ΤΗ ΤΡΙΤΗ ΤΗΣ Β’
ΕΒΔΟΜΑΔΟΣ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Τὰ
Τριαδικά τὰ τοῦ Ἤχου καὶ μετὰ τὴν α’ Στιχολογίαν, Καθίσματα Κατανυκτικά, καὶ
Θεοτοκίον τοῦ αὐτοῦ Ἤχου. Εἰς δὲ τὴν β’ Στιχολογίαν τὸ παρὸν Κάθισμα.
Ἦχος πλ. Δ’
Ἀνέστης ἐκ νεκρῶν.
Τὰ πάθη χαλινῷ, τῆς ἀμώμου Νηστείας, ἐπέχοντες τὸν νοῦν, πρὸς σεπτὰς
θεωρίας, πίστει τελειοτάτῃ, ἀναπτερῶσαι πάντες σπουδάσωμεν, ὅπως τῆς
χαμαιζήλου, τοῦ βίου τρυφῆς καταφρονήσωμεν, καὶ οὐρανίου τύχωμεν ζωῆς, καὶ
θείας ἐλλάμψεως.
Θεοτοκίον.
Εἰς πέλαγος δεινόν, ἐμπεσὼν ἀθυμίας, ἐκ πλήθους πονηρῶν,
καὶ ἀθέσμων μου ἔργων, ἦλθον εἰς ἀπορίαν, καὶ ἀπογνώσει νυνὶ συνέχομαι,
Δέσποινα Θεοτόκε, αὐτή με σῶσον, αὐτὴ βοήθησον· ἁμαρτωλῶν γὰρ σὺ ὁ ἱλασμός, καὶ
κάθαρσις σωτήριος.
Εἰς τὴν γ’ Στιχολογίαν.
Κάθισμα Ἦχος πλ. δ’
Ἀνέστης ἐκ νεκρῶν.
Προθεῖσα μυστικήν, ἡ νηστεία τράπεζαν, προτρέπεται ἡμᾶς,
δαψιλῶς ἐμφορηθῆναι, φάγωμεν ὥσπερ βρῶσιν, τὰ ἀείζῳα δῶρα τοῦ Πνεύματος, πίωμεν
ὥσπερ πόμα, τὰ τῶν δακρύων ῥεῖθρα θεόρρυτα, καὶ εὐφρανθέντες αἶνον τῷ Θεῷ
ἀπαύστως προσοίσωμεν.
Θεοτοκίον.
Ἐκ πάσης ἀπειλῆς,
καὶ κακίας ἀνθρώπων, διάσωσον ἡμᾶς, Παναγία Παρθένε· σὲ γὰρ ἔχομεν σκέπην, καὶ
προστασίαν οἱ καταφεύγοντες, ἐπὶ σοὶ Θεομῆτορ, καὶ τόν τεχθέντα ἐκ σοῦ Θεὸν
ἡμῶν, ὃν ἐκδυσώπει ῥύσασθαι ἡμᾶς, κινδύνων καὶ θλίψεων.
Ὁ Κανὼν τοῦ Μηναίου, καὶ τὰ παρόντα Τριῴδια κατὰ τὴν τάξιν αὐτῶν. Στιχολογοῦμεν δὲ καὶ τὴν β’ Ὠδήν.
Τριῴδιον ποίημα Ἰωσηφ.
Ὠδὴ β’ Ἦχος πλ. δ’
Ὁ Εἱρμὸς.
Ἴδετε, ἴδετε, ὅτι
ἐγώ εἰμι ὁ Θεὸς ὑμῶν, ὁ πρὸ τῶν αἰώνων γεννηθεὶς ἐκ τοῦ Πατρός, καὶ ἐκ τῆς
Παρθένου ἐπ' ἐσχάτων, δίχα ἀνδρὸς κυηθείς, καὶ λύσας τὴν ἁμαρτίαν, τοῦ
προπάτορος Ἀδὰμ ὡς φιλάνθρωπος.
Στέναξον δάκρυσον, ψυχὴ ἐπίστρεψον μετανόησον, ἤγγικεν ἡ
ἡμέρα, ἐπὶ θύραις ὁ Κριτής, πρὸς ἀπολογίαν ἑτοιμάζου, καὶ βόησον· Ἡμάρτηκά σοι
Οἰκτίρμον, ἐλεῆμον ἀγαθέ, σύ με οἴκτειρον.
Κόρον ἁμαρτίας, ψυχή μου μίσησον τὸν ὀλέθριον, τρύφησον τῷ
κόρῳ τῆς νηστείας ἐμμελῶς, τὰς σωτηριώδεις ἐντολάς, βρῶμα ποίησον, ἀπόλαυσιν
προξενούσας, αἰωνίων ἀγαθῶν διὰ πίστεως.
Ἄγγελοι, Δυνάμεις,
Ἀρχαί, Ἀρχάγγελοι, Κυριότητες, θρόνοι, Ἐξουσίαι, Χερουβίμ, καὶ Σεραφίμ, τὸν
ἀγαθοδότην, καὶ Θεὸν ἱκετεύσατε, συγχώρησιν ὀφλημάτων, καὶ παθῶν ἀπαλλαγήν,
δωρηθῆναι ἡμῖν.
Θεοτοκίον.
Ἡ μόνη κυήσασα,
τὸν ἄναρχον Λόγον Πανάμωμε, ἐκ σοῦ σαρκωθέντα, καὶ μὴ τραπέντα, ὅπερ ἦν,
μείνασα παρθένος, μετὰ τόκον ἀνύμφευτε, ἱκέτευε ὑπὲρ πάντων λυτρωθῆναι, ἐκ
φθορᾶς τὴν ζωὴν ἡμῶν.
Ἕτερον Ποίημα Θεοδώρου.
Εἱρμὸς.
Ἴδομεν, ἔγνωμεν,
ὡς ἀγαθὸς ἡμῖν εἰς μετάνοιαν, ὃν καιρὸν ὡρίσω, ἀλλ' ἐν τούτῳ ὁ Θεὸς πρόσδεξαι
ἡμῶν τὰς προσευχάς, καὶ κατεύθυνον ἐνώπιόν σου Οἰκτίρμον, ὡς θυμίαμα καλόν,
ὥσπερ θυσίαν δεκτήν.
Φρίττω καὶ πτοοῦμαι, κατανοούμενος ὅσα ἥμαρτον· Πῶς σοι
ὑπαντήσω; πῶς ὀφθῶ σοι φοβερὲ; πῶς δὲ παραστῶ τῷ ἀδεκάστῳ σου Βήματι; διὸ
φεῖσαί μου Οἰκτίρμον ἐν τῇ ὥρᾳ, ὅταν μέλλῃς κρῖναι πᾶσαν τὴν γῆν.
Δόξα...
Ὑπερτελεστάτη
Μονάς, ὑπέρθεε, τρισυπόστατε, ἀγέννητε Πάτερ, καὶ Υἱὲ μονογενές, Πνεῦμα ἐκ
Πατρὸς ἐκπορευθέν, δι' Υἱοῦ δὲ φανέν, οὐσία μία καὶ φύσις, κυριότης βασιλεία,
σῶσον πάντας ἡμᾶς.
Καὶ νῦν... Θεοτοκίον.
Ἄρρητον τὸ θαῦμα,
τῆς σῆς κυήσεως Μητροπάρθενε· πῶς γὰρ καὶ λοχεύεις, καὶ ἁγνεύεις ἐνταυτῶ; πῶς
παιδοτοκεῖς καὶ ἀγνοεῖς, πεῖραν ὅλως ἀνδρός; Ὡς οἶδεν ὁ ὑπὲρ φύσιν, ἐξ ἐμοῦ
καινοπρεπῶς, Λόγος Θεοῦ γεννηθείς.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Σὺ τοὺς Νινευΐτας, μετανοήσαντας καὶ νηστεύσαντας, τῆς
ἀπειλουμένης, ἐπανήγαγες ὀργῆς, τοὺς δὲ Σοδομίτας, ἐν πυρὶ ἀπετέφρωσας, ἐν
πλησμονῇ ἀσελγοῦντας. Ἀλλὰ ῥῦσαί με Χριστέ, τῆς ἀπειλῆς αὐτῶν.
Ὁ Εἱρμὸς.
Ἴδετε ἴδετε, ὅτι
ἐγώ εἰμι ὁ Θεὸς ἡμῶν, ὁ καθιερώσας ἀπαρχὴν ὑμῖν δεκτήν, τὴν ἐξ ἡμερῶν ὅλου τοῦ
ἔτους ἀποδεκάτωσιν, καὶ ταύτην δοὺς τῷ λαῷ μου, εἰς ἐκλύτρωσιν παθῶν, εἰς
σωτηρίας ἀρχήν.
Ὠδὴ η’
Οἱ θεορρήμονες Παῖδες.
Ὁ δικαιώσας
στενάξαντα τὸν Τελώνην, ὁ οἰκτειρήσας τὴν Πόρνην, ἀπὸ καρδίας δακρύσασαν, σῶσον
οἴκτειρον Σῶτερ, ψυχὰς τῶν ὑμνούντων σε.
Καρποφορήσωμεν πράξεις ἐναρέτους, διὰ νηστείας Κυρίῳ, καὶ
βλαβερῶν ἀποσχώμεθα, λογισμῶν, ἵνα ὅλως, τρυφῆς ἐπιτύχωμεν.
Οἱ τῶν Ἀγγέλων χοροί σε δυσωποῦσι, τῶν Ἀποστόλων οἱ δῆμοι,
καὶ τῶν Μαρτύρων τὰ τάγματα, Ἰησοῦ τῷ λαῷ σου, συγχώρησιν δώρησαι.
Θεοτοκίον.
Τὸ ἀλατόμητον ὄρος τὴν Παρθένον, τὴν φωτοφόρον λυχνίαν,
τὴν εὐδιάβατον κλίμακα, καὶ Θεοῦ τὸ χωρίον, πιστοὶ μακαρίσωμεν.
Εἱρμὸς ἄλλος.
Τὸν ἐν ὄρει, ἁγίῳ.
Ἐν εὐσήμῳ, ἡμέρᾳ
ἐγκρατείας, δεῦτε πάντες, σαλπίσωμεν τοῖς ὕμνοις, καὶ ὡς τρυφὴν τοῖς θείοις
εὐωχούμενοι, Κύριον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τούς αἰῶνας.
Τὶς βιβρώσκει, Θεοῦ ἄνθρωπον πάλαι; θὴρ ὁ λέων, ἐκ πλάνης
τοῦ Προφήτου, παρακοῆς τὰ βρώματα δεξάμενον. Βλέπε οὖν ψυχή μου, μή σε ἀπατήσῃ,
γαστριμαργίας ὄφις.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα
Ὡς Μονάδα, τῇ
οὐσίᾳ ὑμνῶ σε, ὡς Τριάδα, τοῖς προσώποις σὲ σέβω, Πάτερ, Υἱέ, καὶ Πνεῦμα τὸ
πανάγιον, ἄναρχον τὸ κράτος, τῆς σῆς βασιλείας, δοξάζω εἰς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον.
Σὺ τὸ ὄρος, τοῦ Θεοῦ ἀνεδείχθης, Θεοτόκε, ἐν ᾧ Χριστὸς
οἰκήσας, θείους ναοὺς εἰργάσατο τοὺς ψάλλοντας· Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Τὴν Νηστείαν, ὡς φύλακα ἁγνείας, καὶ μητέρα, ἀπαθείας
τιμῶντες, δεῦτε λαοὶ ἐκ πόθου ἀσπασώμεθα, Κύριον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες,
εἰς πάντας τοὺς αἰῶνας.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...
Ὁ Εἱρμὸς.
Τὸν ἐν Ὄρει, ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ, πυρὶ τὸ τῆς
Ἀειπαρθένου, τῷ Μωϋσῇ μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς
πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ’
Τὸν προδηλωθέντα.
Ἡ καλὴ νηστεία,
πιαίνουσα τὴν καρδίαν, στάχυν ἀρετῶν ὥριμον, ἐνθέως ἐκβλαστάνει, ἣν ποθήσωμεν,
ἐν ἁγίαις ἡμέραις, τὸν ἁγιασμὸν ὑποδεχόμενοι.
Τὸν ἐν ἁμαρτίαις, πολλαῖς κατεσπιλωμένον, τετραυματισμένον
ὁρῶν καὶ κατακεκριμένον, τῷ σῷ ἐλέει οἰκτείρας, σῶσον ἱκεσίαις Ἐλεῆμον, τῶν
Ἁγίων σου.
Οἴμοι παναθλία, ψυχὴ πῶς ἀπολογήσῃ; ποία φρίκη σε λήψεται,
Κριτοῦ καθεζομένου, μυριάδων παρισταμένων Ἀγγέλων; Σπεῦσον οὖν πρὸ τέλους
μετανόησον.
Θεοτοκίον.
Τὸ βασιλικὸν ὄχημα, τὴν φαιδρὰν νεφέλην, ὄρος τὸ πιώτατον,
ὄρος τετυρωμένον, ἀπειρόγαμε δυσωποῦμεν Παρθένε. Ἴασαι τὰ πάθη τῶν ψυχῶν ἡμῶν.
Εἱρμὸς ὁ αὐτὸς.
Ἀληθῆ νηστείαν,
νηστεύσωμεν τῷ Κυρίῳ, ὡς βρωμάτων ἐγκράτειαν, γλώσσης θυμοῦ καὶ ψεύδους, καὶ
παντὸς ἄλλου ἀλλοτρίωσιν πάθους, ἵνα καθαρῶς τὸ Πάσχα ἴδωμεν.
Σὺ τὸν Σαμουὴλ ἤνθησας, καρπὸν ἡ νηστεία, σὺ ἐτιθηνήσω
Σαμψὼν τὸν μέγαν ἀριστέα, σὺ τελειοῖς Ἱερεῖς καὶ Προφήτας, σὺ ἡμᾶς ἁγίασον,
νηστεία σεμνή.
Δόξα...
Τὸ τρισσοφαὲς Κύριε, τῆς σῆς μοναρχίας, ἐκφαντορικαῖς
λάμψεσιν, εἰς νοῦν ἡμῶν ἀστράπτον, ἀπὸ πλάνης πολυσχιδοῦς ἐπιστρέφει, πρὸς
ἑνωτικὴν ἡμᾶς ἐνθέωσιν.
Καὶ νῦν... Θεοτοκίον.
Σὺ εἶ Θεοτόκε, τὰ ὅπλα ἡμῶν καὶ τεῖχος, σὺ εἶ ἡ ἀντίληψις,
τῶν εἰς σὲ προστρεχόντων, σὲ καὶ νῦν εἰς πρεσβείαν κινοῦμεν, ἵνα λυτρωθῶμεν τῶν
ἐχθρῶν ἡμῶν.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἔχοντες τὸ Πνεῦμα,
τὸ ἅγιον τῆς νηστείας, ἑστιάτορα πλούσιον, τῶν αὐτοῦ χαρισμάτων, ἐμφορηθῶμεν
καὶ δαψιλῶς ἐντρυφῶμεν, τοῦτο ἀνυμνοῦντες ὡς Θεὸν ἡμῶν.
Ὁ Εἱρμὸς.
Τὸν προδηλωθέντα, ἐν ὄρει τῷ Νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ,
τόκον, τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις
μεγαλύνομεν.
Τὸ Φωταγωγικὸν τοῦ Ἤχου.
Ἀπόστιχα τῶν Αἴνων.
Ἰδιόμελον Ἦχος πλ. α’
Ἵνα τί ῥαθυμοῦσα
ψυχή μου, τῇ ἁμαρτίᾳ δουλεύεις; καὶ ἵνα τί ἀσθενοῦσα, τῷ ἰατρῷ οὐ προστρέχεις;
Ἰδοὺ καιρὸς εὐπρόσδεκτος, ἰδοὺ σωτηρίας νῦν ἡμέρα ἀληθής, διεγέρθητι, νίψον σου
τὸ πρόσωπον τοῖς τῆς μετανοίας δάκρυσι, καὶ ἐλαίῳ εὐποιΐας, τὴν λαμπάδα
φαίδρυνον, ὅπως εὕρῃς ἱλασμόν, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ τὸ μέγα ἔλεος. (Δίς)
Μαρτυρικὸν.
Οἱ Ἀθλοφόροι σου Κύριε, τὰς τάξεις τῶν Ἀγγέλων
μιμησάμενοι, ὡς ἀσώματοι, ταῖς βασάνοις ἐνεκαρτέρησαν, μονολόγιστον ἐλπίδα
ἔχοντες, τῶν ἐπηγγελμένων ἀγαθῶν τὴν ἀπόλαυσιν. Ταῖς αὐτῶν πρεσβείαις Χριστὲ ὁ
Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ Κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα
ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Μακαρίζομέν σε, Θεοτόκε, Παρθένε, καὶ δοξάζομέν σε, οἱ
πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ
προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ
Τροπάριον τῆς Προφητείας.
Ἦχος πλ. β’
Ἀξίως ἀνυμνεῖν σε
οὐκ ἔχομεν, ἀλλ' αἰτοῦμεν δεόμενοι· Μὴ συναπολέσῃς ἡμᾶς, ταῖς ἀνομίαις ἡμῶν,
εὐδιάλλακτε Κύριε.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ.
Προκείμενον Ἦχος δ’ Ψαλμὸς κε’
Κύριε, ἠγάπησα εὐπρέπειαν Οἴκου σου.
Στίχ. Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.
(Κεφ. Ε' 7-16)
Τάδε
λέγει Κύριος, ὁ ἀμπελὼν Κυρίου Σαβαώθ, οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ὁ ἄνθρωπος
τοῦ Ἰούδα, νεόφυτον ἠγαπημένον. Ἔμεινα, ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν,
καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν· οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς
οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν προσεγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι! Μὴ
οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ταῦτα· Ἐὰν γὰρ
γένωνται οἰκίαι πολλαί, εἰς ἐρήμωσιν ἔσονται μεγάλαι καὶ καλαί, καὶ οὐκ ἔσονται
οἱ ἐνοικοῦντες ἐν αὐταῖς. Οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν,
καὶ ὁ σπείρων ἀρτάβας ἕξ, ποιήσει μέτρα τρία· οὐαί, οἱ
ἐγειρόμενοι τὸ πρωΐ, καὶ τὰ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ! ὁ γὰρ οἶνος
αὐτοῦ συγκαύσει αὐτούς· μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν,
τὸν οἶνον πίνουσι, τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσι, καὶ τὰ ἔργα τῶν χειρῶν
αὐτοῦ οὐ κατανοοῦσι. Τοίνυν αἰχμάλωτος ὁ λαός μου ἐγενήθη, διὰ τὸ μὴ εἰδέναι
αὐτοὺς τόν Κύριον, καὶ πλῆθος ἐγενήθη νεκρῶν, διὰ λιμὸν καὶ δίψος ὕδατος. Καὶ
ἐπλάτυνεν ὁ ᾍδης τὴν ψυχὴν αὐτοῦ καὶ διήνοιξε τὸ στόμα αὐτοῦ τοῦ μὴ διαλιπεῖν,
καὶ καταβήσονται οἱ ἔνδοξοι, καὶ οἱ μεγάλοι, καὶ οἱ πλούσιοι, καὶ οἱ λοιμοὶ
αὐτῆς, καὶ ὁ ἀγαλλιώμενος ἐν αὐτῇ. Καὶ ταπεινωθήσεται ἄνθρωπος, καὶ
ἀτιμασθήσεται ἀνήρ, καὶ οἱ ὀφθαλμοὶ οἱ μετέωροι ταπεινωθήσονται. Καὶ ὑψωθήσεται
Κύριος Σαβαὼθ ἐν κρίματι, καὶ ὁ Θεὸς ὁ ἅγιος δοξασθήσεται ἐν δικαιοσύνῃ.
Προκείμενον
Ἦχος γ’ Ψαλμὸς κς’
Κύριος
φωτισμός μου, καὶ Σωτήρ μου.
Στίχ. Κύριος
ὑπερασπιστὴς τῆς ζωῆς μου.
ΤΗ ΤΡΙΤΗ ΤΗΣ Β' ΕΒΔΟΜΑΔΟΣ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ἡ συνήθης Στιχολογία, εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ’ καὶ ψάλλομεν τοῦ
Τριῳδίου γ’ καὶ τοῦ Μηναίου γ’.
Στιχηρὰ Προσόμοια,
ποίημα Ἰωσηφ.
Ἦχος α’ Πανεύφημοι Μάρτυρες.
Σταυρῷ ἐξεπέτασας Χριστέ, τὰς ἀχράντους χεῖράς σου,
ἐπισυνάγων τὰ πέρατα· διὸ κραυγάζω σοι· Τὸν ἐσκορπισμένον, νοῦν μου ἐπισύναξον,
αἰχμάλωτον ἑλκόμενον πάθεσι, καὶ παθημάτων με, κοινωνὸν τῶν σῶν ἀνάδειξον,
ἐγκρατείᾳ ὅλον καθαιρόμενον.
Τοὺς Παῖδας στομώσασα ποτέ, ἡ νηστεία ἔδειξε, δυνατωτέρους
ὡς γέγραπται, πυρὸς φλογίζοντος. Ταπεινὴ ψυχή μου, νήστευσον ἀνάπτουσα, ἐν σοὶ
τὴν τοῦ Δεσπότου ἀγάπησιν, δι' ἧς τὴν μέλλουσαν, ἐκφυγεῖν δυνήσῃ γέενναν, καὶ
τὰ πάθη φλέξαι τὰ ὀλέθρια.
Ἕτερον Ποίημα Θεοδώρου.
Ἦχος γ’ Γενναῖοι Μάρτυρες.
Καιρὸς εὐφρόσυνος τῆς Νηστείας, διὰ ἁγνείας φωτοειδοῦς,
καὶ ἀγάπης εἰλικρινοῦς, προσευχῆς φωταυγοῦς, καὶ πάσης ἄλλης ἀρετῆς,
ἐμφορηθέντες πλουσίως, φαιδρῶς ἐκβοήσωμεν· Σταυρὲ τοῦ Χριστοῦ πανάγιε, ὁ
βλαστήσας τὴν τρυφὴν τῆς ζωῆς, πάντας καθαρᾷ σε προσκυνῆσαι καρδίᾳ, ἀξίωσον
ἡμᾶς, ἱλασμὸν ἡμῖν διδούς, καὶ τὸ μέγα ἔλεος.
Καὶ τοῦ Μηναίου, Προσόμοια γ’
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον.
Ἑσπέρας Προκείμενον Ἦχος πλ. β’ Ψαλμὸς κζ’
Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου.
Στίχ. Πρὸς σέ, Κύριε, κεκράξομαι, ὁ Θεός μου.
Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. Δ': 8-15)
Εἶπε Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ· Διέλθωμεν δὴ εἰς τὸ
πεδίον. Καὶ ἐγένετο, ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ, ἀνέστη Κάϊν ἐπὶ Ἄβελ τὸν
ἀδελφὸν αὐτοῦ, καὶ ἀπέκτεινεν αὐτόν. Καὶ εἶπεν ὁ Θεὸς πρὸς Κάϊν· Ποῦ ἐστιν Ἄβελ
ὁ ἀδελφός σου; καὶ εἶπεν· Οὐ γινώσκω, μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγὼ; Καὶ
εἶπεν ὁ Θεός· Τί ἐποίησας τοῦτο; φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ
τῆς γῆς. Καὶ νῦν ἐπικατάρατος σὺ ἐπὶ τῆς γῆς, ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι
τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου, ὅτε ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει
τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι, στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. Καὶ εἶπε Κάϊν πρὸς Κύριον· Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με, καὶ εἰ
ἐκβάλῃς με σήμερον ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ
ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ ἔσται, πᾶς ὁ εὑρίσκων με, ἀποκτενεῖ
με. Καὶ εἶπεν αὐτῷ Κύριος ὁ Θεός· οὐχ οὕτω, πᾶς ὁ ἀποκτείνας Κάϊν, ἑπτὰ
ἐκδικούμενα παραλύσει. Καὶ ἔθετο Κύριος ὁ Θεὸς σημεῖον τῷ Κάϊν, τοῦ μὴ ἀνελεῖν
αὐτόν, πάντα τὸν εὑρίσκοντα αὐτόν.
Προκείμενον. Ἦχος βαρὺς Ψαλμὸς κη’
Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει.
Στίχ. Ἐνέγκατε τῷ Κυρίῳ
υἱοὶ Θεοῦ.
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(Κεφ. Ε': 1-15)
Υἱέ, ἐμῇ σοφίᾳ πρόσεχε, ἐμοῖς δὲ λόγοις παράβαλλε σὸν οὖς,
ἵνα φυλάξης ἔννοιαν ἀγαθήν· αἴσθησιν δὲ ἐμῶν χειλέων ἐντέλλομαί σοι. Μὴ πρόσεχε
φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρός καιρὸν
λιπαίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον
μᾶλλον μαχαίρας διστόμου· τῆς γὰρ ἀφροσύνης πόδες κατάγουσι τοὺς χρωμένους αὐτῇ
μετὰ θανάτου εἰς τὸν ᾍδην, τὰ δὲ ἴχνη αὐτῆς οὐκ ἐρείδεται. Ὁδοὺς γὰρ ζωῆς οὐκ
ἐπέρχεται, σφαλεραὶ δὲ αἱ τροχιαὶ αὐτῆς, καὶ οὐκ εὔγνωστοι. Νὺν οὖν, υἱέ, ἄκουέ
μου, καὶ μὴ ἀκύρους ποιήσῃς ἐμοὺς λόγους. Μακρὰν ποίησον ἀπ' αὐτῆς σὴν ὁδόν, μὴ
ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς, ἵνα μῄ πρόῃ ἄλλοις ζωήν σου, καὶ σὸν βίον
ἀνελεήμοσιν, ἵνα μὴ πλησθῶσιν ἀλλότριοι σῆς ἰσχύος, οἱ δὲ σοὶ πόνοι εἰς οἴκους
ἀλλοτρίους εἰσέλθωσι, καὶ μεταμεληθήσῃ ἐπ' ἐσχάτων σου, ἡνίκα ἂν κατατριβῶσι
σάρκες σώματός σου, καὶ ἐρεῖς· Πῶς ἐμίσησα παιδείαν, καὶ ἐλέγχους δικαίων
ἐξέκλινεν ἡ καρδία μου. Οὐκ ἤκουον φωνῆς παιδεύοντός με καὶ διδάσκοντός με,
οὐδὲ παρέβαλον τὸ οὖς μου, παρ' ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ, ἐν μέσῳ
ἐκκλησίας καὶ συναγωγῆς. Υἱέ, πίνε ὕδατα ἀπὸ σῶν ἀγγείων, καὶ ἀπὸ σῶν φρεάτων
πηγῆς.
Ἀπόστιχα
Ἰδιόμελον Ἦχος γ’
Ὁ σαρκὶ σταυρωθεὶς
Κύριε, καὶ σαυτῷ συσταυρώσας, τὸν παλαιὸν ἡμῶν ἄνθρωπον, τῇ δὲ λόγχῃ νυγεὶς τὴν
πλευράν, καὶ τὸν ἀνθρωπόλεθρον συνεκκεντήσας ὄφιν, καθήλωσον τῷ φόβῳ σου τὰς
σάρκας μου, καὶ τῷ πόθῳ σου τρῶσόν
μου τὴν ψυχήν, ἵνα τὸ σὸν κατοπτριζόμενος πάθος, ἐγκρατῶς διανύσω τὴν τῆς
νηστείας προθεσμίαν, μὴ μόνον γαστρός, ἀλλὰ καὶ τῶν ἄλλων εἰσόδων τῆς ἁμαρτίας
κρατῶν, συντριβὴν δὲ καρδίας, καὶ πνεύματος ταπείνωσιν θύσω σοι, περὶ τῶν
προγεγονότων μοι πταισμάτων ἀφ' ὧν με ῥῦσαι φιλάνθρωπε. (Δίς)
Μαρτυρικὸν.
Προφῆται, καὶ Ἀπόστολοι Χριστοῦ, καὶ Μάρτυρες, ἐδίδαξαν ὑμνεῖσθαι, Τριάδα
ὁμοούσιον, καὶ ἐφώτισαν τὰ ἔθνη τὰ πεπλανημένα, καὶ κοινωνοὺς Ἀγγέλων ἐποίησαν,
τοὺς υἱοὺς τῶν ἀνθρώπων.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον.
Μεγάλη τοῦ Σταυροῦ σου.
Ὁρῶσα τὸν ἐκ σοῦ
τεχθέντα Παναμώμητε, κρεμάμενον ἐν ξύλῳ, ἠλάλαζες βοῶσα· Ποθεινότατόν μου
Τέκνον, ποῦ σου ἔδυ τὸ κάλλος τὸ φωσφόρον, ὃ ἐκαλλώπισε, τῶν ἀνθρώπων τήν
φύσιν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου