ΚΥΡΙΑΚΗ ΗΧΟΣ Γ΄
TΩ
ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ
ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ
Στιχηρὰ
Ἀναστάσιμα τῆς Ὀκτωήχου
Ἠχος
γ'
Τῶ σῶ σταυρῶ Χριστὲ Σωτήρ, θανάτου κράτος
λέλυται, καὶ διαβόλου ἡ πλάνη κατήργηται, γένος δὲ ἀνθρώπων πίστει σωζόμενον, ὕμνον
σοὶ καθ' ἑκάστην προσφέρει. (Δίς)
Πεφώτισται τὰ σύμπαντα, τὴ ἀναστάσει
σου Κύριε, καὶ ὁ Παράδεισος πάλιν ἠνέωκται, πᾶσα δὲ ἡ κτίσις ἀνευφημούσά σε, ὕμνον
σοὶ καθ' ἑκάστην προσφέρει.
Δοξάζω τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ τὴν δύναμιν,
καὶ Πνεύματος ἁγίου, ὑμνῶ τὴν ἐξουσίαν, ἀδιαίρετον, ἄκτιστον θεότητα, Τριάδα ὁμοούσιον,
τὴν βασιλεύουσαν εἰς αἰῶνα αἰῶνος.
Δόξα... Καὶ νύν...
Θεοτοκίον τὸ Δογματικὸν
Ἦχος γ'
Μέγιστον θαῦμα! παρθένος τεκοῦσα, καὶ
τὸ τεχθὲν Θεὸς πρὸ αἰώνων, προφανὴς ὁ τόκος, καὶ τὸ τελούμενον ὑπὲρ φύσιν. Ὧ
Μυστηρίου φρικώδους! ὁ καὶ νοούμενον, ἄφραστον μένει, καὶ θεωρούμενον, οὐ
καταλαμβάνεται. Μακαρία σὺ εἶ ἄχραντε Κόρη, Ἀδὰμ τοῦ γηγενοῦς θυγάτηρ, καὶ Θεοῦ
τοῦ Ὑψίστου φανεῖσα μήτηρ. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπόστικα
Ἦχος γ'
Τὸν Σταυρόν σου προσκυνῶ
Χριστὲ τὸν τίμιον.
Στίχ. Μνήσθομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεὰ καὶ γενεά.
Κιβωτὸν σὲ νοητὴν ἁγνὴ γινώσκομεν, οὐ
φέρουσαν τὰς Πλάκας τὰς θεογράφους, τὸν δὲ νόμου ποιητήν, καὶ χάριτος τὰ δόγματα,
τὸν οὐρανοῦ καὶ γὴς κτίστην, ὧ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου
τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ Πατρός σου.
Ἐπὶ γῆς σὲ οὐρανὸν ἁγνὴ ἀνέδειξεν, ὁ ἐν
μήτρᾳ τὴ σή, κατασκηνώσας Θεὸς Λόγος, σάρκα προσλαβῶν, ὁ φύσει ἀθεώρητος, καὶ ἑπομβρίζεις
τοὶς πάσιν, ἀθάνατον δρόσον Ἀπειρόγαμε.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Σωτηρίαν ταὶς πρεσβείαις σου κεκτήμεθα,
ὅτι δι' αὐτῶν Παρθένε, ἐκ τῶν κινδύνων ἀεὶ καὶ τῶν πειρασμῶν, τὴν ζάλην ὑπεκφεύγομεν,
καὶ διὰ τοῦτο αἰτοῦμεν, μὴ παύση ὑπὲρ ἡμῶν τοῦ πρεσβεύειν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Ἦχος γ'
Ἀνάπλασιν καὶ ζωήν, διὰ σοῦ δευτέραν
γινώσκομεν, ἄχραντε Μαρία, τῆς ἀνθρωπίνης φύσεως, ἐν τῇ γαστρί σου φυραθέντα τὸν
κτίστην τῆς κτίσεως, καὶ ἀναστήσαντα ἡμᾶς, ἐκ τοῦ ἄδου καὶ τοῦ θανάτου, καὶ ζωὴν
αἰώνιον παρεσχηκότα ἡμῖν, τοῦ βοᾶν σοὶ Ἀειπάρθενε. Χαῖρε ἡ συνάψασα τὰ κάτω τοὶς
ἐπουρανίοις. Χαῖρε ἡ ἐλπίς πάντων τῶν περάτων τῆς γῆς, καὶ προστασία καὶ ἀντίληψις.
Χαῖρε ἡ τὴ Ἀναστάσει τοῦ Υἱοῦ σου, φαιδρύνουσα τὰ σύμπαντα, καὶ παρέχουσα τῶ κόσμω
τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον Ἦχος γ'
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε
κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῶ θανάτω τὸν θάνατον, πρωτότοκος
τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ἄδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε κόσμω τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν
Θεοτόκε Παρθένε, ἐν τῇ σαρκὶ γὰρ τὴ ἐκ σοῦ προσληφθείση, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν
τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Ἦχος
γ'
Τῶ σῶ σταυρῶ Χριστὲ Σωτήρ, θανάτου κράτος λέλυται, καὶ
διαβόλου ἡ πλάνη κατήργηται, γένος δὲ ἀνθρώπων πίστει σωζόμενον, ὕμνον σοὶ καθ'
ἑκάστην προσφέρει.
Πεφώτισται τὰ σύμπαντα, τὴ ἀναστάσει σου Κύριε, καὶ ὁ Παράδεισος
πάλιν ἠνέωκται, πᾶσα δὲ ἡ κτίσις ἀνευφημούσά σε, ὕμνον σοὶ καθ' ἑκάστην προσφέρει.
Δοξάζω τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ τὴν δύναμιν, καὶ Πνεύματος
ἁγίου, ὑμνῶ τὴν ἐξουσίαν, ἀδιαίρετον, ἄκτιστον θεότητα, Τριάδα ὁμοούσιον, τὴν
βασιλεύουσαν εἰς αἰῶνα αἰῶνος.
Τὸν Σταυρόν σου τὸν τίμιον, προσκυνοῦμεν Χριστέ, καὶ τὴν ἀνάστασίν
σου ὑμνοῦμεν καὶ δοξάζομεν, τῶ γὰρ μώλωπί σου, ἡμεῖς οἱ πάντες ἰάθημεν.
Ὑμνοῦμεν τὸν Σωτήρα, τὸν ἐκ τῆς Παρθένου σαρκωθέντα, δι' ἡμᾶς
γὰρ ἐσταυρώθη, καὶ τὴ τρίτη ἡμέρα ἀνέστη, δωρούμενος ἡμῖν τὸ μέγα ἔλεος.
Τοὶς ἐν ἅδῃ καταβὰς Χριστὸς εὐηγγελίσατο, θαρσεῖτε λέγων,
νὺν νενίκηκα. Ἐγὼ ἡ Ἀνάστασις, ἐγὼ ὑμᾶς ἀνάξω, λύσας θανάτου τὰς πύλας.
Οἱ ἀναξίως ἐστῶτες, ἐν τῷ ἀχράντω σου οἴκω, ἑσπερινὸν ὕμνον
ἀναμέλπομεν, ἐκ βαθέων κραυγάζοντες, Χριστὲ ὁ Θεός, ὁ φωτίσας τὸν κόσμον τὴ
τριημέρω Ἀναστάσει σου, ἐξελοῦ τὸν λαόν σου, ἐκ χειρὸς τῶν σου Φιλάνθρωπε.
Θεοτοκίον
Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου Τόκον Πανσεβάσμιε;
πείραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων
ἐκ Πατρός γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν,
ἀλλ' ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν
ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.
Ἀπόστικα
Ἦχος γ'
Ὁ τῶ πάθει σου Χριστέ, ἀμαυρώσας τὸν ἥλιον, καὶ τῶ φωτὶ τῆς
σῆς Ἀναστάσεως, φαιδρύνας τὰ σύμπαντα, πρόσδεξαι ἡμῶν, τὸν ἑσπερινὸν ὕμνον Φιλάνθρωπε.
Ἡ ζωοδόχος σου Ἔγερσις Κύριε, τὴν οἰκουμένην πᾶσαν ἐφώτισε,
καὶ τὸ ἴδιον πλάσμα, φθαρὲν ἀνεκαλέσατο. Διὸ τῆς κατόρας τὸν Ἀδάμ, ἀπαλλαγέντες
βοῶμεν, Παντοδύναμε Κύριε δόξα σοί.
Θεὸς ὑπάρχων ἀναλλοίωτος, σαρκὶ πάσχων ἡλλοίωσαι, ὃν ἡ κτίσις
μὴ φέρουσα, κρεμάμενον ὁρᾶν, τῶ φόβω ἐκλονεῖτο, καὶ στένουσα ὕμνει τὴν σὴν
μακροθυμίαν, κατελθῶν ἐν ἅδῃ δέ, τριήμερος ἀνέστης, ζωὴν τῶ κόσμω δωρούμενος,
καὶ τὸ μέγα ἔλεος.
Ἴνα τὸ γένος ἡμῶν, ἐκ τοῦ θανάτου Χριστὲ λυτρώσης, θάνατον
ὑπήνεγκας, καὶ τριήμερος ἐκ νεκρῶν ἀναστάς, ἑαυτῶ συνανέστησας, τοὺς σὲ Θεὸν ἐπιγνόντας,
καὶ κόσμον ἐφώτισας, Κύριε δόξα σοί.
Θεοτοκίον
Ἀσπόρως ἐκ θείου Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας
Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων ὑπάρχοντα, δι' ἡμᾶς δὲ ἐκ
σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας. Διὸ μὴ παύση
πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ᾑμων.
Ἀπολυτίκιον Ἦχος γ'
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε
κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῶ θανάτω τὸν θάνατον, πρωτότοκος
τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ἄδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε κόσμω τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν
Θεοτόκε Παρθένε, ἐν τῇ σαρκὶ γὰρ τὴ ἐκ σοῦ προσληφθείση, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν
τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
ΕΝ ΤΩ ΜΕΣΟΝΥΚΤΙΚΩ
Ὠδὴ
α' Ἦχος γ' Ὁ Εἱρμὸς
O τὰ
ὕδατα
Ἀκατάληπτε μόνη Κυριαρχία, καὶ μία τριαδικὴ θεαρχία,
τριλαμποὺς αἴγλης μὲ τῆς σῆς ἀξίωσον νύν, ὅπως ἀνυμνήσω σε, τὴν ὑμνουμένην ἀπαύστως,
τρισαγίοις ἄσμασιν, Ἀγγέλων στόμασιν.
Ἱερῶς τῶν Ἀϋλων πᾶσαι, αἱ τάξεις ὑμνοῦσι, ποιητικὴν ὡς αἰτίαν,
ἑνικὴν τρίφωτον, ἀρχικωτάτην σαφῶς, αἲς συμφώνως μέλψωμεν, καὶ τῶν ἀνθρώπων τὰ
πλήθη, καὶ πιστῶς δοξάσωμεν, πηλίνοις στόμασι.
Νοῦν καὶ Λόγον καὶ Πνεῦμα, οἱ θεολόγοι προσφόρως, συμβολικῶς
σὲ καλοῦσιν, ἀπαθῆ γέννησιν, ἐξ ἀγεννήτου Πατρός, τοῦ Υἱοῦ σημαίνοντες, Θεὲ μονάρχα
τῶν ὅλων, ἅμα καὶ τοῦ Πνεύματος, θείαν ἐκπόρευσιν.
Θεοτοκίον
Ὡς φιλάνθρωπος φύσει, τὴν τῶν ἀνθρώπων οὐσίαν, προσειληφῶς
Θεοῦ Λόγε, τὸ τρισσὸν ἔλαμψας, μοναρχικώτατον φῶς, τῆς μιᾶς θεότητος, δεδοξασμένην
τοὶς πᾶσι, δείξας τὴν τεκούσάν σε, Παρθένον ἄχραντον.
Ὠδὴ γ'
Ὁ ἐκ μὴ ὄντων τὰ πάντα
Τρισσεῦσαι πάλαι τὸ ὕδωρ προστεταχῶς, Ἠλίας ταὶς σχίδαξι,
τυπικῶς παρενέφηνε, τὴν τριττὴν ὑπόστασιν τῆς ἑνιαίας Θεοῦ Κυριαρχίας.
Ζοώδης φύσις ὑμνεῖ σὲ τῶν γηγενῶν, τὸν ἕνα καὶ τρίφωτον,
Πλαστουργόν, ἀναλλοίωτον, καὶ βοᾷ σοί, Δέσποτα, παντοδαπῆς μὲ τροπῆς ῥύσαι, καὶ
σώσόν με.
Ἰσηγοροῦντες τοὶς Λόγοις τῶν Προφητῶν, κλεινῶν Ἀποστόλων
τε, καὶ κηρύκων τῆς Πίστεως, ἰσουργὸν Τριάδα σε, δοξολογοῦμεν Πιστοί, Θεὲ τῶν ὅλων.
Θεοτοκίον
Ἀπὸ τοῦ θρόνου κατῆλθε τοῦ ὑψηλοῦ, ὁ Χριστὸς τὸν ἄνθρωπον,
ἀνυψῶν ὡς φιλάνθρωπος, διὰ σοῦ Πανάχραντε, καὶ τὸ τρισήλιον φῶς ἔλαμψε πᾶσι.
Κάθισμα
Τὴν ὡραιότητα
Οὐπερούσιος, καὶ μόνος Κύριος, Χριστὸς ἀπαύγασμα, τοῦ
προανάρχου Πατρός, καὶ Πνευμα τὸ θειότατον, ἐλέησον τοὺς δούλους σου, πάντες γὰρ
ἡμάρτομεν, ἀλλὰ σοῦ οὐκ ἀπέστημεν, ὅθεν δυσωπούμέν σε, Τρισυπόστατε Κύριε, ὡς ἔχων
ἐξουσίαν, τὸ πλάσμα σου, σῶσον ἐκ πάσης περιστάσεως.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Οὐπερούσιος, Θεὸς καὶ Κύριος, ἐκ σοῦ σεσάρκωται, δι' ἀγαθότητα,
τὸ καθ' ἡμᾶς οὐσιωθείς, καὶ μεῖνας ὅπερ πέφυκεν, ὅθεν καὶ θεάνθρωπον, τοῦτον σέβοντες
Πάναγνε, σὲ τὴν Ἀπειρόγαμον, Θεοτόκον κηρύττομεν, δοξάζοντες τὸ μέγιστον θαῦμα,
τῆς σῆς ἀσπόρου κυήσεως.
Ὠδὴ δ'
Ἔθου πρὸς ἡμᾶς
Στέλεχος διττόν, ἐκ Πατρὸς ὡς ῥίζης ἐβλάστησεν, ὁ Υἱὸς καὶ
Πνεῦμα τὸ εὐθές, οἱ συμφυεῖς βλαστοὶ καὶ θεόφυτοι, καὶ ἄνθη συνάναρχα, ὡς τρία
εἶναι φῶτα τῆς θεότητος. (Δίς)
Στίφη νοερῶν, οὐσιῶν ἀπαύστως ὑμνούσί σε, τὸν ἀπερινόητον
Θεόν, μεθ' ὧν ἡμεῖς δοξάζομεν λέγοντες. Τριὰς ὑπερούσιε, τοὺς σοὺς οἰκέτας σῶσον
ὡς φιλάνθρωπος.
Θεοτοκίον
Ἔθελξας ἡμᾶς, εἰς ἀγάπην σήν, πολυέλεε, Λόγε τοῦ Θεοῦ, ὁ
δι' ἡμᾶς σωματωθεῖς ἀτρέπτως, καὶ τρίφωτον τὴν μίαν θεότητα, μυσταγωγήσας, ὅθεν
σὲ δοξάζομεν.
Ὠδὴ ε'
Ὡς εἶδεν Ἡσαϊας
Τὸν ἕνα Κυριάρχην εἰκονικῶς, ὡς εἶδεν Ἡσαϊας Θεόν, ἐν τρισὶ
προσώποις δοξολογούμενον, ἀχράντοις φωναὶς Σεραφείμ, ἀπεστάλη τοῦ κηρύξαι
παρευθύς, τρίφωτον οὐσίαν, καὶ Μονάδα τρισήλιον. (Δίς)
Ἁπάντων ἀοράτων καὶ ὁρατῶν, τὴν φύσιν ἐξ οὐκ ὄντων τὸ πρίν,
ὑποστησαμένη, Μονὰς τρισήλιε, τοὺς ἐνα Θεὸν σὲ πιστῶς, εὐφημοῦντας, ἐκ παντοίων
πειρασμῶν, ἐκλυτρωσαμένη, τῆς σῆς δόξης ἀξίωσον.
Θεοτοκίον
Νυμφῶνα φωτοφόρον καὶ καθαρόν, Παρθένε γεγονυίαν Θεοῦ, σὲ ὑμνοῦμεν
πόθω καὶ μακαρίζομεν, ἐκ σοῦ γὰρ ἐτέχθη Χριστός, ἐν οὐσίαις καὶ θελήσεσι διτταίς,
ὁ εἷς τῆς Τριάδος, καὶ τῆς δόξης ὧν Κύριος.
Ὠδὴ ς'
Ἄβυσσος ἐσχάτη
Μέτοικος ὑπάρχων ὁ Ἀβραάμ, κατηξιώθη τυπικῶς ὑποδέξασθαι, ἑνικὸν
μὲν Κύριον, ἐν τρισὶν ὑποστάσεσιν, ὑπερούσιον, ἀνδρικαὶς δὲ μορφώσεσιν. (Δίς)
Ἴθυνον καρδίας σῶν οἰκετῶν, πρὸς φῶς τὸ ἀπρόσιτον, ὧ τρισήλιε
Κύριε, καὶ σὴς δόξης ἔλλαμψιν, παράσχου ταὶς ψυχαὶς ἡμῶν, τοῦ φαντάζεσθαι, τὸ σὸν
κάλλος τὸ ἄρρητον.
Θεοτοκίον
Ἄνοιξον τὰς πύλας μοὶ τοῦ φωτός, τοῦ κυηθέντος ἐκ νηδύος
σου, Ἄχραντε, ἵνα βλέπω τρίφωτον, ἀκτῖνα τῆς θεότητος, καὶ δοξάζω σε, τὴν ὁλόφωτον
Δέσποιναν.
Κάθισμα
Θείας πίστεως
Θείας φύσεως ὁμοουσίου, τὸ τρισήλιον ὑμνοῦμεν κράτος, καὶ
τρισαγίαις φωναὶς ἐκβοήσωμεν. Ἅγιος εἶ, ὁ Πατὴρ ὁ προάναρχος, Ἅγιος εἶ, ὁ Υἱὸς ὁ
συνάναρχος, Πνεῦμα Ἅγιον, ὁ εἷς ἀμερὴς Θεὸς ἡμῶν, καὶ πάντων ποιητὴς καὶ φιλάνθρωπος.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Θαῦμα μέγιστον! πῶς συνεσχέθη, ὁ ἀχώρητος, ἐν τῇ γαστρί
σου, καὶ ἐσαρκώθη, καὶ ἐφάνη ὦς ἄνθρωπος, μὴ ὑπομεῖνας φυρμόν, ἢ διαίρεσιν, τῆς
θεϊκῆς καὶ ἀτρέπτου θεότητος, Κόρη πάναγνε, διὸ Θεοτόκον σὲ πιστῶς, κηρύττομεν ἀεὶ
καὶ δοξάζομεν.
Ὠδὴ ζ'
Ὡς πάλαι τοὺς εὐσεβεῖς
Ναὸν μὲ δεῖξον τῆς σῆς, θεότητος Δέσποτα, τῆς τριλαμπούς, ὅλον
φωτεινόν, ἁμαρτητικῆς ἀμαυρώσεως δεινῆς, καὶ παθῶν ἀνώτερον, ταὶς φωτουργαίς
σου λάμψεσιν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεότητος τὴν μορφήν, μίαν καταγγέλλομεν, ἐν τρισὶν ὑποστατικαίς,
καὶ διαιρεταὶς ἰδιότησι, Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος, Εὐλογητὸς εἶ κράζοντες,
ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.
Ἐφάνη τῶ Ἀβραάμ, Θεὸς τρισυπόστατος, ἐν τῇ δρυϊ πάλαι τὴ
Μαμβρή, τῆς φιλοξενίας μισθόν, τὸν Ἰσαὰκ ἀντιδοὺς δι' ἔλεον, ὃν πὲρ νὺν δοξάζομεν,
ὡς Θεὸν τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἐφάνη ἐπὶ τῆς γῆς, γενόμενος ἄνθρωπος, ὁ Παντουργὸς ἀγαθοπρεπῶς,
ἐκ παρθενικῆς καὶ ἀχράντου σου γαστρός, καὶ ἡμᾶς ἐθέωσεν, εὐλογημένη Πάναγνε,
Θεοτόκε πανάχραντε.
Ὠδὴ η'
Ἀστέκτω πυρὶ ἑνωθέντες
Ἀνάρχου Πατρὸς ὡς ἐκ ῥίζης, Λόγος καὶ τὸ Πνεῦμα συνανάρχως
πεφυκότες, ὡς βλαστοὶ τῆς ὑπερουσίου θεαρχίας, ἔδειξαν τῆς Τριάδος, δόξαν μίαν
τε καὶ δύναμιν, ἣν ὑμνοῦμεν πάντες, πιστοὶ εἰς τοὺς αἰῶνας. (Δίς)
Ῥυθμίζεις ταὶς σαὶς φρυκτωρίαις, Τάξεις οὐρανίους, ἀναμέλπειν
ἀσιγήτως, τρισαγίοις, ἄσμασι θείοις, Πάτερ Λόγε σύμμορφε, καὶ τὸ Πνεῦμα τρίφωτον,
κράτος καὶ ἰσόρροπον, ὅθεν σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Χρησμοὶ Προφητῶν τὸν σὸν τόκον, πόρρωθεν ἰδόντες, Θεοτόκε ἀνευφήμουν,
ὡς ἀσπόρως καὶ ὑπερφυῶς, γεννηθέντα Δέσποινα, καὶ συμφώνως τοῦτον ὑμνοῦμεν, ὡς
Κύριον, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ'
Καινὸν τὸ θαῦμα
Ἰδεῖν τὴν δόξαν τὴν τρισσολαμπή, αἱ θεοειδεῖς τῶν Ἀσωμάτων
τάξεις, σαφῶς ἀνιέναι, πτέρυξιν ἐφίενται ἄνω, ἀλλ' εὐλαβοῦνται σφόδρα, τὸ ἀπρόσιτον
φῶς, καὶ ὕμνον ἀπαύστως ἐκβοῶσι, ταύταις συμφώνως, μοναδικὴ Τριάς, σὲ δοξάζομεν.
(Δίς)
Ἀπλέτω πόθω καὶ οἱ ἐπὶ γῆς, νοερὰν ψυχὴν ἐκ σοῦ λαβόντες
καὶ λογικήν, σὲ ὑμνοῦμεν Δέσποτα Θεὲ τῶν ἁπάντων, τὴν ἑνιαίαν φύσιν ἀληθῶς, καὶ
τριττὴν προσώποις, ἐξ ὅλης τῆς καρδίας, διὸ Οἰκτίρμον, ὡς πολυέλεος ἡμᾶς οἴκτειρον.
Θεοτοκίον
Ναὸν μὲ δεῖξον τῆς μοναρχικῆς, καὶ τριφεγγούς σου θεαρχίας
φωτοειδῆ, καθαρῶς λατρεύειν σοὶ τῶ Κτίστη τῶν ὅλων, καὶ τῆς ἀφράστου δόξης νοερὸν
θεωρόν, πρεσβείαις τῆς μόνης Θεοτόκου, ἣν ἐπαξίως, ὡς ὑπερένδοξον μεγαλύνομεν.
Ἡ Ὑπακοὴ
Ἐκπλήττων τὴ ὁράσει, δροσίζων τοὶς ῥήμασιν, ὁ ἀστράπτων Ἄγγελος,
ταὶς μυροφόροις ἔλεγε. Τὸν ζώντα τὶ ζητεῖτε ἐν μνήματι; ἡγέρθη κενώσας τὰ μνήματα
τῆς φθορᾶς ἀλλοιωτήν, γνῶτε τὸν ἀναλλοίωτον, εἴπατε τῶ Θεῷ, Ὡς φοβερὰ τὰ ἔργα
σου! ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων.
ΕΝ ΤΩ ΟΡΘΡΩ
Ἀπολυτίκιον Ἦχος γ'
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε
κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῶ θανάτω τὸν θάνατον, πρωτότοκος
τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ἄδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε κόσμω τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν
Θεοτόκε Παρθένε, ἐν τῇ σαρκὶ γὰρ τὴ ἐκ σοῦ προσληφθείση, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν
τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Καθίσματα Ἦχος γ'
Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων. Ὁ
Πρωτότοκος τῆς κτίσεως, καὶ Δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν
φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑαυτῷ ἀνεκαίνισεν. Οὐκ ἔτι θάνατε κυριεύεις. Ὁ γὰρ τῶν
ὅλων Δεσπότης, τὸ κράτος σου κατέλυσε.
Δόξα...
Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πικρὸν τοῦ θανάτου ἐξέτεμες
τὴ Ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον κατ' αὐτοῦ ἐνισχύσας, τῆς ἀρχαίας κατάρας τὴν ἥτταν
ἀνακαλούμενος, ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοί.
Καὶ νύν... Θεοτοκίον
Τὴν ὡραιότητα τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς
ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα σοὶ Θεοτόκε, Ποίόν σοὶ ἐγκώμιον, προσαγάγω
ἐπάξιον, τὶ δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι, διὸ ὡς προσετάγην βοῶ σοί. Χαῖρε
ἡ Κεχαριτωμένη.
Τὴν ὡραιότητα τῆς παρθενίας
σου
Τὸ ἀναλλοίωτον τὸ τῆς θεότητος, καὶ τὸ ἑκούσιον πάθος σου
Κύριε, εἰς ἑαυτὸν καταπλαγείς, ὁ Ἅδης ἐπωδύρετο. Τρέμω τὴν τοῦ σώματος, μὴ
φθαρεῖσαν ὑπόστασιν, βλέπω τὸν ἀόρατον, μυστικῶς πολεμούντά με, διὸ καὶ οὓς κατέχω
κραυγάζουσι, Δόξα Χριστὲ τὴ Ἀναστάσει σου.
Δόξα...
Τὸ ἀκατάληπτον τὸ τῆς Σταυρώσεως, καὶ ἀνερμήνευτον τὸ τῆς Ἐγέρσεως,
θεολογοῦμεν οἱ πιστοί, ἀπόρρητον Μυστήριον σήμερον γὰρ θάνατος, καὶ ὁ Ἅδης ἐσκύλευται,
γένος δὲ ἀνθρώπινον ἀφθαρσίαν ἐνδέδυται, διὸ καὶ εὐχαρίστως κραυγάζομεν. Δόξα
Χριστὲ τὴ Ἀναστάσει σου.
Καὶ νύν... Θεοτοκίον
Τὸν ἀκατάληπτον καὶ ἀπερίγραπτον, τὸν ὁμοούσιον Πατρὶ καὶ
Πνεύματι, ἐν τῇ γαστρί σου μυστικῶς, ἐχώρησας Θεομῆτορ, μίαν καὶ ἀσύγχυτον, τῆς
Τριάδος ἐνέργειαν, ἔγνωμεν τῶ Τόκω σου, ἐν τῷ κόσμω, δοξάζεσθαι, διὸ καὶ εὐχαρίστως
βοώμέν σοί. Χαῖρε ἡ Κεχαριτωμένη.
Ἡ Ὑπακοὴ Ἦχος γ'
Ἐκπλήττων τὴ ὁράσει, δροσίζων τοὶς ῥήμασιν, ὁ ἀστράπτων Ἄγγελος,
ταὶς μυροφόροις ἔλεγε. Τὸν ζώντα τὶ ζητεῖτε ἐν μνήματι; ἡγέρθη κενώσας τὰ μνήματα
τῆς φθορᾶς ἀλλοιωτήν, γνῶτε τὸν ἀναλλοίωτον, εἴπατε τῶ Θεῷ, Ὡς φοβερὰ τὰ ἔργα
σου! ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων.
Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
Τὴν αἰχμαλωσίαν Σιών, σὺ ἐξείλου ἐκ Βαβυλῶνος καμὲ ἐκ τῶν
παθῶν, πρόςζωήν ἕλκυσον Λόγε.
Ἐν τῷ Νότω οἱ σπείροντες δάκρυσιν ἐνθέοις, θεριοῦσι στάχυας,
ἐν χαρᾷ ἀειζωίας.
Δόξα... Καὶ νύν...
Ἁγίω Πνεύματι, πᾶσα ἀγαθοδωρία, ὡς Πατρὶ καὶ Υἱῶ συναστράπτει,
ἐν ὧ τᾷ πάντα ζὴ καὶ κινεῖται.
Ἀντίφωνον Β'
Ἐὰν μὴ Κύριος οἰκοδομήση οἶκον τῶν ἀρετῶν, μάτην κοπιῶμεν,
τὴν δὲ ψυχὴν σκέποντος, οὐδεὶς ἡμῶν πορθεῖται τὴν πόλιν.
Τοῦ καρποῦ τῆς γαστρός, τῶ Πνεύματι υἱοποιητῶς σοὶ τῶ
Χριστῷ, ὡς Πατρὶ οἱ Ἅγιοι πάντοτέ εἰσι.
Δόξα... Καὶ νύν...
Ἁγίω Πνεύματι, ἐνθεωρεῖται πᾶσα ἁγιότης σοφία, οὐσιοῖ πᾶσαν
γὰρ κτίσιν, αὐτῷ λατρεύσωμεν. Θεὸς γάρ, ὡς Πατρί τε καὶ Λόγῳ.
Ἀντίφωνον Γ'
Οἱ φοβούμενοι τὸν Κύριον, μακάριοι τρίβους βαδιοῦνται, τῶν
ἐντολῶν φάγονται, ζωηρὰν γὰρ παγκαρπίαν.
Κύκλῳ τῆς τραπέζης σου εὐφράνθητι, καθορῶν σου Ποιμενάρχα,
τὰ ἔκγονα φέροντα, κλάδους ἀγαθοεργίας.
Δόξα... Καὶ νύν...
Ἁγίω Πνεύματι, ὁ πᾷς πλοῦτος τῆς δόξης, ἐξ οὗ χάρις καὶ ζωὴ
πάση τὴ κτίσει, σὺν Πατρὶ γάρ, ἀνυμνεῖται καὶ τῶ Λόγῳ.
Προκείμενον
Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε, καὶ γὰρ κατώρθωσε
τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Στίχ.
Ἄσατε τῶ Κυρίω
ἄσμα καινόν.
Κανὼν Ἀναστάσιμος
Ὠδὴ α' Ἦχος γ'
Ὁ Εἱρμὸς
Ὁ τὰ ὕδατα πάλαι, νεύματι θείω, εἰς μίαν συναγωγὴν συναθροίσας,
καὶ τεμῶν θάλασσαν Ἰσραηλίτη λαῶ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει, αὐτῷ
μόνω ἄσωμεν, ὅτι δεδόξασται.
Ὁ τὴν γὴν κατακρίνας, τῶ παραβάντι, ἱδρῶτος φέρειν καρπὸν
τὰς ἀκάνθας, ἀκανθὼν στέφανον ἐκ παρανόμου χειρός, οὗτος ὁ Θεὸς ἡμῶν, σωματικῶς
δεδεγμένος, τήν κατάραν ἔλυσεν, ὅτι δεδόξασται.
Νικητὴς τροπαιοῦχος, κατὰ θανάτου, ὁ θάνατος δεδοικῶς ἀνεδείχθη,
παθητὴν σάρκα γάρ, ἐμψυχωμένην λαβών, οὗτος ὁ Θεὸς ἡμῶν, καὶ συμπλακεὶς τῶ τυράννω,
πάντας συνανέστησεν, ὅτι δεδόξασται.
Θεοτοκίον
Ἀληθῆ Θεοτόκον, πάντα τὰ ἔθνη, δοξάζει σὲ τὴν ἀσπόρως τεκοῦσαν,
ὑποδὺς μήτραν γὰρ ἡγιασμένην τὴν σήν, οὗτος ὁ Θεὸς ἡμῶν, τὸ καθ' ἡμᾶς οὐσιώθη,
καὶ Θεός καὶ ἄνθρωπος, ἐκ σοῦ γεγέννηται.
Κανὼν Σταυροαναστάσιμος οὗ
ἡ ἀκροστιχὶς σὺν τοὶς Εἱρμοίς.
Ἄγω τρίτον μέλισμα σοί,
Θεοῦ Λόγε.
Ὁ Εἱρμὸς Ἄσμα καινὸν
Γένος βροτῶν, αἵματι θείω, δεδουλωμένον τυράννω φιλαμαρτήμονι,
Χριστὸς ἐξηγόρασε, καὶ θεοποιήσας ἀνεκαίνισεν, ὅτι δεδόξασται.
Ὡς μὲν θνητός, θανάτου θέλων, ὁ τῆς ζωῆς ταμιοῦχος, Χριστὸς
ἐγεύσατο, ὡς ὧν δὲ ἀθάνατος φύσει, τοὺς νεκροὺς ἐζωοποίησεν, ὅτι δεδόξασται.
Κανὼν τῆς Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς,
σὺν τοὶς Εἱρμοὶς :
Ἄγω τρίτον μέλισμα σοί,
Θεοτόκε.
Εἱρμὸς ὁ αὐτὸς
Γόνυ κάμπτει, ἅπασα φύσις, ἐπουρανίων Παρθένε, τῶ σαρκωθέντι
ἐκ σοῦ, σὺν τοὶς ἐπιγείοις τε, ἀξιοπρεπῶς τὰ καταχθόνια, ὅτι δεδόξασται.
Ὧ συναλλαγμάτων, τῶν ἐν σοί! ἀγαθῶν γὰρ ἀφθόνως, παρεκτικὸς
ὧν Θεός, Πνεῦμα θεῖον δοὺς ἡμῖν, σάρκα ἐκ σοῦ Κόρη προσελάβετο, ὅτι δεδόξασται.
Ὠδὴ γ'
Ὁ Εἱρμὸς
Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῶ Λόγῳ κτιζόμενα,
τελειούμενα Πνεύματι, Παντοκράτορ Δέσποτα, ἐν τῇ ἀγάπη τὴ σὴ στερέωσόν με.
Διὰ Σταυροῦ σου ἠσχύνθη ὁ ἀσεβής, εἰργάσατο βόθρον γάρ, ὃν
ὀρύξας εἰσπέπτωκε, ταπεινῶν ὑψώθη δὲ Χριστέ, τὸ κέρας ἐν τῇ σὴ Ἀναστάσει.
Τῆς εὐσεβείας τὸ κήρυγμα τῶν ἐθνῶν, ὡς ὕδωρ ἐκάλυψε τὰς
θαλάσσας φιλάνθρωπε, ἀναστὰς ἐκ τάφου γάρ, τὸ τῆς Τριάδος ἀπεκάλυψας φέγγος.
Θεοτοκίον
Δεδοξασμένα λελάληνται περὶ σοῦ, ἡ πόλις ἡ ἔμψυχος, τοῦ ἀεὶ
βασιλεύοντος, διὰ σοῦ γὰρ Δέσποινα, τοὶς ἐπὶ γῆς Θεὸς συνανεστράφη.
Κανὼν Σταυροαναστάσιμος
Τόξον ἔθραυσας ἐχθρῶν
Ῥύψις ἄχραντε Σταυρέ, εἰδωλικῶν ἐδείχθης σὺ καθαρμάτων, ὅτι
Ἰησοῦς ὁ ὑπέρθεος, ἐν σοὶ χείρας ἐξεπέτασεν.
Ἴνα πάντες οἱ πιστοί, τὸ ζωοδόχον μνῆμα σὲ προσκυνῶμεν, τέθαπται
ἐν σοί, καὶ ἐγήγερται Χριστός, ὄντως ὁ Θεὸς ἡμῶν.
Τῆς Θεοτόκου ὁ αὐτὸς
Ῥάβδος ῥίζης Ἱεσσαί, προφητικῶς βλαστήσασα, ἡ Παρθένος ἄνθος
σὲ Χριστέ, ἐξανέτειλεν ἡμῖν, Ἅγιος εἶ Κύριε.
Ἴνα θείας κοινωνούς, τοὺς γηγενεῖς ἐργάση ἐκ τῆς Παρθένου,
σάρκα τὴν ἡμῶν, σὺ ἑπτώχευσας λαβών, Ἅγιος εἶ Κύριε.
Ὠδὴ δ'
Ὁ Εἱρμὸς
Ἔθου πρὸς ἡμᾶς, κραταιὰν ἀγάπησιν Κύριε, τὸν μονογενὴ γάρ
σου Υἱόν, ὑπὲρ ἡμῶν εἰς θάνατον δέδωκας, διὸ σοὶ κραυγάζομεν, εὐχαριστοῦντες. Δόξα
τὴ δυνάμει σου Κύριε.
Στίγματα Χριστέ, συμπαθῶς καὶ μώλωπας ἤνεγκας, ὕβριν ῥαπισμάτων
καρτερῶν, καὶ μακροθύμως φέρων ἐμπτύσματα, δι' ὧν κατειργάσω μοὶ τὴν σωτηρίαν.
Δόξα τὴ δυνάμει σου Κύριε.
Σώματι θνητῶ, ἡ ζωὴ θανάτω ὡμίλησας, τῆς ταλαιπωρίας τῶν
πτωχῶν, καὶ στεναγμοῦ πενήτων σου ἕνεκεν, καὶ φθείρας τὸν φθείραντα δεδοξασμένε,
πάντας συνανέστησας, μόνε φιλάνθρωπε.
Θεοτοκίον
Μνήσθητι Χριστέ, ἢς ἐκτησω ποίμνης τῶ πάθει σου, τῆς
δεδοξασμένης σου Μητρός, τὰς συμπαθεῖς ἐντεύξεις δεξάμενος, καὶ ἐπισκεψάμενος,
κεκακωμένην ῥύσαι, τὴ δυνάμει σου Κύριε.
Κανὼν Σταυροαναστάσιμος
Τὸ ξένον καὶ ἀπόρρητον.
Ὁ πλάσας κατ' εἰκόνα σου, φιλάνθρωπε τὸν ἄνθρωπον, καὶ
νεκρωθέντα τὴ ἁμαρτία, διὰ τῆς παραβάσεως, σταυρωθεὶς ἐν Κρανίῳ διέσωσας.
Νεκροὺς μὲν οὓς κατέπιεν, ὁ θάνατος ἀπέδωκε, κατελύθη δέ,
καὶ τὸ τοῦ ἄδου φθοροποιὸν βασίλειον, ἀναστάντος ἐκ τάφου σου Κύριε.
Τῆς Θεοτόκου ὁ αὐτὸς
Ὁ στήσας ὄρη Δέσποτα, ζυγῶ τῆς θείας γνώσεως, λελατόμησαι ἐκ
τῆς Παρθένου, λίθος χειρῶν ἄνευθεν. Τὴ δυνάμει σου δόξα φιλάνθρωπε.
Νοσοῦσαν ἐθεράπευσας, ἡμῶν τὴν φύσιν Δέσποτα, δραστικώτατον
ἐν τῇ Παρθένω, ταύτη ἑνώσας φάρμακον, τὴν σὴν ἄχραντον Λόγε θεότητα.
Μερίς μου εἶ ὁ Κύριος, καὶ κλῆρος ἐπιπόθητος, ὁ ἑνώσας μὲ ἐκ
τῆς Παρθένου, Λόγε τὴ ὑποστάσει σου, τὴ σαρκὶ χρηματίσας ὑπόστασις.
Ὠδὴ ε'
Ὁ Εἱρμὸς
Πρὸς σὲ ὀρθρίζω, τὸν τοῦ παντὸς Δημιουργόν, τὴν ὑπερέχουσαν
πάντανούν εἰρήνην, διότι φῶς τὰ προστάγματά σου, ἐν οἷς μὲ καθοδήγησον.
Κριτὴ ἀδίκω, Ἑβραίων φθόνω προδοθεὶς ὁ παντεπόπτης, καὶ ἅπασαν
δικαίως, κρίνων τὴν γήν, τὸν Ἀδὰμ τῆς πάλαι, ἐρρύσω κατακρίσεως.
Τὴν σὴν εἰρήνην, ταὶς Ἐκκλησίαις σου Χριστέ, τὴ ἀηττήτω
δυνάμει τοῦ Σταυροῦ σου, ὁ ἐκ νεκρῶν ἀναστὰς παράσχου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Σκηνὴ ἁγία, καὶ πλατυτέρα οὐρανῶν, ὡς τὸν ἐν πάσῃ ἀχώρητον
τὴ κτίσει, Λόγον Θεοῦ δεξαμένη, μόνη ἐδείχθης Ἀειπάρθενος.
Κανὼν Σταυροαναστάσιμος
Ἐπὶ τῆς γῆς
Λόγχη πλευράν, ὧ Χριστέ μου νυγείς σου, τὴν ἐκ πλευρᾶς ἀνθρωπίνης
κτισθεῖσαν, ὀλέθρου πᾶσι βροτοίς, γεγονυίαν πρόξενον, τῆς κατάρας ἠλευθέρωσας.
Ἴσος Πατρί, κατ' οὐσίαν ὑπάρχων, τὸν ἱερὸν ἐξανέστησας δόμον,
τοῦ παναχράντου σου, καὶ πανσέπτου σώματος, ἐκ νεκρῶν, Χριστὲ Σωτὴρ ἡμῶν.
Τῆς Θεοτόκου ὁ αὐτὸς
Λόγος Θεοῦ, ὁ Υἱός σου Παρθένε, Δημιουργὸς Ἀδὰμ τοῦ
πρωτοπλάστου, οὐ δημιούργημα, εἰ καὶ σάρκα ἔμψυχον, ἑαυτῶ ἐκ σοῦ διέπλασεν.
Ἴσος Πατρί, ὁ Υἱὸς τῆς Παρθένου, Λόγος Θεοῦ, ὑπόστασις
τελεία, ἐν δύῳ φύσεσιν, Ἰησοῦς ὁ Κύριος, Θεὸς τέλειος καὶ ἄνθρωπος.
Ὠδὴ ς'
Ὁ Εἱρμὸς
Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν ἐκύκλωσέ με, καὶ ἐκλείπει τὸ πνεύμά
μου, ἀλλ' ἐκτεῖνας Δέσποτα, σὸν ὑψηλὸν βραχίονα, ὡς τὸν Πέτρον με, κυβερνήτα διάσωσον.
Ἄβυσσος ἐλέους καὶ οἰκτιρμῶν, ἐκύκλωσέ με, τὴ εὐσπλάγχνω
καθόδω σου, σαρκωθεὶς γὰρ Δέσποτα, καὶ γεγονῶς ἐν δούλου μορφή, ἐΘεούργησας, καὶ
σεαυτῶ συνεδόξασας.
Νέκρωσιν ὑπέστη ὁ νεκρωτής, τὸν νεκρωθέντα ζωωθέντα Θεώμενος,
τῆς σῆς Ἀναστάσεως, ταῦτα Χριστὲ τὰ σύμβολα, καὶ τοῦ Πάθους σου, τοῦ ἀχράντου τὰ
ἔπαθλα.
Θεοτοκίον
Πάναγνε ἡ μόνη τῶ πλαστουργῶ, καὶ τοὶς ἀνθρώποις, ὑπὲρ νοῦν
μεσιτεύσασα, τὸν Υἱόν σου ἵλεων, τοὶς ἑπταικόσι δούλοις σου, καὶ ὑπέρμαχον,
χρηματίσαι δυσώπησον.
Κανὼν Σταυροαναστάσιμος
Σκηνώσεως Ἰωνάς
Μωλώπων σὺ πειραθείς, ἄδου τραυματίας, πάθει Σταυροῦ συνανέστησας,
ὅθεν σοὶ κραυγάζω. Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου φιλάνθρωπε.
Ἀνοίγονταί σοὶ Χριστέ, φόβω πύλαι ἄδου, σκεύη ἐχθροῦ δὲ ἁρπάζονται,
ὅθεν σοὶ Γυναῖκες ὑπήντησαν, ἀντὶ λύπης χαρὰν κομισάμεναι.
Τῆς Θεοτόκου ὁ αὐτὸς
Μορφοῦται τὸ καθ' ἡμᾶς, ἐκ τῆς ἀκηράτου Κόρης, ὁ σχήματι ἄμοιρος,
σχήματι ὑπάρξας καὶ πράγματι, μὴ τραπεὶς τὴν θεότητα ἄνθρωπος.
Ἀβύσσου ἁμαρτιῶν, καὶ τῆς καταιγίδος, Πάναγνε τῶν παθῶν ῥύσαί
με, πέφυκας λιμὴν γὰρ καὶ ἄβυσσος, τῶν θαυμάτων τοὶς πίστει σοὶ προστρέχουσι.
Κοντάκιον Ἦχος γ'
Ἡ Παρθένος Ἐξανέστης σήμερον, ἀπὸ τοῦ τάφου Οἰκτίρμον, καὶ
ἡμᾶς ἐξήγαγες, ἐκ τῶν πυλῶν τοῦ θανάτου, σήμερον Ἀδὰμ χορεύει, καὶ χαίρει Εὔα, ἅμα
δέ, καὶ οἱ Προφῆται, σὺν Πατριάρχαις, ἀνυμνοῦσιν ἀκαταπαύστως, τὸ θεῖον κράτος
τῆς ἐξουσίας σου.
Ὁ Οἶκος
Ὁ οὐρανὸς καὶ ἡ γῆ σήμερον χορευέτωσαν, καὶ Χριστὸν τὸν Θεὸν
ὁμοφρόνως ὑμνείτωσαν, ὅτι τοὺς δεσμίους ἐκ τῶν τάφων ἀνέστησε. Συγχαίρει πᾶσα ἡ
κτίσις, προσφέρουσα ἐπάξια ἄσματα, τῶ πάντων Κτίστη καὶ Λυτρωτὴ ἡμῶν, ὅτι τοὺς
βροτοὺς ἐξ ἄδου σήμερον, ὦ Ζωοδότης συνανελκύσας, πρὸς οὐρανοὺς συνανυψοῖ, καὶ
καταράσσει τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, καὶ πύλας τοῦ ἄδου διαθλάττει, τῶ θείω κράτει
τῆς ἐξουσίας αὐτοῦ.
Ὠδὴ ζ'
Ὁ Εἱρμὸς
Ὡς πάλαι τοὺς εὐσεβεῖς, τρεῖς Παίδας ἑδρόσισας, ἐν τῇ φλογὶ
τὴ Χαλδαϊκή, τῶ φωτιστικῶ τῆς θεότητος πυρί, καὶ ἡμᾶς καταύγασον, Εὐλογητὸς εἶ
κράζοντας, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ἐρράγη τὸ τοῦ Ναοῦ, φαιδρὸν καταπέτασμα, ἐν τῷ Σταυρῶ τοῦ
Δημιουργοῦ, τὴν ἐγκεκρυμμένην τῶ γράμματι δηλοῦν, τοὶς πιστοὶς ἀλήθειαν. Εὐλογητὸς
εἶ κράζουσιν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Νυγείσης σου τῆς πλευρᾶς, ῥανίδες θεόρρυτοι, ζωοποιοῦ αἵματος
Χριστέ, οἰκονομικῶς ἀποστάζουσαι εἰς γήν, τοὺς ἐκ γῆς ἀνέπλασαν. Εὐλογητὸς εἶ
κράζοντας, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Τριαδικὸν
Τὸ Πνεῦμα τὸ ἀγαθόν, Πατρὶ συνδοξάσωμεν, καὶ τῶ Υἱῶ τῶ
μονογενεῖ, μίαν ἐν τρισί, πιστοὶ σέβοντες ἀρχήν, καὶ μίαν θεότητα. Εὐλογητὸς εἶ
κράζοντες, ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.
Κανὼν Σταυροαναστάσιμος
Σοβαρὸς ὁ τύραννος
Οὐ ψιλὸν ὁ ἥλιος, ἐν Σταυρώκρεμάμενον ἄνθρωπον, ἀλλὰ Θεὸν
σκοτίζεται, σεσαρκωμένον ὁρῶν, ὧ καὶ ψάλλομεν. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν
Πατέρων ἡμῶν.
Ἰσχυρὸν θεότητι, δεδεγμένος ἅδης ὁ δείλαιος, τὸν ἀφθαρσίας
πάροχον, ψυχὰς δικαίων βοώσας ἤμεσεν. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Θησαυρὸς πολύτιμος, εὐλογίας Πάναγνε πέφυκας, τοὶς καθαρὰ
καρδία, σὲ ὁμολογοῦσι Θεογεννήτριαν, καὶ γὰρ ἐκ σοῦ σεσάρκωται, ὁ Θεὸς ὁ τῶν
Πατέρων ἡμῶν.
Τῆς Θεοτόκου ὁ αὐτὸς
Ὁ τῆς δόξης Κύριος, καὶ κρατῶν τῶν ἄνω Δυνάμεων, ὁ σὺν
Πατρὶ καθήμενος, παρθενικαὶς ταὶς χερσὶ φερόμενος, Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ
τῶν Πατέρων ἡμῶν.
Ἰταμὸς ὁ θάνατος, ἀλλὰ τοῦτον σοὶ ὁμιλήσαντα, ἐκ τῆς Παρθένου
ὤλεσας, θεοϋπόστατος, σάρξ γενόμενος. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτόκον πάντες σε, τὸν Θεὸν κυήσασαν ἔγνωμεν, τὸν τῆς Τριάδος
ἕνα γάρ, σεσαρκωμένον ἁγνὴ γεγέννηκας. Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς κοιλίας
σου.
Ὠδὴ η'
Ὁ Εἱρμὸς
Ἀστέκτω πυρὶ ἑνωθέντες, οἱ θεοσεβεία προεστῶτες νεανίαι, τὴ
φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον. Εὐλογείτεπάντα τὰ ἔργα τὸν Κύριον,
καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἐρράγη ναοῦ ἡ φαιδρότης, ὅτε ὁ Σταυρός σου ἐπάγη ἐν Κρανίῳ,
καὶ ἡ κτίσις συνεκλονεῖτο, φόβω ἀναμέλπουσα. Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον,
καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἀνέστης Χριστὲ ἐκ τοῦ τάφου, καὶ τὸν πεπτωκότα τὴ ἀπάτη,
διὰ ξύλου ἀνωρθώσω θεία δυνάμει, κράζοντα καὶ λέγοντα. Εὐλογεῖτε πάντα τὰ ἔργα
τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ναὸς τοῦ Θεοῦ ἀνεδείχθης, ἔμψυχον χωρίον κιβωτός τε, τὸν
Ποιητήν, τοὶς βροτοὶς γὰρ Θεογεννῆτορ, ἄχραντε κατήλλαξας, καὶ ἀξίως πάντα τὰ ἔργα
ὑμνούμέν σε, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Κανὼν Σταυροαναστάσιμος
Ἐνύλου φλόγα πυρός
Ὁ Λόγος οὐ παθητός, ἀπαθὴς γὰρ τὴ θεότητι, πάσχει σαρκὶ δὲ
Θεός, ὧ καὶ ψάλλομεν. Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον, καὶ ὑπερυψοῦτε
εἰς πάντας τούς αἰῶνας.
Ὑπνώσας μὲν ὡς θνητός, ἐξ ἡγέρθης ὡς ἀθάνατος Σῶτερ, καὶ σώζεις
θανάτου τοὺς μέλποντας. Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον, καὶ ὑπερυψοῦτε
εἰς πάντας τοὺς αἰῶνας.
Τριαδικὸν
Λατρεύομεν εὐσεβῶς, τρισυπόστατον θεότητα, ἐνιζομένην ἀπαύστως
καὶ ψάλλομεν. Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας
τοὺς αἰῶνας.
Τῆς Θεοτόκου ὁ αὐτὸς
Ἡ τάξεις τὰς νοεράς, οἵα Μήτηρ ὑπεράρασα, καὶ πλησίον Θεοῦ
χρηματίσασα, εὐλογοῦμεν εὐλογημένη, παρθένε τὸν τόκον σου, καὶ ὑπερυψοῦμεν εἰς
πάντας τοὺς αἰῶνας.
Τὸ κάλλος τὸ φυσικόν, ὡραιότερον ἀνέδειξας, ἐξαστράψασα σάρκα
θεότητος. Εὐλογοῦμεν εὐλογημένη, Παρθένε τὸν τόκον σου, καὶ ὑπερυψοῦμεν εἰς πάντας
τοὺς αἰῶνας.
Ὠδὴ θ'
Ὁ Εἱρμὸς
Καινὸν τὸ θαῦμα καὶ θεοπρεπές! τῆς Παρθένου γὰρ τὴν
κεκλεισμένην πύλην, σαφῶς διοδεύει Κύριος, γυμνὸς ἐν εἰσόδῳ, καὶ σαρκοφόρος ὤφθη
ἐν ἐξόδῳ Θεός, καὶ μένει ἡ πύλη κεκλεισμένη, ταύτην ἀφράστως, ὡς Θεομήτορα
μεγαλύνομεν.
Φρικτὸν ἰδέσθαι σὲ τὸν ποιητήν, ἐπὶ ξύλου ἀναρτηθέντα Λόγε
Θεοῦ, σαρκικῶς δὲ πάσχοντα, Θεὸν ὑπὲρ δούλων, καὶ ἐν μνημείῳ ἄπνουν κατακείμενον,
νεκροὺς δὲ τοῦ ἄδου λελυκότα, ὅθεν Χριστὲ σε, ὡς παντοδύναμον μεγαλύνομεν.
Φθορὰς θανάτου ἔσωσας Χριστέ, τοὺς προπάτορας, κατατεθεὶς ἐν
τάφῳ νεκρός, καὶ ζωὴν ἐξήνθησας, νεκροὺς ἀναστήσας, χειραγωγήσας φύσιν τὴν
βροτείαν πρὸς φῶς, καὶ θείαν ἐνδύσας ἀφθαρσίαν, ὅθεν πηγὴν σε, φωτὸς ἀειζώου
μεγαλύνομεν.
Θεοτοκίον
Ναὸς καίθρόνος ὤφθης τοῦ Θεοῦ, ἐν ὧ ὤκησεν ὁ ἐν ὑψίστοις πέλων,
τεχθεὶς ἀπειράνδρως Πάναγνε, σαρκὸς μὴ ἀνοίξας ὅλως σου πύλας, ὅθεν ταὶς ἀλήκτοις,
σεμνὴ λιταίς σου, τὰ φῦλα τῶν βαρβάρων, θᾶττον εἰς τέλος, τῶ Βασιλεῖ ἡμῶν καθυπόταξον.
Κανὼν Σταυροαναστάσιμος
Οἱ τῶ γλυκεῖ τοῦ Ἀχράντου
σου
Γέρας βροτοὶς ἐξ ἀτίμου θανάτου, πάσιν ἐπήγασας, οὗ διὰ
σταυρώσεως Σῶτερ γευσάμενος, τὴ οὐσία τὴ θνητή, ἀφθαρσίαν μοί, ἐδωρήσω Χριστὲ ὡς
φιλάνθρωπος.
Ἐσωσὰς μὲ ἀναστὰς ἐκ τοῦ τάφου, Χριστὲ καὶ ὕψωσας, καὶ
Πατρὶ προσήγαγες τῶ σω Γεννήτορι, δεξιά τε τὴ αὐτοῦ συνεκάθισας, διὰ σπλάγχνα ἐλέους
σου Κύριε.
Τῆς Θεοτόκου ὁ αὐτὸς
Κόρος τῶν σῶν ἐφυμνίων Παρθένε, τοὶς εὐαγέσι πιστοίς, ὅλως
οὐ προσγίνεται, πόθω γὰρ πόθον ἀεὶ θεῖον, καὶ πνευματικὸν προσλαμβάνοντες, ὡς
μητέρα Θεοῦ μεγαλύνουσιν.
Ἔθου ἡμῖν ἀκαταίσχυντον πρέσβιν, τὴν σὲ τεκοῦσαν Χριστέ,
ταύτης ταὶς ἐντεύξεσιν, ἵλεων νέμοις ἡμῖν, Πνεῦμα μεταδοτικὸν ἀγαθότητος, ἐκ
Πατρὸς διὰ σοῦ προερχόμενον.
Αἶνοι Ἦχος γ'
Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν,
Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι' ἡμᾶς, καὶ ἑκὼν ἐτάφη,
καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν.
Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε, ἀλλὰ τὸ
συνέδριον τῆς ματαιότητος, πληρώσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν
ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς.
Χαρὰς τὰ πάντα πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πείραν εἰληφότα.
Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον,
τοίς ἱματίοις ἐξαστράπτοντα καὶ λέγοντα. Τὶ ζητεῖτε τὸν ζώντα μετὰ τῶν νεκρῶν,
οὒκ ἔστιν ὧδε, ἀλλ' ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαία.
Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε, ἀνέστης γὰρ
ἐκ τῶν νεκρῶν, σωτηρίαν τῶ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σὲ πᾶσα κτίσις
δοξολογή, τόν μόνον ἀναμάρτητον. Ἐλέησον ἡμᾶς.
Ὕμνον ἑωθινόν, αἱ Μυροφόροι Γυναῖκες, τὰ δάκρυα προσέφερον
Κύριε, εὐωδίας γὰρ ἀρώματα κατέχουσαι, τὸ μνήμά σου κατέλαβον, τὸ ἄχραντόν σου
Σῶμα, μυρίσαι σπουδάζουσαι, Ἄγγελος καθήμενος ἐπὶ τὸν λίθον, αὐταῖς εὐηγγελίσατο,
Τὶ ζητεῖτε τὸν ζώντα μετὰ τῶν νεκρῶν; τὸν θάνατον γὰρ πατήσας, ἀνέστη ὡς Θεός, παρέχων
πᾶσι τὸ μέγα ἔλεος.
Ἐξαστράπτων Ἄγγελος, ἐπὶ τὸ μνήμά σου τὸ ζωοποιόν, ταὶς
Μυροφόροις ἔλεγεν, Ἐκένωσε τοὺς τάφους ὁ Λυτρωτής, ἐσκύλευσε τὸν ἅδην, καὶ ἀνέστη
τριήμερος, ὡς μόνος Θεὸς καὶ παντοδύναμος.
Εἰς τὸ μνήμά σε ἐπεζήτησεν, ἐλθοῦσα τὴ μιὰ τῶν Σαββάτων,
Μαρία ἡ Μαγδαληνὴ μή, εὑροῦσα δὲ ὠλοφύρετο, κλαυθῶ βοῶσα, οἴμοι Σωτήρ μου, πῶς ἐκλάπης
πάντων Βασιλεῦ; Ζεῦγος δὲ ζωηφόρων Ἀγγέλων, ἔνδοθεν τοῦ μνημείου ἐβόα. Τὶ κλαίεις
ὧ Γύναι; Κλαίω φησίν, ὅτι ἤραν τὸν Κύριόν μου τοῦ τάφου, καὶ οὒκ οἶδα ποῦ ἔθηκαν
αὐτόν. Αὐτὴ δὲ στραφεῖσα ὀπίσω, ὡς κατείδέ σε, εὐθέως ἐβόα, ὁ Κύριός μου, καὶ ὁ
Θεός μου, δόξα σοί.
Ἑβραῖοι συνέκλεισαν, ἐν τῷ τάφω τὴν ζωήν, Ληστὴς δὲ ἀνέωξεν
ἐν τῇ γλώσση τὴν τρυφήν, κραυγάζων καὶ λέγων, ὁ μέτ' ἐμοῦ δι' ἐμὲ σταυρωθείς,
συνεκρέματό μοὶ ἐπὶ τοῦ ξύλου, καὶ ἐφαίνετό μοὶ ἐπὶ τοῦ θρόνου, τῶ Πατρὶ συγκαθήμενος,
αὐτὸς γὰρ ἐστι Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓIΑΝ
ΟΙ
ΜΑΚΑΡΙΣΜΟΙ
Ἀθετήσαντα Χριστέ, τὴν ἐντολήν σου, τὸν προπάτορα Ἀδάμ, τοῦ
Παραδείσου ἐξώρισας, τὸν δὲ Ληστὴν Οἰκτίρμον, ὁμολογήσαντα σὲ ἐν Σταυρῷ, ἐν αὐτῷ
εἰσώκισας κράζοντα. Μνήσθητί μου Σωτήρ, ἐν τῇ Βασιλεία σου.
Ἁμαρτήσαντας ἡμᾶς, τὴ τοῦ θανάτου, κατεδίκασας ἀρά, ὁ Ζωοδότης
καὶ Κύριος, ἐν δὲ τῶ σώματί σου, ἀναμαρτήτως Δέσποτα παθῶν, τοὺς θνητοὺς ἐζώωσας
κράζοντας. Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλεία σου.
Ἀναστὰς ἐκ τῶν νεκρῶν, συνεξανέστησας, ἡμᾶς ἐκ τῶν παθῶν,
τὴ Ἀναστάσει σου Κύριε, τοῦ δὲ θανάτου πᾶσαν, τὴν δυναστείαν ὤλεσας Σωτήρ, διὰ
τοῦτο πίστει σοὶ κράζομεν. Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλεία σου.
Τὴ τριημέρω σου ταφή, τοὺς ἐν τῷ ἅδη νεκρωθέντας ὡς Θεός,
ζωοποιήσας συνήγειρας, καὶ ἀφθαρσίαν πάσιν, ὡς ἀγαθὸς ἐπήγασας ἡμῖν, τοῖς ἐν πίστει
κράζουσι πάντοτε. Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλεία σου.
Ταὶς Μυροφόροις Γυναιξί, πρώταις ἐφάνης, ἀναστὰς ἐκ τῶν
νεκρῶν, Σωτὴρ βοήσας τό, Χαίρετε, καὶ δι' αὐτῶν τοὶς φίλοις, τὴν σὴν μηνύεις ἔγερσιν
Χριστέ, διὰ τοῦτο πίστει σοὶ κράζομεν. Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλεία σου.
Ἐν τῷ ὄρει Μωϋσῆς, χείρας ἁπλώσας, προετύπου τὸν Σταυρόν,
τὸν Ἀμαλὴκ τροπωσάμενος, ἡμεῖς δὲ πίστει τοῦτον, κατὰ δαιμόνων ὅπλον κραταιόν,
εἰληφότες πάντες κραυγάζομεν. Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλεία σου.
Δόξα...
Τὸν Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα ἅγιον, ὑμνήσωμεν πιστοί, ἕνα
Θεόν, ἕνα Κύριον, ὡς ἐξ ἑνὸς Ἠλίου, τρισσολαμπὴς γὰρ ἑστινη Τριάς, καὶ φωτίζει
πάντας τούς κράζοντας. Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλεία σου.
Καὶ νύν... Θεοτοκίον
Χαῖρε ἡ πύλη τοῦ Θεοῦ, δι'
Ἧς διῆλθε, σαρκωθεὶς ὁ Πλαστουργός, ἐσφραγισμένην φυλάξας σε, Χαῖρε νεφέλη
κούφη, τὸν θεῖον ὄμβρον φέρουσα Χριστόν. Χαῖρε κλῖμαξ καὶ θρόνε οὐράνιε. Χαῖρε ὄρος
σεπτόν, πῖον ἁλατόμητον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου