ΣΑΒΒΑΤΟ ΗΧΟΣ Α΄
Στιχηρὰ Δεσποτικὰ προσόμοια
Ἦχος α'
Πανεύφημοι Μάρτυρες
Ξύλου βρώσει τέθνηκα ποτέ, συμβουλία ὄφεως, συνεπαρθεῖς καὶ ἐξόριστος, τῆς
θείας δόξης σου, γεγονῶς ὁ τάλας, διὸ τεθανάτωμαι, ὑπὸ τῆς ἁμαρτίας ὁ δείλαιος,
λοιπὸν Φιλάνθρωπε, σὺ ὡς μόνος εὐδιάλλακτος, Παραδείσου, οἰκήτορα ποίησον.
Πάντα καταλείψασα ψυχή, ἐννοοῦ τὴν ὥραν σου, τὴν τελευταίαν καὶ πρόσεχε,
σαυτή, πρὸς ἔξοδον, ἑτοιμαζομένη, ὅπως μὴ αἰφνίδιος, ἐλθὼν σὲ καταλάβη ὁ θάνατος,
εὑρῶν ἀνέτοιμον, τῶ Κυρίω οὖν ἀείποτε, γρηγοροῦσα, προσεύχου καὶ δάκρυε.
Νέκρωσον τὸ φρόνημα παθῶν, τῶν παρενοχλούντων με, καὶ τὰς ἀτάκτους κινήσεις
μου, Θεὲ προάναρχε, θεία ἐξουσία, πράϋνον ὡς εὔσπλαγχνος, παρέχων μοὶ πταισμάτων
τὴν ἄφεσιν, ὡς εὐδιάλλακτος, ὡς οἰκτίρμων καὶ φιλάνθρωπος, διὰ πλοῦτον, τῆς σῆς
ἀγαθότητος.
Ἔτερα τῆς Θεοτόκου, ὅμοια
Ἁγία Θεόνυμφε ἁγνόν, σεμνὸν μὲ καὶ σώφρονα, πρᾶον ἡσύχιον
κόσμιον, εὐθῆ καὶ ὅσιον, ἀληθῆ ἀνδρεῖον, φρόνιμον μακρόθυμον, χρηστὸν ἐπιεικῆ
τε καὶ μέτριον, ἄμεμπτον ἄμωμον, ἀνεπίληπτόν τε ποὶ ἠσον, καὶ πρὸς τούτοις
Παραδείσου μέτοχον.
Ὑπέκκαυμα γέγονα αἰσχράς, ἀσωτίας Ἄχραντε, ἐφευρετὴς
παραπτώσεων, παθῶν διδάσκαλος, ὁδηγὸς λαγνείας, ἀσελγείας πρόξενος, δεινῆς ἀκολασίας
συνήγορος, καὶ ἔτι τούτων γάρ, ταὶς ἐννοίαις ἐνηδύνομαι, ἀλλὰ πάσης ἀπωλείας ῥύσαί
με.
Δεινῶς μὲ χειμάζουσι δεινοῖ, ἁμαρτίας χείμαρροι, ὠδῖνες ἄδου κυκλούσί με,
παγὶς θανάτου δέ, ψυχικοῦ προφθάνει, ἐλεῆμον Δέσποινα, βοῶ σοὶ μέτ' ὀδύνης καρδίας
μου. Σπεῦσον ἐξάρπασον, ἐκ θανάτου ἀπογνώσεως, καὶ ἐξ ἄδου, νὺν τῆς ἀπωλείας
με.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν,
τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν παρθένον, τῶν Ἀσωμάτων τὸ ἄσμα, καὶ
τῶν πιστῶν τὸ ἐγκαλλώπισμα. Αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς θεότητος.
Αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ βασίλειον ἠνέωξε.
Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς
τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ, καὶ γάρ αὐτὸς πολεμήσει
τοὺς ἐχθρούς, ὡς παντοδύναμος.
Ἀπόστιχα Μαρτυρικὰ
Ἡ ἐν σταδίῳ ὑμῶν ὁμολογία
Ἅγιοι, τῶν δαιμόνων κατέπτηξε τὴν δύναμιν, καὶ τῆς πλάνης τοὺς ἀνθρώπους ἠλευθέρωσε,
διὸ καὶ τὰς κεφαλὰς ἀποτεμνόμενοι, ἐκράζετε. Γενέσθω, Κύριε, ἡ θυσία τῶν ψυχῶν ἡμῶν,
εὐπρόσδεκτος ἐνώπιόν σου, ὅτι σὲ ποθήσαντες, κατεφρονήσαμεν τῆς προσκαίρου ζωῆς
φιλάνθρωπε.
Ὧ τῆς καλὴς ὑμῶν
πραγματείας Ἅγιοι! ὅτι αἵματα ἐδώκατε, καὶ οὐρανοὺς ἐκληρονομήσατε, καὶ πρὸς
καιρὸν πειρασθέντες, αἰωνίως ἀγάλλεσθε, ὄντως καλὸν ὑμῶν τὸ ἐμπόρευμα! φθαρτᾷ γὰρ
καταλιπόντες, τὰ ἄφθαρτα ἀπελάβετε, καὶ σὺν Ἀγγέλοις χορεύοντες, ὑμνεῖτε ἀπαύστως,
Τριάδα ὁμοούσιον.
Αὐτόμελον
Πανεύφημοι μάρτυρες ὑμᾶς, οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλ' οὐρανὸς
ὕπεδέξατο, ὑμῖν ἠνοίγησαν, Παραδείσου πύλαι, καὶ ἐντὸς γενόμενοι, τοῦ ξύλου τῆς
ζωῆς ἀπολαύετε, Χριστῷ πρεσβεύοντες, δωρηθῆναι ταὶς ψυχαὶς ἡμῶν, τὴν εἰρήνην καὶ
τὸ μέγα ἔλεος.
Νεκρώσιμον
Ποία τοῦ βίου τρυφὴ διαμένει λύπης ἀμέτοχος; ποία δόξα ἕστηκεν
ἐπὶ γῆς ἀμετάθετος; πάντα σκιὰς ἀσθενέστερα, πάντα ὀνείρων ἀπατηλότερα, μία ῥοπή,
καὶ ταῦτα πάντα θάνατος διαδέχεται. Ἀλλ' ἐν τῷ φωτὶ Χριστὲ τοῦ προσώπου σου, καὶ
τῶ γλυκασμῶ τῆς σῆς ὡραιότητος, οὓς ἐξελέξω ἀνάπαυσον ὡς φιλάνθρωπος.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Χαίροις παρ' ἡμῶν ἁγία Θεοτόκε Παρθένε, τὸ σεπτὸν κειμήλιοναπάσης
τῆς οἰκουμένης, ἡ λαμπὰς ἡ ἄσβεστος, τὸ χωρίον τοῦ ἀχωρήτου, ὁ ναὸς ὁ ἀκατάλυτος.
Χαίροις ἐξ ἦς Ἀμνὸς ἐτέχθη, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα Μαρτυρικὰ Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος
Ὡς καλοὶ στρατιῶται
ὁμοφρόνως πιστεύσαντες, τὰς ἀπειλὰς τῶν τυράννων μὴ πτοούμενοι Ἅγιοι, προσήλθετε
προθύμως τῶ Χριστῷ, ἀράμενοι τὸν τίμιον Σταυρόν, καὶ τελέσαντες τὸν δρόμον, ἐξ
οὐρανοῦ τὴν νίκην ἐλάβετε. Δόξα τῶ ἐνισχύσαντι ὑμᾶς, δόξα τῶ στεφανώσαντι, δόξα
τῶ ἐνεργοῦντι δι' ὑμῶν, πάσιν ἰάματα.
Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε,
καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα.
Τοὺς μάρτυρας Χριστοῦ, ἱκετεύσωμεν πάντες, αὐτοὶ γὰρ τὴν ἡμῶν,
σωτηρίαν αἰτοῦνται, καὶ πόθω προσέλθωμεν, πρὸς αὐτοὺς μετὰ πίστεως, οὗτοι βρύουσι,
τῶν ἰαμάτων τὴν χάριν, οὗτοι φάλαγγας, ἀποσοβοῦσι δαιμόνων, ὡς φύλακες τῆς πίστεως.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Τοῦ Γαβριὴλ φθεγξαμένου σοὶ Παρθένε τὸ Χαῖρε, σὺν τὴ φωνὴ ἐσαρκοῦτο,
ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τὴ ἁγία κιβωτῶ, ὡς ἔφη ὁ δίκαιος Δαυϊδ, ἐδείχθης
πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῶ ἐνοικήσαντι ἐν σοί, δόξα
τῶ προελθόντι ἐκ σοῦ, δόξα τῶ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.
Μετὰ τὴν β' Στιχολογίαν, Καθίσματα
Μαρτυρικὸν
Ἀθλήσεως καύχημα,
καὶ στεφάνων ἀξίωμα, οἱ ἔνδοξοι ἀθλοφόροι, περιβέβληνταί σε Κύριε, καρτερία γὰρ
αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκή, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο,
αὐτῶν ταὶς ἱκεσίαις, δώρησαι ἡμῖν τὸ μέγα σου ἔλεος.
Ἔτερα Νεκρώσιμα
Τὸ τοῦ θανάτου κράτος, Χριστὲ κατήργησας, καὶ ἀφθαρσίαν τοὶς
ἐπὶ γῆς ἐπήγασας, καὶ οἱ εἰς σὲ πιστεύοντες οὐ θνήσκουσιν, ἀλλὰ ζῶσιν ἐν σοί. Ἀνάπαυσον
οὖν Κύριε, τὰς ψυχὰς τῶν δούλων σου, καὶ κατάταξον αὐτοὺς μετὰ τῶν Ἁγίων σου,
πρεσβείαις τῆς Θεοτόκου, χαριζόμενος αὐτοῖς τὰ ἐλέη σου.
Τὸν τάφον σου Σωτὴρ
Ἐν τόπῳ φωτεινῶ, ἐν
χορῷ τῶν δικαίων, ἀνάπαυσον Σωτήρ, τοὺς πρὸς σὲ μεταστάντας, εἰς σὲ γὰρ φιλάνθρωπε,
τὰς ἐλπίδας ἀνέθεντο. Δέξαι δέησιν, ὑπὲρ πατέρων καὶ τέκνων, καὶ δικαίωσον, ὧν ἐκτελοῦμεν
τὴν μνήμην, ὡς ὧν πολυέλεος.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Θαῦμα θαυμάτων, Κεχαριτωμένη, ἐν σοὶ θεωροῦσα ἡ κτίσις ἀγάλλεται,
συνέλαβες γὰρ ἀσπόρως, καὶ ἔτεκες ἀφράστως, ὃν ταξιαρχίαι Ἀγγέλων ὁρᾶν οὐ δεδύνηνται,
αὐτὸν Θεοτόκε ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, οὗ ἡ Ἀκροστιχὶς
ἐν τῇ θ' Ὠδή. Ἰωσήφ.
Ὠδὴ α' Ἦχος
α' Ὁ Εἱρμὸς
Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχὺϊ δεδόξασται, αὕτη
γὰρ ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοὶς Ἰσραηλίταις, Ὁδὸν βυθοῦ
καινουργήσασα.
Χερσὶν ὡμοιώθης Προφητῶν, ὁ τὴ χειρί σου συνέχων τὰ πέρατα,
τούτων παρακλήσεσι, τὸ τῶν ἐμῶν ἁμαρτιῶν χειρόγραφον, Λόγε διαρρήξας, ἐχθροῦ
χειρῶν μὲ ἐξάρπασον.
Θείων ἐπιλάμψεων τὸν νοῦν, προφητικῶς δεκτικὸν ἐργασάμενοι,
φῶς ἐχρηματίσατε, τὴν νοητὴν ἀνατολὴν κηρύττοντες, ἔνδοξοι Προφῆται, φωταγωγοὶ
τῶν ψυχῶν ἡμῶν.
Μαρτυρικὰ
Αἵμασιν ὑμῶν ἀθλητικοίς, πολυθεϊας ξηράναντες πέλαγος, τῶν
ἀνομιῶν ἡμῶν, τοὺς ποταμοὺς ξηράνατε μακάριοι, θείαις ἑπομβρίαις, τῶν ἱερῶν
προσευχῶν ὑμῶν.
Νέφος ἀθλητῶν φωτοειδές, τὸν ἐκ Παρθένου νεφέλης ἐκλάμψαντα,
Ἥλιον δυσώπησον, τὰ σκοτει νὰ νέφη, τῶν καρδιῶν ἡμῶν ἐναποδιῶξαι, καὶ τῆς γεέννης
λυτρώσασθαι.
Θεοτοκίον
Γνώμη ὀλισθαίνονται ἀεί, καὶ λογισμοὶς πονηροῖς ἐξελκόμενον, καὶ δελεαζόμενον,
φρενοβλαβῶς δέ, τοὶς ἐχθροῖς εὐχείρωτον, ὅλον γεγονότα, μὴ ὑπερίδης μὲ Δέσποινα.
Κανὼν Νεκρώσιμος, οὗ ἡ Ἀκροστιχίς.
Πιστῶς θανοῦσιν πρῶτον ὕμνον προσφέρω.
Εἱρμὸς ὁ αὐτὸς
Πύλας τοῦ θανάτου καὶ μοχλοῦς, τῶ σῶ θανάτω συντρίψας, ἀθάνατε,
πύλας ἀναπέτασον, τῆς ὑπὲρ νοῦν ἀθανασίας Δέσποτα, τοὶς κεκοιμημένοις, πρεσβείαις
τῶν ἀθλοφόρων σου.
Ἴνα τῆς ἐνθέου σου
ζωῆς, ἀξιωθῶμεν κατῆλθες πρὸς θάνατον, τούτου προνομεύσας δέ, τοὺς θησαυρούς, ἡμᾶς
ἐκεῖθεν εἵλκυσας, νὺν δὲ ζωοδότα, τοὺς μεταστάντας ἀνάπαυσον.
Σύ μου τὸ φθαρτόν τε καὶ θνητόν, ἀναλαβῶν ἀφθαρσίαν ἐνέδυσας,
καὶ πρὸς ἀτελεύτητον, διαγωγὴν καὶ μακαρίαν ὕψωσας, ἔνθα ὡς οἰκτίρμων, οὓς
προσελάβου ἀνάπαυσον.
Θεοτοκίον
Τὴν κυοφορήσασαν πιστοί, τὸν ἐκ Θεοῦ Θεὸν Λόγον ὑμνήσωμεν,
αὕτη γὰρ ἡ Πάναγνος, ὁδὸς ζωῆς τοὶς τεθνεῶσι γέγονεν, ἣν ὡς θεοδόχον καὶ Θεοτόκον
δοξάζομεν.
Ὠδὴ γ' Ὁ Εἱρμὸς
Ὁ μόνος εἰδὼς τῆς
τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περὶ βοᾶν
ζωσὸν μὲ ἐξ ὕψους δύναμιν, τοῦ σοί, Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀχράντου σου δόξης
φιλάνθρωπε.
Δοχεῖα τοῦ Πνεύματος σοφοί, Προφῆται χρηματίσαντες, τὴν πρὸς
ἡμᾶς τοῦ Λόγου κατάβασιν, φαεινοτάτως διετρανώσατε, διὸ δυσωπήσατε, φωτισμὸν καὶ
ἔλεος, δωρηθῆναι τοὶς πίστει τιμῶσιν ὑμᾶς.
Πλαξὶ καρδιῶν ὑμῶν σοφοί, τὸν νόμον τὸν σωτήριον, ἐγγεγραμμένον
πίστει ἐσχήκατε, διὸ τῶ νόμω τῆς ἁμαρτίας με, χαλεπῶς τροπούμενον, θείαις
παρακλήσεσι, θεηγόροι Προφῆται λυτρώσασθε.
Μαρτυρικὰ
Φρύαγμα τυράννων δυσσεβές, γενναίως συνετρίψατε, πρὸς τὸν
Θεὸν ὑψούμενοι μάρτυρες, διὸ κραυγάζω, κατεπαιρόμενον, καὶ σοβαρευόμενον, κατ' ἐμοῦ
τὸν δράκοντα, ταὶς ὑμῶν ἱκεσίαις συντρίψατε.
Θείων παθημάτων κοινωνοί, μελλούσης βασιλείας τε, ἀδιαδόχου
μάρτυρες ἔνδοξοι, παθῶν σαρκὸς μὲ ἀπολυτρώσασθε, καὶ γεέννης ῥύσασθε, καὶ μελλούσης
κρίσεως, ταὶς ὑμῶν πρὸς τὸν Κτίστην δεήσεσιν.
Θεοτοκίον
Σκηνὴ πλατυτέρα οὐρανῶν, λαόν σου συνερχόμενον, ἐν τῇ σκηνὴ
σόυ ταύτη ὑμνήσαί σε, σκηνῶν ἀϋλων μέτοχον ποίησον, τὴ θερμὴ δεήσει σου, τὴ πρὸς
Χριστὸν ὅν ἔτεκες, τὸν Δεσπότην ἁπάντων καὶ Κύριον.
Κανὼν εἰς Κοιμηθέντας
Εἱρμὸς ὁ αὐτὸς
Ὡς μόνος ὑπάρχων ἀγαθός,
καὶ μόνος πολυέλεος, τοὺς εὐσεβῶς πρὸς σὲ ἐκδημήσαντας, ἐν οὐρανίαις σκηναὶς ἀνάπαυσον,
ἔνθα ἡ ἀνέκφραστος, χαρὰ καὶ ἀπόλαυσις, ἔνθα νέφος Μαρτύρων εὐφραὶ νεται.
Σὺ μόνος ἐφάνης ἐπὶ γῆς, Σωτήρ μου ἀναμάρτητος, ὁ ἁμαρτίας
αἴρων ὡς εὔσπλαγχνος, τοῦ κόσμου τούτου τῶν μεταστάντων πιστῶς, τὰς ψυχὰς ἀνάπαυσον,
ἐν αὐλαῖς Ἁγίων σου, ἐν τρυφῇ Παραδείσου φιλάνθρωπε.
Θανάτου τὸ κράτος καθελῶν, ζωὴν τὴν ἀτελεύτητον, πᾶσι
πιστοὶς ἐπήγασας, Δέσποτα, ἐν ταύτῃ τούτους τοὺς ἐκδημήσαντας, εὐσεβῶς κατάταξον,
παρορῶν τὰ πταίσματα, συγχωρῶν ἁμαρτίας Ἀθάνατε.
Θεοτοκίον
Ἀσπόρως συνέλαβες Ἁγνή,
τὸν Λόγον τὸν ἀϊδιον, σωματικῶς ἡμῖν ὁμιλήσαντα, τὸν τοῦ θανάτου τὴν ἰσχὺν λύσαντα,
καὶ ζωὴν πηγάσαντα, καὶ θνητοὶς ἀνάστασιν, τὴ αὐτοῦ εὐσπλαγχνία παρέχοντα.
Ὠδὴ δ' Ὁ Εἱρμὸς
Ὄρος σὲ τὴ χάριτι,
τὴ θεία κατάσκιον, προβλεπτικοὶς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοίς, ἐκ σοῦ ἐξελεύσεσθαι,
τοῦ Ἰσραὴλ προανεφώνει τὸν Ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.
Λαμπάδες ἐν Πνεύματι, ζωῆς λόγον φαίνουσαι, καὶ τὰ πληρώματα
τῆς γῆς, φωταγωγοῦσαι μυστικῶς, Προφῆται ὠράθητε, διὸ βοῶ. Εὐχαὶς ἡμῶν συντηρήσατε,
τὴν τῆς ψυχῆς μου λαμπάδα ἀκοίμητον.
Ὡς πλήρεις ναμάτων,
ζωηρρύτων τοῦ Πνεύματος, ἀναφανέντες ποταμοί, καὶ καταρδεύοντες τὴν γήν, Προφῆται
θεσπέσιοι, τὴν τῶ αὐχμῶ κατατακεῖσαν καρδίαν μου, καταδροσίσατε ταύτην πανεύφημοι.
Μαρτυρικὸν
Αἱμάτων πανεύφημοι, ῥανίσι τοὺς ἄνθρακας, ἐναποσβέσαντες
σοφοί, τῆς ἀθεϊας ἀθληταί, τοὶς πεπυρωμένοις με, τοῦ πονηροῦ καταφλεγόμενον βέλεσι,
καταδροσίσατε δρόσω τοῦ Πνεύματος.
Μαρτύρων Χριστέ μου, τὰς λιτὰς προσδεξαμενος, ἐναθλησάντων
ὑπὲρ σοῦ, καὶ νικησάντων τὸν ἐχθρόν, ἐχθρῶν ὀρωμένων με, ὡς ἀγαθός, καὶ ἀοράτων
ἐξάρπασον, ἐπιζητούντων ἀεὶ θανατῶσαι με.
Θεοτοκίον
Ναὸν σὲ τῆς δόξης, ἐπιστάμενοι Ἄχραντε, ἐν τῷ ναῶ σου τῶ
σεπτῶ, συναθροιζόμενοι πιστῶς, τὴν σὴν ἐξαιτούμεθα, θεοπρεπῶς ἁγνὴ Παρθένε βοήθειαν,
καὶ τὴ σεπτὴ σου πρεσβεία σωζόμεθα.
Κανὼν εἰς κοιμηθέντας
Εἱρμὸς ὁ αὐτὸς
Νεκρώσας τὸν ἅδην, ἀηττήτω δυνάμει σου, ὁ λογισθεὶς ἐν τοῖς
νεκροῖς, μόνος ἐλεύθερος Χριστέ, ψυχὰς ἐλευθέρωσον, τῶν εὐσεβῶν τῆς ἐν αὐτῷ
κατακρίσεως, ταίς τῶν ἁγίων μαρτύρων δεήσεσιν.
Ὁ πάντων ὑπάρχων, ὡς
Δεσπότης ἀντάξιος, τοὺς ἐξ Ἀδὰμ τῆς σῆς σφαγῆς, λύτρον ἐδέξω καὶ τιμήν, διό σου
δεόμεθα, τῶν οἰκτιρμῶν τοὺς μετασταντας ἀνάπαυσον, τὴν τῶν πταισμάτων παρέχων
συγχώρησιν.
Ὑπέστης Σωτήρ μου,
τὴν ἐν τάφῳ κατάθεσιν, καὶ τοὺς ἐν τάφοις κατοικεῖν, κατακριθέντας γηγενεῖς,
νεκροὺς ἐξανέστησας, νὺν δὲ ζωῆς τῆς ἀϊδίου, ἀξίωσον τούς μεταστάντας, ὡς μόνος
φιλάνθρωπος.
Θεοτοκίον
Σέσωσται τὸ γένος, τῶν ἀνθρώπων τῶ τόκω σου, σὺ γὰρ ἐκύησας
ἡμῖν, τὴν ἐνυπόστατον ζωήν, θανάτου καθαίρεσιν καὶ πρὸς ζωὴν ἐργαζομένην ἐπάνοδον,
Θεογεννῆτορ πανάμωμε Δέσποινα.
Ὠδὴ ε' Ὁ Εἱρμὸς
Ὁ φωτίσας τὴ ἑλλάμψει,
τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῶ Σταυρῶ σου, τοῦ κόσμου τὰ πέρατα, τὰς
καρδίας φώτισον φωτί, τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε.
Οἱ τοῦ Νόμου τὴ σκιά, εὐσεβῶς διαπρέψαντες, καὶ τὸ φέγγος
τῆς ἐνθέου, μηνύσαντες χάριτος, τῆς σκιᾶς μὲ ῥύσασθε, θανατηφόρου ἁμαρτίας, Θεοῦ
Προφῆται πανένδοξοι.
Ἐπορθρίσας πρὸς Θεόν,
ἐκ νυκτὸς θεαυγέστατε, Ἡσαϊα, ἐφωτίσθης, καὶ φῶς ἐχρημάτισας, διὸ ἱκετεύω σε, τὴν
σκοτισθείσάν μου καρδίαν, σαὶς προσευχαὶς φωταγώγησον.
Μαρτυρικὰ
Τεινόμενοι καὶ τὸ σῶμα, ποιναὶς συντριβόμενοι, πανεύφημοι ἀθλοφόροι,
Θεὸν ἐδοξάσατε, τοὶς οἰκείοις μέλεσιν, ὃν ἱκετεύσατε τυχεῖν με, δόξης ἐνθέου
μακάριοι.
Συλλαβεῖν μὲ ἐν γαστρί, διανοίας τὸν φόβον σου, καὶ κυῆσαι
σωτηρίας σου, πνεῦμα ἀξίωσον, διὰ τῶν Μαρτύρων σου, τῶν ὁλικῶς σὲ ποθησάντων, Λόγε
Θεοῦ ὑπεράγαθε.
Θεοτοκίον
Μητέρα σὲ τοῦ τὰ πάντα, βουλήσει ποιήσαντος, γινώσκοντες τῶ
ναῶ σου, τῶ θείω προστρέχομεν, ἐν αὐτῷ αἰτούμενοι, τὴ μεσιτεία σου Παρθένε, λύσιν
σφαλμάτων κομίσασθαι.
Κανὼν εἰς κοιμηθέντας
Εἱρμὸς ὁ αὐτὸς
Ἰώμενος τὸν ἰὸν τοῦ
θανάτου, τὸν θάνατον κατεδέξω, καὶ θανάτου τὸ κέντρον ἠμαύρωσας, ἀλλ' αὐτὸς ἀνάπαυσον,
οὓς προσελάβου ζωοδότα, ταὶς τῶν Μαρτύρων δεήσεσιν.
Νεκρώσεως καὶ φθοράς, τοὺς ἀνθρώπους ἀπήλλαξας, τὰ πνεύματα
τῶν πιστῶς, μεταστάντων κατάταξον, ἐν σκηναῖς Ἁγίων σου, ὅθεν ἀπέδρα πᾶσα λύπη,
καὶ εὐφροσύνη πεφύτευται.
Παράδεισον τῶ σὺν σοί, κρεμασθέντι ὡς ἤνοιξας, νὺν προσδέχου
τὰς ψυχάς, τῶν πρὸς σὲ διὰ πίστεως, μεταστάντων Δέσποτα, διδοὺς αὐτοῖς ἐν Ἐκκλησίᾳ,
τῶν πρωτοτόκων αὐλίζεσθαι.
Θεοτοκίον
Ῥυομένη τοὺς ἐν σοί,
τῆς ἐλπίδος τὴν ἄγκυραν, κατέχοντας, πρὸς λιμένα τοῦ θείου θελήματος, εὐμενῶς ὁδήγησον,
τὴ μητρική σου παρρησία, εὐλογημένη Πανάμωμε.
Ὠδὴ ς' Ὁ Εἱρμὸς
Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη
ἄβυσσος, οὐκ ἔστιν ὁ ῥυόμενος, ἑλογίσθημεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν
σου ὁ Θεὸς ἡμῶν, σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις.
Πελάγει μὲ τοῦ βίου κινδυνεύοντα, καὶ κήτει προσριπτούμενον
ἁμαρτίας, ἀναμάρτητε Χριστέ, ὡς τὸν Ἰωνὰν ἐκ φθορᾶς ἐξάρπασον, καὶ πρὸς ζωῆς
γαληνοτάτους, λιμένας ἴθυνον.
Χορὸς προφητικὸς καθικετεύει σε, οἱ Νόμω διαλάμψαντες, τὸν
πρὸ Νόμου θεραπεύσαντες Χριστόν, σὲ τὸν ἐν αὐτοῖς ἀναπαυόμενον, ἁμαρτιῶν πᾶσι
παράσχου, λύσιν ὡς εὔσπλαγχνος.
Μαρτυρικὰ
Κυκλούμενοι ποιναὶς καὶ μαστιγώσεσι, Χριστὸν οὐκ ἐξηρνήσασθε,
παμμακάριστοι, διὸ μὲ τοῦ ἐχθροῦ, ταὶς ἐπαγωγαὶς περικυκλούμενον, ταὶς πρὸς Θεὸν
ὑμῶν πρεσβείαις, ἀπολυτρώσασθε.
Τῶν ἄθλων καλλοναὶς ὡραϊζόμενοι, τὴ πάντων ὡραιότητι,
πλησιάζετε ὁπλῖται τοῦ Χριστοῦ, ὅθεν δυσωπῶ τῆς διανοίας μου, τὸ ἀκαλλὲς
καθωραϊσαι, θείαις δεήσεσιν.
Θεοτοκίον
Μαρία καθαρὸν τοῦ Λόγου σκήνωμα, παθῶν ἐναποκάθαρον, τὴν
καρδίαν μου καὶ σκεῦος καθαρόν, Πνεύματος τοῦ θείου ἀποτέλεσον, ἵνα ὑμνῷ καὶ
μεγαλύνω, σὲ τὴν Πανύμνητον.
Κανὼν εἰς κοιμηθέντας
Εἱρμὸς ὁ αὐτὸς
Ὡς εὔπλαγχνος τοὶς
μεταστάσι δώρησαι, πταισμάτων τὴν συγχώρησιν, τὴν αἰώνιον ἀπόλαυσιν διδούς, ἔνθα
καταλάμπει τοῦ προσώπου σου, ὁ φωτισμός, καὶ καταυγάζει, τοὺς ἀθλοφόρους σου.
Τῶ αἵματι τῶ ἐκ πλευρᾶς σου ῥεύσαντι, τὸν κόσμον ἠλευθέρωσας,
τοὺς ἐν πίστει μεταστάντας οὖν πρὸς σέ, ῥύσαι τὴ δυνάμει τῶν παθημάτων σου, σὺ
γὰρ τιμήν, τὴν ὑπὲρ πάντων, σεαυτὸν δέδωκας.
Ὁ πλάσας μὲ χερσὶν
ἀχράντοις πρότερον, καὶ πνεῦμα χαρισάμενος, καὶ πρὸς γὴν καταπεσόντα χαλεπῶς, πάλιν
ἀναπλάσας ὡραιότερον, νὺν τὰς ψυχάς, τῶν μεταστάντων, αὐτὸς ἀνάπαυσον.
Νυμφώνά σου τὸν φωτοφόρον Κύριε, σκηνῶσαι καταξίωσον, τοὺς
ἐν πίστει κοιμηθέντας τὴ εἰς σέ, τούτων παρορῶν τὰ ἁμαρτήματα, ὡς ἀγαθός, καὶ ἐλεήμων,
καὶ πολυέλεος.
Θεοτοκίον
Ὑμνούμέν σε, εὐλογημένη
Ἄχραντε, δι' ἦς ἡμῖν ἀνέτειλε, τοὶς ἐν σκότει τοῦ θανάτου καὶ σκιά, τῆς δικαιοσύνης
ἄδυτος Ἥλιος, σὺ γὰρ ἡμῖν τῆς σωτηρίας, πρόξενος γέγονας.
Ὠδὴ ζ' Ὁ Εἱρμὸς
Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοί, ὡς γὰρ
Παίδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, ὅλον μὲ τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν,
ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Τῶν Προφητῶν, δυσωπεῖ σὲ Κύριε, ὁ ἱερώτατος χορός, εὐλογίαις
πνευματικαίς, πάντας ἐπευλόγησον τοὺς δοξολογοῦντας σε, καὶ ἐν αἰνέσει κραυγάζοντας,
ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Οἱ τοῦ πυρός, φύσιν ἐκνικήσαντες, ἐπουρανίω δροσισμῶ, θεῖοι
Παῖδες ἐκ τοῦ πυρός, τοῦ διαιωνίζοντος, ῥύσασθέ με ψάλλοντα, καὶ ἐν αἰνέσει
κραυγάζοντα, ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Μαρτυρικὰ
Μαρτυρικαίς, νίκαις κλεϊζόμενοι, δόξης ἐτύχετε Θεοῦ, αἰωνίου
δόξης ἡμᾶς, ὅθεν ἀξιώσατε, Μάρτυρες πανένδοξοι, τοὺς εὐσεβῶς ἀναμέλποντας, ὁ αἰνετὸς
τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Οἱ τὰς ὁρμᾷς, τῶν λεόντων παύσαντες, τὴ πρὸς τὸν Κύριον ὁρμή,
τὸν ὁρμῶντα νὺν κατ ἐμοῦ, δράκοντα πατάξατε Μάρτυρες, καὶ σώσατε εὐσεβοφρόνως
βοώντά με, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Θεοτοκίον
Πρὸς τὸν ἐκ σοῦ, γεννηθέντα Κύριον, γενοῦ μεσίτης Ἀγαθή, τῆς γεέννης καὶ τοῦ
πυρός, ὅπως μὲ λυτρώσηται, καὶ καταξιώση μὲ τῆς βασιλείας κραυγάζοντα, ὁ αἰνετός
τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Κανὼν εἰς κοιμηθέντας
Εἱρμὸς ὁ αὐτὸς
Μαρμαρυγαίς, τῆς ἀχράντου δόξης σου, περιαυγάζεσθαι Χριστέ,
τοὺς ἐκ ζάλης τῆς κοσμικῆς, πρὸς σὲ ἐκδημήσαντας, πάντας καταξίωσον, μετὰ Μαρτύρων
κραυγάζειν σοί, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Νέος Ἀδάμ, ἀληθῶς γενόμενος, ὁ τοῦ Ἀδὰμ δημιουργός, τὴν
κατάραν τὴν τοῦ Ἀδάμ, μόνος ἐξηφάνισας, ὅθεν σου δεόμεθα, τοὺς μεταστάντας ἀνάπαυσον,
ἐν τῇ τρυφὴ τοῦ Παραδείσου Χριστέ, ὡς μόνος ἐϋσπλαγχνος.
Ὁ τὴν ἡμῶν, φυσικὴν
ἀσθένειαν, μόνος γινώσκων ὡς Θεός, ἀγαθός τε καὶ συμπαθής, πάντας οὓς μετέστησας,
ἔνθα φῶς τὸ ἄδυτον, ἐπισκοπεῖ τοῦ προσώπου σου, τάξον Χριστέ, ὁ τῶν Πατέρων, Θεὸς
καὶ ὑπερένδοξος.
Θεοτοκίον
Νόμου σκιαί, καὶ τὰ πρὶν αἰνίγματα, τῶ σῶ παρῆλθον τοκετῶ
Θεομῆτορ, σὺ γὰρ ἡμῖν τὸ τῆς θείας χάριτος, φέγγος ἐξανέτειλας, δι' οὗ τῆς πρὶν
ἐκλυτρούμεθα, ἀράς, Ἁγνή, ἀνυμοῦντες, Θεὸν τὸν ὑπερένδοξον.
Ὠδὴ η' Ὁ Εἱρμὸς
Ἐν καμίνῳ Παῖδες Ἰσραήλ,
ὡς ἐν χωνευτηρίῳ, τῶ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον ψάλλοντες.
Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Πειρασθέντες καὶ διὰ Χριστόν, ἀδίκως διωχθέντες Προφῆται, ἐκ
πειρασμῶν τε καὶ κολάσεων ἡμᾶς, λυτρώσασθε μέλποντας. Εὐλογεῖτε πάντα τὰ ἔργα,
τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ὡς δοχεῖα θείων
δωρεῶν, Προφῆται θεηγόροι πρεσβεύσατε, καταγώγια ἡμᾶς γενέσθαι τοῦ Πνεύματος,
τοὺς βοῶντας. Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς
αἰῶνας.
Μαρτυρικὸν
Δεσμευθέντες πᾶσαν τοῦ ἐχθροῦ, ἐλύσατε κακίαν, διὸ μὲ
πεπεδημένον, ἁμαρτήμασι σοφοί, λυτρώσατε Μάρτυρες, μελωδοῦντα. Πάντα τὰ ἔργα, τὸν
Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Φωτοδότην τέξασα Θεόν, ὁλόφωτε Παρθένε, τὰ ὄμματα τῆς καρδίας
μου, καταύγασον φωτί, Θεοῦ ἐπιγνώσεως, εἰς τὸ μέλπειν. Πάντα τὰ ἔργα, τὸν Κύριον
ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Κανὼν εἰς κοιμηθέντας
Εἱρμὸς ὁ αὐτὸς
Παραστάτας Σῶτερ δεξιούς, τὴ πίστει δικαιώσας, πρεσβείαις
τῶν ἀθλοφόρων, οὓς μετέστησας πιστούς, ἀνάδειξον μέλποντας, Εὐλογεῖτε πάντα τὰ ἔργα,
τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ῥύπον πάντα τῶν σῶν
οἰκετῶν, τῆς σῆς φιλανθρωπίας, τὴ δρόσω τῶν κοιμηθέντων, ἀποπλύνας σὲ ὑμνεῖν, ἀξίωσον
ψάλλοντας. Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας
τοὺς αἰῶνας.
Ὁ θανάτου ἔχων καὶ
ζωῆς, πᾶσαν τὴν ἐξουσίαν, τοὺς πίστει κεκοιμημένους, σὴς ἑλλάμψεως τυχεῖν, εὐδόκησον
κράζοντας. Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας
τοὺς αἰῶνας.
Θεοτοκίον
Σωτηρίας πρόξενος ἡμῖν, καὶ τῆς εἰς ἀπεράντους αἰῶνας,
διαμονῆς τε καὶ λαμπρότητος, Ἁγνὴ ἐγένου Πανάμωμε. Σὲ ὑμνοῦμεν πάντα τὰ ἔργα,
καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ' Ὁ Εἱρμὸς
Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βᾶτος ἔδειξεν ἄφλεκτος,
καὶ νὺν καθ' ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον,
ἵνα σὲ Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν.
Ἴνα ἱεροῖς σκηνώμασι,
προδηλωθῆ Χριστέ, σοῦ ἡ συγκατάβασις, σκεύη ἐκλεκτὰ τοὺς σοὺς Προφήτας ἀνέδειξας,
δι' αὐτῶν προδηλῶν τὰ ἐσόμενα, δι' ὧν σὲ δυσωποῦμεν, τοὺς οἰκτιρμούς σου ἡμῖν δώρησαι.
Ὤφθης τοὶς Προφήταις
Δέσποτα, καθὼς ἐχώρουν βλέπειν σου τὴν λαμπρότητα, τούτων προσευχαίς, χωρητικοὺς
ἡμᾶς ποίησον, τῶν ἐν σοὶ καθαρῶν ἐπιλάμψεων, παθῶν ἐξ ἁμαρτίας, ἀποκαθάρας τὰς
ψυχὰς ἡμῶν.
Μαρτυρικὰ
Σῶμα παραδόντες μάστιξι, τὰ τῶν δαιμόνων στίφη κατεμαστίξατε,
ἄπληγον τὸν νοῦν, διατηρήσαντες Μάρτυρες,
πληγωθεῖσαν διὸ τὴν καρδίαν μου, τῶ βέλει τῆς κακίας, ταὶς προσευχαὶς ὑμῶν ἰάσασθε.
Ἤλγει διωκτῶν κακόνοια,
τὰς ἐκ πληγῶν ὀδύνας ὑμῖν προσφέρουσα, Μάρτυρες σεπτοί, τῆς εὐσεβείας ὑπέρμαχοι,
τῆς ψυχῆς μου διὸ θεραπεύσατε, τὰς χαλεπὰς ὀδύνας, καὶ τῆς καρδίας μου τὰ τραύματα.
Θεοτοκίον
Φρίττει νοερὰ στρατεύματα, τὸ τοῦ Πατρὸς ὁρῶντα θεῖον ἀπαύγασμα,
σοῦ ἐν ταῖς χερσίν, ἀνερμηνεύτως κρατούμενον, καὶ τὸ σὸν κεκτημένον ὁμοίωμα, ἵνα
βροτούς Θεώση, Παρθενομῆτορ Παναμώμητε.
Κανὼν εἰς κοιμηθέντας
Εἱρμὸς ὁ αὐτὸς
Φεῖσαι ὡς Θεὸς φιλάνθρωπος, καὶ ἐλεήμων τοῦ ἰδίου σου πλάσματος,
καὶ ἀνάπαυσον, ἐν ταῖς σκηναὶς τῶν Ἁγίων σου, ἔνθα Μάρτυρες πάντες ἀγάλλονται,
τοὺς πίστει μεταστάντας, ἐκ τῶν προσκαίρων Πολυέλεε.
Ἔχων τοῦ ἐλέους ἄβυσσον,
ὑπερνικῶσαν τὰ τῶν δούλων σου πταίσματα, προσδεξάμενος, οὓς ἐξελέξω ἀνάπαυσον, Ἀβραὰμ
ἐν τοῖς κόλποις φιλάνθρωπε, καὶ μετὰ τοῦ Λαζάρου, ἐν τῷ φωτί σου κατασκήνωσον.
Ῥύστης καὶ Σωτὴρ
γενόμενος, τοῦ τῶν ἀνθρώπων γένους διὰ σταυρώσεως, οὓς νὺν ἐξ ἡμῶν, ὡς εὐεργέτης
μετέστησας, ἀπολαύσεως θείας ἀξίωσον, καὶ ζωῆς ἀκηράτου, καὶ εὐφροσύνης καὶ
λαμπρότητος.
Θεοτοκίον
Ὧ τῶν ὑπὲρ νοῦν
θαυμάτων σου! σὺ γὰρ Παρθένε μόνη, ὑπὲρ τὸν ἥλιον, πᾶσι δέδωκας, κατανοεῖν τὸ
καὶ νότατον, θαῦμα Πάναγνε, τῆς σῆς γεννήσεως, τὸ τῆς ἀκαταλήπτου, διὸ σὲ πάντες
μεγαλύνομεν.
Στιχηρὰ τῶν Αἴνων, Μαρτυρικὰ
Ἦχος α'
Τοὺς ἀθλοφόρους τοῦ Χριστοῦ, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν,
ὕμνοις καὶ ὠδαὶς πνευματικαίς, τοὺς φωστήρας τοῦ κόσμου, καὶ κήρυκας τῆς πίστεως,
τὴν πηγὴν τήν ἀέναον, ἐξ ἦς ἀναβλύζει τοὶς πιστοὶς τὰ ἰάματα. Αὐτῶν ταὶς ἱκεσίαις,
Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῶ κόσμω σου, καὶ ταὶς ψυχαὶς ἡμῶν τὸ μέγα
ἔλεος.
Οὗτοι οἱ Στρατιῶται τοῦ Βασιλέως τοῦ μεγάλου, ἀντέστησαν
τοὶς δόγμασι τῶν τυράννων, γενναίως κατεφρόνησαν τῶν βασάνων, καὶ τὴν πλάνην πᾶσαν
πατήσαντες, ἀξίως στεφανωθέντες, αἰτοῦνται παρὰ τοῦ Σωτῆρος εἰρήνην, καὶ ταὶς
ψυχαὶς ἡμῶν τὸ μέγα ἔλεος.
Ὑμᾶς πανεύφημοι Μάρτυρες,
οὐ θλίψις, οὐ στενοχωρία, οὐ λιμός, οὐ διωγμός, οὐδὲ μάστιγες, οὐ θυμὸς θηρῶν,
οὐ ξίφος, οὐδὲ πὺρ ἀπειλοῦν, χωρίσαι Θεοῦ δεδύνηνται, πόθω δὲ μᾶλλον τῶ πρὸς αὐτόν,
ὡς ἐν ἀλλοτρίοις ἀγωνισάμενοι σώμασι, τὴν φύσιν ἐλάθετε, θανάτου καταφρονήσαντες,
ὅθεν καὶ ἐπαξίως τῶν πόνων ὑμῶν, μισθόν ἐκομίσασθε, οὐρανῶν βασιλείας κληρονόμοι
γεγόνατε, ἀπαύστως πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἀγαλλιᾶσθε Μάρτυρες
ἐν Κυρίῳ, ὅτι τὸν ἀγῶνα τὸν καλὸν ἠγωνίσασθε, ἀντέστητε βασιλεύσι, καὶ τυράννους
ἑνικήσατε, πὺρ καὶ ξίφος οὐκ ἑπτοήθητε, θηρῶν ἀγρίων κατεσθιόντων τὰ σώματα ὑμῶν,
Χριστῷ μετὰ Ἀγγέλων τὴν ὑμνωδίαν ἀναπέμποντες, τοὺς ἀπ' οὐρανῶν στεφάνους ἐκομίσασθε,
αἰτήσασθε δωρηθῆναι εἰρήνην τῶ κόσμω, καὶ ταὶς ψυχαὶς ἡμῶν τὸ μέγα ἔλεος.
Νεκρώσιμον
Ἔργω Σωτήρ μου
δεικνύς, ὅτι σὺ εἶ ἡ πάντων ἀνάστασις, λόγῳ Λόγε Λάζαρον ἐκ νεκρῶν ἐξανέστησας.
Τότε μοχλοὶ συνετρίβησαν, πύλαι δὲ ἄδου συνεταράχθησαν, τότε ὕπνος ὁ τῶν ἀνθρώπων
θάνατος ἀπεδείκνυτο, ἀλλ' ὁ εἰς τὸ σῶσαι τὸ πλάσμα σου, καὶ οὐκ εἰς τὸ κρίναι
παραγενόμενος, οὓς ἐξελέξω ἀνάπαυσον, ὡς φιλάνθρωπος.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Χαῖρε Μαρία Θεοτόκε, ὅτι ἔτεκες τὸν Βασιλέα, τὸν Σωτήρα καὶ
φωστήρα πάντων τῶν αἰώνων.
Τὰ Ἀπόστιχα τῶν Αἴνων τοῦ Θεοφάνους
Σούς, Χριστέ, δούλους γράψον ἓν ζώντων βίβλω.
Πανεύφημοι Μάρτυρες ὑμᾶς
Σοῦ Σῶτερ δεόμεθα τῆς σῆς, γλυκείας μεθέξεως, τοὺς μεταστάντας
ἀξίωσον, καὶ κατασκήνωσον, ἐνσκηναὶς Δικαίων, ἐν μοναῖς Ἁγίων σου, καὶ ἐν ἐπουρανίοις
σκηνώμασι, τὴ εὐσπλαγχνία σου, παρορῶν τὰ πλημμελήματα, καὶ παρέχων αὐτοῖς τὴν
συγχώρησιν.
Οὐδεὶς ἀναμάρτητος οὐδείς, τῶν ἀνθρώπων γέγονεν, εἰμὴ σὺ μόνε
Ἀθάνατε, διὸ τοὺς δούλους σου, ὡς Θεὸς οἰκτίρμων, ἐν φωτὶ κατάταξον, σὺν ταὶς
χοροστασίαις Ἀγγέλων σου, τὴ εὐσπλαγχνία σου, παρορῶν τὰ ἀνομήματα, καὶ παρέχων
αὐτοῖς τὴν συγχώρησιν.
Ὑπὲρ τὰ ὁρώμενα τὰ
σά, Σῶτερ ἐπαγγέλματα! ἃ ὀφθαλμὸς οὐ τεθέαται, καὶ οὓς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν,
οὐκ ἀνέβη πώποτε, ἀνθρώπου, δυσωπούμέν σε Δέσποτα, τυχεῖν εὐδόκησον, τοὺς πρὸς
σὲ μεταχωρήσαντας, καὶ παράσχου ζωὴν τὴν αἰώνιον.
Σταυρῶ σου γηθόμενοι Σωτήρ, θαρροῦντες οἱ δούλοί σου, πρὸς
σὲ μετέστησαν Κύριε, ὃν νὺν ἀντίλυτρον, τῶν αὐτῶν πταισματων, ὡς δεσπότης δώρησαι,
ἐφ οὗ σου τὸ ζωήρρυτον ἔχεας, αἷμα καὶ τιμιον, καὶ τῆς δόξης ἀνεσπέρου σου, ἀπολαύειν
τούτους καταξίωσον.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Χριστὸν ἐκδυσώπησον τὸν σόν, τόκον Μητροπάρθενε, τὴν τῶν
πταισμάτων συγχώρησιν, δοῦναι τοὶς δούλοις σου, τοὶς σὲ Θεοτόκον, εὐσεβῶς κηρύξασι,
καὶ λόγῳ ἀληθεῖ δογματίσασι, καὶ τῆς λαμπρότητος, τῶν ἁγίων καὶ φαιδρότητος, ἀξιῶσαι
ἐν τῇ βασιλεία αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοὶ
Διὰ βρώσεως ἐξήγαγε, τοῦ Παραδείσου ὁ ἐχθρὸς τὸν Ἀδάμ, διὰ
Σταυροῦ δὲ τὸν Ληστήν, ἀντεισήγαγε Χριστὸς ἐν αὐτῷ. Μνήσθητί μου κράζοντα, ὅταν
ἔλθης ἐν τῇ Βασιλεία σου.
Ἀθλητῶν πληθὺς ἀμέτρητος,
Ἀρχιερέων καὶ σοφῶν γυναικῶν, καὶ Προφητῶν πανευκλεῶν, δυσωπεῖ σὲ Ἰησοῦ ὁ Θεός,
δίδου πάσιν ἄφεσιν, τῶν πταισμάτων, ὡς μόνος φιλάνθρωπος.
Οἱ τὸν δρόμον διανύσαντες, τὸν Ἱερώτατον Χριστοῦ Ἀσκηταί,
σὺν Ἱεράρχαις ἱεροῖς, καὶ Προφήταις ἠξιώθητε, πόλιν τὴν οὐράνιον, σὺν Ἀγγέλοις,
οἰκεῖν εὐφραινόμενοι.
Ἐν φωτὶ Χριστὲ κατάταξον,
τῶ ἀνεσπέρω, οὓς μετέστησας, τὰ παραπτώματα αὐτῶν παραβλέψας, ὡς οἰκτίρμων Θεός,
ὅπως σοῦ δοξάζωμεν, Εὐεργέτα, τὸ πλούσιον ἔλεος.
Δόξα...
Σὺν Πατρὶ τῶ προανάρχω σου, καὶ τῶ ἁγίω Πνεύματι Χριστὲ ὁ
Θεός, πάντες δοξάζομεν τὴν σήν, φιλανθρωπίαν ἀνακράζοντες. Μνήσθητι τῶν δούλων
σου, ἐν τῇ ὥρα τῆς κρίσεως Κύριε.
Καὶ νύν... Θεοτοκίον
Ὡς παλάτιον εὐρύχωρον, καὶ θρόνον δόξης καὶ νεφέλην φωτός,
ὑμνολογούμέν σε Ἁγνή, καὶ δεόμεθα, διάλυσον νέφη τὰ δεινότατα, καὶ τὰ πάθη, Κόρη,
τῶν ψυχῶν ἡμῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου