Κυριακή 11 Μαΐου 2014

ΗΧΟΣ Γ΄ ΤΡΙΤΗ



ΤΡΙΤΗ ΗΧΟΣ Γ΄
Στιχηρὰ Προσόμοια Δεσποτικὰ
Ἦχος γ'
Μεγάλη τοῦ Σταυροῦ σου
Τὰ πάθη τῆς ψυχῆς Σωτήρ μου καὶ τοῦ σώματος, δεινῶς ἐπαναστάντα, βυθίζουσί με ἄμφω, καὶ πρὸς βάθος ἀπογνώσεώς με ἕλκουσιν, ἀλλ' ὦς ποτε θάλασσαν, ταῦτα κατενασον, καγαλνην μοι δδου.
Οὐκ ἔχω παρρησίαν ὅλως ὁ κατάκρι τός, εἰς ὕψος ἀτενίσαι, τοῦ οὐρανοῦ καὶ βλέψαι, ἀπὸ πλήθους καθελκόμενος πταισμάτων μου, λοιπὸν ὡς ὁ Τελώνης, βοῶ, Ἱλάσθητι, τῶ ἀθλίω μοὶ Σῶτερ.
Μεγάλη καὶ φρικτή σου Δέσποτα ἡ ἔλευσις, ἐν ἢ καθίσης κρίσιν, δικαίαν ἐκτελέσαι, μὴ οὖν κρίνης μὲ τὸν κατακεκριμένον, ἀλλ' ὡς Θεὸς φείσαί μου, καὶ ἐλευθέρωσον, τῆς μελλούσης ἀνάγκης.
Ἔτερα, τοῦ Προδρόμου, ὅμοια
ς ὄρθρος ἐξανέτειλας πᾶσι τοὶς πέρασι, φωτίζων τὰς καρδίας, τῶν σὲ ὑμνούντων ἔνδοξε, διὸ φώτισον ἡμῶν τὰς διανοίας, καὶ τὰς ψυχὰς Προφήτα, τοῦ γεραίρειν σε, Βαπτιστὰ τοῦ Σωτῆρος.
Μὴ παύση ἱκετεύειν Πρόδρομε μακάριε, ὑπὲρ παντὸς τοῦ κόσμου, δεόμεθά σου πάντες, ὅπως λάβωμεν ἐξ ὕψους θείαν χάριν, καταπατεῖν τὴν κάραν, τοῦ κακογνώμονος, οἱ πλουτούντές σε πρέσβυν.
νίκα τοῦ φθαρτοῦ μὲ μέλλει Κύριος, χωρίζειν τότε σκήνους, προστάτην εὔροιμί σε, καὶ ἀντίληψιν καὶ σκέπην, Ἰωάννη Πρόδρομε καὶ Προφήτα, καθοδηγούντά με, πρὸς ἀνέσπερον φέγγος.
Δόξα... Καὶ νύν... Θεοτοκίον  Ὅμοιον
Μὴ παύση ἱκετεύουσα ὑπὲρ τῆς ποίμνης σου, ἀλλὰ ταὶς σαὶς πρεσβείαις, μελλούσης ἡμᾶς λύτρωσαι, ἀπειλῆς καὶ ἐνεστώσης, πάσης βλάβης, καὶ τῆς ὀργῆς Κυρίου, πάντας ἐξάρπασον, Θεοτόκε σοὺς δούλους.
Ἀπόστιχα Κατανυκτικὰ
σπερινὸν ὕμνον προσφέρομέν σοί, Χριστέ, μετὰ θυμιάματος, καὶ ὠδῶν Πνευματικῶν. Ἐλέησον Σωτὴρ τὰς ψυχὰς ἡμῶν.
Σώσόν με Κύριε ὁ Θεός μου, σὺ γὰρ πάντων ἡ σωτηρία, ὁ κλύδων μὲ τῶν παθῶν ἐκταράττει, καὶ τὸ βάρος τῶν ἀνομιῶν μὲ βυθίζει, δὸς μοὶ χείρα βοηθείας, καὶ πρός φῶς ἀνάγαγέ με κατανύξεως, ὁ μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.
Μαρτυρικὸν
Μεγάλη τῶν Μαρτύρων σου Χριστὲ ἡ δύναμις, ἐν μνήμασι γὰρ κεῖνται, καὶ πνεύματα διώκουσι, καὶ κατήργησαν ἐχθροῦ τὴν ἐξουσίαν, τὴ πίστει τῆς Τριάδος, ἀγωνισάμενοι, ὑπὲρ τῆς εὐσεβείας.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Θεοτόκε ἡ προστασία πάντων τῶν δεομένων, εἰς σὲ θαρροῦμεν, εἰς σὲ καυχώμεθα, ἐν σοὶ πᾶσα ἡ ἐλπὶς ἡμῶν ἐστι, πρέσβευε τῶ ἐκ σοῦ τεχθέντι, ὑπὲρ ἀχρείων δούλων σου.
Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Παροικοῦσα ἐν τῇ γῆ, ψυχή μου μετανόησον, χοὺς ἐν τάφῳ οὐχ ὑμνεῖ, πταισμάτων οὐ λυτροῦται, βόησον Χριστῷ τῶ Θεῷ. Καρδιογνώστα ἥμαρτον, πρὶν μὲ καταδικάσης, φείσαί μου ὁ Θεός, καὶ ἐλέησόν με.
ως πότε ψυχή μου, ἐπιμένεις τοὶς πταίσμασιν; ἐως τῖνος λαμβάνεις μετανοίας ὑπέρθεσιν, λάβε κατὰ νοῦν τὴν κρίσιν τὴν μέλλουσαν, καὶ βόησον Χριστῷ τῶ Θεῷ. Καρδιογνώστα ἥμαρτον, ἀναμάρτητε Κύριε ἐλέησόν με.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Καταφυγὴ καὶ δύναμις ἡμῶν Θεοτόκε, ἡ κραταιὰ βοήθεια τοῦ κόσμου, ταὶς πρεσβείαις σου σκέπε τοὺς δούλους σου, ἀπὸ πάσης ἀνάγκης, μόνη εὐλογημένη.
Μετὰ τὴν β' Στιχολογίαν
Καθίσματα
Τὸν βυθὸν τῶν πταισμάτων μου, σὺ γινώσκεις Κύριε, δὸς μοὶ χείρα ὡς τῶ Πέτρω, καὶ σώσόν με.
Δικαίας κρίσεως ἐπερχομένης, καὶ τοῦ Κριτοῦ τῶν ὅλων δικάζοντος, ποίαν ἀπολογίαν δώσεις ψυχή μου; εἰμὴ πρὸ τοῦ τέλους βοήσης. Ἥμαρτον ὁ Θεός, καὶ ἐλέησόν με.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Τὴν ὡραιότητα
Θεομακάριστε, Μήτηρ ἀνύμφευτε, τὴν ἀσθενοῦσαν μου, ψυχὴν θεράπευσον, ὅτι συνέχομαι δεινῶς, τοὶς πταίσμασιν ὁ ἄθλιος, ὅθεν καὶ κραυγάζω σοί, στεναγμῶ τῆς καρδίας μου. Δέξαι μὲ Πανάμωμε, τὸν πολλὰ πλημμελήσαντα, ἵνα ἐν παρρησίᾳ βοῶ σοί. Χαῖρε ἡ Κεχαριτωμένη.
Μετὰ τὴν γ' Στιχολογίαν
Καθίσματα
Θείας πίστεως
ν τῇ σκέπῃ σου, προσπεφευγότες, πίστει κράζομεν, ψυχῆς ἐκ βάθους, θεομακάριστε Προφήτα καὶ Πρόδρομε, τῶν πειρασμῶν καὶ κινδύνων τὸν τάραχον, καὶ νοσημάτων τὸν σάλον κατεύνασον, καὶ ματαίωσον ἐχθρῶν δυσμενῶν βουλεύματα, αἰτούμενος ἡμῖν τὸ μέγα ἔλεος.
Μαρτυρικὸν
Τὴν ὡραιότητα
Τῶν ἀθλοφόρων σου, τὴν μνήμην Κύριε, ὑπερεφαίδρυνας, ὡς παντοδύναμος, ὅτι ἐνίσχυσας αὐτούς, τὰ πάθη σου μιμήσασθαι, ἐνίκησαν ἀνδρεία δέ, τοῦ Βελίαρ τήν δύναμιν, ὅθεν καὶ ἀπέλαβον, ἰαμάτων χαρίσματα. Αὐτῶν ταὶς ἱκεσίαις οἰκτίρμον, εἰρήνην παράσχου τῶ λαῶ σου.
Δόξα... Καὶ νύν... Θεοτοκίον
καστος ὅπου σώζεται, ἐκεῖ δικαίως καὶ προστρέχει, καὶ ποία ἄλλη τοιαύτη καταφυγή, ὡς σὺ Θεοτόκε, σκέπουσα τὰς ψυχὰς ἡμῶν.
Κανὼν κατανυκτικός, φέρων ἀκροστιχίδα, ἄνευ τῶν Θεοτοκίων.
Ἐμοὶς στεναγμοὶς πρόσχες, ὧ Θεοῦ Λόγε. Ἰωσήφ.
Ὠδὴ α'  Ἦχος γ'
Ὁ Εἱρμὸς
Θαυμαστὸς ἐνδόξως ποιῶν τέρατα, σὺ εἶ ὁ Θεός, ὁ ἄβυσσον γεώσας, καὶ ἅρματα καλύψας, καὶ λαὸν διασώσας, ἄδοντά σοὶ ὡς λυτρωτὴ ἡμῶν Θεῷ.
αυτοὺς θερμῶς ἀδελφοὶ κλαύσωμεν, ὅλη τὴ ψυχή, ἐγγίζει ὁ Νυμφίος, ἀνάψωμεν τὰς πράξεις, ὥσπερ φαιδρὰς λαμπάδας, ὅπως θείου νυμφῶνος τύχωμεν ἐκεῖ.
Μεταγνοῦς ἐξ ὅλης ψυχῆς, σέσωσται, πάλαι Μανασσής, ἐβόησε γὰρ μέσον, δεσμῶν κατειλημμένος, πρὸς μόνον τὸν Δεσπότην, τοῦτον ζήλου ψυχή, καὶ σώζη εὐχερῶς.
Μαρτυρικὰ
φθαλμῶν πηρώσεις, χειρῶν στέρησιν, γλώσσης ἐκκοπήν, ποδῶν τε ἀφαιρέσεις, μηρῶν καὶ βραχιόνων, ὑπήνεγκαν οἱ θεῖοι Ἀθλοφόροι, εὐχαριστοῦντες Ἰησοῦ Χριστῷ.
ατρεῖον ὤφθη ἡμῖν Μάρτυρες, πᾶσι τοὶς πιστοίς, ἡ θήκη τῶν λειψάνων, ἐξ ἦς ἀντλοῦμεν ῥῶσιν, ψυχῶν τε καὶ σωμάτων, κατὰ χρέος ὑμᾶς γεραίροντες ἀεί.
Θεοτοκίον
θανασίας μάννα Χριστὸν φέρουσα, στάμνε λογική, πικρίας ψυχοφθόρων, παθῶν ἐκλύτρωσαί με, Παρθένε Παναγία, ὅπως πίστει δοξολογῶ σὲ εὐσεβῶς.
Κανὼν τοῦ τιμίου Προδρόμου
Ὁ Εἱρμὸς
τὰ ὕδατα πάλαι, νευματι Θείω εἰς μίαν, συναγωγὴν συναθροίσας, καὶ τεμῶν θάλασσαν, Ἰσραηλίτη λαῶ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει, αὐτῷ μόνω ἄσωμεν, ὅτι δεδόξασται.
Στειρευούσης νηδύος βλάστημα θεῖον, καρποὺς μὲ τῶν ἀρετῶν ἐκβλαστάνειν, τῶ Θεῷ πρέσβευε, τῆς ἀκαρπίας μου, λύων τὴν κατήφειαν, καὶ ἀπελαύνων τὸν ζόφον, ἐκ τῆς διανοίας μου, Κυρίου Πρόδρομε.
Τοῦ Ἠλίου τῆς δόξης μέγιστος, ὥσπερ προτρέχων ἀστὴρ ἐν γῆ σὺ ἐφάνης, τοῦ τὴν γὴν ἅπασαν, καταφαιδρύνοντος, τοῦτον οὖν ἱκέτευε, τὴν σκοτισθεῖσαν ψυχήν μου, φαύλαις ἐνθυμήσεσι, φωτίσαι Πρόδρομε.
Τὴν ζωὴν τοὶς ἐν ἅδῃ, Πνεύματι θείω ἐγγίζουσαν, προμηνύσας Προφήτα, τὴν ἐμὴν ζώωσον νενεκρωμένην ψυχήν, σοῦ ταὶς παρακλήσεσι, καὶ ὡς ἐκ τάφου πταισμάτων, ἀνάστησον δέομαι, ἔνδοξε Πρόδρομε.
Θεοτοκίον
Μετὰ τῶν Ἀρχαγγέλων, μετὰ τῶν Ἀγγέλων Παρθένε, μετὰ Ἁγίων ἁπάντων, τὸν ἐκ σοῦ Κύριον ἐπιφανέντα ἡμῖν, αἴτησαι δεόμεθα, τοὺς ἀληθῆ Θεοτόκον, καθομολογούντάς σε, κινδύνων ῥύσασθαι.
Ὠδὴ γ'
Ὁ Εἱρμὸς
Στεῖρα ψυχὴ καὶ ἄγονε, κτῆσαι καρπὸν εὐκλεῆ, εὐτεκνουμένη βόησον. Ἐστερεώθην διὰ σοῦ ὁ Θεός, οὐκ ἔστιν ἅγιος, οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Νόμον Θεοῦ ἠθέτησα, ὁ ἀσυνείδητος, καὶ μέλλω κατακρίνεσθαι, καὶ τὶ ποιήσω οὐκ ἐπίσταμαι. Κριτὰ δικαιότατε, οἴκτειρον σώσόν με, τὴ εὐσπλαγχνία σου.
νατολὴ φιλάνθρωπε, ὑπάρχων ἀνατολῶν, ἀνάτειλόν μοὶ δέομαι, δικαιοσύνης φῶς, ἐξαίρων με παθῶν ἀμαυρώσεως, καὶ σκότους κολάσεως, Πολυέλεε.
Μαρτυρικὰ
Τῆς νοητῆς οἰκήτορες, ξύλα κατάκαρπα, τοῦ Παραδείσου Μάρτυρες, πηγαὶ τὸ θεῖον ὕδωρ ἔχουσαι, κρατῆρες προχέοντες, τὸ πόμα τὸ ἅγιον, ἀνεδείχθητε.
Μίαν ἐν πλείστοις σώμασι, γνώμην περιφέροντες, οἱ ἀθλοφόροι Μάρτυρες, τὰς μυριάδας ἐτροπώσαντο, ἐχθροῦ κοσμοκράτορος, Τριάδα ἀμέριστον, καταγγέλλοντες.
Θεοτοκίον
Παρθενομῆτορ ἄχραντε, μετανοοῦσιν ἡμῖν, καὶ τῶ Χριστῷ προστρέχουσι, καὶ τῶν πταισμάτων λύσιν θέλουσι λαβεῖν, τοῦτον ἵλεων, τοὶς πάσιν ἀπέργασαι, πάντων Δέσποινα.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς
ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῶ Λόγῳ κτιζόμενα, τελειούμενα Πνεύματι, Παντοκράτορ Ὕψιστε, ἐν τῇ ἀγάπη τὴ σὴ στερέωσόν με.
Φωνὴ τοῦ Λόγου γενόμενος, Βαπτιστά, φωνὰς τῶν τιμώντων σε, πρὸς αὐτὸν νὺν κατεύθυνον, καὶ πταισμάτων ἄφεσιν, τὴ μεσιτεία ἡμῖν τὴ σὴ παράσχου.
μάρτηκά σοί, ἠνόμησα, καὶ δεινῶς Σωτὴρ ἐπλημμέλησα, καὶ ψυχὴν κατερρύπωσα, διὰ τοῦτο δέομαι, διὰ τοῦ σοῦ Βαπτιστοῦ οἰκτείρησόν με.
ν ἐρημίᾳ πλανώμενον ἡδονῶν, ἐρήμου τὸ θρέμμα σε, ὁδηγόν τε τοῦ νέου λαοῦ, ἱκετεύω Πρόδρομε, πρὸς μετανοίας ὁδὸν ὁδήγησόν με.
Θεοτοκίον
Σὺν Ἀποστόλοις, Προφήταις, Ἱερουργοίς, σὺν Μάρτυσιν Ἄχραντε, σὺν ταὶς ἄνω Δυνάμεσι, τῶ Υἱῶ σου πρέσβευε, τοῦ οἰκτειρῆσαι ἡμᾶς τοὺς σὲ ὑμνοῦντας.
Ὠδὴ δ'
Ὁ Εἱρμὸς
Τὸ κατάσκιον ὄρος, ὁ Ἀββακοὺμ προεώρα, τὴν ἄχραντόν σου μήτραν Ἁγνή, διὸ καὶ ἀνεκραύγαζεν. Ἀπὸ Θαιμὰν ἤξει ὁ Θεὸς ὁ Ἅγιος, καὶ ἐξ ὅρους κατασκίου δασέος.
πηγάσας ἐκ πέτρας ὕδωρ, πάλαι λαῶ ἀπειθοῦντι Χριστέ, καὶ ἀντιλέγοντι, ὕδωρ τῆς δίψης ἴαμα, ἐκ τῆς ἀνίκμου ψυχῆς μου ὁ Θεός, κατανύξεως σταγόνας, ἐκπλύνουσάς με βλύσον.
ατρὲ τῶν νοσούντων, τὰ τῆς καρδίας μου πάθη, ἰάτρευσον εὐσπλάγχνω ῥοπή, τῆς μετανοίας φάρμακα, προσεπιπλάττων ὡς ἀγαθός, δωρούμενός μοὶ ῥῶσιν, τὴν ψυχικήν ὡς οἰκτίρμων.
Μαρτυρικὰ
Συμπαθοῦς ἀθλοφόροι, τῆς πρὸς τὸ σῶμα φιλίας, ἀποζευγνύντες τὸν λογισμόν, τοὶς τιμωρεῖν ἐθέλουσι, παραδεδώκατε ἑαυτούς, ὅπως γνήσιοι τοῦ Κτίστου, χρηματίζητε φίλοι.
Πολυώδυνα ἄλγη, πολυειδῶν ἐκ βασάνων ὑπέστητε, ὁπλῖται τοῦ Χριστοῦ, καὶ χάριν ἐκομίσασθε, ἐκ τῶν τοῦ Πνεύματος δωρεῶν, τῶν παθῶν ἡμῶν διώκειν, τὰς χρονίους Ὀδύνας.
Θεοτοκίον
Πολυώνυμε Κόρη, χαῖρε ἐξ ἦς ὁ Λόγος ἐτέχθη, ἀλογίας ἡμᾶς, λύων ἀτόπων πράξεων. Χαῖρε νεφέλη φωτεινή, ἡ σκεδάζουσα τὰ νέφη, τῆς ἡμῶν ἀθυμίας.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς
θου πρὸς ἡμᾶς, κραταιὰν ἀγάπησιν Κύριε, τὸν μονογενὴ γάρ σου Υἱόν, ὑπὲρ ἡμῶν εἰς θάνατον δέδωκας. Διὸ σοὶ κραυγάζομεν εὐχαριστοῦντες. Δόξα τὴ δυνάμει σου Κύριε.
Λόγου σὲ φωνήν, τοῦ σαρκὶ φανέντος ὑπάρχουσαν, Πρόδρομε Κυρίου δυσωπῶ, ἀλογωτάτων ῥύσαί με πράξεων, τῶν λόγοις τιμώντά σε, καὶ κατὰ χρέος πίστει μακαρίζοντα.
Στέναξον ψυχή, καὶ Θεῷ τῶ κτίστη σου βόησον. Ἥμαρτον, ἱλάσθητι Χριστέ, καὶ φοβερὰς μὲ ῥύσαι κολάσεως, κινδύνων καὶ θλίψεων, ταὶς τοῦ Προδρόμου θείαις παρακλήσεσιν.
Κύμασι πολλοίς, χαλεπῶν παθῶν βυθιζόμενον, καὶ κλυδωνιζόμενον δεινῶς, καὶ συνεχῶς ἀεὶ βυθιζόμενον, Βαπτιστὰ ἐξάρπασον, καὶ σωτηρίας ὅρμω καθοδήγησον.
Θεοτοκίον 
Μήτηρ τοῦ Θεοῦ, Σεραφεὶμ ὑπέρτερον ὄχημα, μετὰ τῶν ἀϋλων Λειτουργῶν, μετὰ ἁγίων ἁπάντων, Ἱκέτευε Χριστόν, ὃν ἐκύησας, ἀπεγνωσμένον σώσαί με Πανάμωμε.
Ὠδὴ ε'
Ὁ Εἱρμὸς
ρθρίζοντες ἀνυμνούμέν σε Λόγε, Υἱὲ Θεοῦ Μονογενές, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς τοὺς ἀνυμνούντάς σε, καὶ πιστῶς προσκυνοῦντας.
αντίσας μὲ μετανοίας ὑσσώπω, κάθαρον ῥύπου τῶν παθῶν, ἵνα ὀφθῷ σοὶ καθαρός, ὅταν μέλλης Ἰησοῦ κρίναι τὰ σύμπαντα, τὴ δικαία σου κρίσει.
Οἱ μόλωπες συνεσάπησαν Λόγε, τῆς παναθλίας μου ψυχῆς, ἰατρὲ τῶν ἀσθενῶν, καὶ δοτὴρ τῶν ἀγαθῶν, ἴασαι σώσόν με, διὰ πλῆθος ἐλέους.
Μαρτυρικὰ
Συντέτριπται τὰ ὀστράκινα σκεύη, τῶν Ἀθλοφόρων ἐπὶ γῆς, ἀλλ'  ὁ τόνος τῆς ψυχῆς ἐκρατύνετο πλέον, καὶ ἐλαμπρύνετο, τοῦ Χριστοῦ τὴ δυνάμει.
Χεόμενον τῶν Ἁγίων τὸ αἷμα, πᾶσαν ἡγίασε τὴν γήν, καὶ κατήρδευσε ψυχάς, καὶ ἐξήρανε σαφῶς τῆς ματαιότητος, θολεροὺς τοὺς χειμάρρους.
Θεοτοκίον
Τῶ τόκω σου ἀπεστείρωσας Κόρη, τὴν τοῦ προπάτορος ἀράν, καὶ ἐπήγασας ἡμῖν, εὐλογίας ποταμούς, τοὶς εὐλογούσί σε, καὶ δοξάζουσι πίστει.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς
πὶ τῆς γῆς ὁ ἀόρατος ὤφθης, καὶ τοὶς βροτοὶς ἑκὼν συνανεστράφης, ὁ ἀκατάληπτος, διὸ πρὸς σὲ ὀρθρίζοντες, ἀνυμνούμέν σε φιλάνθρωπε.
πὶ τῆς γῆς, ὥσπερ Ἄγγελος μάκαρ, ἐπολιτεύσω σαφῶς μετὰ σαρκός, διό σου δέομαι, σαρκικοῦ φρονήματος, τὴν ψυχήν μου ἐλευθέρωσον.
Τὸν εἰς βυθὸν ἁμαρτίας πεσόντα, καὶ ἡδοναὶς τὴν ψυχὴν μολυνθέντα, καὶ κινδυνεύοντα, τοῦ Κυρίου Πρόδρομε, προσφυγόντα σοὶ διάσωσον.
Σὺν Προφητῶν περισσότερος ὤφθης, καὶ γὰρ αὐτὸν ἐθεάσω, Προφήτα τὸν κηρυττόμενον, ὃν ἀπαύστως αἴτησαι, τοῦ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Τῶν οὐρανῶν πλατυτέρα, σὺ ὤφθης ὡς ἀληθῶς, Θεοτόκε Παρθένε θεοχαρίτωτε, τῆς στενοχωρούσης με, ἁμαρτίας ἐλευθέρωσον.
Ὠδὴ ς'
Ὁ Εἱρμὸς
Βυθὸς μοὶ τῶν παθῶν ἐπανέστη, καὶ ζάλη ἐναντίων ἀνέμων, ἀλλὰ προφθάσας μὲ σύ, σῶσον Σωτήρ, καὶ ῥύσαι φθοράς, ὡς ἔσωσας, τοῦ θηρὸς τὸν Προφήτην.
πλήγην ἁμαρτιῶν τὴ ῥομφαία, καὶ κεῖμαι ἀνενέργητος ὅλος, ὁ πληγωθεὶς δι' ἐμὲ λόγχη ποτέ, Χριστὲ ὁ Θεός, οἰκτείρησον μὲ τὴ σὴ εὐσπλαγχνία.
Στενάζω καὶ κακοὶς ἐπιμένω, δακρύω, καὶ τὴν κρίσιν οὐ φρίττω, ἀναισθησίαν νοσῶν. Λόγε Θεοῦ, οἰκτείρησόν με, καὶ σῶσον τοὶς ἀγαθοὶς κρίμασί σου.
Μαρτυρικὰ
ς ἄρνες οὐκ ἐρίζοντες ὅλως, οὐ λόγον, οὐ φωνὴν ἀφιέντες, πανευκλεεὶς ἀθληταί, πρὸς τὴν σφαγήν, καὶ τοὺς αἰκισμούς, προσήγεσθε, τὸν Χριστὸν ἀνυμνοῦντες.
Θηρίοις παρεδίδοσθε βρώμα, θαλάσσης τοὶς βυθοὶς ὡμιλεῖτε, ἀγαλλομένη ψυχή, ὅθεν ὑμᾶς Χριστός, Ἀθληταί, νίκης στεφάνοις, τοὶς ἀφθάρτοις ἐκόσμει.
Θεοτοκίον
θύρα τῶν πιστῶς σωζομένων, ἡ πύλη ἣν διώδευσε μόνος, ὁ σαρκωθεὶς δι' ἡμᾶς, πύλας ἡμῖν δικαιοσύνης, ὑπάνοιξον, τοὶς πιστῶς σὲ ὑμνοῦσι.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς
βυσσος ἐσχάτη ἁμαρτιῶν, ἐκύκλωσέ με, καὶ ἐκλείπει τὸ πνεύμά μου, ἀλλ' ἐκτεῖνας Δέσποτα, σὸν ὑψηλὸν βραχίονα, ὡς τὸν Πέτρον με, κυβερνήτα διάσωσον.
δατι χειμάρρουν τὸν τῆς τρυφῆς, ὑποκλιθέντα, τὴ χειρί σου ἐβάπτισας, ἀλλ' αὐτὸν ἱκέτευε, καταπέμψαι μοὶ ὕδωρ, σοφὲ κατανύξεως, τῶ πολλὰ πλημμελήσαντι.
βυσσον ἐλέους ἓν ποταμῶ, Προφήτα λούεις, ὑπερῷα τοὶς ὕδασιν, οὐρανοὺς στεγάζοντα, Ἰησοῦν τὸν φιλάνθρωπον, ὃν δυσώπησον, ἑπομβρήσαί μοὶ ἄφεσιν.
γγικενη βασιλεία τῶν οὐρανῶν, μετανοεῖτε, ἀνεκραύγαζες Πρόδρομε, ἢς τυχεῖν ἀξίωσον, τοὺς πόθω σε γεραίροντας, καὶ τὴ σκέπη σου, τὴ σεπτὴ καταφεύγοντας.
Θεοτοκίον
χραντε ἡ σάρκα τῶ πλαστουργῶ, δανεισαμένη, σὺν ταὶς ἄνω Δυνάμεσι, σὺν Προφήταις ἅπασιν, Ἀποστόλοις καὶ Μάρτυσι, τοῦτον πρέσβευε, οἰκτειρῆσαι καὶ σώσαί με.
Ὠδὴ ζ'
Ὁ Εἱρμὸς
τὴν φλόγα δροσίσας τῆς καμίνου, καὶ τοὺς Παίδας ἀφλέκτους διασώσας, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
γυμνώθην χιτῶνα ἀφθαρσίας, ἐνεδύθην δὲ ἔργα ἀτιμίας, διὸ βοῶ σοὶ οἰκτίρμον Θεέ. Ἀρετῶν στολαὶς μὲ καταφαίδρυνον.
φθαλμοὶς ἀκολάστοις ἐσπιλώθην, ἐπαφὴ ἀκρασίας ἐρρυπώθην, καὶ ἑβδελύχθην ἐνώπιόν σου Ἰησοῦ, ὡς τὸν Ἄσωτον δέξαι με.
Μαρτυρικὰ
περτέραν ζωὴν ἠγαπηκότες, ὑπερτέρους ἠνέγκατε τοὺς πόνους, Χριστούοπλίται, φωστῆρες θεῖοι, διὰ τοῦτο πιστῶς μακαρίζεσθε.
Λαμπρυνθέντες τὴ αἴγλη τῶν βασάνων, ἀπηστράψατε πλέον τοῦ ἠλίου, καὶ πάντα ζόφον τῆς ἀθεϊας ἐδιώξατε, ἅγιοι Μάρτυρες.
Θεοτοκίον
ς τὸν πάντων τεκοῦσα συνοχέα, τοῦ συνέχοντος ζόφου τῆς ἀγνοίας, καὶ ἁμαρτίας ἀπάλλαξόν με, Δέσποινα, Θεοτόκε Ἀειπάρθενε.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς
Τρεῖς Παῖδες ἐν καμίνῳ, τὴν Τριάδα τυπώσαντες, τοῦ πυρὸς τὴν ἀπειλὴν κατεπάτησαν, καὶ ὑμνοῦντες ἐβόων. Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ς λύχνος τοῦ Ἠλίου, τὴν ψυχήν μου καταύγασον, ἐσβεσμένην ῥαθυμία καὶ τυφλώττουσαν, μετανοίας πρὸς τρίβους καθοδηγῶν με, Βαπτιστὰ Κυρίου Πρόδρομε.
Τῆς κρίσεως τὴν ὥραν ἐννοῶν, ὅλος δέδοικα, περικείμενος πληθὺν ἀτόπων πράξεων. Βαπτιστὰ τοῦ Σωτῆρος, πρόστηθι ῥύσαί με, πυρὸς ἀποκειμένου μοί.
Προστάτα τῆς ζωῆς μου, ἀντιλήπτόρ μου Πρόδρομε, ἐξ ἐχθρῶν μου ἀοράτων ὀρωμένων τε, περιφύλαττε σκέπε, καὶ Βασιλείας οὐρανῶν, μέτοχον ποίησον.
Θεοτοκίον
Παρθένε Θεοτόκε, τὸν Υἱόν σου ἱκέτευε, σὺν Προφήταις, Ἀποστόλοις τε καὶ Μάρτυσι, τῆς μελλούσης ἀνάγκης, ἀπολυτρώσασθαι ἡμᾶς, τοὺς σὲ τιμῶντας ἀεί.
Ὠδὴ η'
Ὁ Εἱρμὸς
Τὸν ὑπ' Ἀγγέλων ἀσιγήτως, ἐν ὑψίστοις δοξαζόμενον Θεόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, γῆ καὶ ὄρη καὶ βουνοί, καὶ βυθὸς καὶ πᾶν γένος ἀνθρώπων, ὕμνοις αὐτὸν ὡς Κτίστην, καὶ Λυτρωτὴν εὐλογεῖτε.
τι τὸν φόβον σου οὐκ ἔχω, ἐνοικοῦντα τὴ καρδία τὴ ἐμή, πᾶσαν ἐτέλεσα σαρκός, ἁμαρτίαν ὁ ἀσυνείδητος, καὶ τρέμω σου τὴν δίκην, παμβασιλεῦ, μὴ μὲ βδελύξη, νυνὶ μεταγνόντα.
Γὴς τῆς ἁγίας ἐπιβῆναι, Πολυέλεε ἀξίωσον καμέ, ἣν κατοικοῦσιν οἱ πραεῖς, μετανοία ἀποπλύνας με, γηϊνης ἁμαρτίας, ὁ ἐπὶ γῆς ἀναμαρτήτως, γεννηθεὶς ἐκ Παρθένου.
Μαρτυρικὰ
ν τῷ οἰκείω ὑμῶν αἵματι, κατεβάφησαν οἱ πόδες ὑμῶν, ὑποσκελίζοντες ἐχθρούς, καὶ πορείαν τὴν οὐράνιον, ποιούμενοι ὁσίως, πανευκλεεὶς Χριστοῦ, τοῦ πάντων Θεοῦ Ἀθλοφόροι.
ναπεδύσασθε προθύμως, πρὸς τὰ μέγιστα παλαίσματα ὑμεῖς, ἀπογυμνώσαντες ἐχθρόν, καὶ αἰσχύνην ἐπενδύσαντες, διὸ στεφανηφόροι ἐν οὐρανοῖς χορεύετε, εὐκλεεῖς Χριστοῦ Ἀθλοφόροι.
Θεοτοκίον
Τοῦ Ἰακὼβ τὴν καλλονὴν σε, ὁ ὡραῖος κάλλει Κύριος ἁγνή, ἠγαπηκῶς τὴν σὴν νηδύν, Παναμώμητε κατώκησεν, ἀνθρώπων τὴν οὐσίαν ταὶς καλλοναίς, φαιδρύνων τῶν ὑπὲρ νοῦν δωρημάτων.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς
στέκτω πυρὶ ἑνωθέντες, οἱ θεοσεβεία προστῶτες Νεανίαι, τὴ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον. Εὐλογεῖτε πάντα τὰ ἔργα Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
μνὸν τοῦ Θεοῦ ὁ κηρύξας, τὸν τὰς ἁμαρτίας τῶν ἀνθρώπων ἀφαιροῦντα, Ἰωάννη θεῖε Προφήτα, τοῦτον ἐκδυσώπησον, τὸ φορτίον λύσαι τῶν ἁμαρτημάτων μου, καὶ τῶν σωζομένων μερίδος ἀξιῶσαι.
Καμίνου φλογὸς καιομένης, σκότους ἀφεγγούς τε ἐξωτέρου λύτρωσαί με, τὸν ἐν σκότει πονηρῶν ἔργων, ὅλον συνεχόμενον, δυσωπῶ σὲ Λόγε τοῦ Θεοῦ προάναρχε, διὰ τοῦ ἐνδόξου καὶ θείου Βαπτιστοῦ σου.
ρήμοις ψυχαὶς χερσωθείσαις, διὰ μετανοίας εὐκαρπίαν ὁ κηρύξας, τοῦ Κυρίου θεῖε Προφήτα, ἀκανθηφορήσασαν τὴν ψυχήν μου, πάσαις ἡδοναὶς καθάρισον, ὅπως ἐκβλαστήσω ἀγαθῶν ἔργων στάχυν.
Θεοτοκίον
ς Μήτηρ Θεοῦ ἐκδυσώπει, μετὰ τῶν ἁγίων Ἀγγέλων, Προφητῶν τε, Ἀποστόλων καὶ τῶν Μαρτύρων, κινδύνων καὶ θλίψεων, καὶ μελλούσης πάντας κολάσεως ῥύσασθαι, τοὺς σὲ Θεοτόκον ἀεὶ ὁμολογοῦντας.
Ὠδὴ θ'
Ὁ Εἱρμὸς
Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ἐγείρας κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυϊδ τοῦ παιδὸς αὐτοῦ, διὰ σπλάγχνα ἐλέους, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, ἀνατολὴ ἐξ ὕψους, καὶ κατηύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης.
δοὺ καιρὸς εὐπρόσδεκτος, καὶ ἡμέρα ἱλασμοῦ, ἐπιστρέψαι θέλησον λοιπόν, ὧ ψυχή, ποιοῦσα καρπὸν μετανοίας, μὴ ἄκαρπόν σε εὔρη, θανάτου ἀξίνη φοβερά, καὶ ὡς συκὴν τὴν πάλαι ἐκτεμοῦσα, τῶ πυρὶ τῶ ἐκεῖθεν πέμψη.
ς ὁ ποτὲ πλούσιος, ἐπαγάλλομαι τρυφαίς, ἀσπλαγχνίαν ἔχων πρὸς τὸν πέλας πολλήν, καὶ πὺρ δειλιῶ τὸ ἀκοίμητον, διό μου τὴν λιθώδη, ἀπόπλυνον Δέσποτα ψυχήν, ὅπως κὰν ἐπὶ τέλους, εὐσπλαγχνία λαμπρυνθῶ ὁ ἐσκοτισμένος.
Μαρτυρικὰ
Σημειωθέντες αἵματι, θεῖοι Μάρτυρες Χριστοῦ, ἐν σημείοις πίστει ἐναθλοῦντες στερρῶς, ἀπίστους ἐχθροὺς ἐτροπώσασθε, καὶ πλάνης ἀνιέρου πολλούς, ἀφηρπάσατε λαούς, μεταβολαὶς ἐνθέοις, λαμπρυθέντας τῶ φωτὶ τῆς θεογνωσίας.
κονημένα ὤφθητε, ξίφη τέμνοντα ἐχθροῦ, παρατάξεις θεῖοι Ἀθλοφόροι Χριστοῦ, καὶ σκεύη τὴν αἴγλην χωρήσαντα, τῆς ἁγίας Τριάδος, καὶ λύχνοι πυρσεύοντες τὸ φῶς, τῆς εὐσεβείας πίστει, καὶ δόξης τῆς νοητῆς, ἀληθεῖς ὁπλῖται.
Θεοτοκίον
Φωτοειδῆ νεφέλην σε, ὁ Προφήτης προορά, ἐξ ἦς μέγας Ἥλιος ἐπέφανεν ἡμῖν, Χριστὸς ὁ Θεός, καὶ ἐφώτισε τὰ πρὶν ἐσκοτισμένα, αὐτὸν οὖν δυσώπει ἀγαθή, τὰ τῶν παθῶν μου νέφη ἐκδιῶξαι, καὶ φωτὶ θείω φαιδρυνθῆναι.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς
ν νόμῳ σκιὰ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοὶ πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον Ἅγιον Θεῷ διὸ πρωτότοκον Λόγον, πατρὸς ἀνάρχον Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρως μεγαλύνομεν.
κ νόμου σκιὰς προκύψας, τὴν αἴγλην τῆς θείας χάριτος, πλουσίως ἐθεάσω, τὰ τῆς γῆς πληρώματα σοφὲ φωταγωγοῦσαν, καὶ σκότος ἀποδιώκουσαν, τῆς ἀγνωσίας Προφήτα, διὰ τούτό σε γεραίρομεν.
ς μάρτυς Χριστοῦ, ὡς θεῖος Βαπτιστής, ὡς μετανοίας λαμπτήρ, ὡς ὄρθρος εὐσεβείας, παλαιὰς μεσίτης καὶ καινῆς, παλαιωθεῖσαν κακία, τὴν ταπεινήν μου ψυχήν, δι' ἐπὶ γνώσεως θείας, καινουργήσας φωταγώγησον.
ν ὥρα φρικτῇ, ἐν ὥρα φοβερᾷ, ἐν ὥρα δίκης σοφέ, κρινόμενόν με ῥύσαι, ἀπειλῆς μενούσης μὲ ἐκεῖ, καθυπακούοντα ἔχων, τῶν σῶν δεήσεων, οἴά πὲρ φίλος νυμφίον, τὸν Σωτήρα τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
ς Μήτηρ Θεοῦ, ὡς Μήτηρ τοῦ ἐκ σοῦ τεχθέντος Λόγου Θεοῦ, μετὰ τῶν Ἀσωμάτων Ἀποστόλων τε καὶ Προφητῶν, Ἱεραρχῶν καὶ Μαρτύρων, τοῦτον δυσώπει ἀεί, τοῦ εἰρηνεῦσαι τὸν κόσμον, Παναγία Μητροπάρθενε.
Ἀπόστιχα τῶν Αἴνων, Κατανυκτικὰ
Τὸν διεσπαρμένον μου νοῦν συνάγαγε Κύριε, καὶ τὴν χερσωθείσάν μου καρδίαν καθάρισον, ὡς τῶ Πέτρω διδοὺς μοὶ μετάνοιαν, ὡς τῶ Τελώνη στεναγμόν, καὶ ὡς τὴ πόρνη δάκρυα, ἵνα μεγάλῃ τὴ φωνὴ κραυγάζω σοί, ὁ Θεὸς σώσόν με, ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.
Πολλάκις τὴν ὑμνωδίαν ἐκτελῶν, εὑρέθην τὴν ἁμαρτίαν ἐκπληρῶν, τὴ μὲν γλώττη ἄσματα φθεγγόμενος, τὴ δὲ ψυχὴ ἄτοπα λογιζόμενος, ἀλλ' ἑκάτερα διόρθωσον, Χριστὲ ὁ Θεός, διὰ τῆς μετανοίας, καὶ σώσόν με.
Μαρτυρικὸν
Βασιλέων καὶ τυράννων τὸν φόβον, ἀπώσαντο οἱ Χριστοῦ Στρατιῶται, καὶ εὐθαρσῶς καὶ ἀνδρείως αὐτὸν ὡμολόγησαν, τῶν ἁπάντων Κύριον, Θεὸν καὶ Βασιλέα, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Καὶ νύν... Θεοτοκίον
σπόρως συνέλαβες ἐκ Πνεύματος Ἁγίου, καὶ δοξολογοῦντες ἐκβοῶμεν σοί. Χαῖρε Παναγία Παρθένε.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοὶ
θετήσαντα Χριστέ, τὴν ἐντολήν σου, τὸν προπάτορα Ἀδάμ, τοῦ Παραδείσου ἐξώρισας, τὸν δὲ Ληστὴν Οἰκτίρμον, ὁμολογήσαντά σε ἐν Σταυρῷ, ἐν αὐτῷ εἰσώκισας κράζοντα. Μνήσθητί μου Σωτήρ, ἐν τῇ Βασιλεία σου.
Ταὶς τοῦ βίου ἡδοναίς, ἐσπιλωμένην, κεκτημένος τὴν ψυχήν, τοὶς οἰκτιρμοίς σου προσέρχομαι, κατεγνωσμένος ὅλος, καὶ ἡττημένος κράζω σοὶ Σωτήρ, τῶ εἰδότι μόνω τὰ κρύφια. Κάθαρόν με τὴ σή, εὐσπλαγχνία Χριστέ.
ς μεσίτης παλαιάς, καὶ τῆς καινῆς γινόμενος, θεῖε Βαπτιστά, παλαιωθέντα με πταίσμασιν, ἀνακαινίσας δίδου, σαὶς ἱκεσίαις βαίνειν ἀσφαλῶς, πρός, μετανοίας τρίβους Πανεύφημε, εἰσαγούσας, καλῶς, πρὸς Βασιλείαν Χριστοῦ.
Μαρτυρικὸν
Τὸν ἀγῶνα τὸν καλόν, ἀγωνισάμενοι, γενναῖοι Ἀθληταί, μυρίους πόνους ἠνέγκατε, καὶ διὰ τοῦτο πάντα πόνον κουφίζετε δι' ἠνεκῶς, καὶ πνευμάτων λώβην διώκετε, ὅθεν πίστει ὑμᾶς Ἅγιοι δοξάζομεν.
Δόξα...
Φῶς καὶ ζωὴ καὶ παντουργός, ἡ τρισυπόστατος, Μονὰς ὡς ἀληθῶς ὑπάρχει, ἣν πὲρ δοξάζομεν. Πατὴρ γάρ, Υἱὸς καὶ Πνεῦμα, ὁ ἑνιαῖος καὶ συνεκτικός, τῶν ἁπάντων Δεσπότης καὶ Κύριος, εἷς Θεὸς ἐν τρισί, Προσώποις γνωρίζεται.
Καὶ νύν... Θεοτοκίον
μαρτάνοντα ἀεί, καὶ παροργίζοντα Θεὸν τὸν ἀγαθόν, Παρθενομῆτορ οἰκτείρησον, καὶ μετανοίας τρόποις, ὡς ἀγαθὴ βελτίωσον Ἁγνή, ὅπως τὰς μελλούσας κολάσεις φύγω, ὑμνῶν ἐκτενῶς, Κόρη τὴν πρεσβείαν σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου