Κυριακή 11 Μαΐου 2014

ΤΡΙΤΗ

ΤΡΙΤΗ ΗΧΟΣ Α΄
Στιχηρὰ
Ἦχος α'
Τῶν οὐρανίων Ταγμάτων
μαρτημάτων πελάγει περιαντλουμενος, καὶ ἐν βυθῷ πταισμάτων, συνεχόμενος ὅλως, βοῶ σοὶ τῶ Δεσπότη. Τῶν χαλεπῶν, καὶ ποικίλων μὲ λύτρωσαι, πειρατηρίων τοῦ βίου, καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου, Ὑπεράγαθε.
Βεβυθισμένος ὑπάρχων ἐξ ἀπογνώσεως, καὶ πονηρίας πλήρης, λογισμῶν ἐναντίων, πρὸς σέ μου τὰς ἐλπίδας, Λόγε Θεοῦ, ἀνεθέμην ὁ ἄθλιος, ἀπὸ ἐχθρῶν ἀοράτων, καὶ Ὁρατῶν, ἐπιθέσεώς με λύτρωσαι.
Κατοικτειρήσας ὁ Κτίστης ἄπαν τὸ ποίημα, διὰ φιλανθρωπίας, καὶ ἀφάτου πτωχείας, ὁ αἴρων τὴν τοῦ κόσμου, Λόγε Θεοῦ, ἁμαρτίαν ὡς εὔσπλαγχνος, ἆρον καμοῦ τὸ φορτίον, καὶ τὸν κλοιόν, τὸν βαρύτατον ἐλάφρυνον.
Ἔτερα τοῦ Προδρόμου
Πανεύφημοι Μάρτυρες
Προφήτα θαυμάσιε Χριστοῦ, Βαπτιστὰ καὶ Πρόδρομε, τὴν ξηρανθεῖσαν καρδίαν μου, τοὶς ἀτοπήμασι, ποταμοὺς δακρύων, ἀενάως ποίησον, προχέειν δυσωπῶ σὲ πρεσβείαις σου, ὅπως σωζόμενος, διὰ σοῦ ὁ πολυώδυνος, μεγαλύνω τὸν σὲ μεγαλύναντα.
Προφήτα μακάριε πρὸς σέ, τὰς ἐλπίδας πάσας μου, καὶ τὴν ζωὴν ἀνατίθημι, τῆς προσδοκίας μου, ὁ Χριστὸν βαπτίσας, Ἰησοῦν τὴν ἄβυσσον, τὸν αἴροντα τοῦ κόσμου τὰ πταίσματα, τοῦτον ἱκέτευε, Ἰωάννη τὴν καρδίαν μου, δυσωπῶ σε, καθάραι καὶ σώσαί με.
κῆρυξ τῆς χάριτος Χριστοῦ, ὁ πᾶσι μετάνοιαν, προκαταγγείλας τοὶς ἔθνεσι, τὴν παναθλίαν μου, καὶ πεπωρωμένην, ψυχήν, θεῖε Πρόδρομε, προσμένειν μετανοία εὐόδωσον, καὶ τὰ θελήματα, τοῦ Κυρίου πράττειν πάντοτε, ἵνα πίστει καὶ πόθω δοξάζω σε.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Φωτὸς ἐνδιαίτημα Ἁγνή, μόνη ἐχρημάτισας, τοῦ ἐκ Πατρὸς ἀναλάμψαντος, ὅθεν κραυγάζω σοί. Τὴν ἐσκοτισμένην, ψυχήν μου τοὶς πάθεσι, φωτὶ τῶν ἀρετῶν καταφαίδρυνον, καὶ ἐν σκηνώμασι, φωτεινοίς σου κατασκήνωσον, ἐν ἡμέρα τῆς κρίσεως Ἄχραντε.  
Ἀπόστιχα Κατανυκτικὰ
τι τὸ πέλαγος πολύ, τῶν παραπτωμάτων μου Σωτήρ, καὶ δεινῶς βεβύθισμαι ταὶς πλημμελείαις μου, δὸς μοὶ χείρα, σώσόν με, ὡς τῶ Πέτρω ὁ Θεός, καὶ ἐλέησόν με.
τι ἐννοίαις πονηραῖς, καὶ ἔργοις καταδεδίκασμαι Σωτήρ, λογισμὸν μοὶ δώρησαι, ἐπιστροφῆς ὁ Θεός, ἵνα κράζω. Σώσόν με, Εὐεργέτα ἀγαθέ, καὶ ἐλέησόν με.
Μαρτυρικὸν
ἐν σταδίῳ ὑμῶν ὁμολογία, Ἅγιοι, τῶν δαιμόνων κατέπτηξε τὴν δύναμιν, καὶ τῆς πλάνης τοὺς ἀνθρώπους ἠλευθέρωσε, διὸ καὶ τὰς κεφαλὰς ἀποτεμνόμενοι ἐκράζετε. Γενέσθω Κύριε, ἡ θυσία τῶν ψυχῶν ἡμῶν, εὐπρόσδεκτος ἐνώπιόν σου, ὅτι σὲ ποθήσαντες, κατεφρονήσαμεν τῆς προσκαίρου ζωῆς φιλάνθρωπε.
Δόξα... Καὶ νύν... Θεοτοκίον
μαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορώσα, πρέσβευε τῶ ἐξ ἀγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.
Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Ἦχος α'
ν ἀνομίαις συλληφθείς, ἐγὼ ὁ ἄσωτος, οὐ τολμῶ ἀτενίσαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, ἀλλὰ θαρρῶν εἰς τὴν φιλανθρωπίαν σου, κράζω, ὁ Θεὸς ἱλάσθητί μοί, καὶ σωσόν με.
Εἰ ὁ δίκαιος μόλις σώζεται, ἐγὼ ποῦ φανοῦμαι ὁ ἁμαρτωλός; τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας οὐκ ἐβάστασα, τοὶς περὶ τὴν ἑνδεκάτην ὥραν, συναρίθμησόν με ὁ Θεός, καὶ σώσόν με.
 Δόξα... Καὶ νύν... Θεοτοκίον
ρρηκτον τεῖχος κεκτημένοι πιστοί, τὴν Θεοτόκον Μαρίαν, δεῦτε προσπέσωμεν αὐτή, παρρησίαν γὰρ ἔχει πρὸς τὸν τεχθέντα ἐξ αὐτῆς, τοῦ πρεσβεύειν καὶ σώζειν ἀπὸ ὀργῆς, καὶ θανάτου τὰς ψυχὰς ἡμῶν.
Μετὰ τὴν β' Στιχολογίαν, ἕτερα
Τὸ τάφον σου Σωτὴρ
γκάλας πατρικάς, διανοίξαί μοὶ σπεῦσον, ἀσώτως τὸν ἐμὸν κατηνάλωσα βίον, εἰς πλοῦτον ἀδαπάνητον, ἀφορῶν τῶν οἰκτιρμῶν σου Σωτήρ, νὺν πτωχεύουσαν, μὴ ὑπερίδης καρδίαν, σοὶ γάρ, Κύριε, ἐν κατανύξει κραυγάζω. Ἡμάρτηκα, σώσόν με.
Τὸ βήμά σου φρικτόν, καὶ ἡ κρίσις δικαία, τὰ ἔργα μου δεινά, ἀλλ' αὐτός, Ἐλεῆμον, προφθάσας μὲ διάσωσον, καὶ κολάσεως λύτρωσαι, ῥύσαι, Δέσποτα, τῆς τῶν ἐρίφων μερίδος, καὶ ἀξίωσον, ἐκ δεξιῶν σοῦ μὲ στῆναι, Κριτὰ δικαιότατε.
Δόξα... Καὶ νύν... Θεοτοκίον, ὅμοιον
πόθου, ὧ ψυχή, ῥαθυμίας τὸν ὕπνον, καὶ ἄναψον φαιδράν, μετανοίας λαμπάδα, καὶ ἔξελθε νὺν χαίρουσα, τῆς τοῦ βίου συγχύσεως, εἰς ἀπάντησιν τοῦ ἀθανάτου Νυμφίου. Δέξαι, λέγουσα, καὶ μὴ ἀπώση με, Λόγε, λιταὶς τῆς τεκούσης σε.
Μετὰ τὴν γ' Στιχολογίαν, ἕτερα
Τὸν τάφον σου Σωτὴρ
πάλαι ταὶς ῥοαίς, Ἰορδάνου βαπτίσας, τὴν κάθαρσιν παντός, Ἰωάννη τοῦ κόσμου, πολλοὶς μὲ βυθιζόμενον, πλημμελήμασιν ἕλκυσον, καὶ ἀπόπλυνον, ἀπὸ παντοίας κηλῖδος, τὸν φιλάνθρωπον, διὰ παντὸς ἱκετεύων, ὡς πρέσβυς εὐπρόσδεκτος.
Μαρτυρικὸν
Τοῦ λίθου σφραγισθέντος
ς καλοὶ στρατιῶται ὁμοφρόνως πιστεύσαντες, τὰς ἀπειλὰς τῶν, τυράννων μὴ πτοουμενοι, Ἅγιοι, προσήλθετε προθύμως τῶ Χριστῷ, ἀράμενοι τὸν τίμιον Σταυρόν, καὶ τελέσαντες τὸν δρόμον, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξασθε. Δόξα τῶ ἐνισχύσαντι ὑμᾶς, δόξα τῶ στεφανώσαντι, δόξα τῶ δωρουμένω δι' ὑμῶν, πάσιν ἰάματα.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Τὸν τάφον σου Σωτὴρ
Νηδὺϊ μητρική, Ἰωάννης σκιρτήσας, φερόμενον Ἁγνή, τὸν Θεὸν ἐν γαστρί σου, ἐπέγνω θεία χάριτι, καὶ πιστῶς προσεκύνησεν, ἀλλὰ δέομαι, σὺν τῶ Προδρόμω, Παρθένε, καθικέτευσον, ὃν ἐσωμάτωσας Λόγον, σωθῆναι, τὸν δούλόν σου.
Κανὼν Κατανυκτικός, οὗ ἡ Ἀκροστιχίς. 
(ἄνευ τῶν Θεοτοκίων)
Δέχοις τεοὺς δέ, τοὺς ἐμοὺς λόγους, Ἰωσὴφ
Ὠδὴ α'  Ἦχος α'  Ὁ Εἱρμὸς
δὴν ἐπινίκιον, ἄσωμεν πάντες, Θεῷ τῶ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῶ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται.
Δουλούμενος πάθεσι, τῆς ἁμαρτίας, προσπίπτω σοὶ Κύριε, ὅπως ἀποδείξης με, τούτων ἐλεύθερον, δοξάζοντά σου ἐκτενῶς, τὴν ἀγαθότητα.
πλήγην ὁ ἄθλιος, τῆς ἁμαρτίας, ῥομφαία καὶ τέθνηκα, καὶ ὁρῶν με. κείμενον, ἐχθρὸς ἀγάλλεται, ὁ ἀναστήσας τοὺς νεκρούς, ζώωσον, σώσόν με.
Μαρτυρικὰ
Χοροὶ ἐδοξάσθησαν, τῶν ἀθλοφόρων, σεπτοὶς αὐτῶν μέλεσι, τὸν Χριστὸν δοξάσαντες, σάρκα φορέσαντα, καὶ διὰ πάθους τὴν φθορὰν ἐξαφανίσαντα.
Οἱ πύργοι καὶ πρόμαχοι, τῆς Ἐκκλησίας, οἱ ἔνδοξοι μάρτυρες, προσβολαὶς ἀκλόνητοι, ἐχθροῦ διέμειναν. Αὐτῶν πρεσβείαις ὁ Θεός, ζώωσον πάντας ἡμᾶς.
Θεοτοκίον
ς θρόνος πυρίμορφος, φέρεις τὸν κτίστην, ὡς ἔμψυχος θάλαμος, καὶ τερπνὸν παλάτιον, τὸν βασιλέα χωρείς, γενόμενον ὅπερ ἑσμέν, δίχα τροπῆς καὶ φυρμοῦ.
 
Ἕτερος κανὼν τοῦ Προδρόμου, οὗ ἡ Ἀκροστιχίς.
Φωνῆς ἄκουσον τῶν βοώντων σοὶ Μάκαρ. Ἰωσήφ.
Εἱρμὸς ὁ αὐτὸς 
Φωνὴ ἐχρημάτισας, τοῦ Λόγου, Μάκαρ, διὸ τὰς φωνὰς ἡμῶν, ἃς πρὸς σὲ ποιούμεθα, προσδέχου Πρόδρομε, ἐλευθερῶν ἡμᾶς κακῶν, τὴ μεσιτεία σου.
ς ὄρθρος ὡς ἥλιος, ἐξανατείλας, φωτίζεις τὰ πέρατα, καὶ σκοτίζεις πνεύματα, τὰ πονηρότατα, διὸ τὸν ζόφον τῆς ἐμῆς, ψυχῆς ἀπέλασον.
Νεκροῖς τὴν ζωὴν ἡμῶν, ἐλευσομένην, ἐκήρυξας Πρόδρομε, διὸ καὶ τὰ νεκροῦντα μὲ πάθη θανάτωσον, δεῖξον θείας κοι νωνόν, Μάκαρ λαμπρότητος.
Θεοτοκίον
μόνη τὸν ἄχρονον, Υἱὸν ἐν χρόνῳ, τεκοῦσα σαρκούμενον, Παναγία Δέσποινα, πάντα τὰ χρόνια, τῆς παναθλίας μου ψυχῆς, πάθη θεράπευσον.
Ὠδὴ γ'  Ὁ Εἱρμὸς
Λίθον ὃν ἀπεδοκίμασαν, οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη, εἰς κεφαλὴν γωνίας, αὐτὸς ἐστιν ἡ πέτρα, ἐν ἢ ἐστερέωσε, τὴν Ἐκκλησίαν ὁ Χριστός, ἣν ἐξ ἐθνῶν ἐξηγοράσατο.
δε τὴν ἐμὴν ἀσθένειαν, ὁ φορέσας ταύτην, ἴδε τῆς ψυχῆς μου, τὴν δεινὴν ἀμορφίαν, πρόσχες τὴ φωνή μου, Χριστὲ πολυέλεε, καὶ μεταποίησον αὐτῆς, τὸ εἰδεχθές, εἰς εὐμορφίαν Σωτήρ.
Σῶσον Ἰησοῦ τὸν ἄσωτον, σώσόν με τὸν μόνον, σοῦ τοὺς σωτηρίους, παραβάντα νόμους, καὶ πᾶσαν ἁμαρτίαν, ἀλόγως τελέσαντα, καὶ ὑπαχθέντα λογισμοίς, σοῦ Ἀγαθὲ ἀλλοτριούσί με.
Μαρτυρικὰ
Τάξις Ἀσωμάτων Ἅγιοι, τὴν ὑμῶν ἀνδρείαν, ὄντως κατεπλάγη, πῶς ἐν τῷ σταδίω, ἀθλοῦντες παραδόξως, καὶ πίπτοντες σώμασιν, ἀσάρκους πάντας δυσμενεῖς, θεία ῥοπὴ κατηδαφίσατε.
τι τῶν πληγῶν τοὶς αἵμασι, περιηνθισμένοι, ἔτι τῶν αἱμάτων τῶ λύθρω Ἀθλοφόροι, σταζόμενοι Κυρίω, παρέστητε χαίροντες, τῶ ἀθανάτω Βασιλεῖ, νικητικῶς καταστεφόμενοι.
Θεοτοκίον
Τίκτεις, ὃν Πατὴρ ἐγέννησε, πάντων πρὸ αἰώνων, τρέφεις τὸν τροφέα, πείραν ἀνδρὸς μὴ γνοῦσα, Παράδοξον τὸ θαῦμα! καὶ νὸν τὸ μυστήριον, θεοχαρίτωτε! διὸ πᾶσα πιστῶν ψυχὴ δοξάζει σε.
Κανὼν τοῦ Προδρόμου
Εἱρμὸς ὁ αὐτὸς
Στεῖρας ἐξ ἀκάρπου Πρόδρομε, ἱερῶς βλαστήσας, ὤφθης καρποφόρος, γεωργίαις θείαις, διό μου τὴν καρδίαν, παντοίων στειρεύουσαν, εὔτεκνον ποίησον καλῶν, ὅπως πιστῶς ἀεὶ δοξάζω σέ.
ρτω οὐρανίω στήριξον, τὴν ἐμὴν καρδίαν, Μάκαρ, παρειμένην, ταὶς πονηραῖς μελέταις, καὶ δίδου μοὶ προθύμως, ποιεῖν τὰ θελήματα, τοῦ πανοικτίρμονος Θεοῦ, ὅπως πιστῶς ἀεὶ δοξάζω σε.
Κόσμου ἁμαρτίαν αἴροντα, τὸν Ἀμνὸν κηρύξας, τῶν ἁμαρτιῶν μου, τὸ βαρὺ φορτίον, μακάριε Προφήτα, ἐλάφρυνον δέομαι, κατάνυξίν μοὶ χορηγῶν, ῥύπου παθῶν ἀποκαθαίρουσαν.
Θεοτοκίον
λον τὸν Ἀδὰμ ἐφόρεσεν, ἐκ σοῦ Θεοτόκε, ὅλος σαρκοφόρος, προελθῶν ὁ Λόγος. Αὐτὸν οὖν, Θεοτόκε, δυσώπει με ῥύσασθαι, ἐκ πειρασμῶν παντοδαπῶν, καὶ τοῦ πυρός τοῦ αἰωνίζοντος.
Ὠδὴ δ'  Ὁ Εἱρμὸς
ν Πνεύματι προβλέπων, προφήτα Ἀββακούμ, τὴν τοῦ Λόγου σάρκωσιν, ἐκήρυττες βοῶν. Ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήση, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήση, δόξα τὴ δυνάμει σου Κύριε.
ν ἔδωκάς μοὶ πλοῦτον, ἐσκόρπισα κακῶς, ἐκτελῶν τὰ ἄτοπα, καὶ γέγονα γυμνός, ἐνδεδυμένος τὰ ἔργα τῆς ἀτιμίας, διὸ βοῶ σοί. Καταφαίδρυνον στολαὶς με, θεία κατανύσσων μὲ χάριτι.
πήχθην ἀπονοία, καὶ πέπτωκα δεινῶς, καὶ εἰς γὴν κατάκειμαι, ἀνίατα νοσῶν, ἀνάστησόν με τῶν πεπτωκότων ἡ στάσις, καὶ ἐπὶ πέτραν σωτηρίου μετανοίας, στήριξον Χριστὲ τὴν καρδίαν μου.
Μαρτυρικὰ
Σταυρῶ τὸν ὑψωθέντα, μιμούμενοι Χριστόν, ὁμιλοῦντες μάστιξιν, ἠγάλλοντο ὁμοῦ, οἱ Ἀθλοφόροι, καὶ τῶν αἱμάτων τοὶς ὄμβροις, πολυθεϊας ἀναστείλαντες χειμάρρους, ῥεῖθρα Ἰαμάτων πηγάζουσι.
Διέπλευσαν ἀβρόχως, βασάνων τὸ σφοδρόν, καὶ πικρὸν κλυδώνιον, οἱ θεῖοι Ἀθληταί, τὴ κυβερνήσει τῆς σωτηρίου ἐλπίδος, καὶ πρὸς τοὺς ἄνω, προσωρμίσθησαν λιμένας, πάσης θυμηδίας πληρούμενοι.
Θεοτοκίον
ξέστησαν ὁρῶσαι, Ἀγγέλων στρατιαί, πῶς ὁ ἀθεώρητος, μορφὴ τὴ καθημάς, ἐκ σοῦ ὠράθη, Παρθένε Θεοκυῆτορ, ὃν ἐκδυσώπει σωτηρίας ἀξιῶσαι, πάντας τοὺς πιστῶς σὲ δοξάζοντας.
Κανὼν τοῦ Προδρόμου
Εἱρμὸς ὁ αὐτὸς
φάνας σωτηρίου, ἱμάτιον σαυτῶ, τὴ γυμνώσει σώματος, Κυρίου Βαπτιστά, γεγυμνωμένον πάσης ἀγαθοεργίας, ἐπένδυσόν με δυσωπῶ δικαιοσύνης, καὶ ἀγαλλιάσεως ἔνδυμα.
Σταγόνα σωτηρίας, ἑπόμβρισον καμοί, τηκομένω Πρόδρομε, αὐχμῶ τῶν ἡδονῶν, ὁ καταδύσας ἐν ταῖς ῥοαὶς Ἰορδάνου, τρυφῆς χειμάρρουν, Ἰησοῦν τὸν ζωοδότην, ὅπως κατὰ χρέος δοξάζω σε.
Οὐκ Ἄγγελος οὐ πρέσβυς, διέσωσεν ἡμᾶς, ἀλλ' αὐτὸς ὁ Κύριος, ἐλθὼν ἐπὶ τῆς γῆς, οὗ τὰς εὐθείας ὁδοὺς ἡτοίμασας, Μάκαρ, ὃν νὺν δυσώπει, ὑποδείξαί μοὶ τήν τρίβον, τὴν πρὸς Βασιλείαν εἰσάγουσαν.
Θεοτοκίον
Ναὸς ἡγιασμένος ἐδείχθης τοῦ Θεοῦ, τοῦ ἐν σοὶ οἰκήσαντος, Παρθένε, ὑπὲρ νοῦν, Αὐτὸν δυσώπει ἁμαρτιῶν, ἡμᾶς ῥύπου ἀποκαθάραι, ὅπως οἶκος γνωρισθῶμεν, καὶ κατοικητήριον Πνεύματος. 
Ὠδὴ ε'  Ὁ Εἱρμὸς
Τὴν σὴν εἰρήνην δὸς ἡμῖν, Υἱὲ τοῦ Θεοῦ, ἄλλον γὰρ ἐκτός σου Θεὸν οὐ γινώσκομεν, τὸ ὄνομά σου ὀνομάζομεν, ὅτι Θεὸς ζώντων, καὶ τῶν νεκρῶν ὑπάρχεις.
πλήσθην παραπτώσεων, πολλῶν καὶ χαλεπῶν, Δέσποτα οἰκτίρμον μακρόθυμε, οἰκτείρησόν με τὸν κατάκριτον, καὶ μὴ μὲ ἀπορρίψης ἀπὸ τοῦ σοῦ προσώπου.
Τελώνην ἐδικαίωσας, στενάξαντα, Χριστέ, τοῦτον οὖν καγῶ ἐκμιμούμενος, τύπτω τὸ στῆθος, καὶ κραυγάζω σοί. Ἱλάσθητί μοί, μόνε εὔσπλαγχνε καὶ οἰκτίρμον.
Μαρτυρικὰ
Οἱ ἅγιοί σου, Κύριε, φωστῆρες ἀπλανεῖς, ὤφθησαν τῆς πλάνης, διώκοντες νύκτα βαθεῖαν, καὶ φωτίζοντες, τὴν Οἰκουμένην πᾶσαν, θαυμάτων δαδουχίαις.
πέρτιμοι ὡς λίθοι σε, τὴν πέτραν τῆς ζωῆς, Δέσποτα, ποθοῦντες οἱ Μάρτυρες, διὰ βασάνων κυλιόμενοι, πᾶσαν οἰκοδομίαν, κατέστρεψαν τῆς πλάνης.
Θεοτοκίον
ν δύῳ ταὶς θελήσεσι, τὸν ἕνα τῆς σεπτῆς, τέτοκας Τριάδος, Πανάχραντε, φέροντα μίαν τὴν ὑπόστασιν, ὃν ἐκτενῶς δυσώπει, πάντας ἡμᾶς σωθῆναι.
Κανὼν τοῦ Προδρόμου
Εἱρμὸς ὁ αὐτὸς
Τὴν ἔρημον κατώκησας, ὡς πάλαι Ἡλιοῦ, Πρόδρομε Χριστοῦ, διὸ τὴν καρδίαν μου, ἐρημωθεῖσαν πλημμελήμασιν, ἐπιμελεία θεία, βελτίωσον Παμμάκαρ.
ς στῦλος ἀπερίτρεπτος, καὶ βάσις τῶν πιστῶν, μέγιστος Χριστοῦ, γενόμενος, Πρόδρομε, τὸν λογισμόν μου σαλευόμενον, ταὶς μηχαναὶς τοῦ πλάνου, ἀπερίτρεπτον δεῖξον.
Νεκροὶ εὐηγγελίσθησαν, τὸ φῶς τὸ ἐκ Φωτός, λάμψαν ἐπὶ γῆς, φωτί σου, μακάριε, καὶ οἱ ἐν σκότει ἐφωτίσθημεν, διὸ καταύγασόν με, δεινῶς ἀμαυρωθέντα.
Θεοτοκίον
Βασίλισσαν Παρθένον σε, κηρύττει ὁ Δαυϊδ, ἄχραντε Ἁγνή, διὸ ἱκετεύω σε, τῆς οὐρανίου Βασιλείας με, ποίησον κληρονόμον, ἵνα σὲ μακαρίζω.
Ὠδὴ ς'  Ὁ Εἱρμὸς
Τὸν Προφήτην Ἰωνάν, ἐκμιμούμενος βοῶ. Τὴν ζωήν μου, Ἀγαθέ, ἐλευθέρωσον φθοράς, καὶ σώσόν με, Σωτὴρ τοῦ κόσμου, κράζοντα. Δόξα σοί.
Συνετρίβη τὰ ὀστά, τῆς ἀθλίας μου ψυχῆς, καὶ τῶ βάρει τῶν πολλῶν, κατεκάμφθην, ἡδονῶν, βοήθει μοί, Χριστέ, ἡ μόνη πάντων βοήθεια.
ν πελάγει τῶν δεινῶν, καὶ τὴ ζάλη τῶν παθῶν, ἐμπεσῶν ἀναβοῶ. Παντοδύναμε Χριστέ, ἀνάγαγε, τὴ κραταιά σου χειρί, καὶ σώσόν με.
Μαρτυρικὰ
Μυριόλεκτος πληθύς, τῶν ἁγίων ἀθλητῶν, μυριάδας νοητῶν, κατεπάτησαν ἐχθρῶν, καὶ ἥνωνται, ταὶς μυριάσι τῶν οὐρανίων Νόων.
Οἱ ξηράναντες βυθόν, ἀθεϊας ἀθληταί, τὸν χειμάρρουν τῆς τρυφῆς, ἐκληρώσασθε, διό, ξηράνατε, τὰς διεκχύσεις τῆς ἁμαρτίας μου.
Θεοτοκίον
γιάσματος σκηνή, δεδειγμένη, Μαριάμ, μιανθεῖσαν ἡδοναίς, τὴν ἀθλίαν μου ψυχήν, ἁγίασον, καὶ θείας δόξης μέτοχον ποίησον.
Κανὼν τοῦ Προδρόμου
Εἱρμὸς ὁ αὐτὸς
μετάνοιαν ἐν γῆ, καταγγείλας, Βαπτιστά, μετανοίας μοὶ ὁδούς, ὁδηγούσας μὲ πρὸς φῶς, ὑπόδειξον, καὶ τῶν βαράθρων τὴ πλάνης ῥύσαί με.
ς τὴν ἄβυσσον ῥοαίς, καταδύσας ποταμοῦ, τὰς ἀβύσσους τῶν ἐμῶν, ἀποξήρανον παθῶν, παρέχων μοί, δακρύων ὄμβρους, Πρόδρομε, κῆρυξ Χριστοῦ.
Νοσημάτων ψυχικῶν, καὶ παθῶν τῶν σαρκικῶν, τῶν τοῦ βίου δυσχερῶν, καὶ παντοίων πειρασμῶν, καὶ θλίψεων, διάσωσόν με, Κυρίου Πρόδρομε.
Θεοτοκίον
Τὴν Μητέρα τοῦ Θεοῦ, καὶ καλὴν ἐν γυναιξί, δυσωπῶ σὲ ἐκτενῶς, μὴ παρίδης με, Ἁγνή, ἀλλ' οἴκτειρον, καὶ πάσης βλάβης σῶον συντήρησον.
Ὠδὴ ζ'  Ὁ Εἱρμὸς
Τοὺς ἐν καμίνῳ παίδάς σου Σωτήρ, οὐχ ἥψατο, οὐδὲ παρηνώχλησε τὸ πύρ, τότε οἱ Τρεῖς ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ εὐλόγουν λέγοντες. Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
πομονὴν ἐξήσκησεν Ἰώβ, καὶ ἔμεινε, πάσαις προσβολαὶς τοῦ πονηροῦ ἀκλόνητος, καθάπερ πύργος ὁ γενναῖος, τοῦτον ζήλου πάντοτε, καὶ μηδαμῶς, ὧ ψυχή, ὀκλάσης ἐν τοῖς δεινοῖς.
Σωματικαὶς ἡττήθην ἡδοναίς, καὶ γέγονα ἄλογος, ὑπάρχων λογικός. Λόγε Θεοῦ, ὁ διὰ λόγου Πόρνην σώσας, σώσόν με τὸν δείλαιον, ἵνα ὑμνῶν εὐλογῶ, τὴν σὴν ἀγαθότητα.
Μαρτυρικὰ
Λελυτρωμένοι Μάρτυρες σοφοί, τῶ Αἵματι τοῦ σαρκὶ παθόντος δι'  ἡμᾶς, ὑπὲρ αὐτοῦ προθύμως εἴλεσθε, κενῶσαι τὰ οἰκεία αἵματα, διὸ ἀπαύστως αὐτῷ συμβασιλεύετε.
Οἰκοδομία ἄθλων ἱερῶν, παλάτιον ὤφθητε Σοφοὶ περιχαρές, ἐν ὧ Χριστὸς ἐπανεπαύσατο, ὁ μόνος Βασιλεὺς καὶ Κύριος, ὁ πρὸς μονὰς οὐρανῶν, μεταβιβάσας ὑμᾶς.
Θεοτοκίον
κ γενεῶν πασῶν σὲ ὁ Χριστός, Πανύμνητε, μόνην ἠρετίσατο αὐτῷ, οἵα σεμνὴν καὶ καθαρὰν εἰς κατοικίαν, καὶ ἐκ σοῦ ὡς ἥλιος, ἐξανατείλας τὴν γήν, πᾶσαν ἐφώτισεν.
Κανὼν τοῦ Προδρόμου
Εἱρμὸς ὁ αὐτὸς
ς παλαιὰς καὶ νέας γεγονῶς, πανάριστε, ἔνδοξος μεσίτης, Βαπτιστά, μεσίτευσον παλαιωθέντα ἁμαρτίαις, ὅλον καινουργήσαί με, τὸν καινουργὸν τοῦ παντός, ἐκδυσωπῶν Ἰησοῦν.
Νομοθετῶν μετάνοιαν ἐν γῆ, ἐπέφανας, Πρόδρομε Χριστοῦ καὶ Βαπτιστά, ἣν ἐκτελεῖν πάντας ἐνίσχυσον εὐχαίς σου, ὅπως λυτρωθείημεν, ἐκ τῶν ἀμέτρων κακῶν, ὧν πλημμελοῦμεν ἀεί.
Σὺ τὴν στενὴν διώδευσας ὁδόν, ἐγκράτειαν πᾶσαν μετερχόμενος Σοφέ, καὶ πλατυσμῶ, θεωριῶν τῶν φανωτάτων, ὅλως κατηγλάϊσαι, ὧν ἐντρυφᾶν καὶ ἡμᾶς δίδου, Χριστόν δυσωπῶν.
Τριαδικὸν
μοφυῆ τριάδα οἱ πιστοί, δοξάζομεν ἄναρχον Πατέρα καὶ Υἱόν, Πνεῦμα εὐθές, ἰσοβασίλειον οὐσίαν, μίαν κυριότητα, μίαν ἀρχήν, καὶ ζωήν, ζωοποιοῦσαν ἡμᾶς.
Θεοτοκίον
κετηρίαν ἄχραντε Θεῷ, προσάγαγε, ὅπως παραβλέψηται, ἡμῶν τὰ πταίσματα, καὶ τὰς ἀμέτρους ἁμαρτίας, καὶ διαιωνίζοντος ἐλευθερώσῃ ἡμᾶς, πυρὸς κολάζοντος.
Ὠδὴ η'  Ὁ Εἱρμὸς
ν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι Στρατιαί, ὡς κτίστην καὶ Κύριον, ὑμνεῖτε Ἱερεῖς, δοξάσατε Παῖδες, εὐλογεῖτε λαοί, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰωνας.
Γυμνὸν μὲ εἰργάσατο, παντοίων ἀρετῶν, ὁ ὄφις ὁ δόλιος, κακίστη συμβουλ ἤ, στολαὶς ἐναρέτοις καταφαίδρυνον νύν, ὁ γυμνώσας τούτου, Σωτήρ μου τὴν κακίαν.
κρίναι ἐρχόμενος, τὸ γένος τῶν βροτῶν, Κριτὰ δικαιότατε, ἐν ὥρα φοβερᾷ, κατάκριτον ὄντα, μὴ ἐκπέμψης με, εἰς πὺρ τὸ τῆς γεέννης, ἀλλ' οἴκτειρον καὶ σῶσον.
Μαρτυρικὰ
μᾶς παναοίδιμοι, Κυρίου Ἀθληταί, οὐ θλίψις, οὐ κίνδυνος, οὐ ξίφος, οὐδὲ πὺρ ἐχώρισεν, ὅλως τῆς ἀγάπης Χριστοῦ, τοῦ δι' εὐσπλαγχνίαν, ἡμᾶς ἠγαπηκότος.
Σαρκὶ συμπλεκόμενοι, ἀσάρκω δυσμενεῖ, αὐτὸν κατεβάλετε, γενναῖοι Ἀθληταί, καὶ σὺν Ἀσωμάτοις συγχορεύετε, ἰώμενοι πάθη, ψυχῶν τε καὶ σωμάτων.
Θεοτοκίον
ς κρίνον κοιλάσι, τοῦ βίου εὐρηκῶς, ἐν σοὶ κατεσκήνωσεν, ὁ πάντων φυτουργός, ὀσμαὶς ἐναρέτοις καὶ σεμνότητος νύν, κατευωδιάζων, ἡμᾶς Θεογεννῆτορ.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς
Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ, διαφυλάξαντα Παίδας, καὶ τὴν βροντῶσαν κάμινον, μεταβαλόντα εἰς δρόσον, Χριστὸν τὸν Θεὸν ὑμνεῖτε, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Μόνος ὑπὲρ πάντας πλημμελήσας, τοὺς ἐπὶ γῆς γεννηθέντας, μόνος γεγένημαι, παραβάτης τῶν σῶν νόμων, Κύριε, διὸ μὲ διὰ τοῦ Προδρόμου, οἰκτείρησον καὶ σῶσον.
γγελος τοὶς τρόποις ἀνεδείχθης, Βαπτιστὰ Ἰωάννη, βουλῆς τὸν Ἄγγελον τῆς μεγάλης κηρύττων τοὶς πέρασι, διὸ σὲ ἀνυμνολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Κάραν ἐκτμηθεὶς ἀδίκως, Μάκαρ, ὁ καταδύσας τὴν κάραν, Χριστοῦ ἐν ὕδασιν, ἐνδυνάμωσον πάντας πρεσβείαις σου, τοῦ πλάνου συμπατεῖν τὴν κάραν, τὴν ὄντως ὀλεθρίαν.
πασι τὰς τρίβους τὰς φερούσας, πρὸς τὰς θείας εἰσόδους, Μάκαρ, ὑπόδειξον, ἐν αὐταῖς, ὅπως περιπατήσαντες, νυμφῶνος θείου κληρονόμοι, γενώμεθα εὐχαίς σου.
Θεοτοκίον
ύσαί με ἀτόπου ἁμαρτίας, καὶ φλογὸς τῆς γεέννης, σκότους κολάζοντος, καὶ βρυγμοῦ τῶν ὀδόντων, καὶ σκώληκος, Παρθένε, μόνη προστασία, τοῦ γένους τῶν ἀνθρώπων. 
Ὠδὴ θ'  Ὁ Εἱρμὸς
Τὴν φωτοφόρον νεφέλην, ἐν ἢ ὁ πάντων Δεσπότης, ὡς ὑετὸς ἐξ οὐρανοῦ, ἐπὶ πόκον κατῆλθε, καὶ ἐσαρκώθη δι' ἡμᾶς, γενόμενος ἄνθρωπος ὁ ἄναρχος, μεγαλύνωμεν πάντες, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν ἁγνήν.
δοὺ καιρὸς μετανοίας, καὶ καθαρὰς ἐργασίας, ἰδοὺ ἡμέρα του φωτός, ἐπεργάζου τὰ ἔργα, φεῦγε τὸ σκότος τῶν παθῶν, τὸν ὕπνον ἐκδίωξον, τῆς κακίστης ῥαθυμίας, ψυχή μου, ὅπως γένη θείου φέγγους κοινωνός.
ς ὁ Τελώνης στενάζω, ὥσπερ ἡ Πόρνη δακρύω, ὡς ὁ Ληστὴς ἀναβοῶ, Μνήσθητί μου, οἰκτίρμον, καὶ ὡς ὁ Ἄσωτος υἱός, κραυγάζω τό, Ἥμαρτον, προσπίπτω σοί, ὥσπερ ἡ Χαναναία, Ἐλεῆμον, μὴ παρίδης με, Χριστέ.
Μαρτυρικὰ
Σωματικῶν παθημάτων, καὶ ψυχικῶν συντριμμάτων, ὤφθητε ὄντως ἰατροί, παραδόντες τὸ σῶμα πρὸς αἰκισμοὺς καρτερικῶς, πρὸς βίαιον θάνατον, πανεύφημοι Ἀθληταὶ τοῦ Κυρίου, διὰ τοῦτο μακαρίζεσθε ἀεί.
λιακῶν λαμπηδόνων, ἐναπαστράψασα πλέον, ἡ καρτερία τῶν σοφῶν, τοῦ Χριστοῦ Ἀθλοφόρων, σκότους τὸν ἄρχοντα σαφῶς, ἠφάνισαν χάριτι, καὶ ἔλυσαν ἀθεϊας τήν νύκτα, καὶ καρδίας κατεφώτισαν πιστῶν.
Θεοτοκίον
Φωτιστικαὶς λαμπηδόσι, τοῦ ἀνατείλαντος Λόγου, ἐκ τῆς ἁγίας σου γαστρός, Θεοτόκε Παρθένε, καὶ καταυγάσαντος τῆς γῆς τὰ πέρατα, φώτισον τὴν ψυχήν μου, ἡδονῶν ἀμαυρώσει σκοτισθεῖσαν, ἵνα πίστει σὲ ὑμνῶ.
Κανὼν Τοῦ Προδρόμου
Εἱρμὸς ὁ αὐτὸς
δοὺ ὁ λύχνος ὁ φαίνων, τοὶς ἐν τῷ σκότει τοῦ βίου, ἡ καλλικέλαδος ἰδοὺ χελιδών, ἡ τὸ ἔαρ πᾶσι μηνύουσα Χριστόν, ὁ μέγιστος Πρόδρομος, μεσίτης τε παλαιάς καὶ τῆς νέας, οὗ πρεσβείαις φυλαττόμεθα ἀεί.
ς τοῦ νυμφίου σὲ φίλον, νυνὶ προβάλλομαι πρέσβυν, ἔχων πληθὺν ἁμαρτιῶν, βοῶ σοί, Βαπτιστά, Ἀποκοπὴν μοὶ τῶν χρεῶν, Παμμάκαρ πρυτάνευσον, καὶ ἄναψον τῆς ψυχῆς μου τὸν λύχνον, ἐσβεσμένον ἀμελεία παντελῶς.
Σὺν ἀσωμάτοις Ἀγγέλοις, σὺν τοὶς σεπτοὶς Ἀποστόλοις, σὺν Ἀθλοφόροις ἱεροῖς, σὺν Προφήταις, Προφήτα, τὸν ὑπεράγαθον Θεόν, ἱκέτευε πάντοτε, τυχεῖν ἡμᾶς ἀγαθῶν αἰωνίων, τοὺς πλουτούντάς σε προστάτην ἀγαθόν.
χελιδὼν ἡ ὡραία, ἡ ἀηδῶν ἡ τιμία, περιστερὰ ἡ παγκαλής, ἡ φιλέρημος τρυγών, ὁ τοῦ Κυρίου Βαπτιστής, ἐρήμου τὸ βλάστημα, τὴν ἔρημον ἀκαρπία, ψυχήν μου γεγονυίαν, δεῖξον γόνιμον καλῶν.
Θεοτοκίον
Φέρεις τὸν φέροντα πάντα, χερουβικὸς ὥσπερ θρόνος, τρέφεις τὸν τρέφοντα ἡμᾶς, ὃν ἀπαύστως δυσώπει, Θεοχαρίτωτε ἁγνή, σεισμοῦ καταπτώσεως, ἁλώσεως, καὶ παντοίας ἀνάγκης, σοῦ τὴν ποίμνην ἐκλυτρώσασθαι ἀεί.
Ἀπόστιχα Κατανυκτικὰ τῶν Αἴνων
Ἦχος α'
λλος σὲ κόσμος, ψυχή, ἀναμένει, καὶ Κριτής, τὰ σὰ μέλλων δημοσιεύειν κρυπτὰ καὶ δεινά, μὴ οὖν ἐμμείνης τοὶς ὧδε, ἀλλὰ πρόφθασον βοῶσα τῶ Κριτή, ὁ Θεός ἱλάσθητί μοί, καὶ σώσόν με.
Μὴ ἀποδοκιμάσης με, Σωτήρ μου, τὴ ῥαθυμία τῆς ἁμαρτίας συνεχόμενον, διέγειρόν μου τὸν λογισμὸν πρὸς μετάνοιαν, καὶ τοῦ σοῦ ἀμπελῶνος ἐργάτην δόκιμον ἀνάδειξόν με, δωρούμενός μοὶ τῆς ἑνδεκάτης ὥρας τὸν μισθόν, καὶ τὸ μέγα ἔλεος.
Μαρτυρικὸν
Οὗτοι οἱ Στρατιῶται τοῦ Βασιλέως τοῦ μεγάλου, ἀντέστησαν τοὶς δόγμασι τῶν τυράννων, γενναίως κατεφρόνησαν τῶν βασάνων, καὶ τὴν πλάνην πᾶσαν πατήσαντες, ἀξίως στεφανωθέντες, αἰτοῦνται παρὰ τοῦ Σωτῆρος εἰρήνην, καὶ ταὶς ψυχαὶς ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Πανεύφημοι μάρτυρες
Παρθένε πανύμνητε Μωσής, τὸ ἐν σοὶ μυστήριον, προφητικοὶς εἶδεν ὄμμασι, βᾶτον τὴν ἄφλεκτον, εἴπερ καιομένην, πὺρ γὰρ τῆς θεότητος, τὴν μήτραν σου, Ἁγνή, οὐ κατέφλεξε. Διὸ αἰτούμέν σε, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν, τὴν εἰρήνην τῶ κόσμω δωρήσασθαι.
 
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
 
Οἱ Μακαρισμοὶ 
Διὰ βρώσεως ἐξήγαγε τοῦ Παραδείσου ὁ ἒ χθρὸς τὸν Ἀδάμ, διὰ Σταυροῦ δὲ τὸν Ληστήν, ἀντεισήγαγε Χριστὸς ἐν αὐτῷ, Μνησθητί μου κράζοντα, ὅταν ἔλθης ἐν τῇ Βασιλεία σου.
Καθ' ἑκάστην ἁμαρτάνοντα, καὶ παραβαὶ νοντα τὰς σᾶς ἐντολάς, ἐπίστρεψόν με ὁ Θεός, καὶ κολάσεως ἐξάρπασον, ὅπως σοῦ τὴν ἄφατον, εὐσπλαγχνίαν δοξάζω, Φιλάνθρωπε.
Λύχνος ὤφθης, θεῖε Πρόδρομε, προπορευόμενος ἀδύτου φωτός, τοῦ ἐκ νεφέλης φωτεινῆς, ἀνατείλαντος ἀρρήτως ἡμῖν. Τοῦτον οὖν ἱκέτευε, καταυγᾶσαι ψυχὰς τῶν τιμώντων σε.
Μαρτυρικὸν 
πομείναντες πολύπλοκα, βάσανα Μάρτυρες πανεύφημοι, ἐπουρανίων ἀγαθῶν, ἐν ὑψίστοις ἠξιώθητε, ὅθεν μακαρίζεσθε, ὑπὸ πάντων ἀνθρώπων ἑκάστοτε.
Δόξα...
Τὸν Πατέρα προσκυνήσωμεν, καὶ τὸν Υἱὸν δοξολογήσωμεν, καὶ τὸ πανάγιον πιστοί, πάντες Πνεῦμα ἀνυμνήσωμεν, Μνήσθητί μου κράζοντες, ὁμοούσιε Τριάς, καὶ Μονάς ὁ Θεός.
Καὶ νύν... Θεοτοκίον
Μετὰ τόκον ἀειπάρθενος, ὡς πρὸ τοῦ τόκου ἐφυλάχθης, Ἁγνή, Θεὸν γεννήσασα σαρκί, ὃν δυσώπει σαρκικῶν ἡμᾶς, Ἄχραντε λυτρώσασθαι, ψυχικῶν τε παθῶν ἱκετεύομεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου