ΑΡΧΗ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ
ΜΕΓΑΛΗΣ
ΤΕΣΣΑΡΑΚΟΣΤΗΣ
ΤΗ ΔΕΥΤΕΡΑ ΤΗΣ Α’
ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Σημαίνει βραδύτερον, διὰ τὴν τῆς Ἑσπέρας παράκλησιν· καὶ συναγόμεθα πάντες
κατά τὸν τύπον ἐν τῇ Ἐκκλησίᾳ. Εἳθ' οὕτως ἀνίσταται ὁ Ἱερεύς, καὶ ποιεῖ
τὴν συνήθη μετάνοιαν τῷ Προεστῶτι, καὶ εἰσέρχεται εἰς τὸ ἅγιον Βήμα· καὶ λαβὼν
θυμιατόν, ἳσταται ἐνώπιον τῆς ἁγίας Τραπέζης, καὶ θυμιῶν σταυροειδῶς λέγει·
Εὐλογητός ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν, καὶ ἀεί, καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Καὶ ἡμῶν ἐπειπόντων τὸ, Ἀμήν, ψάλλεται Τρισάγιον χωρὶς μετανοιῶν· μετὰ δὲ τὸ
Πάτερ ἡμῶν, ἐκφωνεῖ ὁ Ἱερεύς· Ὅτι σοῦ ἐστίν ἡ Βασιλεία· καὶ μετά τὸ, Ἀμήν, τὸ,
Κύριε ἐλέησον, ιβ’, καὶ εὐθὺς ὁ Ἱερεύς.
Δόξα τὴ ἁγία καὶ ὁμοουσίω, καὶ ζωοποιῶ καὶ ἀδιαιρέτω Τριάδι, πάντοτε, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ ἀρχόμεθα τοῦ Ἑξαψάλμου, ἄνευ μετανοιῶν, πάση
σιωπῇ καὶ κατανύξει ἀκροώμενοι. Μετὰ δὲ τὴν Συναπτὴν ὑπὸ τοῦ Διακόνου, καὶ τὴν ἐκφώνησιν
ὑπὸ τοῦ Ἱερέως, ψάλλει ὁ ταχθείς Μοναχὸς το, Ἀλληλούϊα, εἰς τὸν τυχόντα Ἦχον τῆς
Ἑβδομάδος καὶ ἡμεῖς τὰ Τριαδικὰ τὰ τοῦ αὐτοῦ Ἦχου, ἅπερ ὁρῶμεν ἐν τῷ τέλει τῆς
Βίβλου, ἤ τὰ τρία πρὸς μίαν ἤ τρισσῶς τὸ ἓν, ως δόξει τῷ Προεστώτι, ψάλλονται δὲ
μετὰ μέλους, μεγαλοφώνως καὶ ἀργῶς. Εἶτα στιχολογοῦμεν τὸ ἓν Κάθισμα τοῦ
Ψαλτηρίου, κατὰ δὲ ἓν Ἀντίφωνον εἰς τὸ, Ἀλληλούϊα, ποιοῦμεν μετανοίας γ’ οἱ
πάντες ἐξίσου. Μετὰ τὴν α’ Στιχολογ. Καθίσματα Κατανυκτικὰ μετὰ τοῦ
Θεοτοκίου, τὰ τοῦ Ἦχου, ὡς ἀνωτέρω. Ἔπειτα Ἀνάγνωσις εἰς τὸν ἅγιον Ἐφραίμ. Μετὰ
δὲ τὴν β’ Στιχολογίαν. Κάθισμα του Τριωδίου τὸ παρόν, τοῦ κυρίου Ἰωσήφ.
Κάθισμα. Ἦχος πλ. β’
Εὐσπλαγχνίας ὑπάρχουσα.
Τῆς Νηστείας τῇ θείᾳ ἀπαρχῇ, κατάνυξιν κτησώμεθα ψυχῆς,
ἐκβοῶντες· Δέσποτα Χριστέ, τὴν προσευχὴν ἡμῶν δέξαι, ἐκλεκτὸν ὥσπερ θυμίαμα,
καὶ ῥῦσαι δεόμεθα δυσώδους φθορᾶς ἡμᾶς, καὶ κολάσεως φρικτῆς, ὁ μόνος ὑπάρχων
εὐδιάλλακτος.
Δόξα... τὸ αὐτὸ.
Καὶ νῦν... Σταυροθεοτοκίον.
Εὐσπλαγχνίας ὑπάρχουσα πηγή, συμπαθείας ἀξίωσον ἡμᾶς,
Θεοτόκε, βλέψον εἰς λαὸν τὸν ἁμαρτήσαντα, δεῖξον ὡς ἀεὶ τὴν δυναστείαν σου· εἰς
σὲ γὰρ ἐλπίζοντες, τὸ Χαῖρε βοῶμέν σοι, ὡς ποτὲ ὁ Γαβριήλ, ὁ τῶν Ἀσωμάτων
Ἀρχιστράτηγος.
Καὶ πάλιν Ἀνάγνωσις εἰς τὸν ἅγιον Ἐφραίμ. Μετὰ
δὲ τὴν γ’ Στιχολογίαν. ἕτερον Κάθισμα τοῦ κυρίου Θεοδώρου.
Κάθισμα. Ἦχος β’
Τὴν ἄχραντον Εἰκόνα σου.
Τὴν πάνσεπτον ἐγκράτειαν, ἐναρξώμεθα φαιδρῶς, ἀκτῖνας ἀπολάμποντες,
τῶν ἁγίων ἐντολῶν, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἀγάπης τὴν λαμπρότητα, προσευχῆς τὴν
ἀστραπήν, ἁγνείας καθαρότητα, εὐανδρείας τὴν ἰσχύν, ὅπως λαμπροφόροι
προφθάσωμεν, εἰς τὴν ἁγίαν καὶ τριήμερον Ἀνάστασιν, τὴν καταλάμπουσαν ἀφθαρσίαν
τῷ κόσμῳ.
Δόξα... τὸ αὐτὸ.
Καὶ νῦν... Θεοτοκίον.
Τὴν ἄμαχον πρεσβείαν σου, κεκτημένος ἐν δεινοῖς, λυτροῦμαι
τῶν θλιβόντων με, παρ' ἐλπίδα θαυμαστῶς, ὦ Μῆτερ Θεοῦ ἡμῶν· προφθάνεις γὰρ σὺ
πάντοτε, τοῖς αἰτοῦσί σε πιστῶς, τὸν ζόφον ἐκδιώκουσα, τῶν πολλῶν ἁμαρτιῶν.
Ὅθεν εὐχαρίστως βοῶμέν σοι· Δέξαι Δέσποινα, βραχέα χαριστήρια, ἀνθ' ὧν ὑπάρχεις
μοι ἐν πᾶσι βοήθεια.
Εἶτα ἡ Ἀνάγνωσις εἰς τὸν Λαυσαϊκόν. Ὁ Ν’ καὶ ἡ
συνήθης εὐχή, Σῶσον, ὁ Θεός, τὸν λαόν σου· καὶ μετὰ
τὴν Ἐκφώνησιν· εὐθύς, τῷ Κυρίῶ ᾄσωμεν,
εἰς τὸν Ἦχον τοῦ Κανόνος τοῦ Μηναίου, τοῦ κατὰ τὴν ἡμέραν Ἁγίου· ψάλλομεν δὲ
αὐτὸν μετὰ τοῦ εἰρμοῦ στ’. Ἀπὸ δὲ τοῦ
Στίχου τοῦ. Τότε ἔσπευσαν ἡγεμόνες Ἐδώμ, εἰσέρχονται τὰ Τριῴδια καὶ λέγομεν τὰ
δ’ Τροπάρια τοῦ κυρίου Ἰωσήφ. Εἰς δὲ τὸ, Κύριος βασιλεύων τῶν αἰώνων, ἄρχεται
τὸ Τριῴδιον τοῦ κυρίου Θεοδώρου καὶ ψάλλομεν ὁ εἵς Χορὸς τὸ ἕν Τροπάριον, ὁ δὲ
ἕτερος τὸ ἄλλο· εἶθ’ οὓτως, ἑνουμένων
τῶν δύο Χορῶν, δοξάζομεν ὑψηλοτέρα φωνῇ, καὶ ψάλλομεν τὸ Τριαδικὸν Τροπάριον
τοῦ Τριῳδίου. Καὶ νῦν, Θεοτοκίον, καὶ πάλιν, ὑψηλοτέρα τῇ φωνῇ, λέγομεν τό,
Δόξα σοι ὁ Θεός ἡμῶν, δόξα σοι, καὶ ψάλλομεν τὸ ἕτερον Τροπάριον τοῦ κυρίου
Θεοδώρου· ἐπεὶ γὰρ ἀνὰ ε’ Τροπάρια ἔχει ἡ Ὠδή· ὕστερον δἐ λέγομεν Καταβασίαν,
τὸν Εἱρμὸν τοῦ δευτέρου Κανόνος. Οὕτω ποιοῦμεν ἐφ’ ὅλην τὴν ἁγίαν
Τεσσαρακοστήν.
Ἀπὸ δὲ γ΄ Ὠδῆς, Κάθισμα, τοῦ Μηναίου, καὶ
Ἀνάγνωσις εἰς τὸν Λαυσαϊκόν· εἰς δὲ τὴν
στ’ Ἀνάγνωσις εἰς τὸ Συναξάριον τοῦ Μηναίου τῆς ἡμέρας· καὶ εἰς τὴν ζ’ Ὠδήν,
Κοντάκιον Μαρτυρικὸν τοῦ Ἦχου.
Τὸ Τριῴδιον τοῦ κυρίου Ἰωσήφ.
Ὠδὴ α’ Ἦχος β’. Δεῦτε
λαοὶ.
Στιχολογοῦμεν δὲ τὴν α’ Ὠδὴν τῶν Ὠδῶν.
Πῶς τὴν ἐμήν, νῦν ἀποκλαύσομαι ἔκπτωσιν, ποίαν ἀρχὴν
ποιήσομαι, τῆς σωτηρίας μου, ὁ ἀσώτως βιώσας; Οἰκτίρμον οἷς περ οἶδας, κρίμασι,
σῶσόν με.
Ἴδε καιρός, ἴδε
ἡμέρα σωτήριος, ἡ τῆς Νηστείας εἴσοδος, ψυχὴ γρηγόρησον, καὶ παθῶν τὰς
εἰσόδους, ἀπόκλεισον Κυρίῳ, ἐνατενίζουσα.
Ἁμαρτιῶν, ἡ
τρικυμία χειμάζουσα, ἐπὶ βυθὸν καθέλκει με τῆς ἀπογνώσεως, ἀλλὰ σοῦ τῷ πελάγει, προστρέχω τοῦ
ἐλέους. Σῶσόν
με Κύριε.
Μόνος
ἐγώ, τῇ ἁμαρτίᾳ δεδούλωμαι, μόνος ἐγὼ τοῖς πάθεσι, θύραν ἠνέῳξα, εὐδιάλλακτε
Λόγε, ἐπίστρεψόν με, σῶσον, τῇ εὐσπλαγχνίᾳ σου.
Θεοτοκίον.
Ἡ τὴν πηγήν,
τῆς ἀπαθείας κυήσασα, τραυματισθέντα πάθεσι, Κόρη θεράπευσον, καὶ πυρὸς
αἰωνίου, ἐξάρπασόν με μόνη, θεοχαρίτωτε.
Ἕτερος Τριῴδιον τοῦ κυρίου Θεοδώρου.
Ἦχος καὶ Εἱρμὸς ὁ αὐτὸς.
Δεῦτε
λαοί, σήμερον ὑποδεξώμεθα, τῶν Νηστειῶν τὸ χάρισμα, ὡς θεοδώρητον, καιρὸν
τῆς μετανοίας, ἐν ταύτῃ τὸν Σωτῆρα, ἱλεωσόμεθα.
Ἔφθασε νῦν, εἰσῆκται ὁ τῶν ἀγώνων καιρός, τὸ τῆς Νηστείας στάδιον, προθύμως ἅπαντες, ἀπαρξώμεθα ταύτης, τὰς ἀρετὰς Κυρίῳ, ὡς δῶρα φέροντες.
Δόξα...
Μονὰς
ἁπλή, τρίφωτε ἀρχικωτάτη Ἑνάς, πανσθενεστάτη πάνζωε, Θεὲ καὶ Κύριε, Πατὴρ ὁ
παντοκράτωρ, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, σῷζε τοὺς σέβοντάς σε.
Καὶ
νῦν... Θεοτοκίον.
Τὸ
τοῦ Θεοῦ, ἅγιον ὄρος ὑμνήσωμεν, Μαρίαν τὴν ἀμίαντον, ἐξ ἧς ἀνέτειλεν, ὁ τῆς
δικαιοσύνης, Ἥλιος τοῖς ἐν σκότει, Χριστὸς ἡ πάντων ζωή.
Δόξα
σοι, ὁ
Θεὸς
ἡμῶν, δόξα σοι
Ἅρμα πυρός,
ἔλαβεν Ἠλίαν τὸν θαυμαστὸν νηστείᾳ ὁπλισάμενον. Μωσῆν ἀνέδειξε θεατὴν τῶν
ἀρρήτων, καὶ ἡμεῖς ταύτην ἑλόντες, ὀψόμεθα τὸν Χριστόν.
Δόξα
σοι, ὁ
Θεὸς
ἡμῶν, δόξα σοι
Βρῶσιν
Ἀδάμ, ἔφαγε, καὶ Παραδείσου αὐτόν, ἡ ἀκρασία ἔξωσεν, ἡμᾶς δὲ Κύριε, ἡ Νηστεία
λαβοῦσα, ἀξίους μετανοίας, δείξει φιλάνθρωπε.
Ὁ
Εἱρμὸς.
Δεῦτε λαοί, ᾄσωμεν
ἇσμα Χριστῷ τῷ
Θεῷ, τῷ
διελόντι θάλασσαν, καὶ
ὁδηγήσαντι, τὸν λαὸν
ὃν
ἀνῆκε, δουλείας Αἰγυπτίων,
ὅτι
δεδόξασται.
Ὠδὴ η’
Τὸν
ἐν καμίνῳ τοῦ πυρὸς.
Πυρποληθέντα ἡδοναῖς, καὶ
ψυχῆς τὸ ὀπτικὸν
ἀμαυρωθέντα, τῷ
πυρὶ τοῦ σοῦ
φόβου, ἀνακαινίσας Χριστέ,
φωτί με σωτηρίας
αὔγασον, ἵνα σε
δοξάζω, εἰς πάντας
τούς αἰῶνας.
Κόρον
μισήσασα παθῶν, ἑστιάθητι καλῶν τῇ καρυκείᾳ, καὶ ἡδύνθητι μᾶλλον, τῇ ἐκ νηστείας τρυφῇ, πικρίας ἡδονῶν ἐκκλίνουσα, ταπεινὴ ψυχή μου, καὶ ζῆθι εἰς αἰῶνας.
Πεπωρωμένος
τὴν ψυχήν, καὶ τῇ μέθῃ τῶν παθῶν ἐσκοτισμένος, οὐδαμῶς ἀτενίζω, πρὸς σὲ τὸν μόνον Θεόν· διό με οἴκτειρον
καὶ φώτισον, καὶ τῆς μετανοίας ὑπάνοιξόν μοι πύλας.
Θεοτοκίον.
Ἡ οὐρανώσασα
ἡμῶν, τὴν γεώδη καὶ φθαρτὴν Ἁγνὴ οὐσίαν, τῇ θερμῇ σου πρεσβείᾳ, κατευθυνθῆναι
ἡμῶν, ἐντεύξεις καὶ δεήσεις ποίησον, πρὸς τὸν σὸν καὶ πάντων, Θεὸν καὶ Βασιλέα.
Εἱρμὸς ἄλλος.
Τὸν πάλαι δροσίσαντα.
Φαιδρῶς εἰσδεξώμεθα, τῆς
Νηστείας τὴν εἴσοδον
πιστοί, καὶ μὴ
σκυθρωπάσωμεν, ἀλλὰ
νίψωμεν τὰ πρόσωπα
ἡμῶν, ἀπαθείας τῷ
ὕδατι, εὐλογοῦντες, καὶ
ὑπερυψοῦντες, Χριστὸν
εἰς
τοὺς αἰῶνας.
Ἐλαίῳ ἀλείψαντες,
συμπαθείας ψυχῆς τὴν κεφαλήν, μὴ βαττολογήσωμεν, τῷ Πατρὶ ἡμῶν τῷ ἐν τοῖς οὐρανοῖς, προσευχὰς ἀναπέμποντες, εὐλογοῦντες, καὶ ὑπερυψοῦντες,
αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα
Ἀΐδιον ἄναρχον,
τὸν Πατέρα ὑμνήσωμεν πιστοί, Υἱὸν δὲ συνάναρχον, καὶ Πνεῦμα συνεκλάμψαν ἐκ
Πατρός, Ὁμοούσια Πρόσωπα, μιᾶς ὄντα, τῆς παντοδυνάμου, ἀρχῆς καὶ ἐξουσίας.
Καὶ νῦν... Θεοτοκίον.
Μαρία θεόκλητε, ἱλαστήριον ὄντως τῶν πιστῶν· ἐκ σοῦ γὰρ ἡ
ἄφεσις, παροχεύεται τοῖς πᾶσι δαψιλῶς, τὸν Υἱόν σου καὶ Κύριον, μὴ ἐλλίπῃς,
εὐμενιζομένη, ὑπέρ τῶν σὲ ὑμνούντων.
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι
Νηστεύσας ὁ Κύριος, τεσσαράκοντα μέτρον ἡμερῶν, τὰς νῦν
ἀφιέρωσε, καὶ ἡγίασεν ἡμέρας ἀδελφοί, ἐν αἷς φθάσαντες κράζομεν· Εὐλογεῖτε, καὶ
ὑπερυψοῦτε, Χριστόν εἰς τοὺς αἰῶνας.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...
Ὁ Εἱρμὸς.
Τὸν πάλαι δροσίσαντα, τῶν Ἑβραίων τοὺς Παῖδας ἐν φλογί, καὶ φλέξαντα Κύριον,
τοὺς Χαλδαίους παραδόξως ἐν αὐτῇ, ἀνυμνήσωμεν λέγοντες· Εὐλογεῖτε, καὶ ὑπερυψοῦτε,
εἰς πάντας τοὺς αἰῶνας.
Στιχολογεῖται καὶ ἡ Τιμιωτέρα.
Ὠδὴ θ’
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Ἡ τῆς Νηστείας
ἡμέρα, ἀποχὴ ἁμαρτίας, γενέσθω σοι ψυχή, καὶ πρὸς Θεὸν νεῦσις ὁμοῦ καὶ
οἰκείωσις, ὅπως φύγῃς κακίας τὰ βάραθρα, καὶ μόνας τὰς ὁδούς, τάς φερούσας
ποθήσῃς, πρὸς τὴν ἐκεῖ κατάπαυσιν.
Καὶ λογισμοῖς ὀλισθήσας, καὶ σαρκὶ πλημμελήσας, ὀδύρομαι
καὶ στένω καὶ βοῶ· Σῶσόν με Κύριε, σῶσόν με, ἀνεξίκακε μόνε, καὶ μὴ καταδικάσῃς
με εἰς πῦρ, τῆς γεέννης ἐκείνης, τὸν καταδίκης ἄξιον.
Τὸν φωτεινὸν τῆς Νηστείας, ἐνδυθέντες χιτῶνα, κραιπάλης
σκοτεινὸν καὶ δυσαχθές, ἀποδυσώμεθα ἔνδυμα, καὶ φαιδροὶ γεγονότες, ταῖς θείαις
ἀρεταῖς τὰ φωταυγῆ, τοῦ Σωτῆρος ἐν πίστει, ὀψόμεθα παθήματα.
Θεοτοκίον.
Ἐξασθενήσασαν
πάσαις, προσβολαῖς τῶν κακίστων, δαιμόνων τὴν ἀθλίαν μου ψυχήν, ἴασαι ἄχραντε
Δέσποινα, ἰατρὸν τετοκυῖα, Χριστὸν τὴν ἀπολύτρωσιν ἡμῶν, τῶν εἰδότων σε Κόρην,
Παρθένον ἀδιάφθορον.
Εἱρμὸς ἄλλος.
Τὴν ὑπερφυῶς σαρκὶ.
Νῦν ἐπέστη ὁ καιρός, τῶν ἁγίων Νηστειῶν, ἐναρξώμεθα
ταύτης, ἐν καλαῖς ἀναστροφαῖς· εἰς κρίσεις γὰρ καὶ μάχας, μὴ νηστεύετε φησίν.
Ἐν τῷ ὄρει τῷ Χωρήβ, τῇ νηστείᾳ καθαρθείς,
εἶδε Θεὸν Ἠλίας, καθαρθῶμεν καὶ ἡμεῖς, νηστείᾳ τὴν καρδίαν, καὶ ὀψόμεθα
Χριστόν.
Δόξα...
Μίαν φύσιν προσκυνῶ, τρία Πρόσωπα ὑμνῶ, ἕνα Θεὸν τῶν ὅλων,
τὸν Πατέρα καὶ Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἀΐδιον ἀρχήν.
Καὶ νῦν... Θεοτοκίον.
Ἡ Ἁγνὴ
παιδοποιεῖς, ἡ Παρθένος γαλουχεῖς, πῶς ἐν ταὐτῷ τὰ δύο, παρθενεύεις τίκτουσα;
Θεός ἐστιν ὁ δράσας, μὴ ἐκζήτει μοι τὸ πῶς.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Ἡμέρα μία μὲν
φησί, βίος ὅλος γηγενῶν, τοῖς κάμνουσιν ἐκ πόθου, τεσσαράκοντα εἰσίν, ἡμέραι
τῆς Νηστείας, ἃς τελέσωμεν φαιδρῶς.
Ὁ Εἱρμὸς.
Τὴν ὑπερφυῶς σαρκί, συλλαβοῦσαν ἐν γαστρί, τὸν ἐκ Πατρὸς
ἀχρόνως, προεκλάμψαντα Λόγον, ἐν ὕμνοις ἀσιγήτοις, μεγαλύνομεν πιστοί.
Εἶτα τό.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μετάνοιαν
μίαν, καὶ τὸ Φωταγωγικὸν τὸ τοῦ Ἦχου. Εἰς τοὺς Αἴνους, Στιχ. οὐ ψάλλομεν, ἀλλὰ
μετὰ τὸ εἰπεῖν τό, Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Δόξα σοι τῷ δείξαντι τὸ φῶς καὶ φωτίσαντι
τὸν κόσμον, κ.τ.λ, ἀπερχόμεθα ἐν τοῖς ψιαθίοις ἡμῶν, οἱ δύο χοροί, καὶ
ἱστάμενοι ἐν ἰσότητι, ἀρχόμεθα τοῦ Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν
ἀνθρώποις εὐδοκία, καὶ τὰ λοιπά, μετὰ πραείας καὶ ἴσης τῆ φωνῆς πάντες ποιοῦμεν
καὶ μετανοίας, γ’. Πληρουμένων δὲ αὐτῶν, λέγει ὁ Ἱερεὺς τὰς Αἰτήσεις· μετὰ δὲ τὴν Ἐκφώνησιν ψάλλομεν τὸ παρὸν
Ἰδιόμελον.
Ἀπόστικα.
Ἦχος πλ. α’
Ἐλήλυθεν ἡ
Νηστεία, ἡ μήτηρ τῆς σωφροσύνης, ἡ κατήγορος τῆς ἁμαρτίας, καὶ συνήγορος τῆς
μετανοίας, ἡ πολιτεία τῶν Ἀγγέλων, καὶ σωτηρία τῶν ἀνθρώπων, οἱ πιστοὶ
ἀνακράξωμεν· ὁ Θεὸς ἐλέησον ἡμᾶς.
Στίχ. α'. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταὶς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ’ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Καὶ πάλιν τὸ αὐτὸ Ἰδιόμελον.
Στίχ. β'. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Μαρτυρικὸν. Ἦχος ὁ αὐτὸς.
Εὐλογημένος ὁ στρατός, τοῦ Βασιλέως τῶν οὐρανῶν· εἰ γὰρ
καὶ γηγενεῖς ὑπῆρχον οἱ Ἀθλοφόροι, ἀλλὰ ἀγγελικὴν ἀξίαν ἔσπευδον φθάσαι, τῶν
σωμάτων καταφρονήσαντες, καὶ διὰ τῶν παθημάτων, τῆς τῶν Ἀσωμάτων ἀξιωθέντες
τιμῆς. Εὐχαῖς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Σὲ τὴν τοῦ Θεοῦ Μητέρα καὶ Παρθένον ἁγνήν, καὶ τῶν
Χερουβὶμ ἁγιωτέραν, ἐν φωναῖς ᾀσμάτων μεγαλύνομεν, ὅτι ψυχῇ καὶ σώματι,
Θεοτόκον ὁμολογοῦμεν, ὡς κυρίως γεννήσασαν, Θεὸν σεσαρκωμένον· πρέσβευε
Πάναγνε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἶτα τό.
Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου Ὕψιστε· τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
Τὸ Τρισάγιον καὶ μετανοίας γ’, τὸ Παναγία Τριάς, τὸ Πάτερ ἡμῶν. Μετὰ δὲ τὸ εἰπεῖν τὸν Ἱερέα, Ὅτι σοῦ ἐστιν ἡ
Βασιλεία, λέγομεν τὸ παρὸν ἀπολυτίκιον.
Ἐν τῷ Ναῶ ἐστῶτες τῆς δόξης σου, ἐν οὐρανῷ ἑστάναι νομίζομεν, Θεοτόκε, πύλη ἐπουράνιε, ἄνοιξον ἡμῖν τὴν θύραν τοῦ ἐλέους σου.
Εἶτα τό. Κύριε, ἐλέησον
(μ'). Δόξα... Καὶ νῦν... Τὴν τιμιωτέραν τῶν Χερουβείμ... Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.
Ὁ Ἱερεὺς
Ὁ ὢν εὐλογητός, Χριστὸς ὁ Θεὸς ἡμῶν, πάντοτε. νῦν, καὶ ἀεί ...
Καὶ ἡμεῖς λέγομεν τό
Ἐπουράνιε Βασιλεῦ, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν στερέωσον, τὴν Πίστιν στήριξον, τὰ Ἔθνη πράϋνον, τὸν Κόσμον εἰρήνευσον, τὴν ἁγίαν Ἐκκλησίαν (ἢ Μονήν) ταύτην καλῶς διαφύλαξον, τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς Δικαίων τάξον, καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Εἶθ' οὕτω,
Μετανοίας μεγάλας
(γ'), λέγοντες καθ' ἑαυτούς, καὶ τὴν
προγραφεῖσαν Εὐχὴν τοῦ Ἁγίου Ἐφραίμ.
Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας καὶ ἀργολογίας μή μοι δῷς.
Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ.
Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς ιβ’,
Μετάνοιαν μεγάλην μίαν, λέγοντες καὶ τὸν τελευταῖον Στίχον τῆς ἀνωτέρω Εὐχῆς,
Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἶτα
τό, Δεῦτε προσκυvήσωμεν, γ' καὶ ψάλλομεν τὴν Α’ Ὥραν.
ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ
Τροπάριον τῆς Προφητείας.
Ἦχος πλ. α’
Κύριε, Κύριε, ὃν πάντα φρίσσει καὶ τρέμει, ἀπὸ προσώπου
τῆς δυνάμεώς σου, σοὶ προσπίπτομεν Ἀθάνατε, σοῦ δεόμεθα Ἅγιε. Σῶσον τὰς ψυχὰς
ἡμῶν, πρεσβείαις τῶν Ἁγίων σου.
Δόξα... Καὶ νῦν... Πάλιν τὸ αὐτὸ.
Προκείμενον. Ἦχος δ’ Ψαλμὸς α’
Γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.
Στίχ. Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.
(Κεφ. Α', 1-20)
Ὅρασις, ἣν
εἶδεν Ἡσαΐας, υἱὸς Ἀμώς, ἣν εἶδε κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ Ἱερουσαλήμ, ἐν
βασιλείᾳ Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου, οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας.
Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου γῆ, ὅτι Κύριος ἐλάλησεν. Υἱοὺς ἐγέννησα καὶ ὕψωσα,
αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τήν φάτνην τοῦ κυρίου
αὐτοῦ. Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός μου οὐ συνῆκεν. Οὐαί, ἔθνος ἁμαρτωλόν,
λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι! ἐγκατελίπατε τὸν Κύριον, καὶ
παρωργίσατε τὸν Ἅγιον τοῦ Ἰσραήλ. τί ἔτι πληγεῖτε, προστιθέντες ἀνομίαν, πᾶσα
κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία εἰς λύπην, ἀπὸ ποδῶν ἕως κεφαλῆς, οὐκ ἔστιν
ἐν αὐτῷ ὁλοκληρίᾳ, οὔτε τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα, οὐκ ἔστι
μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους. Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις
ὑμῶν πυρίκαυστοι, τὴν χώραν ὑμῶν, ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν,
καὶ ἠρήμωται, κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων. Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ
Σιών, ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ, ὡς πόλις
πολιορκουμένη. Καὶ εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν
ἐγεννήθημεν, καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν. Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες
Σοδόμων, προσέχετε νόμον Θεοῦ, λαὸς Γομόρρας. Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν,
λέγει Κύριος, πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν, καὶ αἷμα
ταύρων, καὶ τράγων οὐ βούλομαι, ουδ' ἂν ἔρχησθε ὀφθῆναί μοι· τίς γὰρ
ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν, πατεῖν τὴν αὐλήν μου, οὐ προσθήσεσθε, ἐὰν
φέρητέ μοι σεμίδαλιν, μάταιον, θυμίαμα, βδέλυγμά μοι ἐστί. Τὰς νουμηνίας ὑμῶν,
καὶ τὰ σάββατα, καὶ ἡμέραν μεγάλην, οὐκ ἀνέχομαι, νηστείαν καὶ ἀργίαν, καὶ τὰς
ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου, ἐγεννήθητέ μοι εἰς πλησμονήν, οὐκέτι ἀνοίσω τὰς
ἁμαρτίας ὑμῶν. Ὅταν ἐκτείνητε τὰς χεῖρας ὑμῶν πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς
μου ἀφ' ὑμῶν, καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ
χεῖρες ὑμῶν, αἵματος πλήρεις. Λούσασθε, καὶ καθαροὶ γίνεσθε, ἀφέλετε τὰς
πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου, παύσασθε ἀπὸ τῶν
πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον,
κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν. Καὶ δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος,
ἐὰν ὦσιν αἱ ἁμαρτίαι ἡμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς
κόκκινον, ὡς ἔριον λευκανῶ. Καὶ ἐὰν θέλητε, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς
γῆς φάγεσθε, ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ
γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.
Προκείμενον Ἦχος βαρὺς Ψαλμὸς
β’
Δουλεύσατε
τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ.
Στίχ. Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ
ἐμελέτησαν κενά;
ΤΗ ΔΕΥΤΕΡΑ ΤΗΣ Α’
ΕΒΔΟΜΑΔΟΣ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ
τὸν προοιμιακὸν στιχολογοῦμεν τὰ Πρὸς Κύριον εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν
Στίχ. στ’ καὶ ψάλλομεν τὰ παρόντα Στιχ. προσόμοια τοῦ Τριῳδίου γ’.
Ποίημα τοῦ κυρίου
Ἰωσήφ.
Ἦχος β’ Πάντας ὑπερέβην.
Πᾶσαν ἁμαρτίαν διεπραξάμην, πάντας ὑπερέβην τῇ ἀσωτίᾳ, ἐὰν θελήσω
μετανοῆσαι, οὐκ ἔχω δακρύων ὀχετούς, ἐὰν ῥαθύμως καὶ νῦν βιώσω, κολάσει
ὑπόδικός εἰμι. Ἀλλὰ δός μοι διόρθωσιν μόνε ἀγαθέ, ὁ Θεός, καὶ ἐλέησόν με.
Ὄμβρους μοι
παράσχου Χριστὲ δακρύων, ἐν τῇ τῆς Νηστείας τερπνῇ ἡμέρᾳ, ὅπως πενθήσω καὶ
ἀποπλύνω, τὸν ῥύπον τὸν ἐκ τῶν ἡδονῶν, καὶ ἐποφθῶ σοι κεκαθαρμένος, ἡνίκα
Κριτὴς ἐξ οὐρανοῦ, μέλλῃς ἔρχεσθαι Κύριε, κρῖναι τοὺς βροτούς, ὡς κριτής, καὶ
δίκαιος μόνος.
Ἕτερον τοῦ κυρίου Θεοδώρου.
Ἦχος πλ. α’ Ὅσιε Πάτερ.
Δεῦτε προθύμως, τὸ στερρὸν ὅπλον τῆς Νηστείας, ἔχοντες ὡς θυρεόν, πᾶσαν
μεθοδείαν πλάνης τοῦ ἐχθροῦ, ἀποστρέψωμεν πιστοί, μὴ θελχθῶμεν ταῖς ἡδοναῖς τῶν
παθῶν, μὴ τὸ πῦρ τῶν πειρασμῶν δειλιάσωμεν, δι' ὧν Χριστὸς ὁ φιλάνθρωπος,
βραβείοις τῆς ὑπομονῆς στεφανώσει ἡμᾶς· ὅθεν παρρησίᾳ προσευχόμενοι,
προσπίπτομεν κραυγάζοντες, αἰτούμενοι εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα
ἔλεος.
Καὶ τοῦ Μηναίου, Προσόμοια γ’
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Προκείμενον Ἦχος πλ. β’ Ψαλμὸς γ’
Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.
Στίχ. Κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με;
Γενέσεως τὸ Ἀνάγνωσμα.
(Κεφ. Α', 1-13)
Ἐν ἀρχῇ ἐποίησεν ὁ
Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἡ δὲ γῆ ἦν ἀόρατος, καὶ ἀκατασκεύαστος, καὶ
σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Καὶ εἶπεν
ὁ Θεός· Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς. Καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλόν, καὶ
διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτός, καὶ ἀνὰ μέσον τοῦ σκότους. Καὶ ἐκάλεσεν
ὁ Θεὸς τὸ φῶς, Ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε, Νύκτα, καὶ ἐγένετο ἑσπέρα, καὶ
ἐγένετο πρωΐ, ἡμέρα μία. Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ
ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος, καὶ ὕδατος, καὶ ἐγένετο οὕτω. Καὶ
ἐποίησεν ὁ Θεός, τὸ στερέωμα, καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος τοῦ
ἐπάνω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ὑποκάτω τοῦ στερεώματος.
Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα, οὐρανόν, καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν, καὶ ἐγένετο
ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα δευτέρα. Καὶ εἶπεν ὁ Θεός· Συναχθήτω τὸ ὕδωρ τὸ
ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά, καὶ ἐγένετο οὕτω.
Καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ
ξηρά. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηράν, Γῆν, καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε,
θαλάσσας. Καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν. Καὶ εἶπεν ὁ Θεός· Βλαστησάτω ἡ γῆ
βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα, καὶ ξύλον κάρπιμον
ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ, κατὰ γένος ἐπὶ τῆς γῆς, καὶ ἐγένετο
οὕτω. Καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ'
ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ
γένος ἐπὶ τῆς γῆς, καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο
πρωῒ ἡμέρα τρίτη.
Προκείμενον. Ἦχος πλ. α’ Ψαλμὸς δ’
Κύριος εἰσακούσεταί μου, ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
Στίχ. Ἐν τῷ ἐπικαλεῖσθαί
με, εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου.
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(Κεφ. Α', 1-20)
Παροιμίαι Σολομῶντος υἱοῦ Δαυΐδ, ὃς ἐβασίλευσεν ἐν Ἰσραήλ,
γνῶναι σοφίαν καὶ παιδείαν, καὶ νοῆσαι λόγον φρονήσεως, δέξασθαί τε στροφὰς
λόγων, νοῆσαί τε δικαιοσύνην ἀληθῆ, καὶ κρῖμα κατευθύνειν, ἵνα δῷ ἀκάκοις
πανουργίαν. Παιδὶ δὲ νέῳ, αἴσθησίν τε καὶ ἔννοιαν. Τῶν τε γὰρ ἀκούσας σοφός,
σοφώτερος ἔσται, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται, νοήσει τε παραβολήν, καὶ
σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. Ἀρχὴ σοφίας, φόβος Κυρίου,
σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν, εὐσέβεια εἰς Θεόν, ἀρχὴ αἰσθήσεως,
σοφίαν δὲ καὶ παιδείαν, ἀσεβεῖς ἐξουθενήσουσιν. Ἄκουε, Υἱέ, νόμους πατρός σου,
καὶ μὴ ἀπώσῃ θεσμούς μητρός σου. Στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ, καὶ
κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ. Υἱέ, μὴ σὲ πλανήσωσιν ἀσεβεῖς ἄνδρες, μηδὲ
βουληθῇς, ἐὰν παρακαλέσωσί σε, λέγοντες· ἐλθὲ μεθ' ἡμῶν, κοινώνησον αἵματος,
κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως, καταπίωμεν δὲ αὐτόν, ὥσπερ ᾍδης
ζῶντα, καὶ ἄρωμεν τὸ μνημόσυνον αὐτοῦ ἀπὸ τῆς γῆς, τὴν κτῆσιν αὐτοῦ τὴν
πολυτελῆ καταλαβώμεθα, πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων, τὸν δὲ κλῆρόν σου
βάλε ἐν μέσῳ ἡμῶν, κοινὸν δὲ βαλλάντιον κτησώμεθα πάντες, καὶ μαρσίππιον ἓν
γενηθήτω ἡμῖν· Υἱέ μου, μὴ πορευθῇς ἐν ὁδῷ μετ' αὐτῶν, ἔκκλινον δὲ τὸν πόδα σου
ἐκ τῶν τρίβων αὐτῶν· οἱ γὰρ πόδες αὐτῶν εἰς κακίαν τρέχουσι, καὶ ταχινοί εἰσι
τοῦ ἐκχέαι αἷμα. Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς. Αὐτοὶ γὰρ οἱ φόνου
μετέχοντες, θησαυρίζουσιν ἑαυτόῖς κακά, ἡ δὲ καταστροφὴ ἀνδρῶν παρανόμων, κακή.
Αὗται αἱ ὁδοί εἰσι πάντων τῶν συντελούντων τὰ ἄνομα· τῇ γὰρ ἀσεβείᾳ τὴν ἑαυτῶν
ψυχὴν ἀφαιροῦνται. Σοφία ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παρρησίαν ἔχει.
Ἀπόστιχα.
Ἰδιόμελον. Ἠχος γ’
Νηστεύσωμεν νηστείαν δεκτήν, εὐάρεστον τῷ Κυρίῳ, ἀληθὴς
νηστεία, ἡ τῶν κακῶν ἀλλοτρίωσις, ἐγκράτεια γλώσσης, θυμοῦ ἀποχή, ἐπιθυμιῶν χωρισμός,
καταλαλιᾶς, ψεύδους, καὶ ἐπιορκίας· ἡ τούτων ἔνδεια, νηστεία ἐστίν, ἀληθὴς καὶ
εὐπρόσδεκτος. (Δίς)
Στιχ. Πρὸς
σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ
δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας
αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρήσαι
ἡμᾶς.
Καὶ πάλιν τὸ αὐτὸ Ἰδιόμελον.
Στιχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν
ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ
ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Μαρτυρικὸν.
Ἦχος ὁ αὐτὸς.
Μεγάλη τῶν Μαρτύρων σου Χριστὲ ἡ δύναμις! ἐν μνήμασι γὰρ
κεῖνται, καὶ πνεύματα διώκουσι, καὶ κατήργησαν ἐχθροῦ τὴν ἐξουσίαν, τῇ πίστει
τῆς Τριάδος, ἀγωνισάμενοι ὑπὲρ τῆς εὐσεβείας.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Θεοτόκε ἡ προστασία πάντων τῶν δεομένων, εἰς σὲ θαρροῦμεν,
εἰς σὲ καυχώμεθα, ἐν σοὶ πᾶσα ἡ ἐλπὶς ἡμῶν ἐστι, πρέσβευε τῷ ἐκ σοῦ τεχθέντι,
ὑπὲρ ἀχρείων δούλων σου.
Νῦν
ἀπολύεις. Καὶ μετὰ τὸ Τρισάγιον, ψάλλομεν τὰ Τροπάρια ταῦτα, ποιοῦντες καὶ ἀνὰ
μίαν μετάνοιαν εἰς ἕκαστον αὐτῶν, πλὴν τοῦ τελευταίου, ὅπερ λέγεται ἄνευ
μέλους.
Ἦχος πλ. α'
Θεοτόκε Παρθένε, Χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ
σοῦ, εὐλογημένη, σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι
Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.
Βαπτιστὰ τοῦ Χριστοῦ, πάντων ἡμῶν μνήσθητι, ἵνα ῥυσθῶμεν
τῶν ἀνομιῶν ἡμῶν· σοὶ γὰρ ἐδόθη χάρις πρεσβεύειν ὑπὲρ ἡμῶν.
Δόξα...
Ἱκετεύσατε ὑπὲρ
ἡμῶν, ἅγιοι Ἀπόστολοι, καὶ Ἅγιοι πάντες, ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων·
ὑμᾶς γὰρ θερμοὺς προστάτας, πρὸς τὸν Σωτῆρα κεκτήμεθα.
Καὶ νῦν... Θεοτοκίον.
Ὑπὸ τὴν σὴν
εὐσπλαγχνίαν, καταφεύγομεν, Θεοτόκε, τὰς ἡμῶν ἱκεσίας, μὴ παρίδῃς ἐν
περιστάσει, ἀλλ' ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, μόνη Ἁγνή, μόνη εὐλογημένη.
Τό, Κύριε ἐλέησον, μ’ πραείᾳ φωνῇ.
Ὁ Ἱερεύς. Ὁ ὢν εὐλογητὸς Χριστὸς Ὁ Θεὸς ἡμῶν...
Καὶ ἡμεῖς στερεοῦμεν τοὺς Βασιλεῖς, λέγοντες·
Ἐπουράνιε Βασιλεῦ,
τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν στερέωσον, τὴν Πίστιν στήριξον, τὰ ἔθνη πράϋνον, τὸν
κόσμον εἰρήνευσον, τὴν ἁγίαν Μονὴν ταύτην καλῶς διαφύλαξον, τοὺς προαπελθόντας
πατέρας καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς Δικαίων τάξον, καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ
ἐξομολογήσει παράλαβε, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Καὶ ποιοῦμεν
τὰς τρεῖς μεγάλας μετανοίας, λέγοντες μυστικῶς ἐν ἑκάστῃ μετανοίᾳ ἀνὰ ἕνα Στίχον
τῆς ἑπομένης Εὐχῆς τοῦ ἁγίου Ἐφραίμ.
Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας,
φιλαρχίας, καὶ ἀργολογίας, μή μοι δῷς.
Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς, καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ.
Ναὶ, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾷν τὰ ἐμὰ πταίσματα, καὶ μὴ
κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς ιβ',
Μετάνοιαν μεγάλην μίαν, λέγοντες καὶ τὸν τελευταῖον Στίχον τῆς ἀνωτέρω Εὐχῆς,
Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἶτα, Τρισάγιον, Δόξα... Καὶ νῦν... Παναγία Τριάς, Κύριε,
ἐλέησον (γ'), Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν... Ὅτι σοῦ ἐστιν... Κύριε, ἐλέησον
(12). καὶ τὴν εὐχήν.
Παναγία Τριάς, τὸ ὁμοούσιον
κράτος, ἡ ἀδιάρετος βασιλεία, ἡ πάτων τῶν ἀγαθῶν αἰτία, εὐδόκισον δὴ καὶ ἐπ’ ἐμοὶ
τῷ αμαρτωλῷ· στήριξον, συνέτισον τὴν καρδίαν μου, καὶ πᾶσαν περίελε μου τὴν
βεβηλότητα· φώτισόν μου τὴν διάνοιαν, ἵνα διαπαντὸς δοξάξω, ὑμνῶ,
προσκυνῶ καὶ λέγω· Εἱς Ἅγιος, εἱς Κύριος Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρὸς.
Ἀμήν.
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ
αἰῶνος. (3)
ΨΑΛΜΟΣ ΛΓ' 33
Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου, Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου, ἀκουσάτωσαν πραεῖς, καὶ εὐφρανθήτωσαν. Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό. Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου, καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐρρύσατό με. Προσέλθετε πρὸς αὐτόν, καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν. Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν, καὶ ῥύσεται αὐτούς. Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος, μακάριος ἀνήρ, ὅς ἐλπίζει ἐπ' Αὐτόν, φοβήθητε τὸν Κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. Πλούσιοι ἑπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Δεῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς. Τὶς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν. Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά, τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. Ἐκέκραξαν οἱ δίκαιοι καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐρρύσατο αὐτούς. Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν καὶ τοὺς ταπεινούς τῷ πνεύματι σώσει. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος, φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται, θάνατος ἁμαρτωλῶν πονηρός, καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσι. Λυτρώσεται Κύριος ψυχὰς δούλων αὐτοῦ, καὶ οὐ μὴ πλημμελήσουσι πάντες οἱ ἐλπίζοντες ἐπ' αὐτόν.
Καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝ
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με
Ὁ Κανών. Ποίημα Ἀνδρέου
Κρήτης.
Ὠδὴ α’ Ἦχος πλ. β’
Ὁ Εἱρμὸς.
Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου
Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν· ἐνδόξως γὰρ
δεδόξασται. (Δίς)
Πόθεν ἄρξομαι θρηνεῖν, τὰς τοῦ ἀθλίου μου βίου πράξεις;
ποίαν ἀπαρχήν, ἐπιθήσω Χριστέ, τῇ νῦν θρηνῳδίᾳ; ἀλλ' ὡς εὔσπλαγχνός μοι δός, παραπτωμάτων
ἄφεσιν.
Δεῦρο τάλαινα ψυχή, σὺν τῇ σαρκί σου
τῷ πάντων Κτίστῃ, ἐξομολογοῦ καὶ ἀπόσχου λοιπόν, τῆς πρὶν ἀλογίας, καὶ
προσάγαγε Θεόν, ἐν μετανοίᾳ δάκρυα.
Τὸν πρωτόπλαστον Ἀδάμ, τῇ παραβάσει
παραζηλώσας, ἔγνων ἐμαυτόν, γυμνωθέντα Θεοῦ, καὶ τῆς ἀϊδίου, βασιλείας καὶ
τρυφῆς, διὰ τὰς ἁμαρτίας μου.
Οἴμοι τάλαινα ψυχή! τί ὡμοιώθης τῇ πρώτῃ
Εὔᾳ; εἶδες γὰρ κακῶς, καὶ ἐτρώθης πικρῶς, καὶ ἥψω τοῦ ξύλου, καὶ ἐγεύσω
προπετῶς, τῆς παραλόγου βρώσεως.
Ἀντὶ Εὔας
αἰσθητῆς, ἡ νοητή μοι κατέστη Εὔα, ὁ ἐν τῇ σαρκί, ἐμπαθὴς λογισμός, δεικνὺς τὰ
ἡδέα, καὶ γευόμενος ἀεί, τῆς πικρᾶς καταπόσεως.
Ἐπαξίως τῆς
Ἐδέμ, προεξερρίφη ὡς μὴ φυλάξας, μίαν σου Σωτήρ, ἐντολὴν ὁ Ἀδάμ, ἐγὼ δὲ τί
πάθω, ἀθετῶν διαπαντὸς τὰ ζωηρά σου λόγια;
Δόξα...
Ὑπερούσιε
Τριάς, ἡ ἐν Μονάδι προσκυνουμένη, ἆρον τὸν κλοιόν, ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς
ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.
Καὶ νῦν ... Θεοτοκίον
Θεοτόκε ἡ ἐλπίς, καὶ προστασία τῶν σὲ ὑμνούντων, ἆρον τὸν
κλοιόν, ἀπ' ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς Δέσποινα ἁγνή, μετανοοῦντα
δέξαι με.
Ὠδὴ β’
Ὁ Εἱρμὸς.
Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν, τὸν ἐκ
Παρθένου σαρκί, ἐπιδημήσαντα. (Δίς)
Πρόσεχε, οὐρανέ, καὶ λαλήσω, γῆ ἐνωτίζου φωνῆς,
μετανοούσης Θεῷ, καὶ ἀνυμνούσης αὐτόν.
Πρόσχες μοι, ὁ Θεὸς ὁ Σωτήρ μου, ἱλέῳ ὄμματί σου, καὶ
δέξαι μου, τὴν θερμὴν ἐξομολόγησιν.
Ἡμάρτηκα,
ὑπὲρ πάντας ἀνθρώπους, μόνος ἡμάρτηκά σοι, ἀλλ' οἴκτειρον ὡς Θεός, Σῶτερ τὸ
ποίημά σου.
Μορφώσας μου, τὴν τῶν παθῶν ἀμορφίαν, ταῖς φιληδόνοις
ὁρμαῖς, ἐλυμηνάμην τοῦ νοῦ τὴν ὡραιότητα.
Ζάλη με, τῶν κακῶν περιέχει, εὔσπλαγχνε Κύριε, ἀλλ' ὡς τῷ
Πέτρῳ κᾀμοί, τὴν χεῖρα Σῶτερ ἔκτεινον.
Ἐσπίλωσα,
τὸν τῆς σαρκός μου χιτῶνα, καὶ κατερρύπωσα, τὸ κατ' εἰκόνα Σωτήρ, καὶ καθ'
ὁμοίωσιν.
Ἠμαύρωσα,
τῆς ψυχῆς τὸ ὡραῖον, ταῖς τῶν παθῶν ἡδοναῖς, καὶ ὅλως ὅλον τὸν νοῦν, χοῦν
ἀπετέλεσα.
Διέρρηξα, νῦν τὴν στολὴν μου τὴν πρώτην, ἣν ἐξυφάνατό μοι,
ὁ Πλαστουργὸς ἐξ ἀρχῆς, καὶ ἔνθεν κεῖμαι γυμνός.
Ἐνδέδυμαι,
διερρηγμένον χιτῶνα, ὃν ἐξυφάνατό μοι, ὁ ὄφις τῇ συμβουλῇ,
καὶ καταισχύνομαι.
Τὰ δάκρυα, τὰ τῆς πόρνης οἰκτίρμον, κᾀγὼ προβάλλομαι.
Ἱλάσθητί μοι Σωτήρ, τῇ εὐσπλαγχνίᾳ σου.
Προσέβλεψα, τοῦ φυτοῦ τὸ ὡραῖον, καὶ ἠπατήθην τὸν νοῦν,
καὶ ἄρτι κεῖμαι γυμνός, καὶ καταισχύνομαι.
Ἐτέκταινον,
ἐπὶ τὸν νῶτόν μου πάντες, οἱ ἀρχηγοὶ τῶν κακῶν, μακρύνοντες κατ' ἐμοῦ τὴν
ἀνομίαν αὐτῶν.
Δόξα...
Ἓνα Σε, ἐν Τρισί τοῖς
προσώποις, Θεὸν ἀπάντων ὑμνῶ, τὸν Πατέρα, καὶ τὸν Υἱόν, καὶ Πνεῦμα τὸ ἅγιον.
Καὶ νῦν ... Θεοτοκίον
Ἄχραντε,
Θεοτόκε Παρθένε μόνη πανύμνητε, ἱκέτευε ἐκτενῶς, εἰς τὸ σωθῆναι ἡμᾶς.
Ὠδὴ γ’
Ὁ Εἱρμὸς.
Ἐπὶ τὴν
ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον.
Πῦρ παρὰ Κυρίου ποτέ, Κύριος ἐπιβρέξας, τὴν γῆν Σοδόμων
πρὶν κατέφλεξεν.
Εἰς τὸ ὄρος φεῦγε ψυχή, ὥσπερ ὁ Λὼτ ἐκεῖνος, καὶ εἰς Σηγὼρ
προανασώθητι.
Φεῦγε ἐμπρησμὸν ὦ ψυχή, φεῦγε Σοδόμων καῦσιν, φεῦγε φθορὰν
θείας φλογώσεως.
Ἥμαρτόν σοι
μόνος ἐγώ, ἥμαρτον ὑπὲρ πάντας, Χριστὲ Σωτὴρ μὴ ὑπερίδῃς με.
Σὺ εἶ ὁ Ποιμὴν ὁ καλός, ζήτησόν με τὸν ἄρνα, καὶ
πλανηθέντα μὴ παρίδῃς με.
Σὺ εἶ ὁ γλυκὺς Ἰησοῦς, σὺ εἶ ὁ Πλαστουργός μου, ἐν σοὶ
Σωτὴρ δικαιωθήσομαι.
Ἐξομολογοῦμαί
σοι Σωτήρ. Ἥμαρτόν σοι ἀμέτρως, ἀλλ' ἄνες ἄφες μοι, ὡς εὔσπλαγχνος.
Δόξα...
Ὦ Τριὰς
Μονὰς ὁ Θεός, σῶσον ἡμᾶς ἐκ πλάνης, καὶ πειρασμῶν καὶ περιστάσεων.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε θεοδόχε Γαστήρ, χαῖρε θρόνε Κυρίου, χαῖρε ἡ Μήτηρ
τῆς ζωῆς ἡμῶν.
Ὠδὴ δ’
Ὁ Εἱρμὸς.
Ἀκήκοεν ὁ
Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου
τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι καὶ ἔλεγεν· Ἀκήκοα τὴν ἀκοήν σου καὶ
ἐφοβήθην, δόξα τῇ δυνάμει
σου Κύριε. (Δίς)
Τὰ ἔργα σου μὴ παρίδῃς, τὸ πλάσμα σου μὴ παρόψῃ
Δικαιοκρῖτα· εἰ καὶ μόνος ἥμαρτον ὡς ἄνθρωπος, ὑπὲρ πάντα ἄνθρωπον Φιλάνθρωπε,
ἀλλ' ἔχεις ὡς Κύριος πάντων τὴν ἐξουσίαν, ἀφιέναι ἁμαρτήματα.
Ἐγγίζει
ψυχὴ τὸ τέλος, ἐγγίζει καὶ οὐ φροντίζεις, οὐχ ἑτοιμάζῃ. Ὁ καιρὸς συντέμνει,
διανάστηθι, ἐγγὺς ἐπὶ θύραις ὁ Κριτής ἐστιν, ὡς ὄναρ, ὡς ἄνθος ὁ χρόνος τοῦ
βίου τρέχει, τί μάτην ταραττόμεθα;
Ἀνάνηψον ὦ
ψυχή μου, τὰς πράξεις σου ἃς εἰργάσω ἀναλογίζου, καὶ ταύταις ἐπ' ὄψεσι
προσάγαγε, καὶ σταγόνας στάλαξον δακρύων σου, εἰπὲ παρρησίᾳ τὰς πράξεις, τὰς
ἐνθυμήσεις, Χριστῷ, καὶ δικαιώθητι.
Οὐ γέγονεν ἐν τῷ βίῳ, ἁμάρτημα οὐδὲ πρᾶξις, οὐδὲ κακία, ἣν
ἐγὼ Σωτὴρ οὐκ ἐπλημμέλησα, κατὰ νοῦν καὶ λόγον, καὶ προαίρεσιν, καὶ θέσει, καὶ
γνώμῃ, καὶ πράξει ἐξαμαρτήσας, ὡς ἄλλος οὐδεὶς πώποτε.
Ἐντεῦθεν
καὶ κατεκρίθην, ἐντεῦθεν κατεδικάσθην ἐγὼ ὁ τάλας, ὑπὸ τῆς οἰκείας συνειδήσεως,
ἧς οὐδὲν ἐν κόσμῳ βιαιότερον. Κριτὰ λυτρωτά μου καὶ γνῶστα, φεῖσαι καὶ ῥῦσαι,
καὶ σῶσόν με τὸν δείλαιον.
Ἡ κλῖμαξ ἣν
εἶδε πάλαι, ὁ μέγας ἐν Πατριάρχαις, δεῖγμα ψυχή μου, πρακτικῆς ὑπάρχει
ἐπιβάσεως, γνωστικῆς τυγχάνει ἀναβάσεως, εἰ θέλεις οὖν πράξει, καὶ γνώσει καὶ
θεωρίᾳ, βιοῦν ἀνακαινίσθητι.
Τὸν καύσωνα τῆς ἡμέρας, ὑπέμεινε δι' ἔνδειαν ὁ Πατριάρχης
καὶ τὸν παγετὸν τῆς νυκτὸς ἤνεγκε, καθ' ἡμέραν κλέμματα ποιούμενος, ποιμαίνων,
πυκτεύων, δουλεύων, ἵνα τὰς δύο, γυναῖκας εἰσαγάγηται.
Γυναῖκάς
μοι δύο νόει, τὴν πρᾶξίν τε καὶ τὴν γνῶσιν ἐν θεωρίᾳ, τὴν μὲν Λείαν, πρᾶξιν ὡς
πολύτεκνον· τὴν Ῥαχὴλ δέ, γνῶσιν ὡς πολύπονον· καὶ γὰρ ἄνευ πόνων, οὐ πρᾶξις,
οὐ θεωρία, ψυχὴ κατορθωθήσεται.
Δόξα...
Ἀμέριστον τῇ οὐσίᾳ,
ἀσύγχυτον τοῖς προσώποις θεολογῶ σε, τὴν Τριαδικὴν μίαν Θεότητα, ὡς
Ὁμοβασίλειον καὶ σύνθρονον, βοῶ σοι τὸ ᾎσμα, τὸ μέγα, τὸ ἐν ὑψίστοις, τρισσῶς
ὑμνολογούμενον.
Καὶ νῦν ...
Θεοτοκίον
Καὶ
τίκτεις καὶ παρθενεύεις, καὶ μένεις δι' ἀμφοτέρων, φύσει Παρθένος, ὁ τεχθεὶς
καινίζει νόμους φύσεως, ἡ νηδὺς δὲ κύει μὴ λοχεύουσα, Θεὸς ὅπου θέλει, νικᾶται
φύσεως τάξις· ποιεῖ γὰρ ὅσα βούλεται.
Ὠδὴ ε’
Ὁ Εἱρμὸς.
Ἐκ νυκτὸς ὀρθρίζοντα Φιλάνθρωπε,
φώτισον δέομαι, καὶ ὁδήγησον κᾀμέ, ἐν τοῖς προστάγμασί σου, καὶ δίδαξόν με
Σωτήρ, ποιεῖν τὸ θέλημά σου. (Δίς)
Ἐν νυκτὶ τὸν βίον μου διῆλθον
ἀεί· σκότος γὰρ γέγονε, καὶ βαθεῖά μοι ἀχλύς, ἡ νὺξ τῆς ἁμαρτίας, ἀλλ' ὡς
ἡμέρας υἱόν, Σωτὴρ ἀνάδειξόν με.
Τὸν
Ῥουβὶμ μιμούμενος ὁ τάλας ἐγώ, ἔπραξα ἄθεσμον, καὶ παράνομον βουλήν, κατὰ Θεοῦ
Ὑψίστου, μιάνας κοίτην ἐμήν, ὡς τοῦ πατρὸς ἐκεῖνος.
Ἐξομολογοῦμαί σοι Χριστὲ
Βασιλεῦ. Ἥμαρτον ἥμαρτον, ὡς οἱ πρὶν τῷ Ἰωσήφ, ἀδελφοὶ πεπρακότες, τὸν τῆς
ἁγνείας καρπόν, καὶ τὸν τῆς σωφροσύνης.
Ὑπὸ τῶν συγγόνων ἡ δικαία ψυχή,
δέδοτο πέπρατο, εἰς δουλείαν ὁ γλυκύς, εἰς τύπον τοῦ Κυρίου· αὐτὴ δὲ ὅλη ψυχή,
ἐπράθης τοῖς κακοῖς σου.
Ἰωσὴφ τὸν δίκαιον, καὶ σώφρονα
νοῦν, μίμησαι τάλαινα, καὶ ἀδόκιμε ψυχή, καὶ μὴ ἀκολασταίνου, ταῖς παραλόγοις
ὁρμαῖς, ἀεὶ παρανομοῦσα.
Εἰ
καὶ λάκκῳ ᾤκησε ποτὲ Ἰωσήφ, Δέσποτα Κύριε, ἀλλ' εἰς τύπον τῆς Ταφῆς, καὶ τῆς
Ἐγέρσεώς σου· ἐγὼ δέ τί σοι ποτέ, τοιοῦτο προσενέγκω;
Δόξα...
Σὲ Τριὰς δοξάζομεν
τὸν ἕνα Θεόν, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, ἁπλὴ οὐσία
Μονάς, ἀεὶ προσκυνουμένη.
Καὶ νῦν ...
Θεοτοκίον
Ἐκ
σοῦ ἠμφιάσατο τὸ φύραμά μου, ἄφθορε ἄνανδρε, Μητροπάρθενε Θεός, ὁ κτίσας τοὺς
αἰῶνας, καὶ ἥνωσεν ἑαυτῷ, τὴν τῶν ἀνθρώπων φύσιν.
Ὠδὴ ς’
Ὁ Εἱρμὸς.
Ἐβόησα ἐν ὅλῃ καρδίᾳ μου, πρὸς
τὸν οἰκτίρμονα Θεόν, καὶ ἐπήκουσέ μου ἐξ ᾍδου κατωτάτου, καὶ ἀνήγαγεν ἐκ φθορᾶς
τὴν ζωήν μου. (Δίς)
Τὰ
δάκρυα Σωτὴρ τῶν ὀμμάτων μου, καὶ τοὺς ἐκ βάθους στεναγμούς, καθαρῶς προσφέρω,
βοώσης τῆς καρδίας, ὁ Θεὸς ἡμάρτηκά σοι, ἱλάσθητί μοι.
Ἐξένευσας ψυχὴ τοῦ Κυρίου σου,
ὥσπερ Δαθὰν καὶ Ἀβειρών· ἀλλὰ φεῖσαι κράξον, ἐξ ᾍδου κατωτάτου, ἵνα μὴ τὸ
χάσμα, τῆς γῆς σὲ συγκαλύψῃ.
Ὡς δάμαλις ψυχὴ παροιστρήσασα,
ἐξωμοιώθης τῷ Ἐφραίμ, ὡς δορκὰς ἐκ βρόχων, ἀνάσωσον τὸν βίον, πτερωθεῖσα
πράξει, καὶ νῷ καὶ θεωρίᾳ.
Ἡ χεὶρ ἡμᾶς Μωσέως πιστώσεται,
ψυχὴ πῶς δύναται Θεός, λεπρωθέντα βίον, λευκάναι καὶ καθάραι· καὶ μὴ ἀπογνῷς
σεαυτήν, κἂν ἐλεπρώθης.
Δόξα...
Τριάς
εἰμι, ἁπλὴ ἀδιαίρετος, διαιρετὴ προσωπικῶς, καὶ Μονὰς ὑπάρχω, τῇ φύσει
ἡνωμένη. Ὁ Πατήρ φησιν, ὁ Υἱὸς καὶ θεῖον Πνεῦμα.
Καὶ νῦν ...
Θεοτοκίον
Ἡ μήτρα σου, Θεὸν ἡμῖν ἔτεκε,
μεμορφωμένον καθ' ἡμᾶς, ἀλλ' ὡς Κτίστην πάντων, δυσώπει Θεοτόκε, ἵνα ταῖς
πρεσβείαις, ταῖς σαῖς δικαιωθῶμεν.
Κοντάκιον.
Ἦχος πλ. β’
Ψυχή μου ψυχή μου, ἀνάστα, τί
καθεύδεις; τὸ τέλος ἐγγίζει, καὶ μέλλεις θορυβεῖσθαι, ἀνάνηψον οὖν, ἵνα φείσηταί
σου Χριστὸς ὁ Θεός, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.
Ὠδὴ ζ’
Ὁ Εἱρμὸς.
Ἡμάρτομεν,
ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν σου, οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν, καθὼς
ἐνετείλω ἡμῖν. Ἀλλὰ μὴ παραδῴης ἡμᾶς εἰς τέλος, ὁ τῶν Πατέρων Θεός. (Δίς)
Ἡμάρτηκα,
ἐπλημμέλησα, καὶ ἠθέτησα τὴν ἐντολήν σου, ὅτι ἐν ἁμαρτίαις προήχθην, καὶ
προσέθηκα τοῖς μώλωψι
τραῦμα ἐμοί, ἀλλ' αὐτός με ἐλέησον ὡς εὔσπλαγχνος, ὁ τῶν Πατέρων Θεός.
Τὰ κρύφια τῆς καρδίας μου, ἐξηγόρευσά σοι τῷ Κριτῇ μου,
ἴδε μου τὴν ταπείνωσιν, ἴδε καὶ τὴν θλίψιν μου, καὶ πρόσχες τῇ κρίσει
μου νῦν, καὶ αὐτός με ἐλέησον ὡς εὔσπλαγχνος ὁ τῶν Πατέρων Θεός.
Σαοὺλ
ποτέ, ὡς ἀπώλεσε, τοῦ πατρὸς αὐτοῦ ψυχὴ τὰς ὄνους, πάρεργον τὸ βασίλειον εὗρε,
πρὸς ἀνάρρησιν. Ἀλλ' ὅρα μὴ λάθῃς σαυτήν, τὰς κτηνώδεις ὀρέξεις σου,
προκρίνουσα τῆς βασιλείας Χριστοῦ.
Δαυῒδ
ποτέ, ὁ πατρόθεος, εἰ καὶ ἥμαρτε διττῶς ψυχή μου, βέλει μὲν τοξευθεὶς τῆς
μοιχείας, τῷ δὲ δόρατι ἁλοὺς τῆς τοῦ φόνου ποινῆς· ἀλλ' αὐτὴ τὰ βαρύτερα τῶν
ἔργων νοσεῖς, ταῖς κατὰ γνώμην ὁρμαῖς.
Συνῆψε μέν, ὁ Δαυῒδ ποτέ, ἀνομήματι τὴν ἀνομίαν· φόνῳ γὰρ
τὴν μοιχείαν ἐκίρνα, τὴν μετάνοιαν εὐθὺς παραδείξας διπλῆν· ἀλλ' αὐτὴ
πονηρότερα εἰργάσω, ψυχή, μὴ μεταγνοῦσα Θεῷ.
Δαυῒδ
ποτὲ ἀνεστήλωσε, συγγραψάμενος ὡς ἐν εἰκόνι, ὕμνον, δι' οὗ τὴν πρᾶξιν ἐλέγχει,
ἣν εἰργάσατο κραυγάζων· Ἐλέησόν με· σοὶ γὰρ μόνῳ ἐξήμαρτον, τῷ πάντων Θεῷ,
αὐτὸς καθάρισόν με.
Δόξα...
Τριὰς
ἁπλή, ἀδιαίρετε, Ὁμοούσιε Μονὰς ἁγία, φῶτα καὶ φῶς καὶ ἅγια τρία, καὶ ἓν ἅγιον
ὑμνεῖται Θεὸς ἡ Τριάς, ἀλλ' ἀνύμνησον, δόξασον ζωὴν καὶ ζωάς, ψυχὴ τὸν πάντων
Θεόν.
Καὶ νῦν ...
Θεοτοκίον
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε,
προσκυνοῦμέν σε Θεογεννῆτορ, ὅτι τῆς ἀχωρίστου Τριάδος, ἀπεκύησας τὸν ἕνα Υἱὸν
καὶ Θεόν, καὶ αὐτὴ προηνέῳξας ἡμῖν, τοῖς ἐν γῇ τὰ ἐπουράνια.
Ὠδὴ η’
Ὁ Εἱρμὸς.
Ὃν Στρατιαί, οὐρανῶν δοξάζουσι, καὶ φρίττει τὰ Χερουβίμ, καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτίσις ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. (Δίς)
Ἡμαρτηκότα, Σωτὴρ ἐλέησον, διέγειρόν μου τὸν νοῦν, πρὸς ἐπιστροφήν, δέξαι μετανοοῦντα, οἰκτείρησον βοῶντα· Ἥμαρτόν σοι, σῶσον, ἠνόμησα, ἐλέησόν με.
Ὁ διφρηλάτης, Ἠλίας, ἅρματι, ταῖς ἀρεταῖς ἐπιβάς, ὡς εἰς οὐρανόν, ἤγετο ὑπεράνω, ποτὲ τῶν ἐπιγείων· τούτου οὖν ψυχή μου, τὴν ἄνοδον ἀναλογίζου.
Ὁ Ἐλισσαῖος, ποτὲ δεξάμενος, τὴν μηλωτὴν Ἠλιού, ἔλαβε διπλῆν, χάριν παρὰ Κυρίου, αὐτὴ δὲ ὦ ψυχή μου, ταύτης οὐ μετέσχες, τῆς χάριτος δι' ἀκρασίαν.
Τοῦ
Ἰορδάνου,
τὸ ῥεῖθρον πρότερον, τῇ μηλωτῇ Ἠλιού, δι' Ἐλισσαιέ, ἔστη ἔνθα καὶ ἔνθα, αὐτὴ δὲ ὦ ψυχή μου, ταύτης οὐ μετέσχες, τῆς χάριτος δι' ἀκρασίαν.
Ἡ Σωμανῖτις, ποτὲ τὸν δίκαιον,
ἐξένισεν ὦ ψυχή, γνώμῃ ἀγαθῇ· σὺ δὲ οὐκ εἰσῳκίσω, οὐ ξένον, οὐχ ὁδίτην· ὅθεν
τοῦ νυμφῶνος, ῥιφήσῃ ἔξω θρηνῳδοῦσα.
Τοῦ
Γιεζῆ, ἐμιμήσω τάλαινα, τὴν γνώμην τὴν ῥυπαράν, πάντοτε ψυχή· οὗ τὴν
φιλαργυρίαν, ἀπώθου κᾂν ἐν γήρει, φεῦγε τῆς γεέννης, τὸ πῦρ ἐκστᾶσα τῶν κακῶν
σου.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα
Ἄναρχε Πάτερ, Υἱὲ συνάναρχε,
Παράκλητε ἀγαθέ, Πνεῦμα τὸ εὐθές, Λόγου Θεοῦ Γεννῆτορ, Πατρὸς ἀνάρχου Λόγε,
Πνεῦμα ζῶν καὶ κτίζον. Τριὰς Μονὰς ἐλέησόν με.
Καὶ νῦν ...
Θεοτοκίον
Ὡς ἐκ βαφῆς, ἁλουργίδος Ἄχραντε,
ἡ νοητὴ πορφυρίς, τοῦ Ἐμμανουήλ, ἔνδον ἐν τῇ γαστρί σου, ἡ σάρξ συνεξυφάνθη·
ὅθεν Θεοτόκον, ἐν ἀληθείᾳ σε τιμῶμεν.
Ὠδὴ θ’
Ὁ Εἱρμὸς.
Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις. Διό σε πᾶσαι αἱ γενεαί,
ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν. (Δίς)
Ὁ νοῦς
τετραυμάτισται, τὸ σῶμα μεμαλάκισται, νοσεῖ τὸ πνεῦμα, ὁ λόγος ἠσθένησεν, ὁ
βίος νενέκρωται, τὸ τέλος ἐπὶ θύραις· διό μοι τάλαινα ψυχή, τί ποιήσεις ὅταν
ἔλθῃ, ὁ Κριτὴς ἀνερευνῆσαι τὰ σά;
Μωσέως παρήγαγον, ψυχὴ τὴν κοσμογένεσιν, καὶ ἐξ ἐκείνου,
πᾶσαν ἐνδιάθετον, γραφὴν ἱστοροῦσάν σοι, δικαίους καὶ ἀδίκους, ὧν τοὺς
δευτέρους ὦ ψυχή, ἐμιμήσω, οὐ τοὺς πρώτους, εἰς Θεὸν ἐξαμαρτήσασα.
Ὁ Νόμος
ἠσθένησεν, ἀργεῖ το Εὐαγγέλιον, Γραφὴ δὲ πᾶσα, ἐν σοὶ παρημέληται, Προφῆται
ἠτόνησαν, καὶ πᾶς δικαίου λόγος, αἱ τραυματίαι σου ὦ ψυχή, ἐπληθύνθησαν, οὐκ
ὄντος, ἰατροῦ τοῦ ὑγιοῦντός σε.
Τῆς νέας παράγω σοι, Γραφῆς τὰ ὑποδείγματα, ἐνάγοντά σε,
ψυχὴ πρὸς κατάνυξιν, δικαίους οὖν ζήλωσον, ἁμαρτωλοὺς ἐκτρέπου, καὶ ἐξιλέωσαι
Χριστόν, προσευχαῖς τε καὶ νηστείαις, καὶ ἁγνείᾳ καὶ σεμνότητι.
Χριστὸς ἐνηνθρώπησε, καλέσας εἰς μετάνοιαν, λῃστὰς καὶ
πόρνας, ψυχὴ μετανόησον, ἡ θύρα ἠνέῳκται, τῆς Βασιλείας ἤδη, καὶ προαρπάζουσιν
αὐτήν, Φαρισαῖοι καὶ Τελῶναι, καὶ μοιχοὶ μεταποιούμενοι.
Χριστὸς ἐνηνθρώπησε, σαρκὶ προσομιλήσας μοι, καὶ πάντα
ὅσα, ὑπάρχει τῆς φύσεως, βουλήσει ἐπλήρωσε, τῆς ἁμαρτίας δίχα, ὑπογραμμόν σοι ὦ
ψυχή, καὶ εἰκόνα προδεικνύων, τῆς αὐτοῦ συγκαταβάσεως.
Χριστὸς Μάγους ἔσωσε, Ποιμένας συνεκάλεσε, Νηπίων δήμους,
ἀπέδειξε Μάρτυρας, Πρεσβύτην ἐδόξασε, καὶ γηραλέαν Χήραν, ὧν οὐκ ἐζήλωσας ψυχή,
οὐ τὰς πράξεις, οὐ τὸν βίον, ἀλλ' οὐαί σοι ἐν τῷ κρίνεσθαι!
Νηστεύσας
ὁ Κύριος, ἡμέρας τεσσαράκοντα, ἐν τῇ ἐρήμῳ, ὕστερον ἐπείνασε, δεικνὺς τὸ
ἀνθρώπινον. Ψυχὴ μὴ ἀθυμήσῃς, ἂν σοι προσβάλλῃ ὁ ἐχθρός, προσευχῇ τε καὶ
νηστείᾳ, ἐκ ποδῶν ἀποκρουσθήτω σοι.
Δόξα...
Πατέρα
δοξάσωμεν, Υἱὸν ὑπερυψώσωμεν, τὸ θεῖον Πνεῦμα, πιστῶς προσκυνήσωμεν, Τριάδα
ἀχώριστον, Μονάδα κατ' οὐσίαν, ὡς φῶς καὶ φῶτα καὶ ζωήν, καὶ ζωὰς ζωοποιοῦσαν,
καὶ φωτίζουσαν τὰ πέρατα.
Καὶ νῦν ...
Θεοτοκίον
Τὴν
Πόλιν σου φύλαττε, Θεογεννῆτορ πάναγνε· ἐν σοὶ γὰρ αὕτη, πιστῶς βασιλεύουσα, ἐν
σοὶ καὶ κρατύνεται, καὶ διὰ σοῦ νικῶσα, τροποῦται πάντα πειρασμόν, καὶ σκυλεύει
πολεμίους καὶ διέπει τὸ ὑπήκοον.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Τῆς Κρήτης ἐπίσκοπε Ἀνδρέα, εὔχου πάντοτε, ὑπερ τῶν πίστει
τὸν θεῖον Κανόνα σου συνέντων, ἐξόρμημα τῶν Ἱεροσολύμων: Ὅτι ἐν Πύλαις ὁ
συνιεὶς ἀκαταίσχυντος, λαλήσει τοῖς ἐχθροῖς παθῶν ὑπέρτερος.
Ὁ Εἱρμὸς.
Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος,
Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις·
διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου