Κυριακή 11 Μαΐου 2014

ΗΧΟΣ Δ΄ ΤΡΙΤΗ



ΤΡΙΤΗ ΗΧΟΣ Δ΄
Στιχηρὰ Κατανυκτικὰ Δεσποτικὰ
Ἦχος δ'
Ὁ ἓξ Ὑψίστου κληθεὶς
Τὴν Χαναναίαν ζηλώσασα ψυχή μου, ὄπισθεν κολλήθητι, Χριστῷ καὶ κράζε συχνῶς. Ἐλέησόν με, ὧ Δέσποτα, παίδα οὐκ ἔχω, δαιμονιῶσαν σάρκα δὲ ἄτακτον, δίωξον τὴν πύρωσιν, ἐκ ταύτης δέομαι, καὶ καταπαύσας τὰ ἄτακτα, τῶν σκιρτημάτων, νεκραν τῶ φόβω σου ἀποτέλεσον, ταὶς ἱκεσίαις τῆς ἀχράντως σε, συλλαβούσης Χριστὲ καὶ τεκούσης σε, καὶ τῶν πάντων Ἁγίων, Εὐεργέτα πολυέλεε.
Τοὶς Νινευϊταις ποτὲ ἡμαρτηκόσιν, Ἰωνὰν ἐξέπεμψας, Χριστὲ κηρύξαι αὐτοῖς, οἳ μεταγνόντες μετέβαλον, θυμὸν εἰς οἶκτον ἀπολυτρούμενοι ἐξ ὀλεθρίου ὀργῆς, πέμψον οὖν Φιλάνθρωπε, τῶ ἀναξίω καμοί, ἵν' ἐπιτὴν κραταιάν σου βοήθειαν, στρέψω, ἐξ ἀμετρήτων μου παραπτώσεων, καὶ μετανοίας εἰς τὰς τρίβους, ὁδηγηθῶ τε καὶ κλαύσω στενάζων πικρῶς, τῶν πολλῶν μου πταισμάτων, λυτρωθῆναι τῶ ἐλέει σου.
εἰς τὸν κόσμον ἐλθὼν διὰ τὸ σῶσαι, βροτοὺς ἁμαρτάνοντας, καὶ πρὸς μετάνοιαν, καλέσαι τούτους ὡς εὔσπλαγχνος, καμὲ Οἰκτίρμον, τὸν ὑπὲρ πάντας σὲ παροργίσαντα, οἰκτείρησον, σώσόν με, δι' ἀγαθότητα, καὶ πρὸς ὁδὸν μὲ ὁδήγησον, τῆς μετανοίας, καὶ λογισμὸν μοὶ δὸς κατανύξεως, κατασκευάσας τὴν καρδίαν μου, ταπεινήν, καὶ ἁπλὴν ἀπερίεργον, καὶ πραεῖαν Σωτήρ μου, τὴ σὴ χάριτι ὡς εὔσπλαγχνος.
Ἔτερα Στιχηρὰ τοῦ Προδρόμου
Ἔδωκας σημείωσιν
Τὴν ἀμαυρωθείσάν μου, ψυχὴν κακία τοῦ ὄφεως, Ἰωάννη μακάριε, φώτισον πρεσβείαις σου, καὶ εὐθείαις τρίβοις, ὁδήγησον βαίνειν, ταὶς εἰσαγούσαις πρὸς ζωήν, τὴν μακαρίαν καθικετεύω σε, ἵνα προθύμως πάντοτε, δοξολογῶ σὲ πανθαύμαστε, ὁ ἀχρεῖος οἰκέτης σου, ὡς τυχῶν τῆς αἰτήσεως.
Τῆς στεῖρας ὡς βλάστημα, ὑπάρχων τίμιε Πρόδρομε, τὴν ψυχήν μου στειρεύουσαν, παντοίων ἐκ πράξεων, ἀγαθῶν παμμάκαρ, ποίησον εὐχαίς σου, καρποὺς προσφέρειν τῶ Θεῷ, ἐν μετανοίᾳ καθικετεύω σε, ὅπως τὰς ἀριστείας σου, καὶ τὴν θερμὴν προστασίαν σου, μεγαλύνω σωζόμενος, ὁ ἀχρεῖος οἰκέτης σου.
Κριτὰ δικαιότατε, καρδιογνώστα φιλάνθρωπε, καὶ Θεὲ ἀμνησίκακε, ἐν ὥρα τῆς κρίσεως, μὴ μὲ καταισχύνης, τὸν ἄσωτον Λόγε, ἀλλὰ τοῦ θείου Βαπτιστοῦ, σεπταίς πρεσβείαις νὺν ἐπικάμφθητι, καὶ σώσόν με τὸν δείλαιον, καθικετεύω καὶ δέομαι, Ἰησοῦ ὑπεράγαθε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Καὶ νύν... Θεοτοκίον ὅμοιον
σαὺ νέος γέγονα, πάσιν ἐν τρόποις Πανάχραντε, ἐμπαθὴς ὑπὲρ ἄνθρωπον, μόνος ὤφθην ἄθλιος, ἀρετῆς ἐνθέου, γυμνὸς μόνος ὅλος, τὶς οὖν μὴ κλαύσει ἐπ' ἐμέ; τὶς μὴ θρηνήσει μου τὴν ἀπώλειαν, διὸ πρὸ τέλους κράζω σοί. Ἥμαρτον Δέσποινα, σώσόν με, ὥσπερ ἔσωσε πρότερον, ὁ Υἱός σου τὸν Ἄσωτον.
Ἀπόστιχα Κατανυκτικὰ
θελον δάκρυσιν ἐξαλεῖψαι, τῶν ἐμῶν πταισμάτων Κύριε τὸ χειρόγραφον, καὶ τὸ ὑπόλοιπον τῆς ζωῆς μου, διὰ μετανοίας εὐαρεστήσαί σοί, ἀλλ' ὁ ἐχθρὸς ἀπατᾷ με, καὶ πολεμεῖ τὴν ψυχήν μου, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σώσόν με.
Τὶς χειμαζόμενος καὶ προστρέχων, τῶ λιμένι τούτω οὐ διασώζεται;τῶ ἢ τὶς ὀδυνώμενος καὶ προσπίπτων, ἰατρείω τούτω οὐ θεραπεύεται; Δημιουργὲ τῶν ἁπάντων, καὶ Ἰατρὲ τῶν νοσούντων, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σώσόν με.
Μαρτυρικὸν
τῶν ἁγίων Μαρτύρων, δεξάμενος τὴν ὑπομονήν, καὶ παρ' ἡμῶν δέχου τὴν ὑμνωδίαν Φιλάνθρωπε, δωρούμενος ἡμῖν, ταὶς αὐτῶν ἱκεσίαις, τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Ἔδωκας σημείωσιν
Σὲ τὸ καθαρώτατον, τοῦ Βασιλέως παλάτιον, δυσωπῶ Πολυΰμνητε, τὸν νοῦν μου καθάρισον, τὸν ἐσπιλωμένον, πάσαις πλημμελείαις, καὶ καταγώγιον τερπνόν, τῆς ὑπερθέου Τριάδος ποίησον, ὅπως τὴν δυναστείαν σου, καὶ τὴν πολλὴν εὐσπλαγχνίαν σου, μεγαλύνω σωζόμενος, ὁ ἀχρεῖος οἰκέτης σου.
Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Ἦχος δ'
Τὴν ταπεινήν μου ψυχήν, ἐπίσκεψαι Κύριε, τὴν ἐν ἁμαρτίαις τὸν βίον ὅλον δαπανήσασαν, ὃν τρόπον τὴν Πόρνην, δέξαι καμέ, καὶ σώσόν με. 
Διαπλέων τὸ πέλαγος τῆς παρούσης ζωῆς, ἐνθυμοῦμαι τὴν ἄβυσσον τῶν πολλῶν μου κακῶν, καὶ μὴ ἔχων τὸν κυβερνήτην λογισμόν, τὴν τοῦ Πέτρου σοὶ προσφθέγγομαι φωνήν. Σώσόν με Χριστέ, σώσόν με, ὡς φιλάνθρωπος.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Τὸν Λόγον τοῦ Πατρός, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἐκ σοῦ σαρκωθέντα ἔγνωμεν, Θεοτόκε Παρθένε, μόνη ἁγνή, μόνη εὐλογημένη, διὸ ἀπαύστως σὲ ἀνυμνοῦντες μεγαλύνομεν.
Μετα τὴν β' Στιχολογίαν
Καθίσματα ἕτερα
ννοῶν τὸ πέλαγος τῶν πολλῶν μου πταισμάτων, οὐ τολμῶ ἀτενίσαι, καὶ αἰτῆσαι τὴν συγχώρησιν, ἀλλὰ δὸς μοὶ κατάνυξιν πρὸς μετάνοιαν, Κύριε καὶ σώσόν με.
Κατεπλάγη Ἰωσὴφ
Τὴ ἀχλὺϊ τῶν παθῶν, καὶ τῶν τοῦ βίου ἡδονῶν, σκοτιζόμενος ὁ νούς, τῆς ταλαιπώρου μου ψυχῆς, πρὸς λογισμὸν κατανύξεως οὐκ ἔρχεται, ἀλλ' οἴκτειρον Σωτήρ, καμὲ τὸν δείλαιον, καὶ δὸς μοὶ λογισμὸν κατανύξεως, ἵνα καγῷ πρὸ τέλους ἐκβοήσω, τὴ εὐσπλαγχνία σου Κύριε, Χριστὲ Σωτήρ μου, ἀπεγνωσμένον, σώσόν με τόν ἀνάξιον.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Σὲ μεγαλύνομεν Θεοτόκε βοῶντες. Χαῖρε ἀδύτου φωτὸς Νεφέλη, αὐτὸν βαστάσασα ἐν κόλποις, τῆς δόξης τὸν Κύριον.
Μετὰ τὴν γ' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Ταχὺ προκατάλαβε
Τρυγὼν ἡ φιλέρημος, ὁ ἱερὸς Βαπτιστής, κηρύξας μετάνοιαν, καὶ φανερώσας Χριστόν, γενόμενον ἄνθρωπον, πάντων ἁμαρτανόντων, ἐγεννήθη προστάτης, πᾶσι χειμαζομένοις βοηθῶν ἀενάως. Αὐτοῦ ταὶς ἱκεσίαις Χριστέ, σῶσον τὸν κόσμον σου.
Μαρτυρικὸν
Σταυρὸν ὁπλισάμενοι, οἱ Ἀθλοφόροι σου, ἐνίκησαν τὰ μηχανήματα, τοῦ ἀρχεκάκου ἐχθροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔλαμψαν ὡς φωστῆρες, τους βροτοὺς ὁδηγοῦντες, νέμουσι τὰς ἰάσεις, τοὶς ἐν πίστει αἰτοῦσιν. Αὐτῶν ταὶς ἱκεσίαις, σῶσον τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νύν... Θεοτοκίον
μόνη κυήσασα, τὸν ποιητὴν τοῦ παντός, ἡ μονη κοσμήσασα, τὴν ἀνθρωπότητα, τῶ τόκω σου Ἄχραντε, ῥύσαί με τῶν παγίδων, τοῦ δολίου Βελίαρ, στήσόν με ἐπὶ πέτραν, τῶν Χριστοῦ θελημάτων, αὐτὸν ἐκδυσωποῦσα ἐκτενῶς, ὃν ἐσωμάτωσας.
Κανὼν Κατανυκτικὸς οὗ ἡ ἀκροστιχὶς ἄνευ Εἱρμῶν καὶ Θεοτοκίων
Καθαρτικοὶς μὲ δάκρυσιν πλῦνον, Λόγε.Ποίημα Ἰωσήφ.
Ὠδὴ α'  Ἦχος δ'
Ὁ Εἱρμὸς
πατάξας Αἴγυπτον, καὶ Φαραὼ τὸν τύραννον, βυθίσας ἐν θαλάσσῃ, λαὸν διέσωσας δουλείας, Μωσαϊκῶς ἄδοντα, ὠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.
Κεκρυμμένως πράττοντα, ἔργα τοῦ σκότους Κύριε, μὴ φανερῶς ἐλέγξης, μὴ στηλιτεύσης ἐπὶ πάντων, ἀλλὰ φωτὶ λάμπρυνον γνησίας μετανοίας, Σωτὴρ καὶ σώσόν με.
μαρτίας πάντοτε, ἐφ' ἁμαρτίας Δέσποτα, ὁ ἄσωτος συνάπτω, καὶ οὐκ αἰσθάνομαι τοῦ φόβου, τοῦ σοῦ ποτὲ Κύριε, διὸ μὲ πρὸ τοῦ τέλους σῶσον, οἰκτείρησον.
Μαρτυρικὰ
Θυρεῶ σκεπόμενοι, τῆς εὐσεβείας Ἅγιοι, κατέχοντες ὡς ξίφος Σταυροῦ τὸ ὅπλον, πρὸς τὴν πάλην τοῦ δυσμενοῦς, ἔνδοξοι ἐξήλθετε, καὶ τοῦτον κατηδαφίσατε.
Αἱμοβόρους λέοντας, καὶ ξίφη κατατέμνοντα, καὶ βράσματα λεβήτων, ξεσμοὺς ὀνύχων, σπαθισμούς τε καὶ ἀλγεινά, βάσανα, οἱ Μάρτυρες, οἱ θεῖοι οὐκ ἑπτοήθησαν.
Θεοτοκίον
Τὴν σκηνὴν τὴν ἄχραντον, καὶ κιβωτὸν καὶ τράπεζαν, τὸ ὄρος οὗ ἐτμήθη, ἄνευ χειρὸς ἀνθρώπου, λίθος ὁ τοῦ παντὸς Κύριος, Μαρίαν τὴν Παρθένον, ὕμνοις τιμήσωμεν.
Κανὼν τοῦ Προδρόμου, οὗ ἡ Ἀκροστιχίς:
Ὠδὴν πλέκω σοὶ εὐκτικήν, μάκαρ πόθω. Ἰωσήφ.
Ὁ Εἱρμὸς
Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ παρθένου, ἀπαθείας ἐν βυθῷ, ψυχῆς τὸ τριμερές, καταπόντισον δέομαι, ὅπως σοὶ ὡς ἐν τυμπάνῳ τὴ νεκρώσει τοῦ σώματος, ἐπινίκιον ἄσω μελώδημα.
ς μέγιστος ἀστήρ, τοῦ Ἠλίου προτρέχων, κατεφώτισας τὴν γήν, ταὶς λάμψεσι ταὶς σαίς, Βαπτιστά, ὅθεν κράζω σοί. Φώτισόν μου τὴν καρδίαν, ταὶς δειναὶς ἀμαυρότησι, τῶν ἀπείρων πταισμάτων τυφλώττουσαν.
Διέλυσας ποτέ, ἐν τῷ τίκτεσθαι μάκαρ, τῆς στειρώσεως δεσμά, διὸ σὲ δυσωπῶ, τὴν ἀκάρπως στειρεύουσαν, πάθεσι ψυχήν μου δεῖξον, ταὶς εὐχαίς σου κατάκαρπον, ἀρετῶν εὐτεκνίαν προσφέρουσαν.
Ηὐτρέπισας ὁδόν, Ἡλιοῦ ἐν δυνάμει, προελθῶν τῶ Λυτρωτή, πρὸς ὅρμον τῆς ψυχῆς, τὰς κινήσεις κατεύθυνον, σκῶλον ἅπαντα καί, λίθον, ἐμπαθείας ἀοίδιμε, Βαπτιστὰ ὑπεξαίρων πρεσβείαις σου.
Θεοτοκίον
Νεφέλη φωτεινή, τῆς ψυχῆς μου τὰ νέφη, τὰ πολλὰ καὶ χαλεπά, ταὶς σαὶς φωτιστικαὶς μεσιτείαις διάλυσον, ὅπως ἴδω τὰς ἀκτῖνας, τοῦ ἐκ σοῦ ἀνατείλαντος, καὶ φωτὶ φῶς προσλάβωμαι ἄδυτον.
Ὠδὴ γ'
Ὁ Εἱρμὸς
στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα, στερέωσόν με Κύριε, ἵνα ὑμνῷ σὲ εἰλικρινῶς, καὶ ποιῶ τὸ θέλημά σου, ὅτι οὐκ ἔστιν Ἅγιος, ὡς σὺ ὁ Θεὸς ἡμῶν.
τῶν τυφλῶν τὰ ὄμματα φωτισας, τοὺς ὀφθαλμούς μου φώτισον, ἐσκοτισμένους ταὶς ἡδοναίς, καὶ τοῦ βίου ταὶς φροντίσι, καὶ μηδαμοῦ τοῖς κρίμασι, τοὶς σοίς ἀτενίζοντας.
δε καιρός, ἀνάνηψον ψυχή μου, ἐκ τῶν κακῶν ὧν ἔπραξας, καὶ τῶ Δεσπότη καὶ λυτρωτή, ἀναβόησον ἐν φόβῳ. Τῆς μετανοίας πύλας μοί, Χριστέ, ἀναπέτασον.
Μαρτυρικὰ
Σεσοβημένος ὤφθη ὁ Βελίαρ, τοὶς θείοις ἀγωνίσμασι τῶν Ἀθλοφόρων, καὶ ὑπ' αὐτῶν συμπατούμενος ὁρᾶται, νεκρὸς καὶ ἀνενέργητος, ὁ πρώην καυχώμενος.
Μαρτυρικῶς τὸν δρόμον διανύσας, ὁ τῶν Ἁγίων σύλλογος, τὰς μυριάδας τῶν νοητῶν Αἰθιόπων, θείω σθένει ὡς ἀληθῶς διέκοψε, καὶ δόξης ἐπέτυχε.
Θεοτοκίον
Τῶν προπατόρων ἔλυσας τὴν λύπην, χαρὰν ἡμῖν κυήσασα, τὸν ζωοδότην, καὶ Λυτρωτήν, Παναγία Θεοτόκε, ὃν ἐκτενῶς ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς
Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν, διὰ τοῦτο ἐστερεώθη, ἓν Κυρίω ἡ καρδία μου.
Πᾶσαν ἀρετὴν ἐξήσκησας, πᾶσαν ἁμαρτίαν ἀπὸ καρδίας ἐμίσησας, καὶ τὴν τρίβον τῆς μετανοίας, τοὶς ἀνθρώποις μάκαρ ἔδειξας.
Λόγου σαρκωθέντος Προδρομος, μέγιστος ἐδείχθης, καὶ διὰ τοῦτο σοῦ δέομαι, τῶν ἀλόγων παθῶν μὲ ῥύσαι, ὁδηγῶν μὲ πρὸς μετάνοιαν.
τι ἐνδημῶν τῶ σώματι, βίον Ἀσωμάτων ἐπεδείκνυσο Πρόδρομε, ὂν μιμεῖσθαι ἡμᾶς εὐχαίς σου, ἐνδυνάμωσον δεόμεθα.
Θεοτοκίον
Κόσμος διὰ σοῦ ἠλέηται, ὁ τὴ παραβάσει ἀχρειωθεὶς Μητροπάρθενε, διὰ τοῦτο ὠδαὶς ἀσμάτων, καταχρέως μακαρίζει σε.
Ὠδὴ δ'
Ὁ Εἱρμὸς
Εἰσακήκοα ὁ Θεός, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου, ὁ Προφήτης ἔλεγε, καὶ ἐδόξασά σου τὴν δύναμιν.
γυμνώθην τῶν ἀρετῶν, καὶ τὴν κακίαν ἐνεδυσάμην, καὶ ἰδοὺ αἰσχύνης πέπλησμαι, Ἰησοῦ φιλάνθρωπε, καταστολαὶς ἐνθέοις μὲ φαίδρυνον.
Διαπλέων τῆς κοσμικῆς, θαλάσσης Λόγε, τὸν πλοῦν ῥαθύμως, ναυαγίω περιέπεσα, ἡδονῶν τοῦ σώματος, πρὸς μετανοίας ὅρμον μὲ ἴθυνον.
Μαρτυρικὰ
πεκάθηραν  ἀληθῶς, τὴν σηπεδόνα τῆς ἁμαρτίας, καρτερίας θείω ἄλατι, οἱ γενναῖοι Μάρτυρες, καὶ σωτηρίαν πάσιν ἑβράβευσαν.
Κυλιόμενοι ἐπὶ γῆς, καθάπερ λίθοι οἱ Ἀθλοφόροι, τὰ τῆς πλάνης ὀχυρώματα, παντελῶς συνέτριψαν. Αὐτῶν πρεσβείαις Κύριε σῶσον ἡμᾶς.
Θεοτοκίον
Σωτηρίαν σὲ ἐν παντί, καιρῶ καὶ τόπω ἐπικαλοῦμαι, μὴ παρίδης μὲ Πανάμωμε, ἡ Θεὸν κυήσασα, τὸν λυτρωτὴν ὁμοῦ καὶ Σωτήρά μου.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς
Δι' ἀγάπησιν Οἰκτίρμον τῆς σῆς εἰκόνος, ἐπὶ Σταυροῦ σου ἔστης, καὶ ἐτάκησαν ἔθνη, σὺ γὰρ εἶ φιλάνθρωπε, ἰσχύς μου καὶ ὕμνησις.
ς τρυγόνα σὲ τὸ ἔαρ τῆς ἀληθείας, παναληθέσι λόγοις, προμηνύουσαν κόσμω, γνόντες μακαρίζομεν, ἀοίδιμε Πρόδρομε.  
Συντριβέντα μὲ τοῦ πλάνου ταὶς ἐπηρείαις, τῆς Παλαιᾶς μεσίτης, καὶ τῆς Νέας ὑπάρχων, ὅλον ἀνακαίνισον, πρεσβείαις σου Πρόδρομε.
τὴν ἔρημον οἰκήσας ἀμεμπτω βίω, ἐρημωμένον πάση, παραβάσει τὸν νοῦν μου, θείαις ἀνακαίνισον, πρεσβείαις σου Πρόδρομε.
Θεοτοκίον
λασμὸς ἡμῖν καὶ λύτρωσις ἐγνωρίσθη, ὁ σὸς Υἱὸς Παρθένε, ὃν ἱκέτευε σῶσαι, τοὺς ἐν κατανύξει σε, ψυχῆς μακαρίζοντας.
Ὠδὴ ε'
Ὁ Εἱρμὸς
νάτειλόν μοὶ Κύριε, τὸ φῶς τῶν προσταγμάτων σου, ὅτι πρὸς σὲ Χριστέ, τὸ πνεύμά μου, ὀρθρίζει καὶ ὑμνεῖ σε, σὺ γὰρ πέλεις μου Θεός, καὶ πρὸς σὲ κατέφυγον, τῆς εἰρήνης Βασιλεῦ.
αθύμως διανύσαντα, τὸν βίον τὸν φθειρόμενον, καὶ ταὶς ἀπάταις σκοτιζόμενον, τοῦ πλάνου καθ' ἑκάστην, Ἰησοῦ οἰκτείρησον, καὶ πρὸς φῶς ὁδήγησον, μετανοίας καὶ ζωῆς.
ψώθη ἡ καρδία μου, ὑποβολαὶς τοῦ ὄφεως, καὶ κατηνέχθην πτῶμα μέγιστον, ἡ τῶν κατερραγμένων, Ἰησοῦ ἀνόρθωσις, ἐπίστρεψον σώσόν με, διὰ πλῆθος οἰκτιρμῶν.
Μαρτυρικὰ
Σταγόσι κατεσβέσατε, αἱμάτων τὴν πολύθεον, τῆς πλάνης κάμινον μακάριοι, καὶ ὄμβροις ἰαμάτων, φλογμὸν κατεπαύσατε, παθημάτων πάντοτε, τοῦ Σωτῆρος Ἀθληταί.
στάμενοι πρὸ βήματος, καὶ μάστιξι ξεόμενοι, καὶ κεφαλὰς ἀποτεμνόμενοι, καὶ πλήθει ὁμιλοῦντες, χαλεπῶν κολάσεων, ἀκλινεὶς ἐμείνατε, ἐπινεύσει θεϊκή.
Θεοτοκίον
νάτειλόν μοὶ Δέσποινα, ἀκτῖνα τοῦ ἐλέους σου, τῶ ἐν τῷ σκότει τῶν πταισμάτων μου, ὑπάρχοντι Παρθένε, καὶ πρὸς φῶς ὁδήγησον, μετανοίας Ἄχραντε, ἵνα πίστει σὲ ὑμνῶ.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς
Τὸν φωτισμόν σου Κύριε, κατάπεμψον ἡμῖν, καὶ τῆς ἀχλύος ἡμᾶς τῶν πταισμάτων λύσον ἀγαθέ, τὴν σὴν εἰρήνην οὐρανόθεν δωρούμενος.
ρημικοὶς μὲ ἄνθραξι, παθῶν ἐπαγωγαίς, ἐρήμου θρέμμα, πυρούμενον δρόσω, σοῦ τῶν πρεσβειῶν, τῆς τούτων βλάβης, διατήρησον ἄτρωτον.
πὸ τῆς σῆς βαπτίζεται, ἁγίας δεξιάς, Πατρὸς ἡ θεία, παμμάκαρ δεξιά, σώζουσα ἡμᾶς ταὶς σαὶς πρεσβείαις, ἀπὸ πάσης στενώσεως.
Καταφυγὴν σὲ Πρόδρομε, καὶ σκέπην κραταιάν, καὶ μέγα τεῖχος, πᾷς κόσμος σὲ ἔχει, λύτρωσαι ἡμᾶς ταὶς σαὶς πρεσβείαις, τῶν δεινῶν περιστάσεων.
Θεοτοκίον
Τὴν καλλονὴν ἠγάπησε, Θεὸς σὲ Ἰακώβ, Παρθένε Κόρη, ἐπικαλλωπίζων πάντας διὰ σοῦ ἀμαυρωθέντας, παραβάσει τὸ πρότερον.
Ὠδὴ ς'
Ὁ Εἱρμὸς
ν πελάγει τοῦ βίου, ταὶς πράξεσί μου κατῆλθον εἰς βυθόν, ἀλλ' ὡς ἐκ κήτους Ἰωνάς, οὕτω βοῶ σοί. Ἐκ βυθοῦ τῶν κακῶν μὲ ἀνάγαγε δέομαι, Υἱὲ τοῦ Θεοῦ καὶ Λόγε.
Νυσταγμῶ ἀμελείας, κατεβαρύνθην ὁ τάλας τὴν ψυχήν, καὶ ἁμαρτίας ὕπνω κατηνέχθην, μετανοίας πρὸς φῶς μὲ ἐξέγειρον Κύριε, καὶ τὴ σὴ εὐσπλαγχνία σῶσον.
Πῶς ἑπτώθην ὁ τάλας; πῶς ἐμακρύνθην Θεοῦ τοῦ ἀγαθοῦ, πῶς οὐ λαμβάνω ἐν αἰσθήσει, τὸ φρικτὸν κριτήριον ἐκεῖνο, ἐν ὧ μέλλῳ κρίνεσθαι; Ποιητά μου, οἱ κτείρησόν με.
Μαρτυρικὰ
Λύρα ὤφθητε ὄντως, ἀναφωνοῦσα μέλος σωτήριον ἀεί, καὶ καθηδύνουσα πιστῶν καρδίας, καὶ τὴν μέθην τῆς πλάνης, τελείως διώκετε, Ἀθληταὶ κατηγλαϊσμένοι.
περβάντες τοὺς ὅρους, τοὺς ἀνθρωπίνους οἱ Μάρτυρες Χριστοῦ, τὴ πρὸς τὸν Κτίστην ἀνανεύσει θεϊκή, τῶν βασάνων τοὺς ἄθλους, ὑπέφερον χαίροντες, ὡς ἐν σώματι ἀλλοτρίω.
Θεοτοκίον
Παναγία Παρθένε, προστασία ἁπάντων τῶν πιστῶν, πρόστηθι ῥύσαί με ἀπειλῆς, καὶ σκότους, τοῦ φρικτοῦ κριτηρίου, ἐν ὥρα τῆς κρίσεως, ἵνα πίστει ἀεὶ ὑμνῶ σε.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς
λθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλ' ὁ Θεός, ἐκ φθορᾶς ἀνάγαγε, τὴν ζωήν μου ὡς φιλάνθρωπος.
στασο βαπτίζων ἐν τοῖς ῥείθροις, τὸν ἁμαρτίας πάντων, τῶν ἀνθρώπων αἴροντα Δεσπότην, ὃν δυσωπεῖν μὴ ἐλλείπης Πρόδρομε, οἰκτειρῆσαι τὰς ψυχὰς ἡμῶν.
Κῆρυξ ἀνεδείχθης μετανοίας, ἐν ἢ συντήρησόν μου, τὴν καρδίαν κατεσπιλωμένην, ταὶς βλαβεραῖς ἁμαρτίαις Πρόδρομε, καὶ ἀνάνευσιν μὴ ἔχουσαν.
χήσας ἐρήμοις ἐν ἀβάτοις, ψυχαὶς τοῦ Λόγου μάκαρ, τὴν ἐπίβασιν ἐλευσομένην, ὅθεν φωναὶς ἀσιγήτοις ἅπασα, Ἐκκλησία μακαρίζει σε.
Θεοτοκίον
Νόμου διετράνωσαν εἰκόνες, τὴν σὴν φρικτὴν λοχείαν, Θεονύμφευτε, ὧν τὰς ἐκβάσεις, ἡμεῖς νυνὶ καθορῶντες Δέσποινα, ἐπαξίως σὲ δοξάζομεν.
Ὠδὴ ζ'
Ὁ Εἱρμὸς
Τὴ εἰκόνι τὴ χρυσή, μὴ προσκυνήσαντες Παῖδες Ἀβραμιαῖοι, ἐδοκιμάζοντο, ὥσπερ χρυσὸς ἐν χωνευτηρίῳ, ἐν καμίνῳ γὰρ πυρός, ὡς ἐν θαλάμῳ φωτεινῶ, ἐχόρευον βοῶντες. Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Νέον βρέφος ὁραθείς, τῆς παλαιᾶς καταδίκης, λυτροῦσαι κόσμον Χριστέ, ὡς εὔσπλαγχνος, διὸ βοῶ. Πεπαλαιωμένον, ἁμαρτίαις μὲ πολλαίς, καινοποίησον Σωτήρ, καὶ σώσόν με βοῶντα. Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
ποτὲ τὸν Μανασσήν, μετανοήσαντα σώσας, ὁ οἰκτειρήσας Πόρνην δακρύσασαν, ὁ τὸν Ληστὴν λόγῳ δικαιώσας, τὸν πολλὰ καὶ χαλεπά, ἡμαρτηκότα σοὶ Σωτήρ, καμὲ βοῶντα δέξαι. Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Μαρτυρικὰ
Ναυαγίου χαλεποῦ, πολυθεϊας κρατοῦντος τὴν οἰκουμένην, νηϊ χρησάμενοι τῆς εὐσεβείας οἱ Ἀθλοφόροι, κυβερνήσει τοῦ Χριστοῦ, πρὸς λιμένα τῆς ζωῆς, ἀπέπλευσαν βοῶντες. Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Λαμπρυνόμενοι σαφῶς, ὥσπερ χρυσὸς ἐν χωνείᾳ, ἐν ταῖς βασάνοις ἐδοκιμάζοντο οἱ Ἀθληταί, ἀποδεδειγμένοι ἐκσφραγίσματα σεπτά, παθημάτων τοῦ Χριστοῦ, ταμείοις οὐρανίοις, ἐν ἀφθαρσίᾳ πολλὴ ἐθησαυρίσθησαν νύν.
Θεοτοκίον
Τὸν Σωτήρα καὶ Θεόν, καὶ Λυτρωτὴν καὶ Δεσπότην, σαρκὶ τεκοῦσα, Πάναγνε Δέσποινα, τοῦτον ἀεὶ Ἄχραντε δυσώπει, ὅπως λύσιν τῶν δεινῶν, καὶ πολλῶν ἁμαρτιῶν, τὴν ἄφεσιν λαβόντες, ὑμνολογῶμεν αὐτοῦ τοὺς ὑπὲρ νοῦν οἰκτιρμούς.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς
βραμιαῖοι ποτέ, ἐν Βαβυλώνι Παῖδες, καμίνου φλόγα κατεπάτησαν, ἐν ὕμνοις κραυγάζοντες, ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Μείζων παντὸς γεννητοῦ, ἀποδειχθεὶς Προφήτα Θεοῦ, μεγάλως ἁμαρτόντα με, μεγίστη πρεσβεία σου, φλογὸς μεγίστης ῥύσαι, ὅπως σὲ μακαρίζω.
καρπος ὤφθην συκῆ, καὶ τὴν τομὴν πτοοῦμαι, βελτίωσόν με μεσιτεία σου, καὶ ἔγκαρπον ποίησον, ὅπως σὲ μακαρίζω, Πρόδρομε τοῦ Σωτῆρος.
Κοίμισον πᾶσαν ἐχθροῦ, ἐγειρομένην βλάβην, κατὰ τῶν πίστει προστρεχόντων σοί, ἀγρύπνοις πρεσβείαις σου, τοῦ Λυτρωτοῦ τῶν ὅλων, Πρόδρομε Ἰωάννη.
Θεοτοκίον
παγωγῆς πονηράς, καὶ προνομῆς Παρθένε, καὶ τῆς δουλείας τοῦ ἀλάστορος, τοὺς δούλους σου φύλαττε, τοὺς σὲ ψυχὴ καὶ γλώσση, ἀεὶ δοξολογοῦντας.
Ὠδὴ η'
Ὁ Εἱρμὸς
ν πυρὶ φλογὸς παρίστανται, σοὶ Χερουβείμ, Σεραφεὶμ Κύριε, καὶ πᾶσα κτίσις ὕμνον ἄδει σοὶ τερπνόν. Ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, Χριστὸν τὸν μόνον Δημιουργόν, εἰς πάντας τοὺς αἰῶνας.
Οὐκ ἐνέμεινα τῶ φόβω σου, οὐ τῶν σῶν ἐντολῶν ἤκουσα, τὸ θέλημά σου οὐκ ἐποίησα ποτέ, τὶ γένωμαι ὁ τάλας; φιλάνθρωπος ὑπάρχων, οἰκτείρησόν με μόνε Σωτήρ, καὶ μὴ μὲ ἀπορρίψης.
Γεωργὲ καλῶν, τοῦ φόβου σου, τὴ δρεπάνη, βοῶ ἔκτιλον, προρρίζους πάντας ἀκανθώδεις λογισμούς, ψυχῆς μου τῆς ἀθλίας, καὶ σπόρω μετανοίας, βλαστάνειν σωτηρίας Χριστέ, ἀξίωσόν με στάχυν.
Μαρτυρικὰ
πλατύνθησαν στενούμενοι, ἐν βασάνοις πολλαίς, χάριτι οἱ Ἀθλοφόροι, καὶ ἐστένωσαν ἐχθροῦ, Ὁδοὺς βαράθρων πλήρεις, καὶ νὺν καθοδηγοῦσιν, ἡμᾶς πρὸς τὰς ὁδούς τοῦ Θεοῦ, ἐν πίστει καὶ ἀγάπη.
ναυάγησεν ὁ δόλιος, ἐμπεσῶν εἰς βυθὸν Μάρτυρες, τῆς καρτερίας καὶ ἀθλήσεως ὑμῶν, καὶ κεῖται ὑπὸ πάντων γελώμενος ὁ ἄφρων, ὑμεῖς δὲ τῆς νίκης ἀεί, τοίς στεφάνοις ἔγκοσμείσθε.
Θεοτοκίον
κοιλία σου Πανάμωμε, θημωνία σεπτῆς ἅλωνος, ἐδείχθη κόσμω, σῖτον φέρουσα ζωῆς, τὸν τρέφοντα τὰ πάντα, διὸ σὲ ὡς αἰτίαν, ἁπάντων τῶν καλῶν, οἱ πιστοὶ συμφώνως ἀνυμνοῦμεν.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς
Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἑδρόσισας, καὶ ἐδίδαξας μέλπειν, Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
αθυμίας μὲ ὕπνω κρατούμενον, καὶ ὁμίχλη κακίας σκοτούμενον, φωτιστικαὶς πρεσβείαις σου, ἐπανόρθου καὶ δίδου, ὡς ἐν ἡμέρα ἀρετῶν εὐσχημόνως πορεύεσθαι.
Πειρασμῶν μὲ χειμάζει κλυδώνιον, καὶ παθῶν καταιγὶς συνταράσσει με, χείρά μοὶ δίδου Πρόδρομε, ἐμβιβάζων πρὸς ὅρμον, τῆς μετανοίας, τῆς ψυχῆς μου τὸ σκάφος πρεσβείαις σου.
τὸν αἴροντα κόσμου τὰ πταίσματα, ποταμίοις βαπτίσας ἐν ὕδασι, τὴν τῶν κακῶν μου ἄβυσσον, ἀποξήρανον ῥείθροις τῶν πρεσβειῶν σου, Ἰωάννη μακάριε Πρόδρομε.
Θεωρήσας τὸ Πνεῦμα τὸ ἅγιον, ἐνωτίσθης φωνῆς τοῦ Γεννήτορος, προσμαρτυρούσης Πρόδρομε, ὑπὸ σοῦ τῶ ἀρρήτως, βαπτιζομένω Ἰησοῦ, ὃν δυσώπει σωθῆναι ἡμᾶς.
Θεοτοκίον
ς πηγὴ τῆς ἡμῶν ἀναπλάσεως, συντριβέντα μὲ ὅλον ἀνάπλασον, ταὶς προσβολαὶς τοῦ ὄφεως, ὅπως πίστει καὶ πόθω, σὲ μακαρίζω, Θεοτόκε Παρθένε Πανύμνητε.
Ὠδὴ θ'
Ὁ Εἱρμὸς
ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, καθεῖλε γὰρ δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, ὁ Θεὸς τοῦ Ἰσραήλ, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, Ἀνατολὴ ἐξ ὕψους, καὶ κατηύθυνεν ἡμᾶς εἰς ὁδὸν εἰρήνης.
δοὺ ἠνεώχθη ὁ νυμφὼν ὁ μυστικός, οἱ φρόνιμοι κοσμοῦσι τὰς λαμπάδας, ἐλαίω τῶν ἀρετῶν, καὶ εἰσέρχον ἀπόθου τὸν ὕπνον ὧ ται φαιδροῖ, ψυχή, τῆς ῥαθυμίας ὅπως, συνεισέλθης τῶ Χριστῷ, λαμπαδηφοροῦσα.
ς πόρνη κατέχω σου τοὺς πόδας νοητῶς, καὶ δάκρυσιν ἐκπλύνω τούτους Λόγε, ἀπόπλυνόν με Σωτήρ, τοῦ βορβόρου τῶν παθῶν. Ἡ πίστις σου σέσωκε σε, νὺν καμοὶ ὑποφωνήσας, ὅπως σου τὴν ἄμετρον, ὑμνῶ εὐσπλαγχνίαν.
Μαρτυρικὰ
Σκιρτώσῃ καρδία, γηθομένη τε ψυχή, οἱ Μάρτυρες τὰ ἄνω κατοικοῦσι, τὰ στίγματα τοῦ Χριστοῦ, ὥσπερ κόσμον εὐρεπὴ ἀεὶ κεκτημένοι, καὶ ἡμῖν, εἰρήνην ἐξαιτοῦσι, καὶ δεινῶν ἀπαλλαγήν, καὶ πταισμάτων λύσιν.
γίασται ἅπας τόπος, θεῖοι Ἀθληταί, τὰ λείψανα ὑμῶν καθάπερ ἄλλην, ὁ Ἰσραὴλ κιβωτόν, κεκτημένος ἐν δεινοῖς, ἀγάλλεται δὲ ὁ οὐρανός, μετὰ τῶν Ἀσωμάτων, τάς ψυχὰς μακάριοι, ὑμῶν κεκτημένος.
Θεοτοκίον
Φιλάγαθε Κόρη τὸν φιλάγαθον Θεόν, κυήσασα, ἀγάθυνον βοῶ σοί, κεκακωμένην δεινῶς, τὴν ἀθλίαν μου ψυχήν, τοὶς πάθεσι καὶ ταὶς πονηραῖς, ἐπιβουλαὶς τοῦ πλάνου, ἵνα πίστει σὲ ὑμνῶ, τὴν ἐλπίδα πάντων.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς
Εὔα μὲν τῶ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσωκίσατο, σὺ δὲ παρθένε Θεοτόκε, τῶ τῆς κυοφορίας βλαστήματι, τῶ κόσμω τὴν εὐλογίαν ἐξήνθησας, ὅθεν σὲ πάντες μεγαλύνομεν.
σχύς μου καὶ ὕμνησις Χριστὸς ὁ Κύριος, ὃν δυσώπει μάκαρ Πρόδρομε, κατὰ παθῶν μὲ ἐνισχύσαι, καὶ πάσης προσβολῆς τοῦ ἀλάστορος, τὸ θεῖον ἐργαζόμενον θέλημα, ὅπως ὑμνῶ σὲ εὐοδούμενος.
ραία τρυγὼν καὶ χελιδὼν ἡδύλαλος, ἀνεδείχθης θεῖε Πρόδρομε, ἔαρ μηνύουσα τὸ θεῖον, Χριστόν, ὃν ἐκδυσώπει χειμώνός με, ῥυσθῆναι ψυχοφθόρου καὶ κλύδωνος, τῆς ἁμαρτίας ἱκετεύω σε.
Σκιρτήσας νηδὺϊ τῆς μητρὸς ἐμήνυσας, ἐκ Παρθένου τὸν ἐκλάμψαντα, τοῦτον ἱκέτευε, σαρκός μου, σκιρτήματα νεκρῶσαι νεκρούντά με, πληρώσαί τε χαρὰς τὴν καρδίαν μου, ὅπως ὑμνῶ σὲ θεῖε Πρόδρομε.
κρίσις ἀνίλεως ψυχὴ τοὶς ἔλεος, μὴ ποιοῦσιν, ὅρα πρόσεχε, ἔλαιον λάβε τὴν λαμπάδα, δυνάμενον τηρεῖν σου ἀκοίμητον, ἐγγίζει ὁ Νυμφίος, γρηγόρησον, μὴ ἐσβεσμένην σχὴς προαίρεσιν.
Θεοτοκίον
Φιλάγαθον τέξασα Θεὸν φιλάγαθε, Θεοτόκε τοῦτον αἴτησαι, πάσης μὲ ῥύσασθαι κακίας, καὶ αὐτοῦ καρδιῶσαι τῶ ἔρωτι, σαρκὸς ἡδυπαθείας Πανμισήσαντα, ὅπως ὑμνῶ σὲ τὴν ὕμνητον.
Ἀπόστιχα τῶν Αἴνων
Κατανυκτικὰ
Πρόβατόν εἰμι τῆς λογικῆς σου ποίμνης, καὶ πρὸς σὲ καταφεύγω, τὸν Ποιμένα τὸν καλόν. Ζήτησόν με τὸν πλανηθέντα ὁ Θεός, καὶ ἐλέησόν με.
Ζάλη ἁμαρτημάτων περιεχει μὲ Σωτήρ, καὶ μὴ φέρων τὸν κλύδωνα, σοὶ προσπίπτω τῶ μόνω Κυβερνήτη, ὡς τῶ Πέτρω τὴν χείρά μοὶ ἔκτεινον, τῆς φιλανθρωπίας σου, καὶ σώσόν με.
Μαρτυρικὸν
γγέλων συμμέτοχοι, γεγόνατε ἅγιοι Μάρτυρες, ἐν σταδίῳ τὸν Χριστὸν ἀνδρείως κηρύξαντες, πάντα γὰρ τὰ ἐν κόσμῳ κατελίπατε τερπνά, ὡς ἀνύπαρκτα, τὴν πίστιν δὲ ὡς ἄγκυραν ἀσφαλῆ ἐκρατήσατε, ὅθεν καὶ τὴν πλάνην, ἀπελάσαντες, πηγάζετε τοὶς πιστοὶς ἰαμάτων χαρίσματα, ἀπαύστως πρεσβεύοντες, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Θεοτόκε Παντάνασσα, τῶν Ὀρθοδόξων τὸ καύχημα, αἱρετικῶν τὰ φρυάγματα, καὶ τὰ πρόσωπα καταίσχυνον, τῶν μὴ προσκυνούντων, μηδὲ τιμώντων, Πάναγνε, τὴν σεβάσμιον εἰκόνα σου.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοὶ
Διὰ ξύλου ὁ Ἀδάμ, Παραδείσου γέγονεν ἄποικος, διὰ ξύλου δὲ Σταυροῦ, ὁ Ληστὴς Παράδεισον ὤκησεν, ὁ μὲν γὰρ γευσάμενος, ἐντολὴν ἠθέτησε τοῦ ποιήσαντος, ὁ δὲ συσταυρούμενος, Θεὸν ὡμολόγησε τὸν κρυπτόμενον. Μνησθητί μου βοῶν, ἐν τῇ Βασιλεία σου.
τοῦ Πέτρου τὸν κλαυθμόν, καὶ Πόρνης Λόγε τὰ δάκρυα, της προσδεξάμενος Χριστέ, καὶ τὸν Τελώνην μόνον στενάξαντα, οἰκτείρας ὡς εὔσπλαγχνος, καὶ ἐμὲ προσπίπτοντα καὶ αἰτούμενον, πταισμάτων συγχώρησιν, δοθήναί μοὶ Κύριε ὑπεράγαθε, λύτρωσαι τῆς ἐκεῖ, γεέννης ὡς εὔσπλαγχνος.
Τῆς στειρώσεως δεσμά, διαλύσας μέγιστε Πρόδρομε, τὴν ἀκαρπίαν τῆς ἐμῆς, ταπεινῆς καρδίας διάλυσον, καὶ φέρειν εὐόδωσον, ἐναρέτους πράξεις τὴ μεσιτεία σου, δι' ὧν ἀπολήψομαι, ζωὴν τὴν ἀδάπανον, ἀνακράζων Χριστῷ. Μνήσθητί μου Σωτήρ, ἐν τῇ Βασιλεία σου.
Μαρτυρικὰ
Συντριβόμενοι ποιναίς, καὶ θηρσὶν ἀγρίοις διδόμενοι, καὶ τεμνόμενοι δεινῶς, καὶ εἰς βυθὸν θαλάσσης ῥιπτόμενοι, πυρὶ δαπανώμενοι, καὶ ὠμοτάτη κρίσει καταξεόμενοι, Θεὸν οὐκ ἠρνήσασθε, παρ' οὗ ἡμῖν Μάρτυρες ἐξαιτήσασθε, εἰρήνην καὶ φωτισμὸν καὶ μέγα ἔλεος.
Δόξα...
νακαθάραντες τὸν νοῦν, τὴ Τριάδι πάντες βοήσωμεν. Πάτερ, Υἱὲ μονογενές, Πνεῦμα ἅγιον καὶ Ὁμότιμον, τοὺς δούλους σου φύλαττε, τοὺς εἰλικρινεῖ σοὶ πόθω λατρεῦον τάς, μιὰ τὴ θεότητι, Βασιλεία δόξη τε, καὶ κραυγάζοντας. Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλεία σου.
Καὶ νύν... Θεοτοκίον
Τὸν συνάναρχον Πατρί, καὶ Ἁγίω Πνεύματι σύνθρονον, ὑπεδέξω ἐν γαστρί, καὶ ὑπὲρ νοῦν καὶ λόγον ἐκύησας, γενόμενον ἄνθρωπον, ἐπ' εὐεργεσία τῆς ἀνθρωπότητος, Μαρία Θεόνυμφε, χωρίον εὐρύχωρον τοῦ Θεοῦ ἡμῶν, ὃν αἴτησαι ἐκτενῶς, σώζεσθαι τοὺς δούλους σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου