσαί μου Χριστὲ ὅταν ἔλθῃς, κρῖναι τὸν Κόσμον μετὰ δόξης, λῦσον τὴν ἀχλὺν τῶν κακῶν μου, ταῖς ἱκεσίαις τῆς Κυησάσης σε, καὶ κληρονόμον ποίησον, τῆς οὐρανίου Βασιλείας σου.
Εἱρμὸς ἄλλος.
Ἡσαΐα χόρευε.
Πάλιν τὸν Παράδεισον, ὑπανοίγεις ἅπαξ σταυρωθείς, ἐν ᾧ μεταλαβών, χαίρω τῆς ζωῆς, θανάτου λυτρούμενος αἰωνίου, τῆς παρακοῆς· ὅθεν Φιλάνθρωπε, ὡς Θεόν μου μεγαλύνω σε.
Τὸ κατάρας ὄργανον, εὐλογίας δέδεικται σφραγίς, ὁ σὸς ζωοποιός, Κύριε Σταυρός, ἐν ᾧ καθορῶντές σε, ζωούμεθα θνήξαντες τὸ πρίν, καὶ ἀνυμνοῦντές σε, ὡς Δεσπότην μεγαλύνομεν.
Δόξα...
μοουσιότητι, ἀνυμνῶ σε ἄναρχε Τριάς, σεπτὴ ζωαρχική, ἄτμητε Μονάς, Πατὴρ ὁ ἀγέννητος, καὶ γεννητέ, Λόγε καὶ Υἱέ, Πνεῦμα τὸ ἅγιον, σῶσον πάντας τοὺς ὑμνοῦντάς σε.
Καὶ νῦν... Θεοτοκίον.
πὲρ νοῦν ὁ τόκος σου, Θεομῆτορ· ἄνευ γὰρ ἀνδρός, ἡ σύλληψις ἐν σοί, καὶ παρθενικῶς, ἡ κύησις γέγονε· καὶ γὰρ Θεὸς, ἐστὶν ὁ τεχθείς. Ὃν μεγαλύνοντες, σὲ Παρθένε μακαρίζομεν.
Δξα σοι, Θες μν, δξα σοι
Σταυρὸς ὁ τίμιος, ἡ ἰσχύς μου καὶ καταφυγή, γενοῦ μοι φωτισμός, νῦν ἐγκρατευτῶς, εὐφραίνων καθαίρων με, ῥυόμενος ἀπὸ πειρασμῶν, ἵνα δοξάζων σε, τὸν Δεσπότην μεγαλύνω Χριστόν.
Ὁ Εἱρμὸς.
σαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον, Ἀνατολή, ὄνομα αὐτῷ. Ὃν μεγαλύνοντες, σὲ Παρθένε μακαρίζομεν.
Τὸ Φωταγωγικὸν τοῦ Ἤχου.
Ἀπόστιχα τῶν Αἴνων
Ἰδιόμελον  Ἦχος πλ. δ’
παθοκτόνος Νηστεία παροῦσα, τοὺς κακωθέντας ὑπὸ τῆς ἁμαρτίας, ἰατρεύειν ἐπαγγέλλεται, ἣν ὡς θεόσδοτον βοηθὸν τιμήσωμεν, τὰς θεογράφους πλάκας, διὰ Μωσέως δεξάμενοι, μὴ προκρίνωμεν τὴν συντρίψασαν αὐτὰς ἀκρασίαν, μὴ γενώμεθα μέτοχοι, ὧν τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ, μὴ σκυθρωπάσωμεν Ἰουδαϊκῶς, ἀλλὰ Ἐκκλησιαστικῶς φαιδρυνθῶμεν, μὴ φαρισαϊκῶς ὑποκριθῶμεν, ἀλλ' Εὐαγγελικῶς καλλωπισθῶμεν, ἐγκαυχώμενοι τῷ Σταυρῷ Χριστοῦ, τοῦ λυτρωτοῦ τῶν ψυχῶν ἡμῶν.  (Δίς)
Μαρτυρικὸν.
Τὶ ὑμᾶς καλέσωμεν Ἅγιοι; Χερουβίμ; ὅτι ὑμῖν ἐπανεπαύσατο Χριστός, Σεραφίμ; ὅτι ἀπαύστως ἐδοξάσατε αὐτόν, Ἀγγέλους; τὸ γὰρ σῶμα ἀπεστράφητε, Δυνάμεις; ἐνεργεῖτε ἐν τοῖς θαύμασι, πολλὰ ὑμῶν τὰ ὀνόματα, καὶ μείζονα τὰ χαρίσματα, πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον.
Τὶ τὸ θαυμαστόν, καὶ ἐξαίσιον; ἡ Παρθένος τῷ Κυρίῳ, ἀνεβόα μητρικῶς. Αἱ ὠδῖνες, ἃς οὐκ ἔγνων ἐν τῷ τίκτειν σε, Υἱέ, δριμεῖαι, καθικνοῦνται τῆς καρδίας μου, οὐ φέρω, ἐν σταυρῷ προσηλωμένον σε, ὁρᾶν τό φῶς τῶν ὀμμάτων μου· σπεῦσον οὖν ἀνάστηθι, ὅπως δοξάσω σὺν τῷ Κόσμῳ, τὴν φρικτὴν Οἰκονομίαν σου.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ
Τροπάριον τῆς Προφητείας.
Ἦχος α’
ν νυκτὶ καὶ ἡμέρᾳ, προσπίπτομέν σοι Κύριε, τοῦ δοῦναι ἄφεσιν ἁμαρτιῶν ταῖς ψυχαῖς ἡμῶν, ἵνα ἐν εἰρήνῃ σε προσκυνῶμεν, καὶ δοξολογῶμεν φιλάνθρωπε.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ.
Προκείμενον  Ἦχος δ’  Ψαλμὸς λζ’
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Στίχ. τι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου.
Προφητεας σαϊου τ νγνωσμα
(Κεφ. Ζ’: 1-14)
γένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωάθαμ, τοῦ υἱοῦ Ὀζίου βασιλέως Ἰούδα, ἀνέβη Ῥασείμ, βασιλεὺς Ἀράμ, καὶ Φακκεέ, υἱὸς Ῥωμελίου, βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἱερουσαλήμ, πολεμῆσαι αὐτήν, καὶ οὐκ ἡδυνήθησαν πολιορκῆσαι αὐτήν. Καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαυΐδ, λέγων· Συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραΐμ, καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ, καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. Καὶ εἶπε Κύριος πρὸς Ἡσαΐαν· Ἔξελθε εἰς συνάντησιν τῷ Ἄχαζ σύ, καὶ ὁ καταλειφθείς Ἰασοὺβ ὁ υἱός σου, πρὸς τὴν κολυμβήθραν τῆς ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ κναφέως, καὶ ἐρεῖς αὐτῷ· Φύλαξαι τοῦ ἡσυχάσαι, καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων, τῶν δαυλῶν τῶν καπνιζομένων τούτων· ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι. Καὶ ὁ υἱὸς τοῦ Ἀράμ, καὶ ὁ υἱὸς τοῦ Ῥωμελίου, ὅτι ἐβουλεύσαντο βουλὴν πονηράν, Ἐφραΐμ περὶ σοῦ, λέγοντες· Ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν, καὶ συλλαλήσαντες αὐτοῖς, ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς, καὶ βασιλεύσομεν αὐτοῖς τὸν υἱὸν Ταβεήλ, τάδε λέγει κύριος Σαβαώθ. Οὐ μὴ μείνῃ ἡ βουλὴ αὕτη, οὐδὲ ἔσται, ἀλλ' ἡ κεφαλὴ Ἀράμ, Δαμασκός, καὶ ἡ κεφαλὴ Δαμασκοῦ, Ῥαασείμ, ἀλλ ἐφ' ἑξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία Ἐφραῒμ ἀπὸ λαοῦ, καὶ ἡ κεφαλὴ Ἐφραῒμ Σομόρων, καὶ ἡ κεφαλὴ Σομόρων, υἱὸς τοῦ Ῥωμελίου, καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ Ἄχαζ, λέγων· Αἴτησον σεαυτῷ σημεῖον παρὰ Κυρίου τοῦ Θεοῦ σου εἰς βάθος, ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ· Οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω Κύριον. Καὶ εἶπεν· Ἀκούσατε δὴ οἶκος Δαυΐδ, μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις, καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον.
Προκείμενον  Ἦχος πλ. Β  Ψαλμὸς λη
Εἰσάκουσον τῆς προσευχῆς μου, Κύριε.
Στίχ. Εἶπα, φυλάξω τὰς ὁδούς μου.

 ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ Β' ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὸν Προοιμιακόν, καὶ τὴν συνήθη Στιχολογίαν, εἰς τὸ Κύριε  ἐκέκραξα, ἱστῶμεν Στίχους ι’ καὶ ψάλλομεν πρῶτον τὸ παρὸν Ἰδιόμελον δις.
Ἦχος δ'
Νῦν καιρὸς εὐπρόσδεκτος, νῦν ἡμέρα σωτηρίας, ἐν τῷ πλήθει τοῦ ἐλέους σου, ἐπίσκεψαί μου τὴν ψυχήν, καὶ τὸ φορτίον τῶν ἀνομιῶν μου, ἄνες μόνε Φιλάνθρωπε.  (Δίς)
Εἶτα τὰ δ' Μαρτυρικὰ τὰ κατὰ τὸν τυχόντα Ἦχον, καὶ δ' τοῦ Μηναίου.
Δόξα... Τὸ Νεκρώσιμον,
Καὶ νῦν... Θεοτοκίον 
Ἑσπέρας Προκείμενον  Ἦχος δ’ Ψαλμὸς λθ’
Τὸ ἔλεός σου, Κύριε, καὶ ἡ ἀλήθειά σου.
Στίχ. πομένων ὑπέμεινα τὸν Κύριον.
Γενσεως τ νγνωσμα
(Κεφ. Ε’:, 32,  ΣΤ’:1-8)
Νῶε ἦν ἐτῶν πεντακοσίων, καὶ ἐγέννησε Νῶε τρεῖς υἱούς, τὸν Σήμ, τὸν Χάμ, καὶ τὸν Ἰάφεθ. Καὶ ἐγένετο, ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς. Ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτoῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο. Καὶ εἶπε Κύριος ὁ Θεός· οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα, διὰ τὸ εἶναι αὐτοὺς σάρκας, ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν, ἑκατόν εἴκοσιν ἔτη, οἱ δὲ γίγαντες ἦσαν ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ μετ΄ ἐκεῖνο, ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγεννῶσαν ἑαυτόῖς, ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ' αἰῶνος, οἱ ἄνθρωποι οἱ ὀνομαστοί. Ἰδὼν δὲ Κύριος ὁ Θεός, ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας, καὶ ἐνεθυμήθη ὁ Θεός, ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ διενοήθη, καὶ εἶπεν· Ἁπαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἀπὸ ἑρπετῶν ἕως τῶν πετεινῶν τοῦ οὐρανοῦ, ὅτι μετεμελήθην, ὅτι ἐποίησα αὐτούς, Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ.
Προκείμενον  Ἦχος πλ. β’  Ψαλμὸς μ’
γὼ εἶπα· Κύριε, ἐλέησόν με.
Στίχ. Μακάριος ὁ συνιὼν ἐπὶ πτωχόν.
Παροιμιν τ νγνωσμα
(Κεφ ΣΤ’: 20-35, Ζ’:1)
Υἱέ, φύλασσε νόμους πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου, ἄφαψαι δὲ αὐτοὺς ἐπὶ σῇ ψυχῇ διαπαντός, καὶ ἐγκλοίωσαι περὶ σῷ τραχήλῳ. Ἡνίκα ἂν περιπατῇς, ἐπάγου αὐτήν, καὶ μετὰ σοῦ ἔστω, ὡς δ' ἂν καθεύδῃς, φυλασσέτω σε, ἵνα ἐγειρομένῳ συλλαλῇ σοι. Ὅτι λύχνος ἐντολὴ νόμου καὶ φῶς, καὶ ὁδὸς ζωῆς, καὶ ἔλεγχος, καὶ παιδεία, τοῦ διαφυλάσσειν σε ἀπὸ γυναικὸς ὑπάνδρου, καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας. Υἱέ, μή σε νικήσῃ κάλλους ἐπιθυμία, μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς, μηδὲ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων· τιμὴ γὰρ πόρνης, ὅση καὶ ἑνὸς ἄρτου, γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει. Ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει; Ἢ περιπατήσει τις ἐπ' ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ κατακαύσει; Οὕτως ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον, οὐκ ἀθωωθήσεται, οὐδὲ πᾶς ὁ ἁπτόμενος αὐτῆς, οὐ θαυμαστόν, ἐὰν ἁλῷ τις κλέπτων· κλέπτει γάρ, ἵνα ἐμπλήσῃ ψυχὴν πεινῶσαν, ἐὰν δὲ ἁλῷ, ἀποτίσει ἑπταπλάσια, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ δούς, ῥύσεται ἑαυτόν, ὁ δὲ μοιχὸς δι' ἔνδειαν φρενῶν, ἀπώλειαν τῇ ψυχῇ αὐτοῦ περιποιεῖται, ὀδύνας τε καὶ ἀτιμίας ὑποφέρει, τό τε ὄνειδος αὐτοῦ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα. Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς, οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως, οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν, οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων. Υἱέ, φύλασσε ἐμοὺς λόγους, τὰς δὲ ἐμὰς ἐντολὰς κρύψον παρὰ σεαυτῷ. Υἱέ, τίμα τὸν Κύριον, καὶ ἰσχύσεις, πλὴν δὲ αὐτοῦ, μὴ φοβοῦ ἄλλον.
Καὶ τὰ λοιπὰ τῆς Λειτουργίας τῶν Προηγιασμένων.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου