Σάββατο 31 Μαΐου 2014

ΤΕΤΑΡΤΗ ΤΗΣ Α΄. ΕΒΔΟΜΑΔΟΣ



 ΤΗ ΤΕΤΑΡΤΗ ΤΗΣ Α’ ΕΒΔΟΜΑΔΟΣ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν β' Στιχολογίαν.
Καθίσματα  Ἦχος β’
Ὁ εὐσχήμων Ἰωσὴφ.
τοῖς πάθεσι τοῖς σοῖς, πᾶσιν ἀπάθειαν διδούς, Φιλάνθρωπε τὰ πάθη, τῆς σαρκός μου νεκρώσας τῷ σῷ Σταυρῷ, τὸ θεῖον καταξίωσον Πάθος ἰδεῖν, διὰ νηστείας εὐαρεστοῦντα τῇ  δόξῃ σου, ἵνα λάβω πλουσίως τὸ μέγα ἔλεος.  
Δόξα... τὸ αὐτὸ 
Καὶ νῦν ... Σταυροθεοτοκίον.
Εὐσπλαγχνίας ὑπάρχουσα.   
Παρθένος καὶ Μήτηρ σου Χριστέ, ἐπὶ ξύλου ὁρῶσά σε, νεκρὸν ἡπλωμένον, κλαίουσα πικρῶς· Υἱέ μου ἔλεγε, τί τὸ φοβερὸν τοῦτο, ὁ πᾶσι δωρούμενος ζωὴν τὴν αἰώνιον μυστήριον, ἑκουσίως ἐν Σταυρῷ πῶς θνῄσκεις, θάνατον ἐπονείδιστον.
Μετὰ τὴν γ' Στιχολογίαν.
Καθίσματα  Ἦχος β’
Τὸν ζωοποιὸν Σταυρὸν. 
Τὸν φωτοποιὸν καιρόν, ὃν νῦν  ἀφιέρωσας, καὶ ἐδωρήσω ἡμῖν, τῆς ἐγκρατείας Κύριε, σὺ ἀξίωσον ἡμᾶς, ἐν κατανύξει πάντας, εἰλικρινῶς περαιώσασθαι, εἰρηνεύοντας τοῦ Σταυροῦ τῇ  Ἰσχύϊ, μόνε Φιλάνθρωπε.  
Δόξα... τὸ αὐτὸ
Καὶ νῦν ... Σταυροθεοτοκίον.
Εὐσπλαγχνίας ὑπάρχουσα.
Τῷ τιμίῳ Σταυρῷ τοῦ Υἱοῦ σου, φυλαττόμενοι Δέσποινα ἁγνῄ Θεοτόκε, πᾶσαν προσβολὴν τοῦ πολεμήτορος, ἅπαντες ῥαδίως ἐκτρεπόμεθα· διό σε κατὰ χρέος μακαρίζομεν, ὡς Μητέρα τοῦ φωτός, καὶ μόνην ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Ὠδὴ γ'  Ἦχος β’
Ἐξήνθησεν ἡ ἔρημος. 
Σταυρώσωμεν τὰ μέλη δι' ἐγκρατείας, νήψωμεν εἰς προσευχὰς ὡς γέγραπται, καὶ κατ' ἴχνος πολιτευσώμεθα, τοῦ παθόντος, καὶ πάθη ἐκθανατώσαντος.
μέσαντες τὴν ἔμπικρον, ἁμαρτίαν σπεύσωμεν, τῷ τὴν χολὴν θελήματι, γευσαμένῳ εὐαρεστῆσαι Χριστῷ, τῷ Σταυρῷ καθελόντι τὸν ἀρχέκακον.
Συνήθειαν λαβοῦσα, ἡ ἁμαρτία ἕλκει με, εἰς παντελῆ ἀπώλειαν, ἀλλὰ σύ με ἐκ ταύτης λύτρωσαι, τῷ Σταυρῷ σου οἰκτίρμον πολυέλεε.
Θεοτοκίον.
Δεσπόζουσα ἁπάντων, τῶν ποιημάτων Δέσποινα, ὡς τὸν Δεσπότην τέξασα, τῆς δουλείας με ἐλευθέρωσον, τοῦ δολίου καὶ μόνου πολεμήτορος.
Εἱρμὸς ἄλλος.
Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε.
Τὸ ξύλον τοῦ Σταυροῦ τὴν ἐγκράτειαν, τῷ Κόσμῳ ἐξήνθησεν, ἣν ἐκ πόθου, ἀσπασάμενοι τρυφήσωμεν, παγκαρπίαν τῶν θείων ἐντολῶν τοῦ Χριστοῦ.
γκράτειαν παθῶν καὶ νῦν  φέροντες, τὴν σάρκα σταυρώσωμεν τῷ Κυρίῳ, καὶ νεκρόν, αὐτῆς τὸ φρονημα, ἀποδείξωμεν πάντες τῇ  ἐνθέῳ ζωῇ.
Δόξα...
Τὰ τρία τῆς μιᾶς μορφῆς πρόσωπα, δοξάζω Πατέρα Υἱὸν καὶ Πνεῦμα, ἓν τὸ κράτος τῆς Θεότητος, βασιλείαν ἁπάντων, καὶ λαμπρότητα.
Καὶ νῦν ... Θεοτοκίον.
Τόκος σου Ἁγνὴ φρικτὸς πέφυκε· Θεὸς γὰρ ὑπάρχει ἐνανθρωπήσας, ὁ ἀνάρχως ἐκ Πατρὸς γεννηθείς, καὶ ἐκ σοῦ ἐπ ἐσχάτων πλὴν ἀνδρὸς κυηθείς.
Δξα σοι, Θες μν, δξα σοι
Τὴν Σταύρωσιν ὑμνῶ καὶ τὴν λόγχευσιν, τῆς θείας Πλευρᾶς σου, ἐξ ἧς τὸ πόμα, τὸ ἀθάνατον ἀρύομαι, καθ΄ ἑκάστην Χριστέ, καὶ ἁγιάζομαι.
Ὁ Εἱρμὸς.
Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε.
Ὠδὴ η’
Κάμινος ποτέ, πυρὸς. 
Κάμινος παθῶν, φλογίζει τὴν ψυχήν μου, ἀλλὰ τῇ  δρόσῳ τοῦ ἐλέους σου, ταύτην καταμάρανον, ὁ πηγάσας ἀπαθείας κρουνούς, Πλευρᾶς ἐξ ἀκηράτου σου, σταυρούμενος Εὐεργέτα, διὰ πολλὴν συγκατάβασιν.
ψωσας ἡμᾶς, πεσόντας εἰς κακίαν, τῇ  ἐν Σταυρῷ σου ἀνυψώσει Χριστέ· ὅθεν ὀλισθήσαντα, ἁμαρτίας εἰς τὰ βάραθρα, ἀνάγαγε καὶ στήριξον, πέτρᾳ με σωτηρίας, ὅπως δοξάζω τὸ κράτος σου.
Λόγχῃ σου Χριστέ, παθῶν τὴν σηπεδόνα, ἀποκαθάρας τῆς καρδίας μου, ὅλον με ὑγείωσον, ὃν ὁ ὄφις ἐτραυμάτισεν, ὁδοῦσιν ἰοβόλοις τε, καὶ δίδου μοι ἀκλονήτως, θείας πρὸς τρίβους πορεύεσθαι.
Θεοτοκίον.
Σὲ τὴν φαεινήν, λαμπάδα καὶ λυχνίαν, ἐν ᾗ τὸ πῦρ τῆς Θεότητος, οἰκῆσαν ἐφώτισε, τοὺς νυκτώδει συσχεθέντας φθορᾷ, Ἀμίαντε γεραίρομεν, ἅπαντες, εὐλογοῦντες· Εὐλογημένη τὸν Τόκον σου.
Εἱρμὸς ἄλλος.
Τὸν ἐν τῇ βάτῳ Μωσεῖ.
Τὸν μεταξὺ τῶν λῃστῶν, σταυρωθέντα ἐν ξύλῳ, καὶ τῇ  λόγχῃ νυγέντα, τὴν ζωήρρυτον πλευράν, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
κρίνων πᾶσαν τὴν γῆν, κριτηρίῳ παρέστης, ἐρραπίσθης ἐπαίχθης, ἐν Σταυρῷ ἀνηρτήθης, φθορᾶς με ἀπαλλάττων, τῆς πάλαι ἁμαρτίας, εἰς πάντας τοὺς αἰῶνας.
Ελογομεν Πατρα, Υἱόν, κα γιον Πνεμα
Θεότης μία Τριάς, ἡ ἀμέριστος φύσις, μεριστὴ δὲ προσώποις, τὸ ἀνώλεθρον κράτος, Πάτερ Υἱὲ καὶ Πνεῦμα, σὲ ἀνυμνολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Καὶ νῦν ... Θεοτοκίον.
Θεοκυῆτορ Ἁγνή, ἡ οὐράνιος πύλη, ἡ σωτήριος θύρα, πάντων τῶν Χριστιανῶν, τὴν δέησιν προσδέχου, τῶν σὲ μακαριζόντων, εἰς πάντας τοὺς αἰῶνας.
Δξα σοι, Θες μν, δξα σοι
Σταυρὲ Χριστοῦ ὁ Λῃστήν, ὁδηγήσας πρὸς πίστιν, καὶ ἐμὲ πρὸς τὸν δρόμον, εὐτόνως τῶν Νηστειῶν, ἀξίωσον προφθάσαι, εἰς τὴν προσκύνησίν σου, καὶ ζωοποιηθῆναι.
Ανομεν, ελογομεν, κα προσκυνομεν...
Ὁ Εἱρμὸς.
Τὸν ἐν τῇ βάτῳ Μωσεῖ, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῷ ὄρει προτυπώσαντα ποτέ, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ’
Ἀνάρχου Γεννήτορος.
λίου φαιδρότερον, Νηστεία ἀναλάμψασα, ἡ πολύφωτος χάρις εὐαγγελίζεται, πᾶσι τοῦ Σταυροῦ τὰς ἀκτῖνας, καὶ τὰς αὐγάς, τοῦ τιμίου Πάθους, καὶ τῆς Ἀναστάσεως, τὴν ἡμέραν τὴν σωτήριον.
γνείαν ποθήσωμεν, πορνείαν ἀποφύγωμεν, τὴν ὀσφὺν σωφροσύνῃ περιζωσώμεθα, ὅπως καθαροὶ ἐποφθῶμεν, τῷ καθαρῷ, καὶ μόνῳ ἐκ πάντων, ζητοῦντι τὴν κάθαρσιν, τῷ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.
Χριστὲ ἐκ τοῦ φόβου σου, καθήλωσον τὰς σάρκας μου, ὁ Σταυρῷ προσηλώσας, τὴν ἁμαρτίαν Ἀδάμ, λῦσον τῶν κακῶν μου τὴν δέησιν· τοῦ πονηροῦ σύντριψον τὰ βέλη, τῇ  λόγχῃ σου Δέσποτα, καὶ τῆς τούτου βλάβης ῥῦσαί με.
Θεοτοκίον.
Κριτὴν δικαιότατον, καὶ μόνον εὐδιάλλακτον, ἡ τεκοῦσα Παρθένε, Χριστὸν τὸν Κύριον, ῥῦσαί με τῆς κρίσεως Κόρη, καὶ τοῦ πυρός, καὶ τῆς τιμωρίας, ἣν μοι προεξένησεν, ἁμαρτίας ἡ ἀπόλαυσις.
Ἄλλος.
Τὴν ἁγνὴν καὶ ἄχραντον.
τῆς εὐσπλαγχνίας σου! ὅτι Σταυρὸν ἠνέσχου, ἥλους καὶ λόγχην Κύριε, δι' ἐμὲ τὸν κατάκριτον φθορᾷ· διὸ ὑμνῶ σε Χριστέ.
Τὸν Σταυρόν, τὸν κάλαμον, τοὺς ἥλους καὶ τὴν λόγχην, τὰ ζωηρά σου Πάθη, πᾶς ὁ λαὸς προσκυνοῦντες, ἐν ᾠδαῖς Χριστὲ ὑμνοῦμέν σε.
Δόξα...
Μονὰς τρισυποστατε, Τριὰς ἑνικωτάτη, Κυριαρχία φύσις, ἰσοκλεής, Πάτερ Υἱέ, καὶ θεῖον Πνεῦμα, σῶσον πάντας ἡμᾶς.
Καὶ νῦν ... Θεοτοκίον.
Χαίροις ἱλαστήριον, τοῦ Κόσμου Θεοτόκε, ἐν ᾧ προσφεύγοντες πάντες ἁμαρτωλοί, πρὸς Θεὸν καταλλαγὰς ἀεὶ εὑρίσκομεν.
Δξα σοι, Θες μν, δξα σοι
Τῷ Σταυρῷ σου Κύριε, κᾀμὲ ἐνδυναμώσας, τῶν Νηστειῶν μοι δώρησαι Ἀγαθέ, εὐσθενῶς ἀποπληρῶσαι τὴν περίοδον.
Ὁ Εἱρμὸς. 
Τὴν ἁγνὴν καὶ ἄχραντον, Μητέρα καὶ Παρθένον, ᾠδαῖς ᾀσμάτων ἅπαντες οἱ πιστοί, εὐσεβῶς ὡς Θεοτόκον μεγαλύνομεν.  
Ἀπόστιχα τῶν Αἴνων.
Ἦχος πλ. δ'
Νηστείᾳ, τῶν λογισμῶν τὰ πάθη, δεῦτε δουλώσωμεν, πνευματικαῖς ἑαυτοὺς πτέρυξι περιστείλαντες, ἵνα τὴν τοῦ ἐχθροῦ, κινουμένην ζάλην, κοῦφοι περάσαντες, ἄξιοι γενώμεθα, τῆς τοῦ Σταυροῦ προσκυνήσεως, τοῦ ὑπὲρ τοῦ Κόσμου σφαγέντος ἑκουσίως, Υἱοῦ τοῦ Θεοῦ, καὶ πνευματικῶς ἑορτάσωμεν, τὴν ἐκ νεκρῶν τοῦ Σωτῆρος Ἀνάστασιν, ἐπ' ὄρους ἀρθέντες, Μαθηταῖς συνδοξάσωμεν, τὸν ἐξουσίαν λαβόντα πᾶσαν, Υἱὸν ἐκ Πατρὸς τὸν φιλάνθρωπον. (Δίς)
Μαρτυρικὸν.
Μάρτυρες Χριστοῦ οἱ ἀήττητοι, οἱ νικήσαντες τὴν πλάνην, τῇ  δυνάμει τοῦ Σταυροῦ, ἀπελάβετε τὴν χάριν τῆς αἰωνίου ζωῆς, τυράννων ἀπειλὰς οὐκ ἐπτοήθητε, βασάνοις αἰκιζόμενοι εὐφραίνεσθε, καὶ νῦν  τὰ αἵματα ὑμῶν γέγονεν ἰάματα ταῖς ψυχαῖς ἡμῶν, πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον.
Ὢ τοῦ παραδόξου θαύματος! 
Τί τὸ ὁρώμενον θέαμα, ὁ τοῖς ἐμοῖς ὀφθαλμοῖς, καθορᾶται, ὦ Δέσποτα; ὁ συνέχων ἅπασαν, Κτίσιν ξύλῳ ἀνήρτησαι, καὶ θανατοῦσαι, ὁ πᾶσιν νέμων ζωήν, ἡ Θεοτόκος κλαίουσα ἔλεγεν, ὅτε ἑώρακεν, ἐν Σταυρῷ ἡ πάναγνος, τὸν ἐξ αὐτῆς, ἀρρήτως ἐκλάμψαντα, Θεὸν καὶ ἄνθρωπον.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ
Τροπάριον τῆς Προφητείας.
Ἦχος δ’
Οἶδας τὸ πλάσμα ἡμῶν, οἶδας τὴν ἀσθένειαν ἡμῶν Φιλάνθρωπε, ἡμάρτομεν, ἀλλ' οὐκ ἀπέστημέν σου ὁ Θεός, οὐδὲ διεπετάσαμεν χεῖρας ἡμῶν, πρὸς Θεὸν ἀλλότριον. Φεῖσαι ἡμῶν τῇ  σῇ ἀγαθότητι, Εὔσπλαγχνε.  
Δόξα... Καὶ νῦν ... Τὸ αὐτὸ. 
Προκείμενον  Ἦχος δ’ Ψαλμὸς θ’
ξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.
Στίχ. Εὐφρανθήσομαι, καὶ ἀγαλλιάσομαι ἐν σοί.

Προφητεας σαου τ νγνωσμα
(Κεφ Β', 3-11)
Τάδε λέγει Κύριος· Ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν, καὶ ἐλέγξει λαὸν πολύν, καὶ συγκόψουσι τάς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβήνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔθνος ἐπὶ ἔθνος μάχαιραν, καὶ οὐ μάθωσιν ἔτι πολεμεῖν. Καὶ νῦν  σύ, οἶκος τοῦ Ἰακώβ, δεῦτε, καὶ πορευθῶμεν ἐν τῷ φωτὶ Κυρίου· ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ, τὸν οἶκον τοῦ Ἰακώβ, ὅτι ἐνεπλήσθη ἡ χώρα αὐτῶν, ὡς τὸ ἀπαρχῆς, κλυδωνισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων, καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγεννήθη αὐτοῖς. Ἐνεπλήσθη γὰρ ἡ χώρα αὐτῶν ἀργυρίου καὶ χρυσίου, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν, καὶ ἐνεπλήσθη ἡ γῆ ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τῶν ἁρμάτων αὐτῶν, καὶ ἐνεπλήσθη ἡ γῆ βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν, καὶ προσεκύνησαν, οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν. Καὶ ἔκυψεν ἄνθρωπος, καὶ ἐταπεινώθη ἀνήρ, καὶ οὐ μὴ ἀνοίσω αὐτούς. Καὶ νῦν  εἰσέλθετε εἰς τὰς πέτρας, καὶ κρύπτεσθε εἰς τὴν γῆν, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Οἱ γὰρ ὀφθαλμοὶ Κυρίου, ὑψηλοί, ὁ δὲ ἄνθρωπος ταπεινός, καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

Προκείμενον  Ἦχος πλ. β'  Ψαλμὸς ι'
Δίκαιος Κύριος, καὶ δικαιοσύνας ἠγάπησεν.
Στίχ. πὶ τῷ Κυρίῳ πέποιθα, πῶς ἐρεῖτε τῇ  ψυχῇ μου;

ΤΗ ΤΕΤΑΡΤΗ ΤΗΣ Α’ ΕΒΔΟΜΑΔΟΣ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ 
Στιχηρὸν.
Ἦχος πλ. δ'
Νηστεύοντες ἀδελφοὶ σωματικῶς, νηστεύσωμεν καὶ πνευματικῶς, λύσωμεν πάντα σύνδεσμον ἀδικίας, διαρρήξωμεν στραγγαλιάς, βιαίων συναλλαγμάτων· πᾶσαν συγγραφήν ἄδικον διασπάσωμεν, δώσωμεν πεινῶσιν ἄρτον, καὶ πτωχοὺς ἀστέγους εἰσαγάγωμεν εἰς οἴκους, ἵνα λάβωμεν παρὰ Χριστοῦ τοῦ Θεοῦ, τὸ μέγα ἔλεος. (Δίς)
Μαρτυρικὸν.
Εἴ τις ἀρετή, καὶ εἴ τις ἔπαινος, πρέπει τοῖς Ἁγίοις· ξίφεσι γὰρ ἔκλιναν τοὺς αὐχένας, διὰ σὲ τὸν κλίναντα οὐρανούς, καὶ καταβάντα, ἐξέχεαν τὸ αἷμα αὐτῶν, διὰ σὲ τὸν κενώσαντα σαυτόν, καὶ μορφὴν δούλου λαβόντα, ἐταπεινώθησαν ἕως θανάτου, τὴν πτωχείαν σου μιμούμενοι ὧν ταῖς εὐχαῖς, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ὁ Θεός, ἐλέησον ἡμᾶς.
Εἶτα, προσόμοια τοῦ Κυρίου Ἰωσὴφ
Ἦχος β’  Ὡς ὡράθης Χριστὲ. 
Φεγγοβόλους ὑμᾶς, ὡς ἀστραπὰς εἰς πάντα Κόσμον, Ἰησοῦς ὁ νοητὸς ὄντως ἥλιος ἐξαποστείλας, ἀπεμείωσε ταῖς λαμπρότησι, τοῦ ὑμῶν ἐνθέου
κηρύγματος, πλάνης τὸ σκότος, θεόπται Ἀπόστολοι, καὶ ἐφώτισε τοὺς ἐν ζόφῳ, τῆς ἀγνωσίας κεκρατημένους πονηρῶς, ὅνπερ ἐκδυσωπήσατε, καταπέμψαι καὶ ἡμῖν τὸν φωτισμόν, καὶ τὸ μέγα ἔλεος.
ρετῶν Ἠλιού, προσεπιβὰς ἅρματι θείῳ, τῇ νηστείᾳ λαμπρυνθεὶς ἀνεφέρετο, ἐπὶ τὸ ὕψος τὸ οὐράνιον. Τοῦτον ζήλωσον, ταπεινὴ ψυχή μου καὶ νήστευσον, πάσης κακίας, καὶ φθόνου καὶ ἔριδος, καὶ τρυφῆς ἀπορρεούσης, καὶ ἐνηδόνου, ὅπως ὀδύνην χαλεπὴν ἐκφύγῃς, διαιωνίζουσαν, τῆς γεέννης ἐκβοῶσα τῷ  Χριστῷ. Κύριε δόξα σοι.
Ἕτερον τοῦ Κυρίου Θεοδώρου.
Ἦχος πλ. α’  Ὅσιε Πάτερ. 
πόστολοι θεῖοι, τοῦ Κόσμου θερμότατοι πρεσβευταί, καὶ τῶν ὀρθοδόξων προασπισταί, ἔχοντες παρρησίας τὸ κράτος, πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν, ὑπὲρ ἡμῶν αἰτήσασθε, δεόμεθα πανσεβάσμιοι, ἵνα τῶν Νηστειῶν, τὸν ἀγαθὸν καιρόν, εὐμαρῶς ποιησώμεθα, καὶ τῆς ὁμοουσίου Τριάδος, τὴν χάριν δεξώμεθα. Μεγαλοκήρυκες ἔνδοξοι, εὔχεσθε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ τοῦ Μηναίου, Προσόμοια δ’
Δόξα... Καὶ νῦν ... Θεοτοκίον 
Προκείμενον  Ἦχος πλ. α'  Ψαλμὸς ια'
Σύ, Κύριε, φυλάξαις ἡμᾶς, καὶ διατηρήσαις ἡμᾶς.
Στίχ. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος.  
Γενσεως τ νγνωσμα
(Κεφ. Α', 24 - Β', 3)
Εἶπεν ὁ Θεός· Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα, καὶ ἑρπετά, καὶ θηρία τῆς γῆς, κατὰ γένος, καὶ ἐγένετο οὕτω. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ θηρία τῆς γῆς, κατὰ γένος αὐτῶν, καὶ τὰ κτήνη, κατὰ γένος αὐτῶν, καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς, κατὰ γένος αὐτῶν. Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλά. Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον, κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν, τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἀνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεός, λέγων· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς, καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν, τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. Καὶ εἶπεν ὁ Θεός· ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον σπεῖρον σπέρμα, ὃ ἐστιν ἐπάνω πάσης τῆς γῆς, καὶ πᾶν ξύλον, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου, ὑμῖν ἔσται εἰς βρῶσιν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ πνοὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. Καὶ ἐγένετο οὕτω. Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα, ὅσα ἐποίησε. καὶ ἰδού, καλὰ λίαν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα ἕκτη. Καὶ συνετελέσθησαν ὁ οὐρανός καὶ ἡ γῆ, καὶ πᾶς ὁ κόσμος αὐτῶν. Καὶ συνετέλεσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ, ἃ ἐποίησε, καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε. Καὶ εὐλόγησεν ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην, καὶ ἡγίασεν αὐτήν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι.

Προκείμενον  Ἦχος πλ. β’Ψαλμὸς ιβ’
πίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ Θεός μου.
Στίχ. ως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος;  
Παροιμιν τ νγνωσμα
(Κεφ. Β', 1-22)
Υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς, κρύψῃς παρὰ σεαυτῷ, ἐπακούσεται σοφίας τὸ, οὖς σου, καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν· παραβαλεῖς δὲ αὐτὴν εἰς νουθέτησιν τῷ  υἱῷ σου. Ἐὰν γὰρ τὴν σοφίαν ἐπικαλέσῃ, καὶ τῇ συνέσει δῷς φωνήν σου, καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον, καὶ ὡς θησαυρὸν ἐξερευνήσῃς αὐτήν, τότε συνήσεις φόβον Κυρίου, καὶ ἐπίγνωσιν Θεοῦ εὑρήσεις, ὅτι Κύριος δίδωσι σοφίαν, καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις. Καὶ θησαυρίζει τοῖς κατορθοῦσι σωτηρίαν, ὑπερασπιεῖ δὲ τὴν πορείαν αὐτῶν, τοῦ φυλάξασθαι ὁδοὺς δικαιωμάτων. καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει. Τότε συνήσεις δικαιοσύνην καὶ κρῖμα, καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς. Ἐὰν γὰρ ἔλθῃ ἡ σοφία εἰς σὴν διάνοιαν, ἡ δὲ αἴσθησις τῇ σῇ ψυχῇ καλὴ εἶναι δόξῃ, βουλὴ καλὴ φυλάξει σε· ἔννοια δὲ ὁσία τηρήσει σε, ἵνα ῥύσηταί σε ἀπὸ ὁδοῦ κακῆς, καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν πιστόν. Ὢ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας, τοῦ πορευθῆναι ἐν ὁδοῖς σκότους! Ὢ οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς, καὶ χαίροντες ἐπὶ διαστροφῂ κακῂ! ὧν αἱ τρίβοι σκολιαί, καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν, τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας, καὶ ἀλλότριον τῆς δικαίας γνώμης. Υἱέ, μή σε καταλάβῃ βουλὴ κακή, ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος, καὶ διαθήκην θείαν ἐπιλελησμένη· ἔθετο γὰρ παρὰ τῷ  θανάτῳ τὸν οἶκον αὐτῆς, καὶ παρὰ τῷ  ᾍδῃ μετὰ τῶν γηγενῶν τοὺς ἄξονας,  αὐτῆς. Πάντες οἱ πορευόμενοι ἐν αὐτῇ οὐκ ἀναστρέψουσιν, οὐδὲ μὴ καταλάβωσι τρίβους εὐθείας· οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς. Εἰ γὰρ ἐπορεύοντο τρίβους ἀγαθάς, εὕροσαν ἂν τρίβους τὰς τῶν δικαίων, λείας. Χρηστοὶ ἔσονται οἰκήτορες γῆς, ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ, ὅτι εὐθεῖς κατασκηνώσουσι γῆν, καὶ ὅσιοι ὑπολειφθήσονται ἐν αὐτῇ. Ὁδοὶ ἀσεβῶν ἐκ γῆς ὀλοῦνται, οἱ δὲ παράνομοι ἐξολοθρευθήσονται ἀπ' αὐτῆς.

ΤΗ ΤΕΤΑΡΤΗΤΗΣ Α’ ΕΒΔΟΜΑΔΟΣ
ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝ 
Ἐλέησον μὲ ὁ Θεός, ἐλέησόν με. 
Ὠδὴ α'  Ἦχος πλ. β'
Ὁ Εἱρμὸς. 
Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν· ἐνδόξως γὰρ δεδόξασται. (Δίς) 
κ νεότητος Σωτήρ, τὰς ἐντολάς σου ἐπαρωσάμην, ὅλον ἐμπαθῶς, ἀμελῶν, ῥαθυμῶν, παρῆλθον τὸν βίον· διὸ κράζω σοι Σωτήρ, κἄν ἐν τῷ τέλει· Σῶσόν με.
ρριμμένον με Σωτήρ, πρὸ τῶν θυρῶν σου κἄν ἐν τῷ γήρει, μή με ἀπορρίψῃς εἰς ᾍδου κενόν, ἀλλὰ πρὸ τοῦ τέλους, ὡς φιλάνθρωπός μοι δός, παραπτωμάτων ἄφεσιν.
Τὴν οὐσίαν μου Σωτήρ, καταναλώσας ἐν ἀσωτίᾳ, ἔρημός εἰμι, ἀρετῶν
εὐσεβῶν, λιμώττων δὲ κράζω· Ὁ Πατὴρ τῶν οἰκτιρμῶν, προφθάσας σύ με οἴκτειρον.
λῃσταῖς περιπεσών, ἐγὼ ὑπάρχων τοῖς λογισμοῖς μου, ὅλως ὑπ' αὐτῶν τετραυμάτισμαι νῦν , ἐπλήσθην μωλώπων, ἀλλ' αὐτός μοι ἐπιστάς, Χριστὲ Σωτὴρ ἰάτρευσον.
ερεύς με προϊδών, ἀντιπαρῆλθε, καὶ ὁ Λευΐτης, βλέπων ἐν δεινοῖς, ὑπερεῖδε γυμνόν, ἀλλ' ὁ ἐκ Μαρίας, ἀνατείλας Ἰησοῦς, σὺ ἐπιστάς με οἴκτειρον.
σα το Θεο πρσβευε πρ μν
Σύ μοι δίδου φωταυγῆ, ἐκ θείας ἄνωθεν προμηθείας, χάριν ἐκφυγεῖν, τῶν παθῶν σκοτασμόν· καὶ ᾆσαι προθύμως, τοῦ σοῦ βίου τὰ τερπνά, Μαρία διηγήματα.
Δόξα...
περούσιε Τριάς, ἡ ἐν Μονάδι προσκυνουμένη, ᾆρον τὸν κλοιόν, ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.
Καὶ νῦν ... Θεοτοκίον.
Θεοτόκε ἡ ἐλπίς, καὶ προστασία τῶν σὲ ὑμνούντων, ᾆρον τὸν κλοιόν, ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς Δέσποινα ἁγνή, μετανοοῦντα δέξαι με.
Ὠδὴ β’
Ὁ Εἱρμὸς. 
Πρόσεχε, Οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστὸν τὸν ἐκ Παρθένου σαρκί, ἐπιδημήσαντα.
λίσθησα, ὡς ὁ Δαυῒδ ἀκολάστως, καὶ βεβορβόρωμαι, ἀλλ' ἀποπλύναις κᾀμέ, Σωτὴρ τοῖς δάκρυσί μου.
Οὐ δάκρυα, οὐδὲ μετάνοιαν ἔχω, οὐδὲ κατάνυξιν, αὐτός μοι ταῦτα Σωτήρ, ὡς Θεὸς δώρησαι.
πώλεσα, τὸ πρωτόκτιστον κάλλος, καὶ τὴν εὐπρέπειάν μου, καὶ ἄρτι κεῖμαι γυμνός, καὶ καταισχύνομαι.
Τὴν θύραν σου, μὴ ἀποκλείσῃς μοι τότε, Κύριε, Κύριε, ἀλλ' ἄνοιξόν μοι αὐτὴν μετανοοῦντί σοι.
νώτισαι, τοὺς στεναγμοὺς τῆς ψυχῆς μου, καὶ τῶν ἐμῶν ὀφθαλμῶν, προσδέχου τοὺς σταλαγμούς· Κύριε σῶσόν με.
Φιλάνθρωπε, ὁ θέλων πάντας σωθῆναι, σὺ ἀνακαλέσαί με, καὶ δέξαι ὡς ἀγαθός, μετανοοῦντά με.
Θεοτοκίον
χραντε, Θεοτόκε Παρθένε μόνη πανύμνητε, ἱκέτευε ἐκτενῶς, εἰς τὸ σωθῆναι ἡμᾶς.
Εἱρμὸς ἄλλος. 
δετε ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ὁ μάννα ἑπομβρήσας, καὶ τὸ ὕδωρ ἐκ πέτρας, πηγάσας πάλαι ἐν ἐρήμῳ τῷ  λαῷ μου, τῇ μόνῃ δεξιᾷ, καὶ τῇ ἰσχύϊ τῇ ἐμῇ.
δετε ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ἐνωτίζου ψυχή μου, τοῦ Κυρίου βοῶντος, καὶ ἀποσπάσθητι τῆς πρῴην ἁμαρτίας, καὶ φοβοῦ ὡς δικαστήν, καὶ ὡς κριτὴν καὶ Θεόν.
Τίνι ὡμοιώθης, πολυαμάρτητε ψυχὴ; οἴμοι τῷ  πρώτῳ Κάϊν, καὶ τῷ  Λάμεχ ἐκείνῳ, λιθοκτονήσασα τὸ σῶμα κακουργίαις, καὶ κτείνασα τὸν νοῦν, ταῖς παραλόγοις ὁρμαῖς.
Πάντας τοὺς πρὸ νόμου, παραδραμοῦσα ὦ ψυχή, τῷ  Σὴθ οὐχ ὡμοιώθης, οὐ τὸν Ἐνὼς ἐμιμήσω, οὐ τὸν Ἐνὼχ τῇ μεταθέσει, οὐ τὸν Νῶε, ἀλλ' ὤφθης πενιχρά, τῆς τῶν δικαίων ζωῆς.
Μόνη ἐξήνοιξας, τοὺς καταρράκτας τῆς ὀργῆς, τοῦ Θεοῦ σου ψυχή μου, καὶ κατέκλυσας πᾶσαν, ὡς γῆν τὴν σάρκα, καὶ τὰς πράξεις, καὶ τὸν βίον, καὶ ἔμεινας ἐκτός, τῆς σωστικῆς Κιβωτοῦ.
σα το Θεο, πρσβευε πρ μν.
λῃ προθυμίᾳ, πόθῳ προσέδραμες Χριστῷ, τὴν πρὶν τῆς ἁμαρτίας, ὁδὸν ἀποστραφεῖσα, καὶ ἐν ἀβάτοις ταῖς ἐρήμοις τρεφομένη, καὶ τούτου καθαρῶς, τελοῦσα θείας ἐντολάς.
Δόξα...
ναρχε ἄκτιστε, Τριὰς ἀμέριστε Μονάς, μετανοοῦντά με δέξαι, ἡμαρτηκότα σῶσον· σόν εἰμι πλάσμα, μὴ παρίδῃς, ἀλλὰ φεῖσαι, καὶ ῥῦσαι, τοῦ πυρὸς τῆς καταδίκης με.
Καὶ νῦν ... Θεοτοκίον.
χραντε Δέσποινα, Θεογεννῆτορ ἡ ἐλπίς, τῶν εἰς σὲ προστρεχόντων, καὶ λιμὴν τῶν ἐν ζάλῃ, τὸν ἐλεήμονα, καὶ Κτίστην καὶ Υἱόν σου, ἱλέωσαι κᾀμοί, ταῖς ἱκεσίαις ταῖς σαῖς.  
Ὠδὴ γ’
Ὁ Εἱρμὸς. 
Στερέωσον Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, σαλευθεῖσαν τὴν καρδίαν μου, ὅτι μόνος, Ἅγιος ὑπάρχεις καὶ Κύριος. (Δίς)
Τὴν εὐλογίαν τοῦ Σήμ, οὐκ ἐκληρώσω ψυχὴ ἀθλία, οὐ πλατεῖαν τὴν κατάσχεσιν, ὡς Ἰάφεθ, ἔσχες ἐν τῇ γῇ τῆς ἀφέσεως.
κ γῆς Χαρρὰν ἔξελθε, τῆς ἁμαρτίας ψυχή μου, δεῦρο εἰς γῆν ῥέουσαν ἀείζωον, ἀφθαρσίαν, ἣν ὁ Ἀβραὰμ ἐκληρώσατο.
Τὸν Ἀβραὰμ ἤκουσας, πάλαι ψυχή μου καταλιπόντα, γῆν πατρῴαν, καὶ γενόμενον, μετανάστην, τούτου τὴν προαίρεσιν μίμησαι.
ν τῇ δρυῒ τῇ Μαμβρῇ, φιλοξενήσας ὁ Πατριάρχης, τοὺς Ἀγγέλους ἐκληρώσατο, μετὰ γῆρας, τῆς ἐπαγγελίας τὸ θήραμα.
Τὸν Ἰσαὰκ τάλαινα, γνοῦσα ψυχή μου καινὴν θυσίαν, μυστικῶς ὁλοκαρπούμενον, τῷ  Κυρίῳ, μίμησαι αὐτοῦ τὴν προαίρεσιν.
Τὸν Ἰσραὴλ ἤκουσας, νῆφε ψυχή μου ἐκδιωχθέντα, ὡς παιδίσκης ἀποκύημα, βλέπε μήπως, ὅμοιόν τι πάθῃς λαγνεύουσα.
σα το Θεο, πρσβευε πρ μν.
Συνέχομαι κλύδωνι, καὶ τρικυμίᾳ Μῆτερ πταισμάτων· ἀλλ' αὐτή με νῦν διάσωσον, καὶ πρὸς ὅρμον, θείας μετανοίας εἰσάγαγε.
σα το Θεο, πρσβευε πρ μν.
κέσιον δέησιν, καὶ νῦν Ὁσία προσαγαγοῦσα, πρὸς τὴν εὔσπλαγχνον πρεσβείαις σου, Θεοτόκον, ἄνοιξον τὰς θείας εἰσόδους μου.
Δόξα...
Μονὰς ἁπλὴ ἄκτιστε, ἄναρχε φύσις ἡ ἐν Τριάδι, ὑμνουμένη ὑποστάσεων, ἡμᾶς σῶσον, πίστει προσκυνοῦντας τὸ κράτος σου.
Καὶ νῦν ... Θεοτοκίον.
Τὸν ἐκ Πατρὸς ἄχρονον, Υἱὸν ἐν χρόνῳ Θεογεννῆτορ, ἀπειράνδρως ἀπεκύησας, ξένον θαῦμα! μείνασα παρθένος θηλάζουσα.  
Ὠδὴ δ’
Ὁ Εἱρμὸς. 
κήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι καὶ ἔλεγεν· Ἀκήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, δόξα τῇ δυνάμει σου Κύριε».
Τὸ σῶμα κατερρυπώθην, τὸ πνεῦμα κατεσπιλώθην, ὅλως ἡλκώθην, ἀλλ' ὡς ἰατρὸς Χριστὲ ἀμφότερα, διὰ μετανοίας μοι θεράπευσον, ἀπόλουσον, κάθαρον, πλῦνον, δεῖξον Σωτήρ μου, χιόνος καθαρώτερον.
Τὸ Σῶμά σου καὶ τὸ Αἷμα, σταυρούμενος ὑπὲρ πάντων, ἔθηκας Λόγε, τὸ μὲν Σῶμα, ἵνα ἀναπλάσῃς με, τὸ δὲ Αἷμα, ἵνα ἀποπλύνῃς με, τὸ πνεῦμα παρέδωκας, ἵνα ἐμὲ προσάξῃς, Χριστὲ τῷ  σῷ Γεννήτορι.
Εἰργάσω τὴν σωτηρίαν, ἐν μέσῳ τῆς γῆς οἰκτίρμον, ἵνα σωθῶμεν, ἑκουσίως ξύλῳ ἀνεσταύρωσαι· ἡ Ἐδὲμ κλεισθεῖσα ἀνεῴγνυτο· τὰ ἄνω, τὰ κάτω, ἡ κτίσις, τὰ ἔθνη πάντα, σωθέντα προσκυνοῦσί σε.
Γενέσθω μοι κολυμβήθρα, τὸ Αἷμα τὸ ἐκ πλευρᾶς σου, ἅμα καὶ πόμα, τὸ πηγάσαν ὕδωρ τῆς ἀφέσεως, ἵνα ἑκατέρωθεν καθαίρωμαι, χριόμενος, πίνων, ὡς χρῖσμα καὶ πόμα Λόγε, τὰ ζωηρά σου λόγια.
Κρατῆρα ἡ Ἐκκλησία, ἐκτήσατο τὴν Πλευράν σου, τὴν ζωηφόρον, ἐξ ἧς ὁ διπλοῦς ἡμῖν ἀνέβλυσε, κρουνὸς τῆς ἀφέσεως καὶ γνώσεως, εἰς τύπον τῆς πάλαι, τῆς νέας, τῶν δύο ἅμα, Διαθηκῶν Σωτὴρ ἡμῶν.
Γυμνός εἰμι τοῦ Νυμφῶνος, γυμνός εἰμι καὶ τοῦ γάμου, ἅμα καὶ δείπνου, ἡ λαμπὰς ἐσβέσθη ὡς ἀνέλαιος, ἡ παστὰς ἐκλείσθη μοι καθεύδοντι, τὸ δεῖπνον ἑβρώθη, ἐγὼ δὲ χεῖρας καὶ πόδας, δεθεὶς ἔξω ἐκβέβλημαι.
Δόξα...
μέριστον τῇ οὐσίᾳ, ἀσύγχυτον τοῖς προσώποις θεολογῶ σε, τὴν Τριαδικὴν μίαν Θεότητα, ὡς ὁμοβασίλειον καὶ σύνθρονον, βοῶ σοι τὸ ᾎσμα, τὸ μέγα, τὸ ἐν ὑψίστοις τρισσῶς ὑμνολογούμενον.
Καὶ νῦν ... Θεοτοκίον.
Καὶ τίκτεις καὶ παρθενεύεις, καὶ μένεις δι' ἀμφοτέρων, φύσει Παρθένος, ὁ τεχθεὶς καινίζει νόμους φύσεως, ἡ νηδὺς δὲ κύει μὴ λοχεύουσα, Θεὸς ὅπου θέλει, νικᾶται φύσεως τάξις· ποιεῖ γὰρ ὅσα βούλεται.  
Ὠδὴ ε’
Ὁ Εἱρμὸς. 
κ νυκτὸς ὀρθρίζοντα Φιλάνθρωπε, φώτισον δέομαι, καὶ ὁδήγησον κᾀμέ, ἐν τοῖς προστάγμασί σου, καὶ δίδαξόν με Σωτήρ, ποιεῖν τὸ θέλημά σου. (Δίς)
ς βαρὺς τὴν γνώμην Φαραὼ τῷ  πικρῷ, γέγονα Κύριε, Ἰαννῆς καὶ Ἰαμβρῆς τὴν ψυχὴν καὶ τὸ σῶμα, καὶ ὑποβρύχιος νοῦς, ἀλλὰ βοήθησόν μοι.
Τῷ πηλῷ συμπέφυρμαι ὁ τάλας τὸν νοῦν, πλῦνόν με Δέσποτα, τῷ  λουτῆρι τῶν ἐμῶν, δακρύων δέομαί σου, τὴν τῆς σαρκός μου στολήν, λευκάνας ὡς χιόνα.
ὰν ἐρευνήσω μου τὰ ἔργα Σωτήρ, ἅπαντα ἄνθρωπον, ὑπερβάντα ἐμαυτόν, ὁρῶ ταῖς ἁμαρτίαις, ὅτι ἐν γνώσει φρενῶν, ἥμαρτον, οὐκ ἀγνοίᾳ.
Φεῖσαι φεῖσαι Κύριε, τοῦ πλάσματός σου. Ἥμαρτον ἄνες μοι, ὁ τῇ φύσει καθαρός, αὐτὸς ὑπάρχων μόνος, καὶ ἄλλος πλήν σου οὐδείς, ὑπάρχει ἔξω ῥύπου.
Δι' ἐμὲ Θεὸς ὢν ἐμορφώθης ἐμέ, ἔδειξας θαύματα, ἰασάμενος λεπρούς, καὶ παραλύτους σφίγξας, Αἱμόρρου στήσας Σωτήρ, ἁφῇ κρασπέδου ῥῦσιν.
σα το Θεο, πρσβευε πρ μν
εῖθρον Ἰορδάνειον περάσασα, εὗρες ἀνάπαυσιν, τὴν ἀνώδυνον σαρκός, ἡδονὴν ἐκφυγοῦσα, ἧς καὶ ἡμᾶς ἐξελοῦ, σαῖς προσευχαῖς Ὁσία.
Δόξα...
Σὲ Τριὰς δοξάζομεν τὸν ἕνα Θεόν, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, ἁπλῆ οὐσία Μονάς, ἀεὶ προσκυνουμένη.
Καὶ νῦν ... Θεοτοκίον.
κ σοῦ ἠμφιάσατο τὸ φύραμά μου, ἄφθορε ἄνανδρε, Μητροπάρθενε Θεός, ὁ κτίσας τοὺς αἰῶνας, καὶ ἥνωσεν ἑαυτῶ, τὴν τῶν ἀνθρώπων φύσιν.  
Ὠδὴ ς’
Ὁ Εἱρμὸς.
βόησα, ἐν ὅλῃ καρδίᾳ μου, πρὸς τὸν οἰκτίρμονα Θεόν, καὶ ἐπήκουσέ μου, ἐξ ᾍδου κατωτάτου, καὶ ἀνήγαγεν ἐκ φθορᾶς τὴν ζωήν μου. (Δίς)
νάστηθι, καὶ καταπολέμησον, ὡς Ἰησοῦς τὸν Ἀμαλήκ, τῆς σαρκὸς τὰ πάθη, καὶ τοὺς Γαβαωνίτας, τοὺς ἀπατηλοὺς λογισμούς, ἀεὶ νικῶσα.
Διάβηθι, τοῦ χρόνου τὴν ῥέουσαν, φύσιν ὡς πρὶν ἡ Κιβωτός, καὶ τῆς γῆς ἐκείνης, γενοῦ ἐν κατασχέσει, τῆς ἐπαγγελίας ψυχή· Θεὸς κελεύει.
ς ἔσωσας, τὸν Πέτρον βοήσαντα, σῶσον προφθάσας με Σωτήρ, τοῦ θηρὸς με ῥῦσαι, ἐκτείνας σου τὴν χεῖρα, καὶ ἀνάγαγε τοῦ βυθοῦ τῆς ἁμαρτίας.
Λιμένα σε, γινώσκω γαλήνιον, Δέσποτα Δέσποτα Χριστέ, ἀλλ' ἐκ τῶν ἀδύτων, βυθῶν τῆς ἁμαρτίας, καὶ τῆς ἀπογνώσεώς με, προφθάσας ῥῦσαι.
Δόξα...
Τριάς εἰμι, ἁπλῆ ἀδιαίρετος, διαιρετὴ προσωπικῶς, καὶ Μονὰς ὑπάρχω, τῇ φύσει ἡνωμένη· ὁ Πατήρ φησι, καὶ Υἱός, καὶ θεῖον Πνεῦμα.
Καὶ νῦν ... Θεοτοκίον.
μήτρα σου, Θεὸν ἡμῖν ἔτεκε, μεμορφωμένον καθ' ἡμᾶς, ἀλλ' ὡς Κτίστην πάντων, δυσώπει Θεοτόκε, ταῖς πρεσβείαις, ταῖς σαῖς ἵνα δικαιωθῶμεν.  
Κοντάκιον.
Ἦχος πλ. β’
Ψυχή μου ψυχή μου, ἀνάστα, τί καθεύδεις; τὸ τέλος ἐγγίζει, καὶ μέλλεις θορυβεῖσθαι, ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.  
Ὠδὴ ζ’
Ὁ Εἱρμὸς.
μάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν σου, οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν, καθὼς ἐνετείλω ἡμῖν. Ἀλλὰ μὴ παραδῴης ἡμᾶς εἰς τέλος, ὁ τῶν Πατέρων Θεός. (Δίς)
Τοῦ Μανασσῆ, ἐπεσώρευσας, τὰ ἐγκλήματα τῇ προαιρέσει, στήσασα ὡς βδελύγματα πάθη, καὶ πληθύνουσα ψυχή, προσωχθίσματα. Ἀλλ' αὐτοῦ τὴν μετάνοιαν, ζηλοῦσα θερμῶς, κτῆσαι κατάνυξιν.
Τὸν Ἀχαὰβ παρεζήλωσας, τοῖς μιάσμασι ψυχή μου, οἴμοι! γέγονας σαρκικῶν μολυσμάτων, καταγώγιον καὶ σκεῦος αἰσχρὸν τῶν παθῶν. Ἀλλ' ἐκ βάθους σου στέναξον, καὶ λέγε Θεῷ, τὰς ἁμαρτίας σου.
κλείσθη σοι, οὐρανὸς ψυχή, καὶ λιμὸς Θεοῦ κατέλαβέ σε, ὅτε τοῖς Ἠλιοῦ τοῦ Θεσβίστου, ὡς ὁ Ἀχαάβ, ἠπείθησας λόγοις ποτέ. Ἀλλὰ τῇ Σαραφθίᾳ ὁμοιώθητι, θρέψον Προφήτου ψυχήν.
νέπρησεν, Ἠλιοὺ ποτέ, δὶς πεντήκοντα τῆς Ἰεζάβελ, ὅτε τοὺς τῆς αἰσχύνης πρεσβύτας, κατηνάλωσεν, εἰς ἔλεγχον τοῦ Ἀχαάβ. Ἀλλὰ φεῦγε τὴν μίμησιν τῶν δύο, ψυχή, καὶ κραταιώθητι.
Δόξα...
Τριὰς ἁπλή, ἀδιαίρετε, Ὁμοούσιε Μονὰς ἁγία φῶτα καὶ Φῶς, καὶ ἅγια τρία, καὶ ἓν ἅγιον, ὑμνεῖται Θεὸς ἡ Τριάς. Ἀλλ' ἀνύμνησον, δόξασον, ζωὴν καὶ ζωάς, ψυχὴ τὸν πάντων Θεόν.
Καὶ νῦν ... Θεοτοκίον.
μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε Θεογεννῆτορ, ὅτι τῆς ἀχωρίστου Τριάδος, ἀπεκύησας τὸν ἕνα Υἱὸν καὶ Θεόν, καὶ αὐτὴ προηνέῳξας ἡμῖν, τοῖς ἐν γῇ τὰ ἐπουράνια.  
Ὠδὴ η’
Ὁ Εἱρμὸς.
ν Στρατιαί, οὐρανῶν δοξάζουσι, καὶ φρίττει τὰ Χερουβίμ, καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτίσις, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Δικαιοκρίτα, Σωτὴρ ἐλέησον, καὶ ῥῦσαί με τοῦ πυρός, καὶ τῆς ἀπειλῆς, ἧς μέλλω ἐν τῇ κρίσει, δικαίως ὑποστῆναι, ἄνες μοι πρὸ τέλους, δι' ἀρετῆς καὶ μετανοίας.
ς ὁ Λῃστὴς ἐκβοῶ σοι· Μνήσθητι, ὡς Πέτρος κλαίω πικρῶς. Ἄνες μοι Σωτήρ, κράζω ὡς ὁ Τελώνης, δακρύω ὡς ἡ Πόρνη, δέξαι μου τὸν θρῆνον, καθὼς ποτὲ τῆς Χαναναίας.
Τὴν σηπεδόνα, Σωτὴρ θεράπευσον, τῆς ταπεινῆς μου ψυχῆς, μόνε ἰατρέ, μάλαγμά μοι ἐπίθες, καὶ ἔλαιον καὶ οἶνον, ἔργα μετανοίας, κατάνυξιν μετὰ δακρύων.
Τὴν Χαναναίαν, κᾀγὼ μιμούμενος· Ἐλέησόν με βοῶ, τῷ  Υἱῷ Δαυΐδ, ἅπτομαι τοῦ κρασπέδου, ὡς ἡ Αἱμορροοῦσα, κλαίω ὡς ἡ Μάρθα, καὶ Μαρία ἐπὶ Λαζάρου.
Ελογομεν Πατρα, Υἱόν, κα γιον Πνεμα.
ναρχε Πάτερ, Υἱὲ συνάναρχε, Παράκλητε ἀγαθέ, Πνεῦμα τὸ εὐθές, Λόγου Θεοῦ Γεννῆτορ, Πατρὸς ἀνάρχου Λόγε, Πνεῦμα ζῶν καὶ κτίζον, Τριὰς Μονὰς ἐλέησόν με.
Καὶ νῦν ... Θεοτοκίον.
ς ἐκ βαφῆς, ἁλουργίδος Ἄχραντε, ἡ νοητὴ πορφυρίς, τοῦ Ἐμμανουήλ, ἔνδον ἐν τῇ γαστρί σου, ἡ σάρξ συνεξυφάνθη· ὅθεν Θεοτόκον ἐν ἀληθείᾳ σὲ τιμῶμεν.
Ὠδὴ θ’
Ὁ Εἱρμὸς.
σπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν.
 Τὰς νόσους ἰώμενος, πτωχοῖς εὐηγγελίζετο, Χριστὸς Λόγος, κυλλοὺς ἐθεράπευσε, τελώναις συνήσθιεν, ἁμαρτωλοῖς ὡμίλει, τῆς Ἰαείρου θυγατρός, τὴν ψυχὴν προμεταστᾶσαν, ἐπανήγαγεν ἁφῇ τῆς χειρός.
Τελώνης ἐσῴζετο, καὶ Πόρνη ἐσωφρόνιζε, καὶ Φαρισαῖος, αὐχῶν κατεκρίνετο· μὲν γάρ, Ἱλάσθητι, δέ, Ἐλέησόν με, δὲ ἐκόμπαζε, βοῶν· Θεὸς εὐχαριστῶ σοι, καὶ ἑξῆς τὰ τῆς ἀνοίας ῥητά.
Ζακχαῖος Τελώνης ἦν, ἀλλ' ὅμως διεσῴζετο, καὶ Φαρισαῖος, Σίμων ἐσφάλλετο, καὶ Πόρνη ἐλάμβανε, τὰς ἀφεσίμους λύσεις, παρὰ τοῦ ἔχοντος ἰσχύν, ἀφιέναι ἁμαρτίας· ἣν ψυχὴ σπεῦσον μιμήσασθαι.
Τὴν Πόρνην τάλαινα, ψυχή μου οὐκ ἐζήλωσας, ἥτις λαβοῦσα, μύρου τὸ ἀλάβαστρον, σὺν δάκρυσιν ἤλειψε, τοὺς πόδας τοῦ Κυρίου, ἐξέμαξε δὲ ταῖς θριξί, τῶν ἀρχαίων ἐγκλημάτων, τὸ χειρόγραφον ῥηγνύντος αὐτῇ.
Τὰς πόλεις αἷς ἔδωκε, Χριστὸς τὸ Εὐαγγέλιον, ψυχή μου ἔγνως, ὅπως κατηράθησαν· φοβοῦ τὸ ὑπόδειγμα, μὴ γένῃ ὡς ἐκεῖναι· ταῖς ἐν Σοδόμοις γὰρ αὐτάς, Δεσπότης παρεικάσας, ἕως ᾍδου κατεδίκασε
Μὴ χείρων ὦ ψυχή μου, φανῇς δι' ἀπογνώσεως, τῆς Χαναναίας, τὴν πίστιν ἀκούσασα, δι' ἧς τὸ θυγάτριον, λόγῳ Θεοῦ ἰάθη. Υἱὲ Δαυῒδ σῶσον κᾀμέ, ἀναβόησον ἐκ βάθους, τῆς καρδίας ὡς ἐκείνη Χριστῷ.
γιε το Θεο, πρσβευε πρ μν
νδρέα σεβάσμιε, καὶ Πάτερ τρισμακάριστε, Ποιμὴν τῆς Κρήτης, μὴ παύσῃ δεόμενος, ὑπὲρ τῶν σὲ ὑμνούντων, ἵνα ῥυσθῶμεν πάσης, ὀργῆς καὶ θλίψεως καὶ φθορᾶς, καὶ πταισμάτων λυτρωθῶμεν, οἱ τιμῶντές σου τὴν μνήμην ἀεί.
Δόξα...
Πατέρα δοξάσωμεν, Υἱὸν ὑπερυψώσωμεν τὸ θεῖον Πνεῦμα, πιστῶς προσκυνήσωμεν, Τριάδα ἀχώριστον, Μονάδα κατ' οὐσίαν, ὡς φῶς καὶ φῶτα καὶ ζωήν, καὶ ζωὰς ζωοποιοῦσαν, καὶ φωτίζουσαν τὰ πέρατα.
Καὶ νῦν ... Θεοτοκίον.
Τὴν Πόλιν σου φύλαττε, Θεογεννῆτορ πάναγνε· ἐν σοὶ γὰρ αὕτη, πιστῶς βασιλεύουσα, ἐν σοὶ καὶ κρατύνεται, καὶ διὰ σοῦ νικῶσα, τροποῦται πάντα πειρασμόν, καὶ σκυλεύει πολεμίους, καὶ διέπει τὸ ὑπήκοον.
σπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου