ΣΑΒΒΑΤΟ ΗΧΟΣ ΠΛ. Β΄
Στιχηρὰ Προσόμοια Δεσποτικὰ
Ἦχος πλ. β' Ἡ ἀπεγνωσμένη
Ῥύσαί
με γεέννης ἀποκειμενης, ἐξελοῦ πυρὸς μὲ τοῦ αἰωνίου, Κριτὰ δικαιότατε,
τὸν κατακεκριμένον, δεῖξον ἐκ ζάλης ἐναντίας, ἀνάλωτον μὲ Λόγε, τρέμω ὁ
τάλας ἐννοῶν μου, τὸ τῶν πταισμάτων πλῆθος, καὶ προσπίπτω σοὶ μετὰ
δακρύων, καὶ συντριβῆς τῆς καρδίας μου Φιλάνθρωπε, τὸ σὸν αἰτούμενος
ἔλεος.
Τὶς
ἐμὲ μὴ κλαύση τὸν παραβάντα, ἐντολὴν Δεσπότου δι' ἀκρασίαν, τὸν Ἅδην
οἰκήσαντα, ἀντὶ τοῦ, Παραδείσου, βρώσις γλυκείά μοὶ φανεῖσα εἰς χολὴν
μετετράπη, ξένος τῆς δόξης σου Οἰκτίρμον, καὶ Ἀγγέλων ἐδείχθην, ἀλλὰ
δέξαι μὲ μετανοοῦντα ὡς ἐλεήμων καὶ φιλάνθρωπος Κύριος διὰ τὸ μέγα σου
ἔλεος.
Πάντας
τοὺς ἐν πίστει κεκοιμημένους τάξον ζωοδότα ἐν χώρα ζώντων, ἐν τόποις
ἀνέσεως, ἐν σκηναῖς αἰωνίοις, ἔνθα τὸ φῶς τοῦ σοῦ προσώπου, ἀφθόνως
καταλάμπει, ὅπου τρυφὴ καὶ χαρμοσύνη, καὶ εἰρήνη τῶν Δικαίων, παριδῶν
αὐτῶν τὰ ἑπταισμένα, ἔργω καὶ λόγῳ διανοία τε Δέσποτα, διὰ πολλὴν
ἀγαθότητα.
Στιχηρὰ Μαρτυρικά, αὐτόμελα
Οἱ
μαρτυρήσαντες διὰ σὲ Χριστέ, πολλὰς βασάνους ὑπέμειναν, καὶ τέλειον
ἀπέλαβον, τὸν στέφανον ἐν οὐρανοῖς, ἵνα πρεσβεύωσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Οἱ
ἀθλοφόροι Μάρτυρες, καὶ οὐρανοπολῖται, ἐπὶ γῆς ἀθλήσαντες, πολλὰς
βασάνους ὑπέμειναν, πρεσβείαις Κύριε, καὶ εὐχαὶς αὐτῶν, πάντας ἡμᾶς
διαφύλαξον.
Ὁ
Σταυρός σου Κύριε, τοὶς Μάρτυσι γέγονεν, ὅπλον ἀήττητον, ἔβλεπον γὰρ τὸν
προκείμενον θάνατον, καὶ προβλέποντες τὴν μέλλουσαν ζωήν, τὴ ἐλπίδι τὴ
εἰς σὲ ἐνεδυναμοῦντο. Αὐτῶν ταὶς παρακλήσεσιν, ἐλέησον ἡμᾶς.
Δόξα... καὶ νύν...
Θεοτοκίον
Τὶς
μὴ μακαρίσει σε, παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον
τόκον, ὁ γὰρ ἀχρόνως ἐκ, Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ
τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει
γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν
δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε σεμνὴ Παμμακάριστε,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπόστιχα
Μαρτυρικὸν
Οἱ
Μάρτυρές σου Κύριε, οὐκ ἠρνήσαντό σε, οὐκ ἀπέστησαν ἀπὸ τῶν ἐντολῶν σου,
ταὶς αὐτῶν πρεσβείαις, ἐλέησον ἡμᾶς.
Νεκρώσιμον
Ἀρχῇ
μοὶ καὶ ὑπόστασις, τὸ πλαστουργόν σου γέγονε πρόσταγμα, βουληθεὶς γὰρ ἐξ
ἀοράτου τε καὶ Ὁρατῆς, ζώόν με συμπῆξαι φύσεως, γήθέν μου τὸ σῶμα
διέπλασας, δέδωκας δὲ μοὶ ψυχήν, τὴ θεία σου καὶ ζφοποιῶ ἐμπνεύσει. Διὸ
Σωτὴρ τοὺς ἐν δούλους σου, ἐν χώρα ζώντων, σκηναὶς Δικαίων ἀνάπαυσον.
Ἄλγος
τῶ Ἀδὰμ ἐχρημάτισεν, ἡ τοῦ ξύλου ἀπόγευσις, πάλαι ἐν Ἐδέμ, ὅτε ὄφις ἰὸν
ἐξηρεύξατο, δι' αὐτοῦ γὰρ εἰσῆλθεν ὁ θάνατος, παγγενὴ κατεσθίων τὸν
ἄνθρωπον, ἀλλ' ἐλθὼν ὁ Δεσπότης, καθεῖλε τὸν δράκοντα, καὶ ἀνάστασιν
ἡμῖν ἐδωρήσατο, πρὸς αὐτὸν οὖν βοήσωμεν. Φεῖσαι Σωτήρ, καὶ οὓς
προσελάβου, μετὰ τῶν Δικαίων ἀνάπαυσον.
Δόξα... καὶ νύν...
Θεοτοκίον
Πρεσβείαις
τῆς Τεκούσης σε, Χριστὲ καὶ τῶν Μαρτύρων σου, Ἀποστόλων Προφητῶν
Ἱεραρχῶν, ὁσίων καὶ Δικαίων, καὶ πάντων τῶν Ἁγίων, τοὺς κοιμηθέντας
δούλους σου ἀνάπαυσον.
Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα Μαρτυρικὰ
Ἦχος πλ. β' Ἀγγελικαὶ δυνάμεις
Ἀθλητικαὶ
ἐνστάσεις ἐπὶ τῶ σκάμματι, τυραννικαὶ αἰκίσεις ἐπὶ τοὺς Μάρτυρας, καὶ
ἵσταντο χοροὶ τῶν Ἀσωμάτων, βραβεῖα κατέχοντες τῆς νίκης, ἐξέστησαν
τυράννους καὶ Βασιλεῖς οἱ σοφοί, καθεῖλον τὸν Βελίαρ, ὁμολογία Χριστοῦ,
ὁ ἐνισχύσας αὐτούς, Κύριε δόξα σοί.
Ἀθλητικὸν
ἀγῶνα ὑπομείναντες οἱ Ἅγιοι, καὶ τὰ βραβεῖα τῆς νίκης, παρὰ σοῦ
κομισάμενοι, κατήργησαν τὰς ἐπινοίας των παρανόμων, ἐδέξαντο στεφάνους
τῆς ἀφθαρσίας. Δι' αὐτῶν ὁ Θεὸς δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα
ἔλεος.
Δόξα... καὶ νύν...
Θεοτοκίον
Ὁ
τὴν εὐλογημένην καλέσας σου Μητέρα, ἦλθες ἐπὶ τὸ πάθος ἑκουσία βουλή,
λάμψας ἐν τῷ Σταυρῶ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοὶς Ἀγγέλοις.
Συγχάρητέ μοί, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας,
Θεὸς δόξα σοί.
Ἔτερα Καθίσματα, μετὰ τὸν Ἄμωμον
Μαρτυρικὸν
Τῶν
Ἁγίων σου ἡ μνήμη Κύριε, ἀνεδείχθη ὡς Παράδεισος ὁ ἐν Ἐδέμ, ἐν αὐτῇ γὰρ
ἀγάλλεται πᾶσα ἡ κτίσις. Διὸ παράσχου ἡμῖν, τὴ αὐτῶν παρακλήσει, εἰρήνην
καὶ τὸ μέγα ἔλεος.
Νεκρώσιμον
Ἀληθῶς
ματαιότης τὰ σύμπαντα, ὁ δὲ βίος σκιὰ καὶ ἐνύπνιον, καὶ γὰρ μάτην
ταράττεται πᾷς γηγενής, ὡς εἶπεν ἡ Γραφή, ὅτε τὸν κόσμον κερδήσομεν,
τότε τῶ τάφω οἰκήσομεν, ὅπου ὁμοῦ Βασιλεῖς καὶ πτωχοί. Διὸ Χριστὲ ὁ
Θεός, τοὺς μεταστάντας ἀνάπαυσον, ὡς φιλάνθρωπος.
Δόξα... καὶ νύν... Θεοτοκίον
Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ
Ἡ
κραταιὰ τῶν γηγενῶν, προστασία καὶ σκέπη, Θεοκυῆτορ Μαριάμ, ἡ τεκοῦσα ἐν
χρόνῳ, τὸν ἄχρονον Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, ἱκέτευε αὐτόν, ὡς Μήτηρ οὖσα
ἐκτενῶς, σὺν Μάρτυσι καὶ Προφήταις, καὶ θείοις Ἀσκηταῖς, σῶσαι τοὺς
μεταστάντας.
Κανὼν εἰς πάντας τοὺς Ἁγίους, οὗ ἡ Ἀκροστιχίς.
Λόγοις γεραίρω τοὺς ἐραστὰς τοῦ Λόγου. Ἰωσήφ.
Ὠδὴ α'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς
Ὁ
αἰσθητὸς Φαραώ, κατεποντίσθη πανστρατί, Ἰσραὴλ δὲ διελθῶν, ἐν μέσῳ τῆς
θαλάσσης ἀνεβόα, Κυρίω τῶ Θεῷ ἡμῶν ἄσωμεν, ὅτι δεδόξασται.
Λελαμπρυσμένω
νοϊ, τοὺς σκοτεινοὺς περὶ τὸ φῶς, δυσσεβοῦντας τυράννους οἱ Μάρτυρες
αἰσχύναντες, πρὸς ἀνέσπερον φέγγος, νικηφόροι γενόμενοι, σοφῶς
μετέβησαν.
Οἱ
Ἱεράρχαι Χριστοῦ, τῶν Ὁσίων ὁ χορός, Προφητῶν καὶ Δικαίων ἁπάντων
ὁμήγυρις, ἀρετῶν ταὶς ἰδέαις, ἀστραπτόμενοι ἔφθασαν, πρὸς οὐρανίους
σκηνάς.
Γυναίων
πᾶσα πληθύς, προσω κειώθη τῶ Θεῷ, καὶ τὴν Εὔαν τὸν δεινῶς ἀπάτη
θανατώσαντα, συμπατήσασα πόνοις, ἀνδρικοὶς μακαρίζεται, ἐνθέοις ἄσμασι.
Νεκρώσιμον
Ὁ
ἀπὸ γὴς κατ' ἀρχάς, πλάσας τὸν ἄνθρωπον Χριστέ, τὰς
ψυχὰς τῶν σῶν δούλων, ἀνάπαυσον δεόμεθα, ἐν σκηναῖς τῶν δικαίων, καὶ ἐν
τόποις ἀνέσεως, ὡς Ὑπεράγαθος.
Θεοτοκίον
Ἱερωτέρα
Ἁγνή, τῶν Χερουβεὶμ καὶ Σεραφείμ, ἀνεδείχθης τεκοῦσα, τὸν ποιητὴν τῆς
κτίσεως, ὃν ἀπαύστως δυσώπει, οἰκτειρῆσαι τοὺς δούλους σου, τοὺς σὲ
δοξάζοντας.
Κανὼν εἰς Κοιμηθέντας, οὗ ἡ Ἀκροστιχίς.
Ἕκτον προσαυδῶ τοὶς ἀπελθοῦσι μέλος.
Ποίημα Θεοφάνους.
Ὁ Εἱρμὸς
Ὡς
ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ, ἴχνεσι, τὸν διώκτην Φαραώ,
καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ὠδήν, ἐβόα ἄσωμεν.
Ἐν
οὐρανίοις θαλάμοις διηνεκῶς, οἱ γενναῖοι Μάρτυρες, δυσωπούσί σε Χριστέ.
Οὓς ἐκ γῆς μετέστησας πιστούς, αἰωνίων ἀγαθῶν, τυχεῖν ἀξίωσον.
Κατακοσμήσας
τὰ πάντα ζῶον μικτόν, μέσον μὲ τὸν ἄνθρωπον, ταπει νότητος ὁμοῦ, καὶ
μεγέθους ἔπλασας, διό, τὰς τῶν δούλων σου ψυχάς, Σῶτερ ἀνάπαυσον.
Τοῦ
παραδείσου πολίτην καὶ γεωργόν, κατ' ἀρχὰς μὲ ἔταξας, παραβάντα δὲ τὴν
σήν, ἐντολὴν ἐξώρισας, διό, τὰς τῶν δούλων σου ψυχάς, Σῶτερ ἀνάπαυσον.
Θεοτοκίον
Ὁ
ἐκ πλευρᾶς διαπλάσας Εὔαν τὸ πρίν, τὴν ἡμῶν προμήτορα,
ἐξ ἀχράντου σου γαστρός, σάρκα περιβάλλεται δι' ἦς, τοῦ θανάτου τὴν
Ἰσχύν, Ἁγνὴ διέλυσε.
Ὠδὴ γ'
Ὁ Εἱρμὸς
Ἐν
τῇ στερρά, τῆς πίστεώς σου πέτρα, τὸν λογισμὸν ἑδράσας τῆς ψυχῆς μου,
στερέωσον Κύριε, σὲ γὰρ ἔχω ἀγαθέ, καταφυγὴν καὶ στερέωμα.
Σωματικοίς,
ὁμιλοῦντες νὺν πόνοις, οἱ Ἀθληταί, τὴν ἄπονον ἐσκόπουν, ἀντίδοσιν
χαίροντες, καὶ νὺν παύουσιν ἡμῶν, πόνους παντοίους ἐν χάριτι.
Γνώμη
στερρά, σοβοῦντες τὰ θηρία, τὰ πονηρά, οἱ θεῖοι Ἱεράρχαι, ἐρρύσαντο
ἄτρωτα, τῆς κακίας τῆς αὐτῶν, τὰ τοῦ Χριστοῦ θεία θρέμματα.
Ἐθελοντί,
ζυγὸν τὸν τοῦ Κυρίου, ὑπεισελθῶν, χορὸς ὁ τῶν ὁσίων, ἐνέκρωσε φρόνημα,
τῆς σαρκὸς καὶ τὴν ζωήν, τὴν δι' αἰῶνος ἀπέλαβε.
Νεκρώσιμον
Ῥύσαι
πυρός, Χριστὲ τοῦ αἰωνίου, τοὺς εὐσεβῶς, τοῦ βίου μεταστάντας, καὶ δὸς
αὐτοῖς ἄφεσιν, ὀφλημάτων ἀγαθέ, καὶ αἰωνίαν ἀπόλαυσιν.
Θεοτοκίον
Οἱ
τὸν Χριστόν, ποθήσασαι Γυναῖκες, σὲ τὴν αὐτόν, ἀρρήτως τετοκυίαν,
πανάχραντε Δέσποινα, γεγηθότι λογισμῶ, περιϊστᾶσαι νὺν χορεύουσι.
Κανὼν τῶν Κοιμηθέντων
Ὁ Εἱρμὸς
Οὐκ
ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας τῶν πιστῶν σου
ἀγαθέ, καὶ στερεώσας αὐτούς, ἐν τῇ πέτρα τῆς ὁμολογίας σου.
Νομίμως
ἤθλησαν οἱ σοί, Μάρτυρες ζωοδότα, καὶ στεφάνω τῆς νίκης, κοσμηθέντες
παρὰ σοῦ, τοὶς μεταστάσι πιστοίς, αἰωνίαν λύτρωσιν αἰτούσί σε.
Παιδεύσας
πρότερον πολλοίς, τέρασι καὶ σημείοις, ἐμὲ τὸν πλανηθέντα, ἐπ' ἐσχάτων
σεαυτόν, κενώσας ὡς συμπαθής, καὶ ζητήσας εὗρες καὶ διέσωσας.
Ῥεόντων
ἄστατον φοράν, τοὺς πρὸς σὲ διαβάντας, ἐν σκηναῖς αἰωνίοις, κατοικεῖν
χαρμονικῶς, ἀξίωσον Ἀγαθέ, δικαιώσας πίστει τε καὶ χάριτι.
Θεοτοκίον
Οὐκ
ἔστιν ἄμεμπτος ὡς σύ, πάναγνε Θεομῆτορ, μόνη γὰρ ἐξ αἰῶνος, τὸν Θεὸν τὸν
ἀληθῆ, συνέλαβες ἐν γαστρί, τοῦ θανάτου λύσαντα τὴν δύναμιν.
Ὠδὴ δ'
Ὁ Εἱρμὸς
Ἀκήκοα
Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην,
δόξα τὴ δυνάμει σου Κύριε.
Ἱστάμενοι
ἔβλεπον, τὸν ἀλαζόνα οἱ Ἀθλοφόροι, πρὸ ποδῶν αὐτῶν πατούμενον, καὶ τὸν
πάντων Κτίστην, εὐχαρίστως ἐδόξαζον.
Ῥημάτων
λαμπρότητας, οἱ Ἱεράρχαι καθοπλισθέντες, πρὸς τὸ φῶς τῆς ἐπιγνώσεως,
τοὺς ἀνθρώπους, σκότους τῶν αἱρέσεων ἔσωσαν.
Ὡς
ἄνθρακες ὤφθησαν, τὴ πρὸς τὸ θεῖον θερμὴ συνέσει, καὶ τὰ πάθη
καταφλέξαντες, τὰ ὑλώδη, Ὅσιοι μεγάλως δοξάζονται.
Νεκρώσιμον
Τῶν
ζώντων τε Κύριε, καὶ τῶν θανόντων ἐξουσιάζων, οὓς μετέστησας ἀνάπαυσον,
μετὰ πάντων, εὐαρεστησάντων σοὶ Δέσποτα.
Θεοτοκίον
Κύριος
Ἄχραντε, ἐκ σοῦ ἀρρήτως σάρκα φορέσας, τῶν Γυναίων τὸν κατάλογον, ἐν
ἀνδρείᾳ, διηγωνισμένον προσήκατο.
Κανὼν τῶν Κοιμηθέντων
Ὁ Εἱρμὸς
Χριστός
μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει
ἀνακράζουσα, ἐκ διανοίας καθαράς, ἐν Κυρίῳ ἑορτάζουσα.
Σοφίας
μείζονος, δεικνύων γνώρισμα, καὶ τῆς περὶ τὰ δῶρα πολυτελοῦς, Δέσποτα
χρηστότητος, τὰς τῶν Μαρτύρων χορείας, τοὶς Ἀγγέλοις συνηρίθμησας.
Ἀφράστου
δόξης σου, τυχεῖν ἀξίωσον, τοὺς πρὸς σὲ μεταστάντας, ἔνθα Χριστέ, τῶν
εὐφραινομένων ἐστίν, ἡ κατοικία καὶ φωνή, καθαρὰς ἀγαλλιάσεως.
Ὑμνοῦντας
πρόσδεξαι, τὸ θεῖον κράτος σου, οὓς ἐκ γῆς προσελάβου, τέκνα φωτός,
τούτους ἐργαζόμενος, τῆς ἁμαρτίας τὴν ἀχλύν, ἐκκαθαίρων πολυέλεε.
Θεοτοκίον
Δοχεῖον
ἄχραντον, Ναὸν πανάμωμον, Κιβωτὸν παναγίαν, παρθενικόν, τόπον
ἁγιάσματος, σὲ καλλονὴν τοῦ Ἰακώβ, ὁ Δεσπότης ἐξελέξατο.
Ὠδὴ ε'
Ὁ Εἱρμὸς
Ὁ
τὸ φῶς ἀνατέλλων τῷ κόσμῳ Χριστέ, φώτισον τὴν καρδίαν μου, ἐκ νυκτὸς σοὶ
κραυγάζοντος, καὶ σώσόν με.
Ὑφαντὸν
ἐκ τῆς ἄνωθεν χάριτος, ἐνδυθέντες ἱμάτιον Ἀθληταί, τὸν ἐχθρὸν
ἀπεγυμνώσατε.
Σὺν
ἁγίοις Προφήταις τιμήσωμεν, Ἱεράρχας θεόφρονας, καὶ Ὁσίους Θεῷ
εὐαρεστήσαντας.
Ἐκ
περάτων τοῦ σύμπαντος Μάρτυρες, ἐναθλοῦντες κεκράγατε, καὶ Χριστὸς τῆς
φωνῆς ὑμῶν εἰσήκουσε.
Θεοτοκίον
Ῥυομένη
ἡμᾶς πάσης φάνηθι, τοῦ ἐχθροῦ βλάβης Δέσποινα, δυσωποῦσα Χριστὸν τὸν
μόνον εὔσπλαγχνον.
Κανὼν τῶν Κοιμηθέντων
Ὁ Εἱρμὸς
Τῶ
θείω φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοὶ ψυχάς, πόθω καταύγασον
δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων
ἀνακαλούμενον.
Ὡς
ὁλοκάρπωσις ἱερά, καὶ ὡς ἀπαρχὴ τῆς ἀνθρωπίνης οἱ Μάρτυρες φύσεως, τῶ
δεδοξασμένω προσενεχθέντες Θεῷ, ἡμῖν τὴν σωτηρίαν ἀεὶ βραβεύουσι.
Τῆς
οὐρανίου διαγωγῆς, τῆς διανομῆς τῶν χαρισμάτων ἀξίωσον Δέσποτα, τοὺς
προκοιμηθέντας πιστοὺς ἱκέτας σου, παρέχων τῶν πταισμάτων τὴν
ἀπολύτρωσιν.
Ὁ
μόνος φύσει ζωοποιός, τὸ τῆς ἀγαθότητος ὄντως, ἀνεξιχνίαστον πέλαγος,
τοὺς τελειωθέντας, τῆς Βασιλείας τῆς σῆς, ἀξίωσον Οἰκτίρμον μόνε
ἀθάνατε.
Θεοτοκίον
Ἰσχὺς
καὶ ὕμνησις ὁ ἐκ σοῦ, Δέσποινα τοῦ κόσμου γεννηθείς, καὶ σωτηρία ἐγένετο
τοὶς ἀπολλυμένοις, ἐκ τῶν τοῦ Ἄδου πυλῶν, ῥυόμενος τοὺς πίστει σὲ
μακαρίζοντας.
Ὠδὴ ς'
Ὁ Εἱρμὸς
Τῶ
κήτει καταποθεῖς, τῶ τῆς ἁμαρτίας κραυγάζω σοί, Χριστέ. Ὡς τὸν Προφήτην,
ἐκ φθορᾶς μὲ ἐλευθέρωσον.
Αἱμάτων
θείαις ῥοαίς, νοητοὺς ἐχθροὺς ἐβυθίσατε, πιστῶν δὲ τὰς καρδίας,
Ἀθλοφόροι κατηρδεύσατε.
Σταυρώσαντες
ἑαυτούς, κόσμω καὶ τοὶς πάθεσιν, Ὅσιοι σοφοὶ σὺν Ἱεράρχαις, θείας δόξης
ἠξιώθητε.
Τῶν
Προφητῶν ὁ χορός, καὶ σεπτῶν Γυναίων κατάλογος, καλῶς ἠγωνισμένος, κατὰ
χρέος μακαρίζονται.
Νεκρώσιμον
Ἀνάπαυσον
ὁ Θεός, τῶν προκοιμηθέντων τὰ πνεύματα, μετὰ τῶν ἐκλεκτῶν σου, παρορῶν
αὐτῶν τὰ πταίσματα.
Θεοτοκίον
Σαρκὶ
τεκοῦσα Χριστόν, τῆς σαρκός μου τὰ πάθη θανάτωσον, καὶ ζώωσον Παρθένε,
τὴν ψυχήν μου μεσιτεία σου.
Κανὼν τῶν Κοιμηθέντων
Ὁ Εἱρμὸς
Τοῦ
βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῶ κλύδωνι, τῶ εὐδίω
λιμένι σου προσδραμῶν, βοῶ σοί. Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου
πολυέλεε.
Σταυρῶ
προσηλούμενος, τῶν Μαρτύρων τοὺς χορούς, πρὸς ἑαυτὸν συνήγαγες,
μιμουμένους τὸ πάθος σου Ἀγαθέ, διό σου δεόμεθα, τοὺς πρὸς σὲ
μεταστάντας διανάπαυσον.
Ἀφράστω
τὴ δόξη σου, ὅταν ἔλθης φοβερός, κρίναι τὸν κόσμον ἅπαντα, ἐν νεφέλαις
εὐδόκησον Λυτρωτά, φαιδρὼς ὑπαντήσαί σοί, οὓς ἐκ γῆς προσελάβου, πιστούς
δούλους σου.
Πηγὴ
ζωῆς πέφυκας, ἐν ἀνδρείᾳ θεϊκή, πεπεδημένους Δέσποτα, ὁ ἐξάγων τοὺς
δούλους σου τοὺς πρὸς σέ, πιστῶς ἐκδημήσαντας, ἐν τρυφῇ Παραδείσου
κατασκήνωσον.
Θεοτοκίον
Εἰς
γὴν ἀπεστράφημεν, παραβάντες τοῦ Θεοῦ, τὴν ἐντολὴν τὴν ἔνθεον, διὰ σοῦ,
δὲ Παρθένε πρὸς οὐρανόν, ἐκ γῆς ἀνυψώθημεν, τὴν φθορὰν τοῦ θανάτου
ἐκτινάξαντες.
Ὠδὴ ζ'
Ὁ Εἱρμὸς
Ὁ
τῶν ὁσίων σου Παίδων, τὸν ὕμνον ἐπακούσας, καὶ τὴν κάμινον καιομένην
δροσίσας, εὐλογητὸς εἶ Κύριε.
Τοὺς
τοῦ Χριστοῦ Ἀθλοφόρους, τοὺς σβέσαντας τὴν φλόγα, ὄμβροις αἱμάτων, τῆς
δεινῆς ἀθεϊας, μελωδικῶς τιμήσωμεν.
Οἱ
εὐκλεεῖς Ἱεράρχαι, αἱρέσεων χειμῶνα διαλύσαντες, πρὸς τὸ ἔαρ τὸ θεῖον,
χαρμονικῶς μετέστησαν.
Ὑπομονὴ
ἐν πλουσίᾳ, τοῦ Πνεύματος τὴν χάριν, ἐπλουτήσατε Ἀσκηταὶ καὶ τὰ θράση,
τῶν δυσμενῶν ὠλέσατε.
Νεκρώσιμον
Λειμῶνας
τοὺς τῆς τρυφῆς σου, κληρώσασθαι, ἐν πίστει καταξίωσον, τοὺς μεταστάντας
τοῦ βίου, Οἰκτίρμον ὡς φιλάνθρωπος.
Θεοτοκίον
Ὁ
σὲ τὴν Παρθένον δείξας, ἁγνὴν καὶ μετὰ τόκον, τῶν ἁγίων σοί, Γυναικῶν
τὰς χορείας, ἀκολουθούσας ἔσχηκε.
Κανὼν τῶν Κοιμηθέντων
Ὁ Εἱρμὸς
Δροσοβόλον
μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοὶς ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ
καταφλέγον, πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν. Εὐλογητὸς εἶ ὁ
Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Λυτρωθέντες
τῶ σῶ αἵματι οἱ Μάρτυρες, τῆς πρώτης παραβάσεως, ῥαντισθέντες δὲ τῶ ἰδίω
αἵματι, τὴν σὴν σαφῶς εἰκονίζουσι σφαγήν. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν
Πατέρων ἡμῶν.
Θρασυνόμενον
τὸν θάνατον ἐνέκρωσας, Λόγε ζωαρχικώτατε, τοὺς ἐν πίστει δὲ κοιμηθέντας,
πρόσδεξαι τανῦν, ὑμνοῦντας καὶ ψάλλοντας Χριστέ. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ
τῶν Πατέρων ἡμῶν.
Ὁ
ψυχώσας μὲ τὸν ἄνθρωπον φυσήματι, θείω θεαρχικώτατε, τοὺς μεταστάντας
βασιλείας Δέσποτα τῆς σῆς, ἀξίωσον ψάλλειν σοὶ Σωτήρ. Εὐλογητὸς εἶ ὁ
Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ὑπερτέρα
πάσης κτίσεως Πανάμωμε, γέγονας συλλαβοῦσα Θεόν, τὸν συντρίψαντα τοῦ
θανάτου πύλας, καὶ μοχλοῦς συνθλάσαντα, ὅθεν σὲ Ἁγνή, ὑμνολογοῦμεν οἱ
πιστοὶ ὡς Θεομήτορα.
Ὠδὴ η'
Ὁ Εἱρμὸς
Οἱ
ὅσιοί σου Παῖδες ἐν τῇ καμίνω, τὰ Χερουβεὶμ ἐμιμήσαντο, τὸν τρισάγιον
ὕμνον ἀναβοῶντες. Εὐλογεῖτε, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε τὸν Κύριον.
Γενναίως
τῶν βασάνων τὴν τρικυμίαν, αἰκιζόμενοι χάριτι, οἱ θεῖοι Μάρτυρες
διελθόντες, εἰς γαλήνην βαθεῖαν, τῆς ἄνω Βασιλείας κατήντησαν.
Οἱ
ὅσιοι καὶ πάνσοφοι Ἱεράρχαι, ἀναφανέντες ὡς ἥλιος, φωταγωγοῦσι τὴν
οἰκουμένην, διδαγμάτων ἀκτίσι, καὶ ταὶς τῶν θαυμάτων λαμπρότησι.
Ὑμνήσωμεν
Γυναίων τὰς φιλοθέους, καὶ τοὺς ἀσκήσει τε καὶ ἀθλήσει, δουλεύσαντας τῶ
Κτίστη, καὶ πρεσβευτὰς γενομένους, πρὸς τὸν τῶν ὅλων Δεσπότην καὶ
Κύριον.
Νεκρώσιμον
Ὑμνήσωμεν
Δικαίους τοὺς ἀπ' αἰῶνος, τοὺς θεηγόρους Προφήτας, καὶ ἐκβοήσωμεν
κατανύξει. Τούτων Λόγε πρεσβείαις, τοὺς πίστει μεταστάντας ἀνάπαυσον.
Θεοτοκίον
Ὅλην
σὲ τὴν πλησίον Θεοῦ Παρθένε, χορὸς Γυναίων ἠγάπησε, καὶ σοῦ ὀπίσω
προσηνέχθη, τῶ Δεσπότη τῶν ὅλων, συμφώνως μακαρίζων σὲ Ἄχραντε.
Κανὼν τῶν Κοιμηθέντων
Ὁ Εἱρμὸς
Ἐκ
φλογὸς τοὶς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας,
ἅπαντα γὰρ δρὰς Χριστέ, μόνω τῶ βούλεσθαι, σὲ ὑπερυψοῦμεν, εἰς πάντας
τοὺς αἰῶνας.
Σταθερῶς
τοὺς ἀγῶνας ἐπιδειξάμενοι, τῶ τῆς νίκης στεφάνω κατεκοσμήθητε, Μάρτυρες
Χριστοῦ, ἀθλοφόροι κραυγάζοντες. Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ἱερῶς
τοὺς τὸν βίον ἀπολιπόντας πιστούς, καὶ πρὸς σὲ τὸν Δεσπότην
μεταχωρήσαντας, δέξαι προσηνῶς ἀναπαύων ὡς εὔσπλαγχνος, σὲ ὑπερυψοῦντας,
εἰς πάντας τούς αἰῶνας.
Νὺν
ἐν γῆ τῶν πραέων πάντας αὐλίζεσθαι, τοὺς προκεκοιμημένους Σῶτερ
εὐδόκησον, πίστει τὴ εἰς σέ, δικαιώσας καὶ χάριτι, σὲ ὑπερυψοῦντας, εἰς
πάντας τούς αἰῶνας.
Θεοτοκίον
Μακαρίζομεν
πάντες σὲ Παμμακάριστε, τὴν τὸν Λόγον τὸν ὄντως ὄντα μακάριον, σάρκα δι'
ἡμᾶς, γεγονότα γεννήσασαν, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ'
Ὁ Εἱρμὸς
Ἡ
τὸ Χαῖρε, δι' Ἀγγέλου δεξαμένη, καὶ τεκοῦσα τὸν κτίστην τὸν ἴδιον
Παρθένε σῶζε τοὺς σὲ μεγαλύνοντας.
Ἱερεῖα,
καθαρὰ προσενεχθέντες τῶ Δεσπότη ἀθλοφόροι Μάρτυρες αὐτὸν αἰτεῖσθε σῶσαι
τὰς ψυχὰς ἡμῶν.
Ὡς
ποιμένες, ἐπὶ χλόην εὐσεβείας, Ἱεράρχαι πιστοὺς ἐποιμάνατε, καὶ νὺν εἰς
μάνδραν θείαν ἐσκηνώσατε.
Σὺν
ἁγίοις, Ἱεράρχαις καὶ Προφήταις καὶ Γυναίων χορῶ ἐναθλήσαντι, τοὺς τῶν
Ὁσίων χοροὺς μακαρίσωμεν.
Νεκρώσιμον
Ἧς
μετέσχον, εὐφροσύνης ἀϊδίου, τῶν Ἁγίων οἱ δῆμοι, ἀξίωσον τοὺς
μεταστάντας, τυχεῖν Πολυέλεε.
Θεοτοκίον
Φῶς
τεκοῦσα, φωταγώγησον Παρθένε τὴν ψυχήν μου τὸ σκότος διώκουσα, τῆς
ἁμαρτίας, Ἁγνὴ τὸ βαρύτατον.
Κανὼν τῶν Κοιμηθέντων
Ὁ Εἱρμὸς
Θεὸν
ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ, τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ
σοῦ δὲ Πάναγνε, ὠράθη βροτοίς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν
ταίς οὐρανίαις Στρατιαῖς, σὲ μακαρίζομεν.
Ἐλπὶς
Μαρτύρων χοροὺς ἐνεύρωσε, καὶ πρὸς τὴν σὴν ἀγάπην διαπύρως ἑπτέρωσε, τῶν
μελλόντων τούτοις προτυπώσασα, τὴν μὴ σαλευομένην ὄντως ἀνάπαυσιν, ἢς
τούς μεταστάντας Ἀγαθὲ πιστοὺς ἀξίωσον.
Λαμπρὰς
καὶ θείας τυχεῖν ἑλλάμψεως, τῆς σῆς Χριστὲ τοὺς πίστει μεταστάντας
εὐδόκησον, τὴν ἐν κόλποις Ἀβραὰμ ἀνάπαυσιν, μόνος ὡς ἐλεήμων, τούτοις
δωρούμενος, καὶ τῆς αἰωνίου ἀξιῶν μακαριότητος.
Ὁ
ὧν τὴ φύσει χρηστὸς καὶ εὔσπλαγχνος, καὶ θελητὴς ἐλέους,
εὐσπλαγχνίας ἡ ἄβυσσος, οὓς ἐκ τόπου τούτου τῆς κακώσεως, καὶ σκιὰς τοῦ
θανάτου Σῶτερ μετέστησας ἔνθα καταλάμπει σου τὸ φῶς, τούτους κατάταξον.
Θεοτοκίον
Σκηνὴν
ἁγίαν Ἁγνὴ γινώσκομεν, καὶ Κιβωτὸν καὶ Πλάκα σὲ τοῦ νόμου τῆς χάριτος,
διὰ σοῦ γὰρ ἄφεσις δεδώρηται τοὶς δεδικαιωμένοις, διὰ τοῦ αἵματος τοῦ
σωματωθέντος, ἐκ τῆς σῆς γαστρὸς Πανάμωμε.
Στιχηρὰ τῶν Αἴνων Μαρτυρικὰ
Ἦχος πλ. β'
Κύριε,
ἐν τῇ μνήμη τῶν Ἁγίων σου, πᾶσα ἡ κτίσις ἑορτάζει, οἱ οὐρανοὶ ἀγάλλονται
σὺν τοὶς Ἀγγέλοις, καὶ ἡ γῆ εὐφραίνεται σὺν τοὶς ἀνθρώποις. Αὐτῶν ταὶς
παρακλήσεσιν, ἐλέησον ἡμᾶς.
Κύριε,
εἰμὴ τοὺς Ἁγίους σου εἴχομεν πρεσβευτάς, καὶ τὴν ἀγαθότητά σου,
συμπαθοῦσαν ἡμῖν, πῶς ἐτολμῶμεν Σωτὴρ ὑμνήσαί σε, ὃν εὐλογοῦσιν ἀπαύστως
Ἄγγελοι; Καρδιογνώστα, φεῖσαι τῶν ψυχῶν ἡμῶν.
Μνήμη
Μαρτύρων, ἀγαλλίαμα τοὶς φοβουμένοις τὸν Κύριον, ἀθλήσαντες γὰρ διὰ
Χριστόν, στεφάνους παρ' αὐτοῦ ἐκομίσαντο, καὶ νὺν ἐν παρρησίᾳ
πρεσβεύουσιν, ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Τοὺς
ἐκλεκτοὺς ἐθαυμάστωσε, καὶ ἁγίους ὁ Θεὸς ἡμῶν, ἀγαλλιᾶσθε καὶ
εὐφραίνεσθε, πάντες οἱ δοῦλοι αὐτοῦ, ὑμῖν γὰρ ἡτοίμασε τὸν στέφανον, καὶ
τὴν Βασιλείαν αὐτοῦ, ἀλλ' αἰτοῦμεν, καὶ ἡμῶν μὴ ἐπιλάθησθε.
Δόξα... καὶ νύν...
Θεοτοκίον
Σὺ
εἶ ὁ Θεὸς ἡμῶν, ὁ ἐν σοφίᾳ τὰ πάντα δημιουργῶν καὶ πληρῶν. Προφήτας
ἐξαπέστειλας, Χριστέ, προφητεύσαί σου τὴν παρουσίαν, καὶ Ἀποστόλους
κηρύξαί σου τὰ μεγαλεῖα, καὶ οἱ μὲν προεφήτευσαν τὴν ἔλευσίν σου, οἱ δὲ
τῶ βαπτίσματι ἐφώτισαν τὰ ἔθνη. Μάρτυρες δὲ ἔτυχον ὧν πὲρ ἐπόθουν, καὶ
πρεσβεύει σοὶ ὁ χορὸς τῶν ἀμφοτέρων, σὺν τὴ τεκούση σε. Ἀνάπαυσον Κύριε
ψυχάς, ἃς προσελάβου, καὶ ἡμᾶς καταξίωσον τῆς Βασιλείας σου, ὁ Σταυρὸν
ὑπομεῖνας, δι' ἐμὲ τὸν κατάκριτον, ὁ Λυτρωτής μου καὶ Θεός.
Ἀπόστιχα τῶν Αἴνων Νεκρώσιμα
Ὅλην ἀποθέμενοι
Ἔχων
ἀκατάληπτον, τὴν εἰς ἡμᾶς εὐσπλαγχνίαν, καὶ πηγὴν ἀκένωτον θεϊκῆς
χρηστότητος πολυέλεε, τοὺς πρὸς σὲ Δέσποτα, μεταβεβηκότας, ἐν γῆ ζώντων
κατασκήνωσον, εἰς τὰ σκηνώματα, τὰ ἀγαπητὰ καὶ ποθούμενα, κατάσχεσιν
δωρούμενος, τὴν διηνεκῶς διαμένουσαν, σὺ γὰρ ὑπὲρ πάντων, ἐξέχεας τὸ
αἴμά σου Χριστέ, καὶ ζωηφόρω τιμήματι, κόσμον ἐξηγόρασας.
Νέκρωσιν
ὑπέμεινας, ζωοποιὸν ἑκουσίως, καὶ ζωὴν ἐπήγασας, καὶ τρυφὴν ἀϊδιον
πιστοὶς δέδωκας, ἐν ἢ κατάταξον, τοὺς κεκοιμημένους, ἐπ' ἐλπίδι
ἀναστάσεως, τὰ τούτων πταίσματα, πάντα συγχωρῶν ἀγαθότητι, ὡς μόνος
ἀναμάρτητος, μόνος ἀγαθὸς καὶ φιλάνθρωπος, ἵνα διὰ πάντων, ὑμνήταί σου
τὸ ὄνομα Χριστέ, καὶ σεσωσμένοι δοξάζωμεν, τὴν οἰκονομίαν σου.
Ζώντων
κυριεύοντα, θεαρχικὴ ἐξουσία, καὶ νεκρῶν δεσπόζοντα, σὲ Χριστὲ
γινώσκοντες ἱκετεύομεν. Τοὺς πιστοὺς δούλους σου, τοὺς πρὸς σὲ τὸν
μόνον, εὐεργέτην ἐκδημήσαντας, αὐτοὺς ἀνάπαυσον, σὺν τοὶς ἐκλεκτοίς σου
φιλάνθρωπε, ἐν τόποις ἀναψύξεως, ἐν ταῖς τῶν Ἁγίων λαμπρότησι, θελητὴς
ἐλέους, ὑπάρχεις γὰρ καὶ σώζεις ὡς Θεός, οὓς κατ' εἰκόνα σου ἔπλασας,
μόνε πολυέλεε.
Δόξα... καὶ νύν...
Θεοτοκίον ὅμοιον
Ὤφθης
ἐνδιαίτημα, θεοπρεπὲς Παναγία, Θεὸν γὰρ ἐχώρησας, καὶ Χριστὸν ἐγέννησας
ἀπειρόγαμε, βροτὸν ὁρώμενον, ἐν δυσὶν οὐσίαις, ἐν μιὰ τῇ ὑποστάσει δέ,
ὅν ἐκδυσώπησον, ὡς μονογενὴ καὶ πρωτότοκον, τὸν σὲ παρθένον ἄμωμον, καὶ
μετὰ τὸν τόκον φυλάξαντα, ψυχὰς ἀναπαῦσαι, τῶν πίστει κοιμηθέντων ἐν
φωτί, ἐν ἀκηράτῳ φαιδρότητι, καὶ μακαριότητι.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοὶ
Μνήσθητί
μου, ὁ Θεὸς ὁ Σωτήρ μου, ὅταν ἔλθης ἐν τῇ Βασιλεία σου, καὶ σώσόν με, ὡς
μόνος φιλάνθρωπος.
Ὁ
Προφήτας, Διδασκάλους καί, Ὁσίους, καὶ Δικαίους, δοξάσας φιλάνθρωπε,
αὐτῶν πρεσβείαις, σῶσον ἡμᾶς, Κύριε.
Μαρτυρικὸν
Πὺρ
καὶ ξίφος, ξέσεις καὶ ἀγρίους θήρας, Ἀθλοφόροι μὴ πτήξαντες ἔνδοξοι, τῆς
ἀϊδίου, ζωῆς ἠξιώθητε.
Νεκρώσιμον
Μετὰ
πάντων, τῶν Ἁγίων καὶ Δικαίων, τάξον Λόγε οὓς πίστει μετέστησας, ἐκ τῶν
προσκαίρων, ὅπως σε δοξάζωμεν.
Δόξα...
Παντοκράτορ,
ἡ Τριὰς ἡ ἐν Μονάδι, ὑμνουμένη ἐκ γῆς οὓς μετέστησας, πιστοὺς ἐν
κόλποις, Ἀβραὰμ κατάταξον.
Καὶ νύν...
Θεοτοκίον
Μακαρία,
γενεαῖς ἐν πάσαις ὤφθης, τὸν Θεὸν γὰρ τὸν ὄντως μακάριον, ἀνερμηνεύτως,
ἐκύησας Ἄχραντε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου