ΣΕΠΤΕΜΒΡΙΟΣ
ΤΗ Ε’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ἁγίου Προφήτου Ζαχαρίου, πατρὸς τοῦ Προδρόμου.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ς’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος δ’
Ἔδωκας σημείωσιν.
Χρῖσμα περικείμενος, στολήν τε θείαν ἀοίδιμε, Ζαχαρία ὡς ἄγγελος, Θεῷ ἱεράτευσας, μεσιτεύων πλάστῃ, καὶ πλάσματι μάκαρ, καὶ τὰς δηλώσεις ἐναργῶς, τοῦ θείου Πνεύματος εἰσδεχόμενος· διὸ σε μακαρίζομεν, καὶ τὴν ἁγίαν σου σήμερον, ἐκτελοῦντες πανήγυριν, τὸν Σωτῆρα δοξάζομεν.
Παιδίον ἑώρακας, ἀποτεχθὲν τῆς νεάνιδος, Ζαχαρία θεόπνευστε, Πατρὸς τὸν συνάναρχον, καὶ τῷ σῷ προδήλως, προλέγεις παιδίῳ· Προφήτης ἔσῃ ἀληθῶς, τούτου τάς τρίβους ἑτοιμαζόμενος· μεθ᾿ οὗ σε μακαρίζομεν, καὶ τὴν σεπτήν σου πανήγυριν, ἱερῶς ἑορτάζομεν, θεοφόρε Πανόλβιε.
Ναὸς ζῶν καὶ ἔμψυχος, τοῦ θείου Πνεύματος πέφυκας· καὶ ναοῦ μέσον ἔνδοξε, Θεῷ συγγινόμενος, καθαρᾷ καρδίᾳ ἀδίκως ἐσφάγης, μαρτυρικῶς ἀποπληρῶν, τὸν θεῖον δρόμον σου Ἀξιάγαστε· διὸ πρὸς τὸν οὐράνιον, ναὸν ἀνῆλθες ἐν αἵματι, τῷ ἰδίῳ αἰτούμενος, ἱλασμὸν τοῖς τιμῶσι σε.
Δόξα...
Ἦχος πλ. δ’
Ἰωάννου Μοναχοῦ.
Ἱερωσύνης νομικῆς, ἐνδεδυμένος ὄντως στολήν, κατὰ τὴν τάξιν Ἀαρὼν ἐλειτούργησας· καὶ παρεστὼς ἐν τῷ ναῷ, ἀγγελικὴν μορφὴν ἐμφανῶς, ἐθεάσω παμμακάριστε· διό σου τὴν μετάστασιν ἅπαντες, μέλποντες χρεωστικῶς Ζαχαρία, ᾄσμασιν εὐφημοῦμεν, σὲ τὸν μετὰ τὸ γῆρας ἐκβλαστήσαντα, Ἰωάννην τὸν ἔνδοξον. Πρέσβευε ὑπέρ ἡμῶν, τὸν ἐλεήμονα Θεόν, σωθῆναι ἡμᾶς.
Καὶ νῦν... Θεοτοκίον.
Κύριε,
εἰ καὶ
κριτηρίῳ.
Κύριε, σὺ τῆς σὲ τεκούσης πρεσβείαις, περιφρούρησον τὴν ποίμνην σου, ἣν περ αἵματί σου τιμίῳ, ὡς οἰκτίρμων ἐξηγόρασας, καὶ ἐπηρείας ἐχθρῶν, ἀπήμαντον συντήρησον, ὅπως ὑμνοῦντες δοξολογῶμεν, σοῦ τὴν θείαν συγκατάβασιν.
Ἢ Σταυροθεοτοκίον.
Κύριε, ὅτε σε ὁ ἥλιος εἶδεν, ἐπὶ τοῦ ξύλου κρεμάμενον, Ἥλιε τῆς δικαιοσύνης, τὰς ἀκτῖνας ἐναπέκρυψε· καὶ τῆς σελήνης τὸ φῶς, εἰς σκότος μετεβάλετο, ἡ δὲ πανάμωμός σου Μήτηρ, τὰ σπλάγχνα διετέτρωτο.
Εἰς τὸν Στίxον, Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. δ’
Ὢ τοῦ παραδόξου
θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! ὁ παρεστὼς τῷ Θεῷ, ἐν ὑψίστοις Ἀρχάγγελος, λειτουργῷ θεόφρονι, Ζαχαρία τὴν σύλληψιν, τὴν τοῦ Προδρόμου εὐαγγελίζεται, παρ᾿ ἡλικίαν ἐκ τῆς στειρώσεως, Ὢ τῆς ἀφράστου σου, προμηθείας Δέσποτα! δι᾿ ἧς Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος.
Στίχ. Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ποιῶν θαυμάσια μόνος.
Ὢ τοῦ παραδόξου θαύματος! τῆς Παλαιᾶς τὴν σιγήν, καὶ τῆς Νέας τὴν ἔκφανσιν, Ζαχαρίου κώφευσις, προφητεύει σαφέστατα· τὴν γὰρ τοῦ νόμου σιγήσας πλήρωσιν, τὸ φῶς ὑπέδειξε τὸ τῆς χάριτος, Ὢ τῆς προνοίας σου, τῆς σοφῆς Φιλάνθρωπε! δι᾿ ἧς ἡμᾶς, πάντας περιφρούρησον ὡς παντοδύναμος.
Στίχ. Καὶ σὺ παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ.
Ὢ τοῦ παραδόξου θαύματος! ἐν ἱερεῦσι πιστός, καὶ ἐν Μάρτυσιν ἄριστος, καὶ Προφήτης ἔνδοξος, προμηνύων τὰ μέλλοντα, ὁ Ζαχαρίας Δέσποτα δείκνυται, τριπλῷ στεφάνῳ κατακοσμούμενος, Ὢ τῶν πλουσίων σου, δωρεῶν φιλάνθρωπε! δι᾿ὧν Χριστέ, πάντας καταξίωσον, τῆς βασιλείας σου.
Δόξα...
Ἦχος β’
Ἀνατολίου.
Ὡς καθαρὸς ἱερεύς, εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσέδυς· καὶ τὴν στολὴν τὴν ἱερὰν ἐνδυσάμενος, ἀμέμπως τῷ Θεῷ ἐλειτούργησας, ὡς Ἀαρὼν νομοθετῶν, καὶ ὡς Μωσῆς ποδηγῶν τὰς φυλὰς τοῦ Ἰσραήλ, ἐν τῇ τῶν κωδώνων ἀκραιφνεῖ συμβολῇ· διὸ καὶ πεφόνευσαι· ἀλλὰ τὸ αἷμά σου τὸ δίκαιον, ἡμῖν σωτήριον ἴαμα γέγονε, καὶ ὡς μύρον εὐῶδες, τὰς ἀκοὰς ἀνοίγει, πρὸς πορισμὸν τῆς αἰωνίου ζωῆς, Ζαχαρία τρισόλβιε, τοῦ Βαπτιστοῦ Ἰωάννου ὁ γενέτης, καὶ τῆς Ἐλισάβετ ὁ σύνευνος, ἐκτενῶς πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον.
Ὅτε ἐκ τοῦ ξύλου σε.
Ὄντως ὑπερῆραν ἀληθῶς, τῶν ἀνομιῶν μου τὰ πλήθη, τὴν κεφαλήν μου ἁγνή, καὶ αἱ ἀνομίαι μου ὑπερεπλήθυναν, καὶ φορτία δυσβάστακτα, καὶ ἄμετρα Κόρη, κέκτημαι ὁ δείλαιος, καὶ ἀδιόρθωτος. Σὺ οὖν, τῇ θερμῇ σου πρεσβείᾳ, πρόφθασον καὶ σῶσόν με μόνη, τῶν ἁμαρτανόντων ἡ διόρθωσις.
Ἢ Σταυροθεοτοκίον.
Πόνους ὑπομείνασα πολλούς, ἐν τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου σταυρώσει ἄχραντε, ἔστενες δακρύουσα καὶ ὀλολύζουσα, Οἴμοι! τέκνον γλυκύτατον· ἀδίκως πῶς πάσχεις, θέλων πάντας ῥύσασθαι, τοὺς ἐξ Ἀδὰμ γηγενεῖς· ὅθεν, Παναγία Παρθένε, σὲ παρακαλοῦμεν ἐν πίστει, ἵλεων ἡμῖν τοῦτον ἀπέργασαι.
Ἀπολυτίκιον Ἦχος δ’
Κατεπλάγη Ἰωσὴφ.
Ἱερωσύνης στολισμόν, περιβαλλόμενος σοφέ, κατὰ τὸν νόμον τοῦ Θεοῦ, ὁλοκαυτώματα δεκτά, ἱεροπρεπῶς προσενήνοχας Ζαχαρία· καὶ γέγονας φωστήρ, καὶ θεατὴς μυστικῶν, τὰ σύμβολα ἐν σοί, τὰ τῆς χάριτος, φέρων ἐκδήλως πάνσοφε, καὶ ξίφει ἀναιρεθεὶς ἐν τῷ ναῷ τοῦ Θεοῦ, Χριστοῦ Προφῆτα, σὺν τῷ Προδρόμῳ, πρέσβευε σωθῆναι τάς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ἡ συνήθης
Στιχολογία, καὶ οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.
Τὸν Προδρόμοιο τοκῆα κροτῷ σοφὸν Ἀρχιερῆα.
Θεοφάνους.
Ὠδὴ α’ Ἦχος
πλ. δ’
Ὑγρὰν διοδεύσας.
Τὴν μνήμην Προφῆτα σου εὐφημῶν, τοῦ Πνεύματος χάριν, ἱκετεύω μοι συνεργεῖν, τῇ σῇ μεσιτείᾳ ἀνακράζων· Τῷ λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
Ὁ βίος σου ἄμεμπτος εὑρεθείς, τῆς ἱερωσύνης, ἐκοσμήθη καταστολῇ, καὶ τῆς προφητείας φωτοφόροις, μαρμαρυγαῖς θεορρῆμον μακάριε.
Νομίμῳ ταινίᾳ τὴν κεφαλήν, κατηγλαϊσμένος, Ζαχαρία ἀναδειχθείς, ὡς ἱεροφάντωρ ἀνεβόας· Τῷ λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
Θεοτοκίον.
Ποδήρη χιτῶνα ὡς Ἀαρών, περιβεβλημένος, τὴν ἐκ ῥίζης τοῦ Ἰεσσαί, βλαστήσασαν Κόρην ὑπεδέξω, τὸν Λυτρωτὴν ἐν κοιλίᾳ βαστάζουσαν.
Ὠδὴ γ’
Σὺ εἶ τὸ στερέωμα.
Ὅτε τὸ θυμίαμα, τὸ τῆς συνθέσεως ἔφερες, Ἀρχιερεῦ, τότε τοῦ Προδρόμου, ἐκομίσω τὴν γέννησιν.
Μύρον ἁγιάσματος, ἱερατεύειν σε ἔχρισεν, ὡς Ἀαρών· ὅθεν ὀπτασίας, Ἀγγέλου ἠξίωσαι.
Ὄρθρον προμηνύοντα, τῇ οἰκουμένῃ σε ἥλιον, τὸν νοητόν, Σῶτερ Ζαχαρίας, Ἰωάννην ἐκτέτοκεν.
Θεοτοκίον.
Ἴθυνον τὸν βίον μου, Θεογεννήτρια πάναγνε, καὶ τὴν ζωήν, ἡ τοῦ Ζαχαρίου, τὴν οἰκίαν φαιδρύνασα.
Ὁ Εἱρμὸς.
Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε· σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων· καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.
Κάθισμα
Ἦχος
πλ. δ’
Τὸ
προσταχθὲν μυστικῶς.
Ἱερουργήσας τῷ Θεῷ κατὰ τὸν νόμον, καὶ προφητεύσας τὸν Χριστὸν ἐκ τῆς Παρθένου, Ζαχαρία σαρκούμενον ἐκ Πνεύματος Ἁγίου, ἐφάνης τῇ οἰκουμένῃ στῦλος φωτός, καὶ ἔφης δικαιοσύνης ἀνατολήν, ἐξ ὕψους κόσμον ἐκλάμπουσαν, καὶ εἰς εἰρήνης ὁδόν, εὐθύνουσαν τοὺς πόδας ἡμῶν, τὸν σῴζοντα τὸ ἄνθρωπον.
Δόξα...
Ὅμοιον.
Τοῦ Βαραχίου τὸν υἱὸν νῦν μακαρίσωμεν, ὅτι τὸν νόμον ψαλμικῶς προεμελέτησε, Ζαχαρίας ὁ δίκαιος νυκτός τε καὶ ἡμέρας, λατρεύων τῷ ἐν ὑψίστοις πάντων Θεῷ, ὡς ἔφη ὁ ἐν Προφήταις μέγας Δαυΐδ· ὃς καὶ τέλος δι᾿ αἵματος, σφαγεὶς ἐτύθη ὡς ἀμνός, δεκτὸς εἰς ὁλοκάρπωσιν, τοῦ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον.
Θεοχαρίτωτε Ἁγνὴ εὐλογημένη, τὸν διὰ σπλάγχνα οἰκτιρμῶν ἐκ σοῦ τεχθέντα, σὺν ταῖς ἄνω Δυνάμεσι, καὶ σὺν τοῖς Προφήταις, καὶ ἅπασι τοῖς Ἁγίοις ὑπὲρ ἡμῶν, δυσώπει ἀκαταπαύστως δοῦναι ἡμῖν, πρὸ τοῦ τέλους διόρθωσιν, καὶ ἱλασμὸν ἁμαρτιῶν, καὶ βίου ἐπανόρθωσιν, ὅπως εὔρωμεν ἔλεος.
Ἢ Σταυροθεοτοκίον.
Τῷ τοῦ Υἱοῦ σου καὶ Θεοῦ Σταυρῷ Παρθένε, περιφρουρούμενοι ἀεὶ τὰς τῶν δαιμόνων, προσβολὰς ἐκτρεπόμεθα, καὶ τὰς μεθοδείας, κυρίως σε Θεοτόκον καὶ ἀληθῶς, ὑμνοῦντες, καὶ πόθῳ πᾶσαι αἱ γενεαί, μακαρίζοντες ἄχραντε, ὡς προεφήτευσας· διό, πταισμάτων ἡμῖν ἄφεσιν, ταῖς πρεσβείαις σου δώρησαι.
Ὠδὴ δ’
Εἰσακήκοα Κύριε τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.
Ὁ Προφήτης σου Δέσποτα, τύποις νομικοῖς, πιστῶς ἐλειτούργει σοι, καὶ τῆς χάριτος ἠξίωται, κατιδεῖν ἐν γνώσει τὴν ἀλήθειαν.
Τῷ φωτὶ φῶς προσέλαβες, τῷ ἀμαυροτέρῳ σὺ τὸ τρανότερον, Παμμακάριστε· τῷ νόμῳ γάρ, καὶ ἡ χάρις ὄντως προσετέθη σοι.
Ὁ Θεῷ παριστάμενος, θεῖος Γαβριὴλ εὐαγγελιζόμενος, ἀνεφάνη σοι Μακάριε, τὴν φωνὴν τοῦ λόγου καὶ τὸν Πρόδρομον.
Θεοτοκίον.
Καθαρὸν ἐνδιαίτημα, ὁ Δημιουργὸς Παρθένε τῆς κτίσεως, εὑρηκὼς σε κατεσκήνωσεν, ὁ τῆς Ἐλισάβετ λύσας στείρωσιν.
Ὠδὴ ε’
Ὀρθρίζοντες βοῶμέν σοι.
Ἡ κίδαρις ἐτέθη τῇ κάρᾳ σου, ὦ Προφῆτα, ἐν σφραγῖδι ἔχουσα, τύπον τῆς χάριτος ἔνδοξε.
Ἀγάλλεται ἡ κτίσις τῷ τόκῳ σου, Ἀρχιερεῦ· σὺ γὰρ ἀνεβλάστησας, τῆς μετανοίας τὸν κήρυκα.
Κοσμίως σου τὸν βίον διήνυσας τὰς ἐντολάς, πάσας τοῦ Κυρίου γάρ, σὺν Ἐλισάβετ ἐτέλεσας.
Θεοτοκίον.
Ῥυθμίζεται πρὸς ὕμνον ἡ γλῶσσά σου, Θεορρῆμον· τὴν γὰρ Ἀπειρόγαμον, κυοφοροῦσαν ἑώρακας.
Ὠδὴ ς’
Χιτῶνά μοι παράσχου.
Ὁ νόμου λατρεύων τῇ σκιᾷ, ὤφθη καὶ τῆς χάριτος κήρυξ, Σωτὴρ ἡμῶν· ἠξιώθη γὰρ ἰδεῖν σου τὴν σάρκωσιν.
Τῷ κρίσεων λογείῳ κοσμηθείς, Λόγον τὸν ἀΐδιον, σάρκα φορέσαντα, Ζαχαρία, ἱερεῦ ὑποδέδεξαι.
Ὡράθης τοῦ ναοῦ ἔνδον χωρῶν, Θεῷ συγγινόμενος, Μύστα θεόπνευστε, ἱερεὺς καὶ λειτουργὸς ἀξιάγαστος.
Θεοτοκίον.
Σωτῆρα Θεομῆτορ ἐν γαστρί, Παρθένε βαστάζουσα, Λόγον τὸν ἄναρχον, ἐγνωρίσθης Ἐλισάβετ τῇ προφήτιδι.
Ὁ Εἱρμὸς
Xιτῶνά μοι παράσχου φωτεινόν, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν.
Κοντάκιον Ἦχος γ’
Ἡ Παρθένος σήμερον.
Ὁ Προφήτης σήμερον, καὶ ἱερεὺς τοῦ Ὑψίστου, Ζαχαρίας προὔθηκεν, ὁ τοῦ Προδρόμου γενέτης, τράπεζαν τῆς αὐτοῦ μνήμης Πιστοὺς ἐκτρέφων, πόμα τε δικαιοσύνης τούτοις κεράσας. Διὸ τοῦτον εὐφημοῦμεν, ὡς θεῖον μύστην Θεοῦ τῆς χάριτος.
Ὁ Οἶκος.
Τὴν τοῦ νόμου σιγὴν ὁ ἱεράρχης δέδεκται, δι’ Ἀγγέλου φωνῆς, τὸν Ἄγγελον δεχόμενος, Χριστοῦ παρουσίας Προφήτην καὶ μύστην, σὺν Ἐλισάβετ στείρᾳ καὶ σώφρονι, οὗ γεννηθέντος, ἀνεκαινίσθη χάρις καὶ λυτρωσις, καὶ καταλλαγὴ ἡμῶν παγκόσμιος· κηρύττει γὰρ τὸν ἀμνόν, καὶ πλάστην, καὶ τῆς φύσεως νεουργόν, τὸν ἐκ τῆς στείρας τὸν καρπὸν χορηγοῦντα, Υἱὸν δὲ φανέντα τῆς Παρθένου, ὡς θεῖος μύστης Θεοῦ τῆς χάριτος.
Συναξάριον
Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη Ζαχαρίου τοῦ Προφήτου τοῦ Πατρὸς τοῦ Προδρόμου.
Στίχοι
Θεῖον δι’ ἀμνὸν τοῦ Θεοῦ Ζαχαρίας,
Ὥσπερ τις ἀμνὸς σφάττεται ναοῦ μέσον.
Πέμπτῃ Ζαχαρίαν δαπέδῳ σφάξαν παρὰ νηοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀβδαῖος, ῥάβδοις ἀκανθώδεσι τυφθείς, τελειοῦται.
Στίχοι
Ῥάβδων ἀκάνθας Μάρτυς Ἀβδαῖος φέρει,
Στεφθέντα τιμῶν ταῖς ἀκάνθαις Δεσπότην.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μεδίμνου, Οὐρβανοῦ, Θεοδώρου, καὶ τῶν σὺν αὐτοῖς ὀγδοήκοντα ἱερέων καὶ Λευϊτῶν, ἤτοι Διακόνων.
Στίχοι
Ὕδωρ διελθὼν ψαλμικῶς καὶ πῦρ ἅμα,
Λέγει Μέδιμνος, εἰς ἀναψυχὴν φθάνω.
Σὺν Οὐρβανῷ δὲ καὶ Θεόδωρος μέγας,
Ἆθλον τὸν αὐτὸν ἐκτελεῖ τῷ Μεδίμνῳ.
Ὀκτὰς δεκαπλῆ τῶν καθιερωμένων,
Πρὸς πῦρ, ὕδωρ τε καρτερῶς ἐκαρτέρει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πέτρου τοῦ ἐν τῷ Ἀθήρᾳ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ’
Παῖδες Ἑβραίων.
Ὅτε φωνὴ ἡ τοῦ βοῶντος, προελήλυθεν ἐκ στείρας Ζαχαρία, τῆς σῆς γλώσσης δεσμά, διέλυσε κραυγάζειν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Φίλος ἐτέχθη τοῦ νυμφίου, ἐκ στειρώσεως τὸν τόκον τῆς Παρθένου, προμηνύων σαφῶς, ὁ Πρόδρομος τοῖς πίστει· Εὐλογητὸς εἶ κράζουσιν, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ὅλος ἐγένου Ζαχαρία, θεῖον ὄργανον τοῦ Πνεύματος τρισμάκαρ, καὶ προφήτην τὸ σόν, προέλεγες παιδίον· Εὐλογητὸς εἶ Κύριε, ἐκβοῶν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Νόμου τὸ πλήρωμά σε Κόρη, τὸ κεφάλαιον τῆς ὅλης προφητείας, Ζαχαρίας ὁρῶν, ἐγνώρισε κραυγάζων· Εὐλογημένος πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.
Ὠδὴ η’
Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα.
Ἀληθείας ἐδείχθης ὑποφήτης· τοῦ Χριστοῦ γὰρ τὰς τρίβους Ἰωάννης, προπορευθεὶς ἡτοίμασεν ὁ Πρόδρομος, μάκαρ ἱεράρχα, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ῥητορεύων εὐλόγεις τὸν Δεσπότην, σωτηρίαν ἡμῖν τὸν δεδωκότα, τὸν ἐκ Δαυῒδ σαρκὶ ἐξανατείλαντα, Κύριον τῆς δόξης, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Χαρισμάτων μεγάλων ἠξιώθης, θεοφάντορ τὸν Πρόδρομον γεννήσας, τὸν Προφητῶν ἁπάντων ὑπερκείμενον· Κύριον ὑμνοῦντα, καὶ ὑπερυψοῦντα, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἱεράρχης ὁμοῦ καὶ θεοκήρυξ, Ζαχαρίας Μητέρα καὶ Παρθένον, τὸν Κύριον βαστάζουσαν τῆς κτίσεως, χαίρων προσεκύνει· ἣν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς.
Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ πυρὶ τὸ τῆς Ἀειπαρθένου, τῷ Μωϋσῇ μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ’
Κυρίως
Θεοτόκον.
Ἐπλήσθης ἐπιπνοίας, τῆς τοῦ Παρακλήτου, καὶ εὐλογεῖν ἐπεχείρεις τὸν Κύριον, ἱερομύστα θεόφρον θεομακάριστε.
Ῥημάτων τὰς ἐκβάσεις, τῶν τοῦ Ἀρχαγγέλου, ἑωρακὼς θεορρῆμον πανεύφημε, πρὸς εὐλογίαν τὴν γλῶτταν εὐθὺς ἐκίνησας.
Ἠλέησεν ὁ Πλάστης, τοὺς ἀπολλυμένους, καὶ Ἀβραὰμ διαθήκης ἐμνήσθη σαφῶς, ὡς προφητεύων ἐφθέγξω, πλησθεὶς τοῦ Πνεύματος.
Ἀθλήσεως στεφάνοις, καὶ ἱερωσύνης, καὶ φωτισμῷ προφητείας κεκόσμησαι, ὦ Ζαχαρία, καὶ δόξης μετέσχες κρείττονος.
Θεοτοκίον.
Φωτὸς οὖσα δοχεῖον, φώτισον Παρθένε, τὴν σκοτισθεῖσαν ψυχήν μου τοῖς πάθεσι, καὶ ἐξωτέρου με σκότους, ῥῦσαι πρεσβείαις σου.
Ὁ Εἱρμὸς.
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε ἁγνή, σὺν Ἀσωμάτοις χορείαις σὲ μεγαλύνοντες.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Ἀμέμπτως ἱεράτευσας, Θεῷ τῷ παντοκράτορι, τῇ νομικῇ διατάξει, ὦ Ζαχαρία Προφῆτα· διὸ καὶ θυμιῶντί σοι, Ἄγγελος λέγων φαίνεται· Τέξῃ Χριστοῦ τὸν Πρόδρομον, μεσίτην ὄντα τοῦ Νόμου, καὶ χάριτος τῆς ἐνθέου.
Θεοτοκίον.
Παρῆλθον Μητροπάρθενε, τὰ σκιωδῶς τελούμενα, τῷ πάλαι νόμῳ καὶ τύπῳ· τὸν γὰρ τοῦ νόμου δοτῆρα, Θεὸν ἀσπόρως ἔτεκες, βροτῶν εἰς ἀπολύτρωσιν· διὸ κἀμὲ τροπούμενον, τῆς ἁμαρτίας τῷ νόμῳ, στήριξον νόμῳ τῷ θείῳ.
Καὶ τὰ λοιπὰ ὡς συνήθως, καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου