Κυριακή 18 Μαΐου 2014

ΜΗΝΑΙΟΝ ΣΕΠ. (2)



ΣΕΠΤΕΜΒΡΙΟΣ
 ΤΗ Β’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

     Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μάμαντος, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Νηστευτοῦ.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
     Ες τ, Κριε κκραξα, στμεν Στχους ς κα ψλλομεν Στιχηρ Προσμοια το Μρτυρος γ κα το σου γ.
Το Μρτυρος.
χος πλ. δ
το παραδξου θαματος.
Θῆρας τὸ πρὶν τροπωσάμενος, τῶν ἀκαθέκτων παθῶν, Ἀθλοφόρε ἀοίδιμε, τῶν λεόντων χάσματα, καὶ θηρῶν τὰ ὁρμήματα, ἐντεύξει θείᾳ, σὺ ἐχαλίνωσας, τῆς τούτων βλάβης μείνας ἀμέτοχος· πῦρ οὐ κατέπτηξας, οὐ θυμὸν δικάζοντος· τῆς γὰρ Χριστοῦ, Μάκαρ ἀγαπήσεως, οὐδὲν προέκρινας.
Νέῳ ἐν σώματι ἔνδοξε, τὸν παλαιὸν πτερνιστήν, ἐτροπώσω τὰ στίγματα, τοῦ Χριστοῦ μακάριε, τῇ σαρκί σου δεξάμενος· καὶ νῦν Μαρτύρων, συναγελάζῃ χοροῖς, στεφανηφόρος Μάμα πανεύφημε, φέγγει λαμπόμενος, τρισηλίῳ πάντοτε, τῶν ἐφετῶν, βλέπων τὸ ἀκρότατον, καθαρωτάτῳ νοΐ.
Τοῦ σαρκωθέντος Θεοῦ ἡμῶν, καὶ διὰ πάθους Σταυροῦ, καθελόντος τὸν τύραννον, ζωηφόροις ἴχνεσιν, ἀθλοφόρε ἑπόμενος, Μαρτύρων χαίρων, ὑπῆλθες στάδιον, καὶ ταῖς αἰκίαις κατατεινόμενος, τὸν καυχησάμενον, ἐξαλείφειν θάλασσαν, μετὰ σαρκός, Μάρτυς κατηδάφισας, καὶ ἐτραυμάτισας.
Το σου.
μοια.
Πάτερ, Ἰωάννη πάνσοφε, σὺ τῷ ποδήρει σεπτῶς, Ἀαρὼν ὥσπερ δεύτερος, καθωραϊζόμενος, τῶν Ἁγίων τὰ Ἅγια, νῦν κατοπτεύεις ἔνδον γενόμενος, καὶ τοῦ δευτέρου καταπετάσματος. Ὢ τῆς ἀρρήτου σου, ὑπὲρ νοῦν ἐλλάμψεως, ἱεραρχῶν, θεῖον ἐγκαλώπισμα, ἧς περ μετέσχηκας!
Πάτερ Ἰωάννη πάνσοφε, θεοειδὴς γεγονώς, τῇ τῶν τρόπων ἁπλότητι, Θεῷ νῦν παρίστασαι, τῇ ἑνώσει τῇ κρείττονι, καὶ ἀνενδότῳ νεύσει θεούμενος, καὶ τοῦ ἐκεῖθεν φωτὸς πληρούμενος, νοῦ καθαρότητι, καὶ ψυχῆς φαιδρότητι, ἱεραρχῶν, θεῖον ἐγκαλλώπισμα, καὶ ἱερώτατον.
Πάτερ Ἰωάννη πάνσεπτε, τῆς κοσμικῆς ἀποστάς, ταραχώδους συγχύσεως, τοῦ Χριστοῦ προσέδραμες, τῇ γαλήνῃ πανόσιε, καὶ θεωρίας θείας καὶ πράξεως, τὰς πανολβίους σαφῶς λαμπρότητας, ὄντως ἐπλούτησας, καὶ πιστοῖς μετέδωκας, θεοπρεπεῖ, βίῳ λαμπρυνόμενος, Μακαριώτατε.
Δξα... χος β  Βυζαντου.
Νέον φυτὸν καθάπερ ἐλαίας, τῇ τοῦ Θεοῦ τραπέζῃ γεγένησαι, ὡς υἱὸς τῶν πορευθέντων τὴν τοῦ Κυρίου ὁδόν· διὰ γὰρ μαρτυρίου εὐλόγησέ σε Κύριος, καὶ βλέπεις τὰ ἀγαθὰ τῆς ἄνω Σιών, κατατρυφῶν τῆς θείας ἀγαλλιάσεως, σὺν τοῖς γονεῦσι διὰ παντός, Μάμα ἀξιάγαστε· ὧν κοινωνοὺς ἡμᾶς ταῖς ἱκεσίαις σου, γενέσθαι ποίησον.
Κα νν... Θεοτοκον.
τε, κ το ξλου σε νεκρν.
ργοις σκοτεινοῖς συναπαχθείς, ὅλον ἀπημαύρωσα κάλλος, τὸ τοῦ Βαπτίσματος, θέλων ὁ πανάθλιος, καὶ περιβέβλημαι, στολισμὸν κατακρίσεως, καὶ σκότους· διὸ περ, δέομαι Πανύμνητε τῇ δυναστείᾳ σου, ῥήξασα παθῶν μου τὰ ῥάκη, τὸν τῆς ἀπαθείας χιτῶνα, ἔνδυσον γυμνώττοντα καὶ σῶσόν με.
Σταυροθεοτοκον.
τε ἡ ἀμίαντος ἀμνάς, ἔβλεπε τὸν ἴδιον ἄρνα, ἐπὶ σφαγὴν ὡς βροτόν, θέλοντα ἑλκόμενον, θρηνοῦσα ἔλεγεν· Ἀτεκνῶσαι νῦν σπεύδεις με, Χριστὲ τὴν τεκοῦσαν· τὶ τοῦτο πεποίηκας, ὁ λυτρωτὴς τοῦ παντός; ὅμως ἀνυμνῶ καὶ δοξάζω, σοῦ τὴν ὑπὲρ νοῦν τε καὶ λόγον, ἄκραν συγκατάβασιν φιλάνθρωπε.
Ες τν Στχον, Στιχηρ τς κτωχου.
Δξα... χος δ’
Δεῦτε συμφώνως οἱ πιστοί, μνήμην τελέσωμεν Μάμαντος Μάρτυρος· οὗτος γὰρ νέος, Ἄβελ ἀνεδείχθη ἡμῖν· ὥσπερ γὰρ ἐκεῖνος ποιμὴν προβάτων γεγονώς, ἀμνὸν εἰς θυσίαν πρῶτος προσήγαγε, καὶ στέφανον ἀθλήσεως, πρῶτος ἐκομίσατο, οὕτω καὶ ὁ ἔνδοξος, Ἀθλοφόρος, θρεμματικοῖς ποιμνίοις ἐνδιαπρέψας, ἑαυτὸν θῦμα εὐπρόσδεκτον τῷ Χριστῷ, προσήγαγε διὰ τοῦ μαρτυρίου· καὶ παρρησίαν ἔχων πρὸς αὐτόν, τὴν εἰρήνην τῷ κόσμῳ αἰτεῖται, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Κα νν... Θεοτοκον.
ς γενναον ν Μρτυσι.
Οἱ τῷ θείῳ τεμένει σου, καταφευγοντες ἄχραντε, καὶ πιστῶς τὸ ἔδαφος καταβρέχοντες, ἐν μετανοίᾳ δακρύοντες, τὴν λύσιν λαμβάνουσι, τῶν δεινῶν ἁμαρτιῶν, καὶ τὴν χάριν κομίζονται, δυσωπούσης σου, ἐκτενῶς τὸν Δεσπότην καὶ Σωτῆρα, τῶν ἁπάντων καὶ Υἱόν σου, Θεοκυῆτορ πανάμωμε.
Σταυροθεοτοκον.
Τὸν ἀμνὸν καὶ ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, Ἀμνὰς ἡ κυήσασα ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο· Υἱὲ ποθεινότατε, πῶς ἐν ξύλῳ τοῦ Σταυροῦ, ἀνηρτήθης μακρόθυμε; πῶς τὰς χεῖράς σου, καὶ τοὺς πόδας σου Λόγε προσηλώθης, ὑπ᾿ ἀνόμων καὶ τὸ αἷμα, τὸ σὸν ἐξέχεας Δέσποτα;
πολυτκιον το Μρτυρος.
χος δ’  Ταχ προκατλαβε.
Μάρτυς σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν· ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση, αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἕτερον το σου, ατς.
Κανόνα πίστεως, καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια· Πάτερ, Ἰωάννη, Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
συνθης Στιχολογα, Κανν τς κτωχου ες, κα τν γων δο.
Κανν το Μρτυρος.
Ποημα Θεοφνους.
δ α  χος πλ. δ
ρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα.
Τοὺς οὐρανοὺς περιπολῶν ὡς ἄριστος, μάρτυς γενόμενος, καὶ τριφεγγοῦς αἴγλης, ἔνδοξε πληρούμενος, τοὺς ἐπὶ γῆς τιμῶντάς σου, τὴν σεπτὴν καὶ φωσφόρον, ἡμέραν τῆς τελειώσεως, θείου φωτισμοῦ καταξίωσον.
Τὸ εὐγενὲς καὶ κατὰ πάντα τέλειον, τῆς διανοίας σου, ὁ προειδὼς Λόγος, Μάμα ἐκ σπαργάνων σε, συνέσεως ἐπλήρωσε, καὶ καλῶν ταῖς ἰδέαις, πολυειδῶς κατεκόσμησε, μάρτυς ἀθλοφόρε πανεύφημε.
Οἱ σοὶ γενέται ἀμωμήτου πίστεως, προκινδυνεύοντες, ἐν διωγμῷ πλάνης, καὶ ἐγκαθειργνύμενοι, ἔνθα καὶ τελευτήσαντες, ὑπὲρ τοῦ θείου πόθου, βλαστάνουσι σὲ τὸν λύσαντα, τῆς πολυθεΐας τὸν σύνδεσμον.
Θεοτοκον.
Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Μαρία· διὸ σε πάντες γεραίρομεν, τήν μετὰ Θεὸν προστασίαν ἡμῶν.
Κανν το σου. Ποημα Γερμανοῦ.
χος ατς
Τ κτινξαντι.
Τῷ ἀνατείλαντι ἐν τῷ κόσμω, τὸν ἱεράρχην τὸν σοφόν, τοῖς τῆς εὐσεβείας διαλάμποντα δόγμασιν, ᾄσωμεν τῷ Χριστῷ, ὅτι δεδόξασται εἰς τοὺς αἰῶνας.
Τὸν διαλάμψαντα ἐν τῷ κόσμῳ, τῆς εὐσεβείας τῷ φωτί, καὶ τῆς ἀσεβείας τὴν ἀχλὺν ἐκδιώξαντα, τιμήσωμεν οἱ πιστοί, ὡς ἱεράρχην τὸν μέγαν Ἰωάννην.
ς παριστάμενος σὺν Ἀγγέλοις, τῷ ἀπροσίτῳ Βασιλεῖ, τοῖς ἐπιτελοῦσί σου τὴν μνήμην ἱκέτευε, δοθῆναι τὸν ἱλασμόν, Ἱεροκήρυξ παμμάκαρ Ἰωάννη.
Θεοτοκον.
ς συλλαβοῦσα τὸν πρὸ αἰώνων, ἄναρχον Λόγον τοῦ Πατρός, καὶ σαρκὶ τεκοῦσα ὑπὲρ λόγον Πανύμνητε, ἱκέτευε ἐκτενῶς, τοῦ λυτρωθῆναι ἡμᾶς ἐκ τῶν κινδύνων.
Το Μρτυρος.
δ γ
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας Δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.
Φωταυγῆ ὡς ἀστέρα, τὸν ἀθλητὴν Μάμαντα, ἔθετο Χριστὸς ἐν τῷ ὕψει, τῆς Ἐκκλησίας αὐτοῦ, ἄθλων λαμπρότησι, καὶ παραδόξων θαυμάτων, πᾶσαν τὴν ὑφήλιον καταλαμπρύνοντα.
νελθὼν ἐν τῷ ὄρει, τῆς ἀληθοῦς γνώσεως, καὶ καταστραφθεὶς θεωρίαις, νοῦ καθαρότητι, φύσιν τὴν ἄλογον, πρὸς λογικὴν ὑμνῳδίαν, θεϊκαῖς προστάξεσι Μάρτυς διήγειρας.
Νεανίας ὡραῖος, περικαλὴς πέφηνας· ὅθεν τοῖς ἀνόμως ζητοῦσι, τοῦ συλλαβέσθαι σε, ὤφθης ἀπρόσιτος, ἐθελοντὶ πρὸς τὸ πάθος, ὡς ὁ πάντων Κύριος παραγενόμενος.
Θεοτοκον.
Οὐρανὸν ὁ τανύσας, καὶ τὸν τῆς γῆς Ἄχραντε, γῦρον ὁ κατέχων ἁπάσης, φύσει θεότητος, ἐν ταῖς ἀγκάλαις σου, σωματικῶς κατεσχέθη, καὶ πιστοῖς σε στήριγμα πᾶσιν ἀνέδειξεν.
Το σου.
στερεσας λγῳ.
Δι᾿ ἐγκρατείας Πάτερ καὶ προσευχῆς, ἀκλινοῦς εἰσῆλθες πρὸς τὴν ἀκρόπολιν, τῆς ἀρετῆς θεοφόρε, ἔνθα τῆς τρυφῆς τὸν χειμάρρουν τρυφᾷς.
ς παρρησίαν ἔχων πρὸς τὸν Θεόν, Ἱεράρχα Ὅσιε, Ἰωάννη σοφέ, ἱκέτευε τοῦ σωθῆναι, τοὺς πίστει ἐκτελοῦντας τὴν μνήμην σου.
ς εὐσεβῶν δογμάτων καθηγητής, καὶ σοφῶν λογίων ὑφηγητὴς ἀληθής, τὸν στέφανον ἀνεδήσω, κατὰ τῶν αἱρέσεων Ὅσιε.
Θεοτοκον.
ς οὐρανὸν καὶ θρόνον σε τοῦ Θεοῦ, ἀνυμνοῦμεν πάντες Θεοκυῆτορ ἁγνή, ὅτι ἐκ σοῦ ἐπεφάνη, Ἰησοῦς Χριστὸς ἡ ἀλήθεια.
Ερμς.
στερεώσας λόγῳ τοὺς οὐρανούς, καὶ τὴν γῆν ἑδράσας ἐπὶ ὑδάτων πολλῶν, στερέωσόν με πρὸς ὕμνον, καὶ δοξολογίαν σου Κύριε.
Κθισμα το Μρτυρος
χος πλ. δ
Τν Σοφαν κα Λγον.
Εὐσεβείας ὑπάρχων γόνος σεπτός, ἀσεβείας ἐδείχθης ἐκμειωτής, ὦ Μάμα πανεύφημε, τῇ δυνάμει τοῦ Πνεύματος· ἐν γὰρ σταδίῳ πλάνην, εἰδώλων διήλεγξας, καὶ εὐθαρσῶς Τριάδα, ὑμνεῖσθαι ἐκήρυξας· ὅθεν καὶ θηρίοις, ἐκδοθεὶς ἀθλοφόρε, τὸν θῆρα ἐνέκρωσας, καὶ ἀρχέκακον δράκοντα· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δξα... Το σου.
χος γ  Θεας πστεως.
Σκεῦος ἔνθεον τῆς ἐγκρατείας, πλοῦτος ἄσυλος τῆς εὐσεβείας, ἀνεδείχθης, Ἰωάννη μακάριε, ἐν ἀπαθείᾳ φαιδρύνας τὸν βίον σου, καὶ δεομένοις ἀντλήσας τὸν ἔλεον, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κα νν... Θεοτοκον.
Θεία γέγονας σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπερέχουσα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον πρεσβειῶν σου, ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.
Σταυροθεοτοκον.
ἀμίαντος ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ, ἐν Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν, Οἴμοι! τέκνον μου, πῶς πάσχεις; θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον;
Το Μρτυρος
δ δ
Σύ μου ἰσχὺς Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σύν τῷ Προφήτῃ Ἀββακοὺμ σοι κραυγάζω, τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Αὐτοθελῶς, πρὸς τοὺς ἀγῶνας ἐχώρησας, ἀπτοήτῳ, Ἔνδοξε φρονήματι· τὸν γὰρ Χριστόν, εἶχες συνεργόν, θείᾳ δυναστείᾳ, τὸ ἀσθενές σου ῥωννύοντα, καὶ Μάρτυρα δεικνύντα, τῶν αὐτοῦ παθημάτων, καὶ τῆς ἄνω λαμπρότητος μέτοχον.
ς συνεργός, ὁ ἐκ Θεοῦ συνοδίτης σοι, καθυπείκει, οἷα λογικώτατος, ἄγριος θήρ· θείᾳ γὰρ στοργῇ, σὺ καθυποτάξας, τὰ πάθη τὰ ἀλογώτατα, ὡραῖος ἀπεφάνθης, λογισμῷ σοφωτάτῳ, ἀλογίαν ἐχθρῶν τροπωσάμενος.
Δικαστικῶν, σὺ πρὸ βημάτων παρίστασο, τὴν τοῦ Λόγου, σάρκωσιν Μακάριε, διαπρυσίως ἀναφωνῶν, καὶ τῆς ἀθεΐας ἀπομαραίνων τὸ φρύαγμα· καὶ πάντας ἀδιστάκτως, μελῳδεῖν ἐκδιδάσκων· Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Θεοτοκον.
Τῷ τοκετῷ, τῆς ὑπὲρ φύσιν λοχείας σου, τῶν ὠδίνων, λέλυται τὸ ἔγκλημα, καὶ τῆς ἀρᾶς ἡ τῶν γηγενῶν, φύσις ἀπηλλάγη, Θεοκυῆτορ πανάμωμε, καὶ ἤνοικται τοῖς κάτω, διὰ σοῦ τὰ τῶν ἄνω, καὶ Ἀγγέλοις βροτοὶ συγχορεύουσι.
Το σου.
Μυστικς Προφτης προορν.
Τὸν ἱεράρχην πάντες τὸν σοφόν, ἐν ᾠδαῖς εὐφημήσωμεν, λέγοντες, θεοφόρε Κυρίου, ἐκτενῶς δυσώπει, σωθῆναι ἡμᾶς.
ς εὐσεβῶν δογμάτων φυτουργόν, καὶ σοφὸν ἱεράρχην σε ἔχοντες, θεομακάριστε Πάτερ, ὕμνοις καὶ ᾠδαῖς εὐφημοῦμέν σε.
Τὴν ἱεράν σου μνήμην καὶ σεπτήν, ἀρχηγὲ τῶν τροφίμων τῆς πίστεως, ἱεράρχα Κυρίου, ὕμνοις καὶ ᾠδαῖς ἑορτάζομεν.
Θεοτοκον
ἀνύμφευτος νύμφη καὶ ἁγνή, καὶ ἀλόχευτος Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, αὐτὸν ἀπαύστως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Το Μρτυρος.
δ ε
να τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ᾿ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.
Ξεομένου οὐδόλως, σώματος ὁ ἔνδοξος Μάμας ἐφρόντισε, τῆς φθορᾶς τὸ πάχος, τῷ σπαράττεσθαι ἀποβαλλόμενος, καὶ τοὺς δερματίνους, ἀποδυόμενος χιτῶνας, καὶ στολὴν ἀφθαρσίας δεχόμενος.
Χαριστήριον αἶνον, ἔμελπες τῷ Κτίστῃ σου ἐξορυττόμενος, τὰς πλευρὰς Παμμάκαρ, καὶ φωνὴν οὐρανόθεν ἀκήκοας, βεβαιοῦσαν μᾶλλον, τὸν λογισμόν σου πρὸς τὸ κρεῖττον, καὶ τῶν πόνων τὸ ἄχθος κουφίζουσαν.
ν εἱρκτῇ συγκλεισθέντι, ὤφθη οὐρανόθεν σοι ἐπικομίζουσα, παραδόξῳ θέᾳ, Ἀθλοφόρε παμμάκαρ πολύαθλε, βρῶσιν ἀφθαρσίας, περιστερὰ ὡραιοτάτη· τῆς φθορᾶς γάρ τοὺς ὅρους ἐκβέβηκας.
Θεοτοκον.
Σωματώσεως θείας, καὶ καταλλαγῆς ἀνεκφράστου, γέγονας πρόξενος, ἡ τὸν πρὸ ἡλίου, ἐκ Πατρὸς γεννηθέντα κυήσασα· διὰ σοῦ γὰρ φύσις, ἡ τῶν βροτῶν Θεῷ συνήφθη, καὶ ἐν θρόνῳ τῆς δόξης καθίδρυται.
Το σου.
κ νυκτς γνοας.
Ποιμαντικῶς ἐχρίσθης, τῆς εὐσεβείας τῷ μύρῳ θεόσοφε· ὅθεν ὡς Ἱεράρχην, πάντες εὐφημοῦμέν σε Ὅσιε.
ς μιμητὴς ὑπάρχων, τῶν Ἀποστόλων θεόφρον ἀοίδιμε, πόνοις καὶ ἀγρυπνίαις, τοῦ τῆς Ἐκκλησίας προέστης λαοῦ.
Τὸν ζηλωτὴν Ἠλίαν, καὶ Μωϋσῆν τὸν θεόπτην μιμούμενος, Πάτερ Ἱεροφάντορ, τοὺς αἱρεσιάρχας κατῄσχυνας.
Θεοτοκον.
ς Βασιλίδα πάντες, καὶ Βασιλέα τῶν ὅλων κυήσασαν, δεῦτε σὺν τῷ Ἀγγέλῳ, τὴν εὐλογημένην τιμήσωμεν.
Το Μρτυρος
δη ς
λάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.
Τῷ ζήλῳ τῷ πρὸς Θεόν, πυρούμενος ἱερώτατε, τῆς ὑφαπτούσης πυρᾶς, οὐδόλως ἐφρόντισας, θείῳ δροσιζόμενος, οὐρανόθεν ὄμβρῳ, ἀθλοφόρε γενναιότατε.
νεανίαις τρισί, μεταποιήσας τὴν κάμινον, εἰς δρόσον φωτοφανῶς, θεόφρον πανόλβιε, φλογὸς ἐξαρπάζει σε, καὶ πυρὸς δεικνύει, παραδόξως δυνατώτερον.
Μεγίστοις ἐγκαρτερῶν, ἀγῶσιν ὤφθης παμμέγιστος, ἐν ἀθληταῖς θαυμαστός, ἐν Μάρτυσι δόκιμος· διὸ καὶ μεγίστων σε, ὁ ἀγωνοθετης, ἀντιδόσεων ἠξίωσε.
Θεοτοκον.
Γεγόναμεν κοινωνοί, τῆς θείας φύσεως Ἄχραντε, τῷ θείῳ σου τοκετῷ, καὶ λῆξιν οὐράνιον σὺν Ἀγγέλων τάξεσιν, οἱ σὲ εὐφημοῦντες, ἐν Χριστῷ ἐκληρωσάμεθα.
Το σου
ς τν Προφτην ρρσω.
Τῆς Ἐκκλησίας τὴν δόξαν, κατεκόσμησας Ἰωάννη μακάριε, τοῖς θείοις σου δόγμασι, καὶ σοφοῖς διδάγμασι, τὰς αἱρέσεις τε, ἐκ ποδῶν ἐποίησας.
ς περ φωστὴρ εὐσεβείας, τῶν δογμάτων σου τῷ κάλλει ἐξήστραψας, καθ᾿ ὅλης τῆς κτίσεως, θεόφρον διδάσκαλε, καὶ ἠμαύρωσας τὰς αἱρέσεις λόγῳ Θεοῦ.
ντὶ μαχαίρας τῇ γλώττῃ, καὶ τῷ λόγῳ χρησάμενος Ὅσιε, τὰ νόθα ἐξέκοψας, διδάγματα ἅπαντα, καὶ ἐτράνωσας τὴν Τριάδα πᾶσι σαφῶς.
Θεοτοκον.
τεχθεὶς ἐκ Παρθένου, καὶ κόσμον φωτίσας Χριστὲ ὁ Θεός, κἀμὲ τῶν πταισμάτων μου, ῥῦσαι ὡς φιλάνθρωπος, καὶ κυβέρνησον τὴν ζωήν μου δέομαι.
Ερμς.
ς τὸν Προφήτην ἐρρύσω, ἐκ βυθοῦ κατωτάτου, Χριστὲ ὁ Θεός, κἀμὲ τῶν πταισμάτων μου, ῥῦσαι ὡς φιλάνθρωπος, καὶ κυβέρνησον τὴν ζωήν μου δέομαι.
Κοντκιον το Μρτυρος.
χος γ
Παρθνος σμερον.
ν τῇ ῥάβδῳ Ἅγιε, τῇ ἐκ Θεοῦ σοι δοθείσῃ, τὸν λαόν σου ποίμανον, ἐπὶ νομὰς ζωηφόρους· θῆρας δέ, τοὺς ἀοράτους καὶ ἀνημέρους, σύντριψον, ὑπὸ τοὺς πόδας τῶν σὲ ὑμνούντων· ὅτι πάντες οἱ ἐν κινδύνοις, προστάτην Μάμα, θερμὸν σε κεκτήμεθα.
Οκος.
Τὸν ἐν πάσῃ τῇ γῇ περιβόητον Μάρτυρα, καὶ ἐν τοῖς οὐρανοῖς σὺν Ἀγγέλοις χορεύοντα, ὑμνήσωμεν Μάμαντα, τὸν πρὶν τὰς ἐλάφους ἐν ταῖς ἐρήμοις καινῶς ἀμέλγοντα, καὶ νῦν περιούσιον λαὸν Κυρίου, ῥάβδῳ δυνάμεως, ὡς ποιμένα καλῶς περιέποντα, καὶ ὁδηγοῦντα εἰς τόπον χλόης, ἔνθα ὑπάρχει ἀληθῶς τοῦ Παραδείσου ἡ τρυφή. Ὅθεν πάντες οἱ ἐν κινδύνοις, προστάτην Μάμα, θερμὸν σε κεκτήμεθα.

Συναξριον.
Τῇ Β´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μάμαντος.
Στχοι
κμαῖος ὢν Τριάδος εἰς πίστιν Μάμας,
κμαῖς τριαίνης καρτερεῖ τετρωμένος.
Δευτερίῃ χολάδες Μάμαντος χῦντο τριαίνῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Πατριάρχου Κωνσταντινουπόλεως τοῦ Νηστευτοῦ.
Στχοι
Τοῖς μὴ ῥέουσιν ἐντρυφᾷς νῦν ἡδέσι,
Νηστευτὰ ῥευστῶν ἡδονῶν Ἰωάννη.
Ἅγιος Διομήδης σπαθιζόμενος τελειοῦται.
Στχοι
Σίδηρος εἰς σίδηρον ὢν Διομήδης,
Πρὸς τοὺς σπαθισμοὺς ἀνδρικῶς ἐκαρτέρει.
Ἅγιος Ἰουλιανός, ξύλῳ θλασθεὶς τὴν κεφαλήν, τελειοῦται.
Στχοι
ουλιανός, συντριβεὶς κάραν ξύλῳ,
Τὸν πρὸς Θεὸν νοῦν σῶος εἰς τέλος μένει.
Ἅγιος Φίλιππος ξίφει τελειοῦται.
Στχοι
ππον ταχὺν Φίλιππος τὴν τομὴν ἔχων,
Πρὸς τὸν φιλοῦντα θᾶττον ἦλθε Δεσπότην.
Ἅγιος Εὐτυχιανὸς ἐν ἐσχάρᾳ πυρὸς τελειοῦται.
Στχοι
Εὐτυχιανός, πυρποληθεὶς ἐσχάρᾳ,
Εἰς εὐτυχῆ μετῆλθε κλῆρον Μαρτύρων.
Ἅγιος Ἡσύχιος ἀπαγχονισθεὶς τελειοῦται.
Στχοι
Ποθῶν τὸν ὄντως Ἡσύχιος Δεσπότην,
Καὶ τὸν δι᾿ αὐτὸν ἡσύχως φέρει βρόχον.
Ἅγιος Λεωνίδης πυρὶ τελειοῦται.
Στχοι
Τοῦ πρὸς Θεὸν σε φλὸξ πόθου, Λεωνίδη,
πειθε ῥᾷστα καὶ φλογὸς φέρειν βίαν.
Ἅγιος Εὐτύχιος σταυρωθεὶς τελειοῦται.
Στχοι
Βαίνων κατ᾿ ἴχνος Εὐτύχιος Κυρίου,
Δίκην ἐκείνου καρτερεῖ σταυροῦ πάθος.
Ὁ Ἅγιος Φιλάδελφος, λίθῳ τὸν τράχηλον βαρυνθείς, τελειοῦται.
Στχοι
Σαρκὸς βάρος πᾶν ἐκλιπὼν λίθου βάρει,
νῆλθε κοῦφος Φιλάδελφος εἰς πόλον.
Ἅγιος Μελάνιππος πυρὶ τελειοῦται.
Στχοι
Εἴπερ τι Μελάνιππος εἶχε καὶ μέλαν,
Κάθαρσιν εὗρεν, εἰς τὸ πῦρ βεβλημένος.
Ἁγία Παρθαγάπη ἐν τῇ θαλάσσῃ τελειοῦται.
Στχοι
Θνῄσκεις θαλάσσης ἔνδον, ὦ Παρθαγάπη,
Καὶ δωρεῶν θάλασσαν εὑρίσκεις ἄνω.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν δικαίων ἱερέων, Ἐλεαζάρου καὶ Φινεές, καὶ τῶν Ἁγίων Μαρτύρων Ἀειθαλᾶ καὶ Ἀμμοῦν.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Το Μρτυρος.
δ ζ
Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνι ποτέ, διὰ τοῦτο οἱ παῖδες ἐν τῇ καμίνῳ, ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.
Καμίνου τὸ εἶδός σοι, θαλάμου ὥσπερ χρείαν ἐπλήρωσεν· εἰς ἡμέρας γὰρ πλείους, ἐν ταύτῃ Μάκαρ κατακλειόμενος, οὐ κατεφλέχθης, βοῶν τῷ ποιήσαντι· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
γγέλους συλλήπτορας, συγχορευτὰς καὶ συγκοινωνοῦντάς σοι, ἀπορρήτων ᾀσμάτων, φλογὸς ἐν μέσῳ, Μάρτυς ἐκέκτησο, μεθ᾿ ὧν τῷ πάντων Δεσπότῃ ἐκραύγαζες· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
ς ῥόδον ἀμάραντον, ὡς ἐκ παστάδος νυμφίος πρόεισιν, ὡραιότατος ὄντως, ἐκ τῆς καμίνου φλέξας τοὺς ἄφρονας, καὶ τοὺς ὁρῶντας φωτίσας κραυγάζοντας· Εὐλογητός ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Θεοτοκον.
δοὺ νῦν πεπλήρωται, τοῦ θεηγόρου ἡ προαγόρευσις· ἐν γαστρὶ γὰρ Παρθένε, τὸν Θεὸν Λόγον ἔσχες καὶ τέτοκας, τὸν ζωοδότην, ᾧ πάντες κραυγάζομεν· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Το σου.
ν ρχ τν γν.
ἐπὶ γῆς, φωστῆρα ἀναδείξας, τὸν εὐσεβῆ καὶ σοφὸν Ἱεράρχην, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
ἀληθῆ, Ἰωάννη τὸν μέγαν, ποίμνῃ τῇ σῇ ποιμένα ἀναδείξας, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Τὰς τῆς σαρκός, ἐπαναστάσεις Πάτερ, καταβαλὼν τῷ Χριστῷ ἀνεβόας· Εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Θεοτοκον
δι᾿ ἡμᾶς, γεννηθεὶς ἐκ Παρθένου, καὶ τοῦ ἐχθροῦ ῥυσάμενος τὸν κόσμον, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Το Mρτυρος
δ η
πταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ Τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ς Δανιὴλ τὰ χάσματα, τῶν θηρίων ἐφίμωσας, θείᾳ τοῦ Δεσπότου ἐπικλήσει ἔνδοξε, τὸν ὄφιν ἐνέκρωσας· τοὺς δυσσεβεῖς κατῄσχυνας· καὶ ὡς νικητής, τοὺς οὐρανούς ἀναμέλπων, οἰκεῖς ἐν εὐφροσύνῃ· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Λιθολευστοῦσι μάκαρ σε, οἱ τοῖς λίθοις λατρεύοντες, καὶ πεπωρωμένοι, τὴν ψυχὴν παράνομοι, τὸ ὄμμα ἐρείδοντα, τῆς ἱερᾶς σου Μάμα ψυχῆς, πρὸς τὴν ἀρραγῆ καὶ ἀταπείνωτον πέτραν, καὶ μέλποντα προθύμως· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
γωνοθέτης ἄνωθεν, σοὶ προτείνων τὸν στέφανον, οἷα νικητῇ, καὶ τὸν καλὸν ἀνύσαντι, ἀγῶνα πανόλβιε, ἐπιφωνεῖ σοι τὴν πρὸς αὐτόν, στείλασθαι σεπτήν, καὶ γλυκυτάτην πορείαν, προθύμως μελῳδοῦντι· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψούτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκον
περφυῶς συνέλαβες, τὸν ἐκ Πατρὸς ἀμήτορα, μείνασα παρθένος, μετὰ τόκον Ἄχραντε· Θεοῦ γὰρ ἡ ἕνωσις, καινοποιεῖ τὰς φύσεις ἐν σοί, καὶ καινοποιοῦνται τῆς οὐσίας οἱ ὅροι· διὸ σε ὀρθοδόξως, ὡς Θεὸν τετοκυῖαν, κυρίως Θεοτόκον, ὑμνοῦμεν εἰς αἰῶνας.
Το σου.
Τν ν ρει γίῳ.
Τὸν Μωσέα μιμούμενος τρισμάκαρ, ἐν τῷ ὄρει προσέβης καὶ τῷ γνόφῳ, τὸν νοητὸν τῆς χάριτος δεξάμενος, νόμον Ἱεράρχα, κράζων· Ἀνυμνεῖτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τὸν λαόν σου ποιμάνας Ἱεράρχα, τῆς Αἰγύπτου τὴν πλάνην ἀπεκρούσω, καὶ Βαβυλῶνα τῶν παθῶν ἐξέφυγες, καὶ Σιὼν τὴν ἄνω, εὗρες κατοικίαν, εἰς πάντας τοὺς αἰῶνας.
ς τῷ μύρῳ χρισθεὶς Ἱεροφάντορ, τῆς ἐν λόγῳ καὶ ἔργῳ εὐσεβείας, ἱερουργεῖς τὰ θεῖα ἱερώτατε· ὅθεν τὴν Τριάδα, ἐν μιᾷ οὐσίᾳ, ὑμνεῖς εἰς τοὺς αἰῶνας.
Θεοτοκον.
Τὸν ἐν μήτρᾳ οἰκήσαντα Παρθένου, καὶ ἐν ταύτῃ φρικτῶς καὶ ὑπὲρ λόγον, τὸν παλαιὸν Ἀδὰμ ἀνακαινίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ερμς.
Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ πυρὶ τὸ τῆς Ἀειπαρθένου, τῷ Μωϋσῇ μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Το Μρτυρος
δ θ
ξέστη ἐπὶ τούτῳ ὁ Οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν Οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ Ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι.
Παρέθου τὴν ψυχήν σου τῷ Λυτρωτῇ, καὶ πρὸς τοῦτον προθύμως ἀνέδραμες, ταῖς καλλοναῖς, κατηγλαϊσμένος περιφανῶς, τῶν ἱερῶν ἀγώνων σου, καὶ τῶν παλαισμάτων τῶν θαυμαστῶν, πανεύφημε Ὁπλῖτα, φωστὴρ τῆς οἰκουμένης, τῆς Ἐκκλησίας ἐγκαλλώπισμα.
Συνήφθης τοῖς Ἀγγέλοις ἀγγελικήν, ἐπὶ γῆς πολιτείαν κτησάμενος, καὶ σὺν αὐτοῖς, μέλπεις ἐν αἰνέσει χαρμονικῶς, τὸ ἱερὸν μελῴδημα, Μάμα τῇ Τριάδι πανευκλεῶς, θεούμενος ταῖς θείαις, μεθέξεσι καὶ δόξης, ἀδιαδόχου ἐμφορούμενος.
ς ἔχων παρρησίαν πρὸς τὸν Θεόν, τῶν τὴν θείαν σου ταύτην πανήγυριν, περιχαρῶς, Μάρτυς ἐκτελούντων καὶ τὴν σεπτήν, καὶ ἱεράν σου ἄθλησιν, πίστει εὐφημούντων εἰλικρινεῖ, μνημόνευε παμμάκαρ, καὶ ζάλης καὶ κινδύνων, καὶ πειρασμοῦ ἡμᾶς διάσωσον.
Θεοτοκον.
πείρανδρον μητέρα τῶν ἐπὶ γῆς, παιδοτόκον τὶς ἤκουσε πώποτε, καὶ τὸ τεχθέν, ἄναρχον Θεόν τε καὶ συμφυᾶ, Πατρὶ τῷ προανάρχῳ τε, καὶ τῇ τετοκυίᾳ ὑπερφυῶς; ὢ ξένου μυστηρίου! ὢ θείας κοινωνίας! δι᾿ ἧς Θεῷ συνανεκράθημεν.
Το σου.
Τν προδηλωθντα.
δι᾿ ἀπαθείας, καὶ πίστεως καὶ ἀγάπης, καὶ ἐλπίδος, λόγους ἡμῖν ζωῆς τῆς αἰωνίου, ὑποδείξας σοφὲ Ἰωάννη, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ν τῇ βακτηρίᾳ, τοῦ Πνεύματος τοῦ Ἁγίου, τὸν λαὸν ὡς ποιμάναντα, τῆς σεπτῆς Ἐκκλησίας, καὶ διώξαντα θεομάχους αἱρέσεις, πάντες ἱεράρχα εὐφημοῦμέν σε.
ς τῆς Ἐκκλησίας, φωστῆρα καὶ ἱεράρχην, ἐν ψαλμοῖς καὶ ὕμνοις τιμῶμέν σε ἀσιγήτως, τὴν σορὸν τῶν λειψάνων σου μάκαρ, Πάτερ, Ἰωάννη μεγαλύνοντες.
Θεοτοκον.
Χαῖρε τὸ ἀείζωον, ῥεῖθρον τῆς ἀφθαρσίας, χαῖρε ἡ ὁλόφωτος τοῦ ἡλίου νεφέλη· χαῖρε ὄχημα τῆς Θεότητος ὅλης, χαῖρε κιβωτὲ τοῦ ἁγιάσματος.
Ερμς.
Τὸν προδηλωθέντα, ἐν ὄρει τῷ νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ, τόκον τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν.
ξαποστειλριον το σου.
Τος Μαθητας συνλθωμεν.
Οἱ ἐρασταὶ τῶν λόγων σου, νῦν πιστῶς εὐφημοῦμεν, τὴν ἱεράν σου πάνσοφε, καὶ ὑπέρφωτον μνήμην, σὲ ἱεράρχα τιμῶντες, Ἰωάννη θεόφρον· τῆς μετανοίας ὤφθης γάρ, κήρυξ ἔνθεος Πάτερ, καὶ τῆς φρικτῆς, καὶ σεπτῆς Τριάδος πρόμαχος μάκαρ, πρὸς ἣν ἡμῶν μνημόνευε, παρεστὼς θεοφάντορ.
Το Μρτυρος.
Τν Μαθητν ρντων σε.
Τῷ γάλακτι ἐτράφης τῷ τῶν ἐλάφων, ὄρεσι διαιτώμενος Μάρτυς Μάμα· ἀλλ᾿ ὤφθης ὡς γενναῖος ἐν τῷ σταδίῳ, ἀθλήσας προθυμότατα· καὶ νίκης ἄρας βραβεῖα, πρός Κύριον παρεγένου.
Θεοτοκον.  μοιον.
τῆς ζωῆς τῆς θείας καὶ μακαρίας, φθονήσας μοι τῆς πάλαι ἐν Παραδείσῳ, ἐχθρὸς ὁ δολιώτατος καὶ πανοῦργος, καὶ τῆς Ἐδὲμ ἐξόριστον, ποιήσας με θανατοῦται, τῇ σῇ γεννήσει Παρθένε.
Ες τν Στχον τν Ανων, Στιχηρ τς κτωχου.
Κα τ λοιπ, ς σνηθες, κα πλυσις.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου