ΣΕΠΤΕΜΒΡΙΟΣ
ΤΗ Γ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀνθίμου, Ἐπισκόπου Νικομηδείας, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοκτίστου, συνασκητοῦ τοῦ Μεγάλου Εὐθυμίου.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἱερομάρτυρος.
Ἦχος α’
Πανεύφημοι μάρτυρες.
Θεόφρον μακάριε βαφαῖς, τοῦ οἰκείου αἵματος, τὴν ἱεράν σου καὶ ἔνθεον, στολὴν ἐφαίδρυνας· ἐκ δυνάμεως γάρ, εὐσεβῶς εἰς δύναμιν, εἰς δόξαν ἀπὸ δόξης προβέβηκας· καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαîς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Θυσίαν τὸ πρότερον Θεῷ, φέρων τὴν ἀναίμακτον, ὡς ἱερεὺς ἐννομώτατος, ὡς ὁλοκάρπωμα, καὶ δεκτὴν θυσίαν, σεαυτὸν δι᾿ αἵματος, ὡς Μάρτυς ἀληθέστατος ὕστερον, Χριστῷ προσήγαγες, θεορρῆμον πανσεβάσμιε, ὃν δυσώπει, ὑπὲρ τῶν ὑμνούντων σε.
Μαρτύρων στρατεύματα Χριστῷ, Πάτερ προσενήνοχας, ταῖς ὑποθήκαις σου Ἄνθιμε, καὶ παραινέσεσι, νουθετῶν διδάσκων, καὶ σαφὲς ὑπόδειγμα, θεόφρον σεαυτὸν παρεχόμενος· μεθ᾿ ὧν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Τοῦ Ὁσίου. Ὅμοια.
Πάτερ Θεόκτιστε τὸ σόν, εὐαγὲς μνημόσυνον, τῶν μοναστῶν τὰ συστήματα, εὐφραίνει κάλλεσι, τῆς σῆς πολιτείας, καὶ θαυμάτων χάρισι, καὶ ταῖς τῶν χαρισμάτων λαμπρότησι, Χριστὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Πάτερ Θεόκτιστε τὸν σόν, τόνον τῆς ἀσκήσεως, οἱ δυσμενεῖς ἐπτοήθησαν, καὶ κατηργήθησαν, ταῖς σαῖς ἀνενδότοις, προσευχαῖς πανεύφημε· Χριστὸν γὰρ συνεργοῦντα ἐκέκτησο· ὃν νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Πάτερ Θεόκτιστε Θεοῦ, κτίσις ἐχρημάτισας· τὸ κατ᾿ εἰκόνα φυλάξας γάρ, ἐπαληθεύουσαν, διὰ πολιτείας, καὶ πανσέπτου σχήματος, τὴν κλῆσιν ἐπεδείξω πανθαύμαστε, Χριστὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δόξα... Ἦχος πλ. Β’
Ἱερεὺς ἐννομώτατος, μέχρι τέλους σου ἐχρημάτισας μάκαρ Ἄνθιμε· ἱερουργῶν γὰρ τὰ θεῖα καὶ ἄρρητα μυστήρια, τὸ αἷμα ἐξέχεας ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, καὶ θῦμα εὐπρόσδεκτον αὐτῷ προσήγαγες· διὸ παρρησίαν ἔχων πρὸς αὐτόν, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων, τὴν ἀεισέβαστον μνήμην σου, καὶ τῶν αὐτήν γεραιρόντων, ῥυσθῆναι πειρασμῶν, καὶ παντοίων κινδύνων καὶ περιστάσεων.
Καὶ νῦν... Θεοτοκίον
Τριήμερος ἀνέστης.
Ἱκέτευσον φιλάγαθε, τὸν σὸν Υἱὸν τοῦ δοῦναί μοι, τῶν πολλῶν μου, ἐγκλημάτων ἱλασμόν· καὶ τῆς ἐξ εὐωνύμων, ἀπαλλάξαι μερίδος, καὶ βασιλείας ἀξιῶσαί με.
Ἢ
Σταυροθεοτοκίον.
Παρίστατο τῷ ξύλῳ ποτέ, καιρῷ τῷ τῆς σταυρώσεως, ἡ Παρθένος, σὺν παρθένῳ Μαθητῇ, καὶ κλαίουσα ἐβόα· Οἴμοι! πῶς πάσχεις πάντων, Χριστὲ ὑπάρχων ἡ ἀπάθεια.
Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.
Δόξα... Τοῦ Ὁσίου.
Ἦχος
πλ. Β’
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῷν κατορθωμάτων σου· διὸ ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου, τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας, παρρησίαν ἔχων πρὸς τὸν Κύριον, ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον.
Τριήμερος ἀνέστης.
Ζηλώσας ὁ ἀντίδικος, τὴν ποίμνην σου πανάχραντε, καθ᾿ ἑκάστην, πολεμεῖ ὁ πονηρός, κατάβρωμα ποιῆσαι· ἀλλὰ σὺ Θεοτόκε, τῆς βλάβης τούτου ἐξελοῦ ἡμᾶς.
Ἢ
Σταυροθεοτοκίον.
Ἡ Πάναγνος ὡς εἶδὲ σε, ἐπὶ σταυροῦ κρεμάμενον, θρηνῳδοῦσα, ἀνεβόα μητρικῶς· Υἱέ μου καὶ Θεέ μου, γλυκύτατόν μου τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον;
Ἀπολυτίκιον
τοῦ Ἱερομάρτυρος.
Ποίημα Πατριάρχου Κωνσταντινουπόλεως.
Ἀνθίμου Δ’ Ἦχος α’
Τοῦ λίθου σφραγισθέντος.
Τῆς ποίμνης σου θεόφρον, στερρὸς προστάτης γενόμενος, ὑπὲρ αὐτῆς ἑτοίμως τὸ σὸν αἷμα ἐξέχεας, καὶ ἀπειλὰς τῶν δυσμενῶν μὴ πτοηθείς, ἐν οὐρανοῖς νῦν ἀγάλλῃ, τῷ θρόνῳ τῆς τρισηλίου Θεότητος παριστάμενος. Δόξα τῷ ἐνισχύσαντί σε Χριστῷ· δόξα τῇ εὐψυχίᾳ σου, δόξα τῇ μαρτυρικῇ σου Ἄνθιμε καρτερότητι.
Δόξα... Τοῦ Ὁσίου.
Ἦχος
πλ. δ’
Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι, Θεόκτιστε Πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον.
Ἢ Σταυροθεοτοκίον.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Kανὼν τῆς Ὀκτωήχου εἷς, καὶ τῶν Ἁγίων δύω.
Ὁ Κανὼν τοῦ Ἱερομάρτυρος,
οὗ ἡ Ἀκροστιχίς.
Ἄνθος σε μέλπω ποιμένων καὶ μαρτύρων. Ἰωσήφ.
Ὠδὴ α’ Ἦχος δ’
Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ παρθένου, ἀπαθείας ἐν βυθῷ, ψυχῆς τὸ τριμερές, καταπόντισον δέομαι· ὅπως σοι ὡς ἐν τυμπάνῳ τῇ νεκρώσει τοῦ σώματος, ἐπινίκιον ᾄσω μελῴδημα.
Ἀνθήσας ἱερῶς, ὥσπερ κρίνον λειμῶνι, τῶν Μαρτύρων τὰς ψυχάς, ἁπάντων εὐσεβῶν, εὐωδίᾳ τῶν ἄθλων σου, Ἄνθιμε εὐωδιάζεις, τῶν πιστῶς εὐφημούντων σε, Ἱεράρχα καὶ Μάρτυς πολύαθλε.
Νευρώσας τὴν ψυχήν, ἐπιμόνοις μελέταις, ἐξενεύρισας ἐχθρόν, ἀνδρείαις συμπλοκαῖς, καὶ ἀνίσχυρον ἔδειξας· ὅθεν πᾶσα Ἐκκλησία, ἐπιγνοῦσά σε Μάρτυρα, ἀπερίτρεπτον Μάκαρ γεραίρει σε.
Θαμβεῖται κατιδών, πρὸ βημάτων ἀνδρείως, παρεστῶτά σε Σοφέ, ἀλάστωρ δυσμενής, καὶ θωπείαις ἐκλύειν σου, οἴεται τὴν καρτερίαν· ἀλλ᾿ ἡττήθη καὶ πέπτωκεν, ἀπονοίας αὐτοῦ τὰ φρυάγματα.
Θεοτοκίον.
Ὁ Κύριος ἐκ σοῦ, ἀνατείλας ὡς οἶδε, τοὺς χοροὺς τῶν Ἀθλητῶν, ἐλάμπρυνεν Ἁγνή, τὰ αὐτοῦ εἰκονίζοντας, πάθη πάντα ζωηφόρα, καὶ τὸν ἄδικον θάνατον, δικαιοῦντα ἡμᾶς ἁμαρτήσαντας.
Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς.
Τοὺς σοὺς ἀγῶνας ὦ Θεόκτιστε φράσω.
Θεοφάνους.
Ὠδὴ α’ Ἦχος πλ. δ’
Ἡ
κεκομμένη.
Τῆς ἀπαθείας τῷ πόθῳ νυττόμενος, σαρκὸς τὰ σκιρτήματα, Πάτερ κατεμάρανας, Θεόκτιστε σοφέ, θεόθεν βοηθούμενος, καὶ νῦν ἡμᾶς φωτὸς τοῦ νοητοῦ, πλησθῆναι καθικέτευσον, τῷ Κυρίω ψάλλοντας· Ἐνδόξως γὰρ δεδόξασται.
Οἰκειωθεὶς σοι ὁ μέγας Εὐθύμιος, τῇ θείᾳ Πάτερ στοργῇ, καὶ συνδιαιτώμενος, Θεόκτιστε στερρῶς, τὴν τρίβον τῆς ἀσκήσεως, διήνυσεν ἐμπράκτως ἀληθῶς, καὶ σοὶ συνεκραύγαζε· τῷ Κυρίω ᾄσωμεν, ἐνδόξως γὰρ δεδόξασται.
Ὑπωπιάσας τὸ σῶμα πανόλβιε, καὶ πάθη τὰ τῆς σαρκός, Πάτερ δουλωσάμενος, Θεόκτιστε τρανῶς, ἐδέξω τὴν λαμπρότητα, τῆς χάριτος, καὶ ταύτῃ λαμπρυνθείς, ἐνθέως ἀνεκραύγαζες, τῷ Κυρίῳ ᾄσωμεν·ἐνδόξως γὰρ δεδόξασται.
Θεοτοκίον.
Σὲ σωτηρίας ἐλπίδα κτησάμενοι, Παρθενομῆτορ ἁγνή, Λόγον ὡς κυήσασαν, θεόφρονες σοφοί, ἀσκήσει ἐνδιέπρεψαν, Εὐθύμιος ὁ πᾶσι ποθητός, ὁ θεῖός τε Θεόκτιστος, τῷ Κυρίῳ ψάλλοντες· ἐνδόξως γὰρ δεδόξασται.
Τοῦ Ἱεράρχου.
Ὠδὴ γ’
Ὅτι στεῖρα ἔτεκεν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, καὶ ἡ πολλὴ ἐν τέκνοις, ἠσθένησε συναγωγή· τῷ θαυμαστῷ Θεῷ ἡμῶν βοήσωμεν, Ἅγιος εἶ Κύριε.
Ἑαυτὸν παρέδωκας, ὡς ὁ Χριστὸς τοῖς ζητοῦσι, καὶ πρὸς σφαγὴν ἠνέχθης, ὥσπερ ἐπίσημος κριός, καθαγιάζων Ἄνθιμε, τῷ αἵματι, πάντας τοὺς τιμῶντάς σε.
Λύσας τῇ θείᾳ χάριτι, πᾶσαν δαιμόνων ἀπάτην, ἤχθης δεσμώτης Μάρτυς, τὸν δεδεμένον διὰ σέ, ἐξεικονίζων Ἄνθιμε, καὶ θανάτω, λύσαντα τὸν θάνατον.
Πρηστήρια ὄργανα, βασανιστήρια πάντα, πρὸ ὀφθαλμῶν σου βλέψας, οὐκ ἐσαλεύθης τῷ νοῒ ἀλλὰ θερμῶς ἐχώρησας, πρὸς βάσανα, Ἄνθιμε πολύαθλε.
Θεοτοκίον.
Ὡραιώθης Πάναγνε, τὸν ὑπὲρ πάντας ὡραῖον, τοὺς γηγενεῖς τεκοῦσα, Υἱὸν καὶ Λόγον τοῦ Πατρός· ὃν οἱ γενναῖοι Μάρτυρες, ποθήσαντες, δόξῃ ἐλαμπρύνθησαν.
Τοῦ Ὁσίου.
Σὺ εἶ τὸ στερέωμα.
Σάρκα μὲν ἐνέκρωσας, δι᾿ ἐγκρατείας σου Ὅσιε· τὴν δὲ ψυχὴν θείων χαρισμάτων, δωρεαῖς κατελάμπρυνας.
Ὅλην μὲν τὴν ἔφεσιν, πρὸς τὸν Δεσπότην σου ἔτρεψας· τὸν δὲ θυμόν, κατὰ τῶν δαιμόνων, θεοφόρε καθώπλισας.
Θεοτοκίον.
Ὕμνους ἀναμέλποντες, οἱ θεοδίδακτοι Δέσποινα, σὲ Ἀσκηταί, ὡς Θεὸν τεκοῦσαν, Θεοτόκον ἐδόξασαν.
Ὁ Εἱρμὸς.
Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε· σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.
Κάθισμα τοῦ Ἱερομάρτυρος.
Ἦχος α’
Τὸν τάφον σου Σωτὴρ.
Τὸ αἷμά σου σοφέ, μυστικῶς ἀνεβόα, ἐκ γῆς πρὸς τὸν Θεόν, ὡς τοῦ Ἄβελ θεόφρον· σαφῶς γὰρ ἐκήρυξας, τὴν Τριάδα τὴν ἄκτιστον· ὅθεν Ἄνθιμε,
ποιμαντικῶς διαπρέψας, ἀπεδίωξας, τοὺς τῶν αἱρέσεων θῆρας, ὡς φύλαξ τῆς πίστεως.
Δόξα... Τοῦ Ὁσίου. Ἦχος δ’
Ἐπεφάνης σήμερον.
Τῶν Πατέρων ἔξαρχος, ἀνηγορεύθης, καὶ τῷ κόσμῳ γέγονας, περιφανέστατος λαμπτήρ, Ὅσιε Πάτερ Θεόκτιστε· ὅθεν ἀπαύστως, τιμῶμεν τὴν μνήμην σου.
Καὶ νῦν... Θεοτοκίον.
Τὴν θερμὴν ἀντίληψιν, τῶν ἐν ἀνάγκαις, τὴν ἡμῶν βοήθειαν, καὶ πρὸς Θεὸν καταλλαγήν, δι᾿ ἧς φθορᾶς ἐλυτρώθημεν, τὴν Θεοτόκον, πιστοὶ μακαρίσωμεν.
Ἢ
Σταυροθεοτοκίον.
Ἐπὶ ξύλου βλέπουσα, ἀναρτηθέντα, τὸν Υἱόν σου Πάναγνε, σπλάγχνα μητρῷα γοερῶς, σπαρασσομένη ἐκραύγαζες· Οἴμοι! πῶς ἔδυς, τὸ φῶς μου τὸ ἄχρονον.
Τοῦ Ἱεράρχου
Ὠδὴ δ’
Δι᾿ ἀγάπησιν Οἰκτίρμον, τῆς σῆς εἰκόνος ἐπὶ Σταυροῦ σου ἔστης, καὶ ἐτάκησαν τὰ ἔθνη· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἰσχύς μου καὶ ὕμνησις.
Πέτρα πίστεως τὰς φρένας ἐρηρεισμένος, λίθοις ἐτύφθης Μάρτυς, ἐν μιμήσει Στεφάνου· ὅθεν στεφανοῦμέν σε, τοῖς ὕμνοις γηθόμενοι.
Ὁ Θεοῦ σε ἐπυρπόλησε θεῖος ζῆλος, πεπυρωμένοις· ὅθεν, οὐκ ᾐσθάνου σιδήροις, ἐμπερονιζόμενος, Μαρτύρων ἀγλάϊσμα.
Ἱερέων χρῖσμα ἅγιον κεχρισμένος, καὶ κατηγλαϊσμένος, τῷ σεπτῷ μαρτυρίῳ, χαίρων προσεχώρησας, Ἁγίων εἰς Ἅγια.
Θεοτοκίον.
Μὴ κενώσας τοὺς πατρῴους ὁ Λόγος κόλπους, σοῦ ἐν τοῖς κόλποις Κόρη, ἀνεκλίθη ὡς βρέφος, θέλων ἀναπλάσαι με, φθορᾷ ὑποκείμενον.
Τοῦ Ὁσίου.
Ἐπέβης ἐφ᾿ ἵππους.
Σοφίας τῆς πρώτης, σὺ ἐραστὴς ὤφθης Πάνσοφε· τὸν γὰρ βίον ἀμέμπτως διήνυσας, κεκαθαρμένος ἄριστα ψυχὴν καὶ ἔννοιαν, συμφώνως ἀνακράζων· δόξα τῇ δυνάμει σου Κύριε.
Ἁγνίσας τὸν νοῦν σου, τῆς τῶν παθῶν τύρβης ἔνδοξε, τὰς αἰσθήσεις ἐμφρόνως ῥυθμίσας τε, ἀταραξίας γαλήνῃ Πάτερ προσώρμησας, προθύμως ἀναμέλπων· Δόξα τῇ δυνάμει σου Κύριε.
Γεώδεις φροντίδας, ἀσκητικῶς ἀπωσάμενος, οὐρανίους ἐλπίδας ἐκτήσατο, ὁ σὸς θεράπων Δέσποτα, θεῖος Θεόκτιστος, Εὐθυμίῳ συμψάλλων· Δόξα τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον.
Ὡς ὤφθης ἐν κόσμῳ, ἐκ τῆς Παρθένου ὡς ἄνθρωπος, ἐδωρήσω τὴν νίκην Ὁσίοις σου· τῷ σῷ Σταυρῷ γάρ, δαίμονας οὗτοι ἀπήλασαν, ἐν πίστει ἐκβοῶντες· Δόξα τῇ δυνάμει σου Κύριε.
Τοῦ Ἱεράρχου.
Ὠδὴ ε’
Τὸν φωτισμόν σου, Κύριε κατάπεμψον ἡμῖν, καὶ τῆς ἀχλύος ἡμᾶς τῶν πταισμάτων λῦσον ἀγαθέ, τὴν εἰρήνην οὐρανόθεν δωρούμενος.
Ἐν τῷ δεινῶς πυροῦσθαί σου τοὺς πόδας Ἀθλητά, συνθλᾷς τὴν κάραν, ἀσάρκου δυσμενοῦς, καὶ πρὸς οὐρανὸν βαδίζεις, ἄθλοις ἱεροῖς ἐγκοσμούμενος.
Νενικημένος ἔμεινεν ἐχθρὸς ἐξεστηκώς, Θεὸς δὲ ζώσῃ ἐκάλει σε φωνῇ, θάρσος ἐντιθεὶς τῇ σῇ καρδίᾳ, Ἱεράρχα πολύαθλε.
Ὡς προσφορὰ ὁλόκληρος, ὡς θῦμα ἱερόν, ὡς ἱερεῖον, ὡς κάρπωμα θεῖον, τῷ παμβασιλεῖ Ποιμὴν καὶ Μάρτυς, ἀνηνέχθης γηθόμενος.
Θεοτοκίον.
Νόμου σκιαὶ ἐδήλωσαν τὸ φέγγος τὸ ἐκ σοῦ, ἐξανατεῖλαν πανάμωμε Κόρη, καὶ τῶν ἀθλητῶν καταλαμπρῦναν, τοὺς χοροὺς εὐφημοῦντάς σε.
Τοῦ Ὁσίου.
Φώτισον ἡμᾶς.
Νέκρωσον ἡμῶν, τὰ φρονήματα φιλάνθρωπε, τῆς σαρκὸς καὶ τὰ σκιρτήματα, ταῖς εὐπροσδέκτοις, τοῦ Ὁσίου σου ἐντεύξεσιν.
Ἄνωθεν ἡμᾶς, ἐποπτεύοις Παμμακάριστε, καὶ κατευθύνοις τὸν βίον ἡμῶν, τῶν ἐκτελούντων πόθῳ, σοφὲ τὴν μνήμην σου.
Θεοτοκίον.
Σύσκηνος δυάς, παναρίστη καὶ Θεόκλητος, τὸν σαρκωθέντα ἐκ Παρθένου ἁγνῆς, Θεὸν κηρύττει, ἀρρήτως ἡμῖν ἐκλάμψαντα.
Τοῦ Ἱεράρχου.
Ὠδὴ ς’
Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ προφήτης Ἰωνᾶς, ἐν τῷ κήτει δεόμενος. Ἐκ φθορᾶς μὲ ῥῦσαι, Ἰησοῦ βασιλεῦ τῶν δυνάμεων.
Κυκλούμενος, θλιβερῶς καὶ τροχῷ προσδεσμούμενος, καὶ λαμπάσι, πανταχόθεν εὐτόνως φλεγόμενος, ἀκλινὴς ὡράθης, Ἱεράρχα πολύαθλε Ἄνθιμε.
Ἀνέπεμπες, τῷ Θεῷ ὑμνῳδίαν φλεγόμενος, καὶ τὴν δρόσον, ὡς οἱ Παῖδες ἐξ ὕψους δεχόμενος, Ἀθλητὰ γενναῖε, τῶν Ἁγίων Ἀγγέλων συνόμιλε.
Ἰάτρευσον, τὴν ψυχήν μου νοσοῦσαν ἀνίατα· ἱερεὺς γάρ, δεδειγμένος καὶ Μάρτυς ἀήττητος, ἐξουσίαν ἔχεις, ἀφαιρεῖν ἁμαρτίας Μακάριε.
Θεοτοκίον.
Μαράνασα, τὰ φυτὰ τῆς κακίας Ἀνύμφευτε, τῷ βλαστῷ σου, τῶν παθῶν μου τοὺς σκόλοπας ἔκτιλον, καὶ βλαστάνειν θεῖα, τὴν ψυχήν μου νοήματα ποίησον.
Τοῦ Ὁσίου.
Τὴν δέησιν ἐκχεῶ.
Ὡς ἥλιος, τοῖς ἐν γῇ ἀνέτειλας, τῷ πυρσῷ τῆς εὐσεβείας φωτίζων, καὶ ἀρετῶν, διασπείρων τὸ φέγγος, καὶ σωφροσύνης διδάσκων φαιδρότητα, Θεόκτιστε σαῖς προσευχαῖς, καὶ νῦν τὴν οἰκουμένην εἰρήνευσον.
Θεόφρονι, λογισμῷ χρησάμενος, τῶν ἐν γῇ καταπεφρόνηκας πάντων, καὶ οὐρανῶν, παμμακάριστε Πάτερ, τὴν κληρουχίαν πανσόφως προέκρινας· Θεόκτιστε, καὶ νῦν σαφῶς, οὐρανοὺς ἐμβατεύεις γηθόμενος.
Θεοτοκίον.
Ἐθέλχθητε, καλλονῆς τῷ ἔρωτι, τοῦ Χριστοῦ τῆς εὐπρεποῦς τε καὶ θείας, διὰ σαρκός, τοῦ φανέντος ἐν κόσμῳ, ἐκ τῆς Ἁγίας ἁγνῆς Θεομήτορος, καὶ ὤφθητε τῶν μοναστῶν, ἀκριβοῦς πολιτείας προγράμματα.
Ὁ Εἱρμὸς.
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδη προσήγγισε· καὶ δέομαι ὡς, Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.
Κοντάκιον τοῦ Ἱερομάρτυρος.
Ἦχος δ’ Ὁ ὑψωθεὶς.
Ἐν ἱερεῦσιν εὐσεβῶς διαπρέψας, καὶ μαρτυρίου τὴν ὁδὸν διανύσας, τὰ τῶν εἰδώλων ἔσβεσας σεβάσματα, πρόμαχος γενόμενος, τῆς σῆς ποίμνης θεόφρον· διὸ σε καὶ γεραίρουσα, μυστικῶς ἐκβοᾷ σοι· Ἐκ τῶν κινδύνων ῥῦσαί με ἀεί, ταῖς σαῖς πρεσβείαις, Πατὴρ ἡμῶν Ἄνθιμε.
Ὁ Οἶκος.
Ἐνθεὶς μοι γνῶσιν θεϊκήν, τὸν ζόφον τῆς ἀγνοίας, ἐκ τῆς ἐμῆς καρδίας, ἀπέλασον εὐχαῖς σου, ὅπως ὑμνήσω σου πιστῶς τὴν ἁγίαν μνήμην, ἐν ᾗ Ἀγγέλων χοροί, μετὰ Μαρτύρων σήμερον εὐφραίνονται ἐνθέως· καὶ ἄνθρωποι, ὕμνοις ἐγκωμίων τὴν σὴν κάραν, ὥσπερ ἄνθη συμπλέξαντες, στέφουσιν ἀξίως, αἰτοῦντες παρὰ σοῦ λαβεῖν, τῶν πταισμάτων ἀποχήν, καὶ τῶν κακῶν τοῦ βίου λύσιν, καὶ ἐχθρῶν ὁρατῶν καὶ ἀοράτων ῥυσθῆναι, ταῖς σαῖς πρεσβείαις, Πατὴρ ἡμῶν Ἄνθιμε.
Συναξάριον
Τῇ Γ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀνθίμου, Ἐπισκόπου Νικομηδείας.
Στίχοι
Τμηθεὶς κεφαλὴν Μάρτυς Ἄνθιμε ξίφει,
Καὶ νεκρὸς ἀνθεῖς εἰς Θεοῦ δόξαν τρίχας.
Ἄνθιμον ἐν τριτάτῃ ἀπέκτεινε ξίφος ὀξύ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοκτίστου, συνασκητοῦ τοῦ Μεγάλου Εὐθυμίου.
Στίχοι
Εἰδὼς σὸν εἶναι τὸν Θεὸν Κτίστην, Πάτερ,
Αὐτὸν πρὸ πάντων ἐξελέξω κτισμάτων.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ζήνων, ἐν λέβητι μολύβδου κοχλάζονος βληθείς, τελειοῦται.
Στίχοι
Ζήνων ὁ θεῖος τοῦ Θεοῦ πόθῳ ζέων,
Χαίρων ὑπῆλθε τοῦ μολύβδου τὸ ζέον.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Βασίλισσα, θηριομαχήσασα καὶ μηδὲν βλαβεῖσα, τελειοῦται.
Στίχοι
Ὀφθεῖσα Βασίλισσα φρικτὴ θηρίοις,
Φρικτῷ παρέστη παμβασιλέως θρόνῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀριστίων, Ἐπίσκοπος Ἀλεξανδρείας, πυρὶ τελειοῦται.
Στίχοι
Ὡς εἰς ἄριστον τὴν πυρὰν σπεύδων τρέχεις,
Χριστοῦ ἄριστε Μαρτύρων Ἀριστίων.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Χαρίτων, ἐν ἀσβέστου βόθρῳ βληθείς, τελειοῦται.
Στίχοι
Εἰσδὺς Χαρίτων εἰς τὸν ἀσβέστου βόθρον,
Ἄσβεστον εὗρε φῶς ἀκηράτου τόπου.
Ὁ ἅγιος μάρτυς Ἀρχοντίων λιμῷ τελειοῦται.
Ὁ ἅγιος νεομάρτυς Πολύδωρος ὁ ἐν τῇ νέᾳ Ἐφέσῳ μαρτυρήσας κατὰ τὸ 1794, ἀγχόνῃ τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τοῦ Ἱεράρχου
Ὠδὴ ζ’
Ἀβραμιαῖοι ποτέ, ἐν Βαβυλῶνι παῖδες, καμίνου φλόγα κατεπάτησαν, καὶ ὑμνοῦντες ἔψαλλον· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Αἱ προσαχθεῖσαι τῷ σῷ, σεπτῷ σαρκίῳ φλόγες, μηδὲν σε ὅλως λυμηνάμεναι, ἐπὶ τοὺς μισοῦντάς σε, ἐπιστασίᾳ θείων, ἐστράφησαν Ἀγγέλων.
Ῥώμῃ Θεοῦ πανσθενεῖ, τροχὸς ἐξαίφνης ἔστη, ὁ τιμωρῶν σε· καὶ κυλίονται, πρὸς πίστιν τῷ θαύματι, οἱ τῶν ἀπίστων δῆμοι, σοφὲ ἱερομύστα.
Τῶν τοῦ Χριστοῦ ἐντολῶν, φύλαξ ὑπάρχων Μάκαρ, ἐφυλακίσθης φυλασσόμενος, πρὸς τούτου καὶ γέγονας, φρουρὸς τοῖς σὲ φρουροῦσι, διδάγμασιν ἐνθέοις.
Θεοτοκίον.
Ὑπερβολῇ Παρθένε, φιλανθρωπίας ὤφθη, ἐκ σοῦ ὁ Λόγος σωματούμενος, καὶ σῴζει τοὺς μέλποντας· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Τοῦ Ὁσίου.
Παῖδες Ἑβραίων.
Ὅλῳ τῷ πόθῳ συνημμένος, δι᾿ ἀσκήσεως στερρᾶς σου τῷ Δεσπότῃ, ταῖς αὐτοῦ νῦν τρυφᾷς, ἐλλάμψεσι κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Κάρπωμα θεῖον τῷ Δεσπότῃ, προσενήνοχας τὸν βίον σου Τρισμάκαρ, καὶ θυσίαν δεκτήν, καὶ ἄμωμον κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Τέλος τῶν πόνων εὗρες Μάκαρ, τὴν ἀπόλαυσιν τὴν ἐν τῷ Παραδείσῳ· ἐκ στενῆς γὰρ ὁδοῦ, κατήντησας πρὸς πλάτος, τῆς βασιλείας πάνσοφε, εὐλογῶν τὸν πάντων Κτίστην.
Θεοτοκίον.
Ἴδε Παρθένος θεῖον βρέφος, ἀπεγέννησεν, ὅπερ οἱ θεοφόροι, ἐπιγνόντες Θεόν, καὶ Κύριον ἐβόων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Τοῦ Ἱεράρχου.
Ὠδὴ η’
Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· πάντα τὰ ἔργα εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.
Ῥητορεύεις Κυρίου τὴν σάρκωσιν, παρανόμων τυράννων ἐνώπιον, προσομιλῶν κολάσεσι, καὶ πικραῖς τιμωρίαις καὶ ἀλγηδόσιν, ἱεράρχα πολύαθλε Ἄνθιμε.
Ὥσπερ σίδηρος Μάκαρ ἐστόμωσαι, τῷ πυρὶ τῶν ἀπείρων κολάσεων, καὶ τὰς ἀμέτρους φάλαγγας, τῶν δαιμόνων συγκόψας, νίκης βραβεῖα, ἀνεπλέξω δοξάζων τὸν Κύριον.
Νεκρωθεὶς ἑκουσίως πανόλβιε, τὴν ζωὴν τὴν ἀγήρω ἀπέλαβες, καὶ Παραδείσου εἴσοδον, καὶ τὰς θείας σκηνώσεις, ἐν αἷς χορεύων, τῶν τιμώντων σε μέμνησο Ἄνθιμε.
Θεοτοκίον.
Ἱεραῖς ἐν φωναῖς μακαρίσωμεν, τοῦ Θεοῦ τὴν σκηνὴν τὴν ἀμόλυντον, τὴν κιβωτὸν τὴν ἔμψυχον, τῶν Μαρτύρων τὴν δόξαν, τὴν ἀνωτέραν Χερουβὶμ καὶ ἁπάσης τῆς κτίσεως.
Τοῦ Ὁσίου.
Ἑπταπλασίως κάμινον.
Σὺν ἐγκωμίοις γίνεται, θεοφόρε ἡ μνήμη σου· τῆς δικαιοσύνης γὰρ ἐδείχθης τρόφιμος, ἀνδρείας φρονήσεως, καὶ σωφροσύνης Πάτερ σοφέ· τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνακράζων, οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τὸν θεοφόρον ἅπαντες, εὐφημίαις τιμήσωμεν, ὡς ἐμπεπλησμένον ἐναργῶς τῆς χάριτος, καὶ θείαις ἐλλάμψεσι, πεφωτισμένον ἄριστα, τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἐκβοῶντες, οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἐν τῇ σορῷ τὸ σῶμά σου, ἱεράρχης ἐκήδευσε, καὶ τῆς εὐθυμίας, ὁ φαιδρὸς ἐπώνυμος· ψυχὴν δὲ οἱ Ἄγγελοι, ἐν οὐρανοῖς προσήνεγκαν, τῷ Δημιουργῷ χαρμονικῶς μελῳδοῦντες· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Φιλοσοφεῖν ἐπόθησαν, τῆς Σοφίας τῷ ἔρωτι, τῆς ἐνυποστάτου, ἀσκηταὶ θεόφρονες, τῆς κόσμῳ πανάμωμε, ἀναδειχθείσης Κόρη ἐκ σοῦ, καὶ θεοπρεπῶς, τὰς ἀρετὰς φυτευσάσης, ἣν Παῖδες εὐλογοῦσιν, ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς.
Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών· Τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα; οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τοῦ ἱεράρχου.
Ὠδὴ θ’
Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· Ὅθεν σε πάντες μεγαλύνομεν.
Ὡς ῥόδον εὐῶδες μυστικῶς ἐξήνθησας, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἡμῶν· ὅθεν ἡμᾶς εὐωδιάζεις, Κυρίου εὐωδία γενόμενος, καὶ πάθη τὰ δυσώδη Μακάριε, ἀποδιώκεις τῶν ψυχῶν ἡμῶν.
Σήμερον τὴν μνήμην σου τελεῖ, τὴν ἔνδοξον, συγκαλοῦσα πόλιν ἅπασαν, ἡ εὐγενὴς Νικομηδέων, περίδοξός τε πόλις ἐν πόλεσιν· αὐτῆς γὰρ πολιοῦχος γεγένησαι, ἣν οὐρανόθεν Μάρτυς ποίμαινε.
Ἡ γῆ σου τὸ αἷμα ἐκχυθὲν ἐδέξατο, Ἱεράρχα, τὸ δὲ πνεῦμά σου, εἰς οὐρανοὺς ἀνεκομίσθη, τοῖς θείοις συναγάλλεσθαι Πνεύμασι· μεθ᾿ ὧν ἡμῶν μνημόνευε Ἄνθιμε, θείων Μαρτύρων ἀκροθίνιον.
Θεοτοκίον.
Φλογίνη ῥομφαία ἡ τὸ πρὶν τὴν εἴσοδον, Παραδείσου ἐναπείργουσα, νῶτα νῦν δίδωσι Παρθένε, τοῖς πάθη τὰ σεπτὰ εἰκονίσασι, Χριστοῦ τοῦ λογχευθέντος θελήματι, καὶ σὲ τιμῶσι τὴν ὑπέρτιμον.
Τοῦ Ὁσίου.
Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς.
Ῥοαῖς σου τῶν δακρύων ἐκκαθαρθείς, νῦν φωτὸς ἀπολαύεις Θεόκτιστε, τοῦ τριφεγγοῦς, τούτῳ παριστάμενος ἐμφανῶς, καὶ ταῖς ἐκεῖθεν ἄριστα, ἐκλελαμπρυσμένος μαρμαρυγαῖς, ἐξ ὕψους ἐποπτεύοις, ἡμᾶς τοὺς τὴν σὴν μνήμην, ἐπιτελοῦντας παμμακάριστε.
Ἀγάπῃ καὶ ἐλπίδι θωρακισθείς, καὶ πιστῶς πεφραγμένος διέλυσας, τὰς μηχανάς, καὶ τὰς μεθοδείας τῶν δυσμενῶν· καὶ νικητὴς γενόμενος, νῦν στεφανηφόρος περιπολεῖς, ταῖς θείαις σὺν χορείαις, Ἀγγέλων καὶ δικαίων, περὶ τὸν θρόνον τοῦ Παντάνακτος.
Σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς, ἐν τῇ γῇ σὺν ἀνθρώποις βιώσαντες, ἐν οὐρανοῖς, λάμπετε θεόφρονες Ἀσκηταί, σὺν Ἀσωμάτων τάξεσιν, αἴγλῃ ἐντρυφῶντες θεαρχικῇ· παρ᾿ ἧς καὶ τῶν ἀγώνων, ἐνδίκως τοῖς στεφάνοις, ὡς νικηφόροι ἐκοσμήθητε.
Θεοτοκίον.
Ὦ θεία καὶ θεόφρον καὶ ἱερά, ξυνωρὶς τῶν Πατέρων ὑπέρλαμπρε, ταῖς σαῖς λιταῖς, κόσμῳ τὴν εἰρήνην παρὰ Θεοῦ, καταπεμφθῆναι αἴτησαι, καὶ τῇ Ἐκκλησίᾳ εἰλικρινῆ, ὁμόνοιαν καὶ πίστιν, πρεσβείαις εὐπροσδέκτοις, τῆς Θεοτόκου παμμακάριστοι.
Ὁ Εἱρμὸς.
Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν.
Ἐξαποστειλάριον
τοῦ ἱερομάρτυρος.
Τῶν μαθητῶν ὁρώντων σε.
Χορείαν ἄγε σήμερον ἐτησίαν, Νικομηδέων πᾶσα χαίρουσα πόλις, τοῦ καλοῦ Ποιμένος σου, καὶ σκίρτησον, τὸν πολιοῦχον ἔχουσα, διατηροῦντά σε βλάβης, τῶν δυσμενῶν ἀνωτέραν.
Τοῦ Ὁσίου.
Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἀγγελικῶς ἐβίωσας, ἐπὶ γῆς θεοφόρε, σὺν Εὐθυμίῳ πάνσοφε, τῷ μεγάλῳ φωστῆρι, Θεόκτιστε διαπρέψας, ἐν εὐχαῖς καὶ νηστείαις, καὶ πλείστοις κατορθώμασι, πρακτικῆς θεωρίας, μεθ᾿ οὗ καὶ νῦν, παρεστὼς τριάδι τῇ ἀπροσίτῳ, ὑπὲρ ἡμῶν ἱκέτευε, τῶν τιμώντων σε μάκαρ.
Θεοτοκίον.
Τετυρωμένον πάναγνε, καὶ πιότατον ὄρος, Δαυῒδ Θεογεννήτρια, μελῳδῶν σε ἐκάλει, ὁ σὸς προπάτωρ Παρθένε· Σολομὼν δὲ ὁ θεῖος, κλίνην σαφῶς τοῖς ᾌσμασιν, Ἡσαΐας δὲ ῥάβδον, καὶ Ἰακώβ, κλίμακα σὲ εἶδε· καὶ πύλην ἄλλος, ἐξ ἧς Θεὸς τὸ φύραμα, νεουργεῖ τῶν ἀνθρώπων.
Εἰς τὸν Στίχον τῶν Aἴνων,
Στιχηρὰ τῆς Ὀκτωήχου.
Δόξα... Ἦχος δ’
Ἐφραὶμ Καρίας.
Τῇ Νικομηδέων μεγαλοπόλει, πᾶσα πόλις καὶ χώρα συνεορτάζει σήμερον, ἐπὶ τῇ μνήμῃ τοῦ σεβασμίου αὐτῆς πολιούχου· καὶ γὰρ τὰ πέρατα τῆς γῆς, κροτεῖ ἐπευφραινόμενα, τῇ νῦν πανηγύρει τοῦ Ἱερομάρτυρος· τούτῳ καὶ ἡμεῖς τοῖς ᾄσμασιν ὡς ἄνθεσι, στεφάνους πλέξαντες ἐκβοήσωμεν. Χαίροις ὁ ποιμὴν ὁ καλός, ὁ τὴν ψυχὴν θεὶς ὑπέρ τῶν προβάτων, ἡ θυσία καὶ θύτης, ὁ Ἱερεὺς καὶ Ἱερεῖον. Σοῦ δεόμεθα, σὺν τοῖς συνάθλοις σου, Xριστὸν Ἄνθιμε ἱκέτευε, τὴν ποίμνην σου ταύτην τῶν βαρβάρων λύκων λυτρωθῆναι, καὶ τῆς οὐρανίου μάνδρας ἀξιωθῆναι.
Καὶ νῦν... Θεοτοκίον.
Ἔδωκας
σημείωσιν.
Ἐν κλίνῃ κατάκειμαι, τῆς ἀμελείας πανάμωμε, καὶ ῥαθύμως διέρχομαι, τὸν βίον καὶ δέδοικα, τὸν τῆς τελευτῆς μου, καιρὸν Θεοτόκε, μὴ ὥσπερ λέων ἀφειδῶς, διασπαράξῃ τὴν ταπεινήν μου ψυχήν, ὁ ὄφις ὁ παμπόνηρος· διὸ τῇ σῇ ἀγαθότητι, πρὸ τοῦ τέλους προφθάσασα, πρὸς μετάνοιαν ἔγειρον.
Ἢ
Σταυροθεοτοκίον.
Νεκρούμενον βλέπουσα, Χριστὸν ἡ πάναγνος Δέσποινα, καὶ νεκροῦντα τὸν δόλιον, ὡς Δεσπότην κλαίουσα, ὕμνει τὸν ἐκ σπλάγχνων, αὐτῆς προελθόντα, καὶ τὸ μακρόθυμον αὐτοῦ, ἀποθαυμάζουσα ἀνεκραύγαζε· Τέκνον μου ποθεινότατον, μὴ ἐπιλάθῃ τῆς δούλης σου, μὴ βραδύνῃς φιλάνθρωπε, τὸ ἐμὸν παραμύθιον.
Καὶ τὰ λοιπά, ὡς σύνηθες, καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου