Πέμπτη 5 Ιουνίου 2014

ΟΚΤΩΒΡΙΟΣ ΜΗΝ. (7)



ΟΚΤΩΒΡΙΟΣ
ΤΗ Ζ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τῶν Ἁγίων Μαρτύρων Σεργίου καὶ Βάκχου.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ες τ, Κριε κκραξα, στμεν Στχους ς’ κα ψλλομεν Στιχηρ Προσμοια.
χος α’  Πανεφημοι Μρτυρες.
Βάκχε καὶ Σέργιε ὑμᾶς, ὁ τῆς δόξης Κύριος, κατακοσμήσας ταῖς χάρισι, ταῖς τῶν ἰάσεων, θαυμαστοὺς ἐν κόσμῳ , εὐκλεῶς ἀνέδειξε, νοσοῦντας δι' ὑμῶν θεραπεύων ἀεί· διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Βάκχε καὶ Σέργιε ὑμεῖς, ἐπὶ γῆς ἀθλήσαντες, ἐν οὐρανοῖς  συγχορεύετε, σὺν Ἀσωμάτοις γάρ, ἀεὶ παρεστῶτες, τῇ Τριάδι Ἅγιοι, καὶ δόξῃ ἐντρυφῶντες ἀγάλλεσθε· διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Βάκχε καὶ Σέργιε ὑμεῖς, τοῦ ἐχθροῦ τὴν ἔνστασιν, ἀνδρείως ἄμφω ἐλύσατε· καὶ τῶν εἰδώλων δέ, ὀλεθρίαν πλάνην, εὐσεβῶς ἀπώσασθε, Χριστὸν τὸν Βασιλέα κηρύξαντες· ὃν ἱκετεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δξα... χος δ’
Σέργιος καὶ Βάκχος, ἡ φαιδρὰ τῶν Μαρτύρων καὶ τερπνὴ λαμπηδών, τῶν μὲν τυράννων τὸ θράσος κατέβαλε, τῶν δὲ εἰδώλων τὴν πλάνην κατήργησε· καὶ τῆς θεογνωσίας τὸ τέλειον μυστήριον, λαμπρᾷ τῇ φωνῇ, ὑψηγοροῦντες ἀνεκήρυττον. Ὧν ταῖς πρεσβείαις Χριστέ, ὁ τούτων νομοδότης, ἀγωνοθέτης τε καὶ στεφανοθέτης, καὶ ἡμᾶς ἀξίωσον, κατὰ τῶν ἀοράτων καὶ ὁρατῶν δυνάμεων, τὸ κράτος ἀναδήσασθαι.
Κα νν... Θεοτοκον.
δωκας σημεωσιν.
λιον κυήσασα, δικαιοσύνης πανάμωμε, τὸ ζοφῶδες διάλυσον, παθῶν τῶν θλιβόντων με, καὶ τὸν ἀπατῶντα, τὴν ψυχήν μου ὄφιν, καὶ καταθέλγοντά με νῦν, φιληδονίαις καὶ ματαιότησι, πόρρωθεν ἀποδίωξον, τῆς ταλαιπώρου καρδίας μου, ἐν γαλήνῃ φυλάττουσα, ἀπαθείας τὸν δοῦλόν σου.
  Σταυροθεοτοκον.
Σταυρούμενον βλέπουσα, καὶ τὴν πλευρὰν ὀρυττόμενον, ὑπὸ λόγχης ἡ Πάναγνος, Χριστὸν τὸν φιλάνθρωπον, ἔκλαιε βοῶσα· Τὶ τοῦτο Υἱέ μου; τὶ σοι ἀχάριστος λαός, ἀποτιννύει ἀνθ' ὧν πεποίηκας, καλῶν αὐτοῖς, καὶ σπεύδεις με ἀτεκνωθῆναι παμφίλτατε; Καταπλήττομαι εὔσπλαγχνε, σὴν ἑκούσιον σταύρωσιν.
Ες τν Στχον Στιχηρ τς κτωχου.
Δξα... χος πλ. δ’
κραταιώθη τῶν τοῦ Χριστοῦ Μαρτύρων, κατ' ἐχθρῶν τὸ σύστημα, ἐν οἷς ὡς φωστῆρες κοσμικοὶ διαλάμπουσιν, οἱ εὐσθενεῖς καὶ ἄριστοι Ἀθλοφόροι, Σέργιός τε καὶ Βάκχος. Τούτοις ἔκλινε τὰ νῶτα ἡ πονηρὰ φάλαγξ τῶν δαιμόνων. Τούτους ἐξεπλάγησαν τύραννοι, καὶ ἐθαύμασαν Ἄγγελοι, ὁρῶντες τὸν ἀσώματον, ὑπὸ σαρκὸς πατούμενον, τῶν δὲ πιστῶν ἡ Ἐκκλησία, πανέορτον ἑορτὴν καὶ κοσμικὴν χαρμονήν, ἐπιτελοῦσα βοᾷ· ὁ ἀσθενείᾳ  σαρκὸς πεδήσας τὸν ἰσχυρόν, ταῖς πρεσβείαις τῶν Ἁγίων σου, σῶσον τὰς ψυχὰς ἡμῶν.
Κα νν... Θεοτοκον.
το παραδξου.
Πῶς σου τὴν χάριν ὑμνήσαιμι, καὶ τὴν πολλὴν πρὸς ἐμέ, τὸν ἀνάξιον δοῦλόν σου, καθ' ἑκάστην πρόνοιαν, ἣν σαφῶς ἐπιδείκνυσαι; πῶς δέ σου φράσω τὴν ἀγαθότητα, καὶ τὴν ποικίλην ὄντως κυβέρνησιν; σὺ οὖν καὶ ἔτι νῦν, εἰς ἀεί μου πρόστηθι, παντὸς κακοῦ, ζῶντα καὶ θανόντα με, ἐκλυτρουμένη Σεμνή.
  Σταυροθεοτοκον.
τοῦ παραδόξου θαύματος!    μυστηρίου καινοῦ!    φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος ἔλεγεν, ἐν Σταυρῷ θεωροῦσά σε, ἐν μέσῳ δύο ληστῶν κρεμάμενον, ὃν ἀνωδίνως φρικτῶς ἐκύησεν. Ἔκλαιε κράζουσα· Οἴμοι Τέκνον φίλτατον! πῶς σε δεινός, δῆμος καὶ ἀχάριστος. Σταυρῷ προσήλωσεν;
πολυτκιον.
χος δ'  Ταχ προκατλαβε.
Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση· Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετ τν συνθη Στιχολογαν, ο Καννες τς κτωχου, κα τν γων παρν, ο κροστιχς,
Σέργιον ἀθλοφόρον καὶ Βάκχον ἀοίδιμον ᾄδω.
Θεοφνους.
δ α’   χος α’
Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχὺϊ δεδόξασται· αὕτη γὰρ ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα.
Σέργιε θεράπον τοῦ Χριστοῦ, συμπεσβευτὴν προσλαβὼν καὶ συλλήπτορα, Βάκχον τὸν ἀοίδιμον, μεθ' οὗ τοὺς ἄθλους θεοφρόνως ἤνυσας, λόγον μοι σοφίας, ἡμᾶς ὑμνοῦντι βραβεύσατε.
πὶ τὴν ἀσάλευτον Χριστοῦ, πέτραν τῆς πίστεως Ἅγιοι Μάρτυρες, θέντες τὸν θεμέλιον, ἐπ' ἀσφαλοῦς ἐρηρεισμένοι βάσεως, πρόβολοι καὶ πύργοι, τῆς εὐσεβείας ἐδείχθητε.
ήμασι πιστεύσαντες Χριστοῦ, καὶ πρὸς αὐτὸν ἀκλινῶς ἀτενίζοντες, πᾶσαν διεπτύσατε, παρερχομένην εὐδοξίαν Ἅγιοι, δόξης ἀϊδίου, κατασχεθέντες τῷ ἔρωτι.
Γένους καὶ πατρίδος καὶ τιμῆς, διὰ Χριστὸν γυμνωθέντες ἠγάλλεσθε, καὶ περιβαλλόμενοι, θηλυπρεπὲς ἀνδρειοφρόνως ἔνδυμα τὴν τῆς ἀφθαρσίας, καταστολὴν ἠμφιάσασθε.
Θεοτοκον.
λεων γενέσθαι τοῖς πιστοῖς, καὶ εὐμενῆ Θεομῆτορ δυσώπησον, Λόγον ὃν ἐγέννησας, σωματικῶς ἡμῖν ἐπιδημήσαντα· σε γὰρ προστασίαν, καὶ σωτηρίαν κεκτήμεθα.
δ γ’
μνος εδς.
μόνος γινώσκων ὡς Θεός, τὰ πάντα πρὶν γενέσεως, τὴν πρὸς αὐτὸν ὁρῶν ὑμῶν πρόθεσιν, σοφίας λόγων καὶ θείας γνώσεως, καὶ στερροῦ φρονήματος, δαψιλῶς ἐνέπλησεν, ὡς αὐτοῦ στρατιώτας Μακάριοι.
Νομίμως θεράποντες Χριστοῦ, ἀθλῆσαι προελόμενοι, τὴν φθειρομένην δόξαν καὶ ῥέουσαν, καὶ κόσμον πάντα καὶ κοσμοκράτορα, λογισμῷ θεόφρονι, ἀθλοφόροι Μάρτυρες, ἑβδελύξασθε πόθῳ τοῦ κτίσαντος.
χράντοις νοὸς ἐπιβολαῖς, Θεῷ νῦν παριστάμενοι, καὶ τῆς ἐκεῖθεν αἴγλης πληρούμενοι, καὶ τῆς ἀφράστου μακαριότητος, σαφῶς ἀπολαύοντες, πειρασμῶν τοὺς ἡμᾶς γεραίροντας, Ἀθλοφόροι λυτρώσασθε.
Θεοτοκον.
Θανάτῳ κρατούμενος τὸ πρίν, Ἀδὰμ νῦν ἠλευθέρωται, τῇ σῇ γεννήσει μόνη Θεόνυμφε· ζωὴν γὰρ ὄντως τὴν ἐνυπόστατον, ἑνωθεῖσαν σώματι, Ἁγνὴ καθ' ὑπόστασιν, ὑπέρ φύσιν καὶ λόγον ἐκύησας.
Ερμς.
μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης φιλάνθρωπε.

Κθισμα   χος πλ. δ’
Τν σοφαν κα λγον.
Τὰ τῆς πίστεως ἄνθη, τοὺς νοητοὺς μαργαρίτας Κυρίου καὶ ἀθλητάς, Σέργιον τιμήσωμεν, καὶ τὸν Βάκχον τοὺς Μάρτυρας, ὡς τοῦ ἐχθροῦ τὴν πλάνην, ἐνθέως πατήσαντας, καὶ τῶν εἰδώλων πᾶσαν ἰσχὺν ἐδαφίσαντας· ὅθεν ἐπαξίως, οὐρανόθεν τὸ στέφος, τῆς νίκης δεξάμενοι, σὺν Ἀγγέλοις χορεύουσι· διὸ πίστει βοήσωμεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Δξα... Κα νν... Θεοτοκον.
νθυμοῦμαι τὴν κρίσιν καὶ δειλιῶ,  ἔργα πράξας αἰσχύνης ὁ ταπεινός, ἄξια καὶ δέομαι, Θεοτόκε πανύμνητε· Πρὶν τὰς πύλας φθάσω,  θανάτου ἐπίστρεψον, πρὸς τήν τῆς μετανοίας, ὁδὸν ὁδηγοῦσά με, ἵνα εὐχαρίστως, προσκυνῶν ἀνυμνῶ σου, τὴν ἄμετρον δύναμιν, καὶ τὴν θείαν ἀντίληψιν, Παναγία Θεόνυμφε, πρεσβεύουσα Χριστῷ τῷ Θεῷ, ὑπὲρ οὗ αἰτοῦμαί σε δοθῆναί μοι, ἱλασμὸν ἁμαρτιῶν, καὶ μέγα ἔλεος.
  Σταυροθεοτοκον.
ν Σταυρῷ παρεστῶσα Μήτηρ ἡ σή, καὶ Θεὸν σε εἰδυῖα ὑπὲρ βροτῶν, σαρκὶ προσιέμενον, τὸν ἑκούσιον θάνατον, ὡς μὲν μήτηρ ῥομφαίᾳ, καρδίαν ἐτέτρωτο, καὶ οὐχ ἧττον ὀδύναις, καὶ πόνοις προσήλωτο, ὡς δὲ βουλομένη, τὴν βροτῶν σωτηρίαν, καὶ κόσμου τὴν λύτρωσιν, εὐχομένη ἀνύμνει σε, καὶ σὺν δάκρυσιν ἔλεγεν·  Ἀνάστηθι καὶ σῶσον Υἱέ, τοὺς τὰ πάθη πίστει σου δοξάζοντας, ὁ ὑπὲρ πάντων ἐκχέας, σὸν αἷμα τὸ ἅγιον.
δ δ’
ρος σε τ χριτι.
Λαμπτῆρες διττοί, ἀπὸ δυσμῶν ἐξανέτειλαν, τὴν ἐναντίαν τῷ τῆς γῆς, τότε κρατοῦντι δυσσεβεῖ, ποιούμενοι κίνησιν, καὶ πρὸς τὴν σὴν ἀνατολὴν ἐπειγόμενοι, τήν φωτοφόρον Χριστὲ καὶ σωτήριον.
Οὐ ξίφος οὐ πῦρ, οὐ διωγμὸς οὐδὲ μάστιγες, τῆς εὐσεβοῦς περὶ Θεόν, γνώμης ἐχώρισαν ὑμᾶς· ζωὴν γὰρ ἡγήσασθε, τὴν τελευτὴν τὴν δι' αὐτὸν Ἀξιάγαστοι, καὶ μακαρίαν τρυφὴν καὶ ἀνώλεθρον.
Φωστῆρες οἱ ὄντως, ἀπλανεῖς τὸ στερέωμα, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, περιαυγάζουσι φωτί, τῆς θείας ἐλλάμψεως, καὶ τὰς ψυχὰς τῶν εὐσεβῶν κατευφραίνουσι, τάς τῶν θαυμάτων ἀκτῖνας ἐκπέμποντες.
Βάκχος ὁ θεῖος, καὶ πανάριστος Σέργιος, ἐνιαυτῶν περιτροπαῖς, τοὺς εὐσεβείας ἐραστάς, καὶ τοὺς φιλομάρτυρας, πνευματικῶς πρὸς εὐωχίαν προτρέπονται, τάς ἀριστείας αὐτῶν προτιθέμενοι.
Θεοτοκον.
ομφαία τὰς πύλας, τῆς Ἐδὲμ ἡ φυλάττουσα, παραχωρεῖ νῦν τοῖς πιστοῖς, καὶ ὑποδέχεται φαιδρῶς, τιμίῳ ἐν αἵματι, τοῦ ἐκ τῆς σῆς γαστρὸς τεχθέντος Πανάμωμε, σημειωθέντας ὁρῶσα καὶ χάριτι.
δ ε’
φωτσας τ λλμψει.
Οἱ τὴν πλάνην ἀληθείας ἐν ὅπλῳ ἐλάσαντες, καὶ τυράννων καρτερῶς ἀικισμοὺς ὑπομείναντες, νικηταὶ γεγόνατε, παρὰ Χριστοῦ στεφανωθέντες, καὶ νῦν ἀξίως ἀγάλλεσθε.
Νευρούμενοι ἀηττήτῳ δυνάμει καὶ χάριτι, τῆς Τριάδος, ἡ δυὰς τῶν Μαρτύρων κατέβαλε, τὸν τοῦ σκότους ἄρχοντα, καὶ τοὺς αὐτῷ δεδουλωμένους, τῆς τούτου πλάνης ἐρρύσατο.
Καρτερίᾳ καὶ ἀνδρείᾳ  ψυχῆς καὶ στερρότητι, διανοίας ξυνωρίς, τῶν Μαρτύρων ἡ ἔνδοξος, ὑπερέβη ἅπασαν, τῶν διωκτῶν πικρὰν μανίαν, καὶ σὺν Ἀγγέλοις αὐλίζεται.
Θεοτοκον.
νέτειλας Θεομῆτορ ὡς ὄρθρος τὸν Ἥλιον, τὸν ἄδυτον ἡνωμένον σαρκὶ καθ' ὑπόστασιν, ἐν ἀγκάλαις φέρουσα, τῆς ἀληθοῦς δικαιοσύνης· διὸ σε πάντες δοξάζομεν.
δ ς’
κκλωσεν μς.
άσεων πηγὰς Μαρτύρων λείψανα, πλουσίως ἀναβρύουσιν, ἀρυσώμεθα προθύμως οὖν πιστοί, καὶ τοὺς Ἀθλοφόρους μακαρίσωμεν, τὸν εὐκλεῆ, Σέργιον καὶ Βάκχον τόν ἀοίδιμον.
Βαρούμενοι τὴν μετ' ἀνόμων σκήνωσιν, καὶ πλάνῃ δυσχεραίνοντες, τὴν οὐράνιον πορείαν εὐσταλῶς, Σέργιος καὶ Βάκχος ἐπορεύοντο, καὶ πρὸς Χριστόν, λιμένα ἔφθασαν τὸν ἀχείμαστον.
νοίγονται τοῖς ἀθλοφόροις Μάρτυσιν, αἱ πύλαι αἱ οὐράνιαι, εὐλαβούμεναι τὸ πάθος τὸ σεπτόν, τὸ τῇ ἐκτιμήσει τοῦ Θεοῦ ἡμῶν, χαριτωθέν, καὶ φυγαδεῦον δαιμόνων φάλαγγας.
Θεοτοκον.
Κυρίως σε Θεοῦ Μητέρα Πάναγνε, φρονοῦντες καταγγέλλομεν· τὸν γὰρ ἄναρχον Υἱὸν μονογενῆ, τὸν πρὸ τῶν αἰώνων ἀναλάμψαντα, ἐκ τοῦ Πατρός, ἀνερμηνεύτως Παρθένε τέτοκας.
Ερμς.
κύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἔστιν ὁ ῥυόμενος, ἑλογίσθημεν ὡς πρόβατα σφαγῆς. Σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχύς, τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις.
Κοντκιον.  χος β’
Τ νω ζητν.
Τὸν νοῦν πρὸς ἐχθροὺς ἀνδρείως παρατάξαντες, τὴν πᾶσαν αὐτῶν ἀπάτην κατελύσατε, καὶ τὴν νίκην ἄνωθεν, εἰληφότες Μάρτυρες πανεύφημοι, ὁμοφρόνως ἐκράζετε· Καλὸν καὶ τερπνὸν τὸ συνεῖναι Χριστῷ.
Οκος.
ν οὐρανοῖς Χριστέ, κατοικοῦντες, Σέργιός τε καὶ Βάκχος, καὶ τοῦ θείου φωτὸς τοῦ παρὰ σοῦ ἐμφορούμενοι, ἐμὲ τὸν ἐν σκότει τῆς ἀγνωσίας πορευόμενον, προφθάσειαν διὰ τάχους, καὶ τῶν παθῶν ἀφαρπάσειαν, μόνε ἀθάνατε, στολὴν μοι τῆς ἀφθαρσίας καταπέμποντες· ὅπως λευχειμονῶν, τὴν φωτοφόρον αὐτῶν ἑορτὴν ἀνυμνῶ,  καὶ κραυγάζω σοι Κύριε· Καλὸν καὶ τερπνὸν τὸ συνεῖναι Χριστῷ.
Συναξάριον.
Τ  Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων μεγάλων Μαρτύρων, Σεργίου καὶ Βάκχου.
Στχοι
Χαλκᾶ σὰ νεῦρα, Βάκχε, πρὸς νεύρων βίαν,
Καὶ πρὸς ξίφος, Σέργιε, πῦρ σὴ καρδία.
Σέργιον ἑβδομάτῃ ξίφος ἔκτανε, νεῦρα δὲ Βάκχον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἰουλιανοῦ Πρεσβυτέρου, καὶ Καισαρίου Διακόνου.
Στχοι
Σάκκῳ δοθείσι καὶ βυθῷ,  Θεὸς Λόγος,
Διττοῖς  Ἀθληταῖς, σάκκον εἰς χαρὰν στρέφει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πολυχρονίου.
Στχοι
Κτείνουσι πολλὰ Πολυχρόνιον ξίφη.
Πρὸς τὰ ξίφη δὲ λήψεται, καὶ τὰ γέρα.
Ἁγιος Λεόντιος ὁ Ὑπατικός, τῷ Χριστῷ πιστεύσας καὶ ἐπευξάμενος, ἐν εἰρήνῃ τελειοῦται.
Οἱ ἅγιοι Μάρτυρες Εὐσέβιος Πρεσβύτερος καὶ Φῆλιξ ξίφει τελειοῦνται.
Οἱ Ὅσιοι ἐνενήκοντα ἐννέα πατέρες, οἱ ἐν τῇ νήσῳ Κρήτη ἀσκήσαντες, ἐν εἰρήνῃ τελειοῦνται.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς.  Ἀμήν.
δ ζ’
Σ νοητν, Θεοτκε.
Χαῖρε δυάς, Ἀθλοφορων ἔνδοξε, χαῖρε νικήσασα λαμπρῶς, τῶν τυράννων τὰς ἀπειλάς, χαῖρε ἡ ἀνύσασα, δρόμον τὸν μακάριον, χαῖρε τρυφῆς ἀεὶ ἔνδον μένουσα, χαῖρε τρανῶς, παρεστῶσα Θεῷ θεομακάριστε.
λολαμπεῖς, ἐπὶ γῆς βαδίζοντες, τὰς τῶν δαιμονων μηχανάς, καὶ τὰς ὄψεις τῶν διωκτῶν, Μάρτυρες ἠμβλύνατε, φέγγει τῷ τῆς χάριτος, καὶ ταῖς αὐγαῖς τῆς ἀθλήσεως, τὸν αἰνετὸν ἀνυμνοῦντες, Θεὸν τὸν ὑπερένδοξον.
Ναοὶ Θεοῦ, πεφηνότες ἔνδοξοι, ζῶντος καὶ ζῶντες Ἀθληταί, τῇ δυνάμει τῇ τοῦ Σταυροῦ, ὄντως δυναμούμενοι, στῖφος ἐτροπώσασθε, τῶν δυσμενῶν παμμακάριστοι, τὸν κραταιὸν ἐν πολέμοις, Θεὸν ὕμνοις γεραίροντες.
Θεοτοκον.
χραντε σύ, ναὸς ἐχρημάτισας, καὶ Παναγία κιβωτός, δεξαμένη τὸν Ποιητήν, τὸν ἀπερινόητον, καὶ τὸν ἀπερίληπτον, ἐν τῇ γαστρί σου χωρήσασα, τὸν αἰνετὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.
δ η’
ν καμν Παδες.
τῇ δρόσῳ πάλαι τοῖς Παισί, τὴν φλόγα καταψύξας, ἑστῶτας ἐν τοῖς ἀγῶσιν, ἐδυνάμωσεν αὐτοῦ, τοὺς Μάρτυρας ψάλλοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τόν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
οβόλους καὶ ψυχοβλαβεῖς, θωπείας τῶν τυράννων, ἐμφρόνως οἱ, Ἀθλοφόροι, διεκρούσαντο, Χριστῷ, βοῶντες καὶ ψάλλοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τόν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Δραστηρίους φύλακας ἡμῖν, τὸν Σέργιον καὶ Βάκχον, τοὺς ὄντως στεφανηφόρους, ἐπεστήσατο Χριστός, φρουροῦντας τοὺς ψάλλοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
θυνὸν μοι Δέσποτα Χριστέ, πρεσβείαις τῶν Μαρτύρων, τὴν τρίβον τῆς ἀρετῆς μοι, κατευμαρίζων καὶ σοί, κραυγάζειν ἀξίωσον· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκον.
Μακαρίζω σε τὴν ἀληθῆ, Θεοῦ ἡμῶν Μητέρα, τὸ Χαῖρε σὺν τῷ Ἀγγέλῳ,  προσκομίζων σοι ἁγνή, πανάμωμε Δέσποινα· σὲ γὰρ ὄντως πάντα τὰ ἔργα, Παρθένε εὐλογοῦσι, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Ερμς.
ν καμίνῳ Παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
δ θ’
Τπον τς γνς.
λον τὸν Χριστὸν ἐκτήσασθε· κόσμον γὰρ ὅλον δι' αὐτὸν κατελίπετε. Καὶ νῦν Μάρτυρες, τοὺς οὐρανοὺς ἐμβατεύοντες, τὰς χορείας τῶν ἄνω Δυνάμεων, ἀνδρῶν τε μακαρίων, κατανοεῖτε τὰς λαμπρότητας.
Νέμοις ξυνωρὶς πανάριστε, τῷ τοὺς ἐπαίνους πόθῳ σοι προσκομίζοντι, χάριν ἄνωθεν, καὶ τῶν πταισμάτων συγχώρησιν, δυσωποῦσα τὸν μόνον οἰκτίρμονα, πρὸς ὅν ἐπειγομένη, τῶν χαμαιζήλων κατεφρόνησας.
Αἴγλῃ τριλαμποῦς θεότητος, πεφωτισμένοι οἱ ἀήττητοι Μάρτυρες, τὴν πολύθεον ἀπατηλὴν ἀθεότητα, καὶ τυράννων τὸν φόβον ἀπώσαντο, καὶ νῦν τῆς ἀκηράτου, κατατρυφῶσιν ἀπολαύσεως.
Δρόμον τὸν καλὸν τελέσαντες, τὴν εὐσεβῆ τε πίστιν σῴζειν σπουδάσαντες, τὴν ἀσάλευτον παραλαβεῖν ἠξιώθητε, βασιλείαν πανένδοξοι Μάρτυρες, διάδημα τοῦ κάλλους, καὶ εὐπρεπείας περικείμενοι.
Θεοτοκον.
τῶν ὑπὲρ νοῦν θαυμάτων σου! τὸν τοῦ Θεοῦ γὰρ Λόγον σάρκα γενόμενον, μόνη τέτοκας, ὑπερφυῶς Μητροπάρθενε, τὸν τὰ σύμπαντα θείῳ βουλήματι, σοφῶς διακρατοῦντα, καὶ κυβερνῶντα καὶ συνέχοντα.
Ερμς.
Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος. Καὶ νῦν καθ' ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν.
ξαποστειλριον.
Τος  Μαθητας.
δελφικῇ συνδούμενοι, τῇ στοργῇ καὶ τῇ πίστει, οἱ ἀθλοφόροι Μάρτυρες, Σέργιος ὁ θεόφρων, καὶ Βάκχος ὁ ἀοίδιμος, σὲ Χριστὲ δυσωποῦσιν, εἰρήνην σὴν δωρήσασθαι, κόσμῳ καὶ τοῖς ἐν κόσμῳ, καὶ Βασιλεῖ, κατ' ἐχθρῶν βαρβάρων τρόπαια νίκης, ἡμῖν πταισμάτων ἄφεσιν, καὶ ψυχῶν σωτηρίαν.
Θεοτοκον.
Τὸν σαρκωθέντα Κύριον, ἐξ ἁγνῶν σου αἱμάτων, Παρθενομῆτορ ἄχραντε, δυσωποῦσα μὴ παύσῃ, ὑπὲρ ἀχρείων σου δούλων, ὅπως εὔρωμεν χάριν, καὶ εὔκαιρον βοήθειαν, ἐν ἡμέρα ᾗ κρίνῃ, γένος βροτῶν, ὡς Θεὸς παρέχων τὰ κατ' ἀξίαν· σὲ γὰρ προστάτιν ἅπαντες, ἔχομεν ἐν ἀνάγκαις.
 Ες τος Ανους, στμεν Στχους δ' κα ψλλομεν τ παρντα τρα διμελα, δευτεροντες τ πρτον.
χος α’ Γερμανοῦ.
Δαυϊτικῶς ἀνεβόων, Σέργιος καὶ Βάκχος οἱ Μάρτυρες. Ἰδοὺ δὴ τὶ καλόν, ἢ τὶ τερπνόν, ἀλλ' ἢ τὸ κατοικεῖν Ἀδελφοὺς ἐπὶ τὸ αὐτό, οὐ δεσμούμενοι φύσεως σχέσει, ἀλλὰ πίστεως τρόπῳ. Ὅθεν οἱ Ἅγιοι, τὸν ἐχθρὸν κατεπάτησαν, καὶ τὸν σταυρὸν ἀράμενοι, τῷ Χριστῷ ἠκολούθησαν, καὶ πρεσβεύουσι τῷ Βασιλεῖ καὶ Θεῷ, δωρηθῆναι ταῖςψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
χος γ’
Εἰ τὶ καλόν, εἰ τὶ τερπνόν, ἡ αὐτάδελφος γνώμη τῶν Μαρτύρων σου Κύριε· οὓς γὰρ ἡ φύσις σαρκικοὺς ἀδελφοὺς οὐκ ἐγνώρισε, τούτους ἡ πίστις ἀδελφὰ φρονεῖν μέχρις αἵματος κατηνάγκασεν, ὁ Θεός, ταῖς εὐχαῖς αὐτῶν, ἐλέησον ἡμᾶς.
χος δ'  νατολου.
Προφητικῶς τοῖς Ἁγίοις συνελθόντες, τὸν ὕμνον βοήσωμεν· Ἰδοὺ δὴ τὶ καλον, ἢ τὶ τερπνόν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό, οὐ φύσεως ἀκολουθίᾳ, ἀλλά, πίστεως ἑνώσει τοῦ Ἁγίου Πνεύματος· τὰ γὰρ φθαρτὰ βδελυξάμενοι πάντα, ἦραν τὸν σταυρὸν ἐπ' ὤμων, καὶ ἠκολούθησαν τῷ Χριστῷ, Σέργιος καὶ Βάκχος οἱ γενναῖοι Μάρτυρες, καὶ παρρησίαν ἐν οὐρανοῖς κεκτημένοι, πρεσβεύουσιν αὐτῷ ὑπὲρ ἡμῶν, τοῦ καταπεμφθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Δξα... χος δ’
ποδησάμενος Σέργιος, ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, τὰ τῶν ἣλων ὑποδήματα, τῷ αἵματι τῷ τῶν ποδῶν ἀπορρέοντι, τὸν ὄφιν τὸν ἐπιτηροῦντα τὴν πτέρναν ἡμῶν ἐξετύφλωσε, καὶ τὸν τοῦ μαρτυρίου στέφανον ἐκομίσατο. Διὸ εὐχαῖς αὐτοῦ Χριστὲ ὁ Θεός, καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας ἡμῶν, καὶ ἡμᾶς ἐλέησον.
Κα νν...  Θεοτοκον.
ῦσαι ἡμᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ἡ τεκοῦσα τὸν τῶν ὅλων ποιητήν, ἵνα πάντες κράζωμέν σοι· Χαῖρε ἡ μόνη προστασία τῶν ψυχῶν ἡμῶν.
  Σταυροθεοτοκον.
ς γενναον ν Μρτυσι.
Τὸν ἀμνὸν καὶ Ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἀμνὰς ἡ κυήσασα ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο· Υἱὲ ποθεινότατε, πῶς ἐν ξύλῳ τοῦ Σταυροῦ, ἀνηρτήθης φιλάνθρωπε; πῶς τὰς χεῖράς σου, καὶ τοὺς πόδας σου Λόγε προσηλώθης, ὑπ' ἀνόμων καὶ τὸ αἷμα, τὸ σὸν ἐξέχεας Δέσποτα;
Ες τν Στχον, Στιχηρ τς τωχου.
Δξα... χος β’
νατολου.
Καθορῶσα πάλαι ἡ Ἐκκλησία τοῦ Θεοῦ, τοὺς ὑμῶν ἀγῶνας, Μάρτυρες παγκόσμιοι, σήμερον φαιδρῶς στολίζεται, καὶ πιστῶς ἑορτάζει ἐν τῇ μνήμῃ ὑμῶν, ὡς κόσμον βασίλειον περιφέρουσα τὴν αἰσχύνην, τὴν ἐπὶ τοῖς θείοις ὑμῶν αὐχέσιν, ἐπιτεθεῖσαν παικτικῶς, δι' ἧς δόξης κατηξιώθητε τῆς ἐπουρανίου, καὶ τῆς ἀτελευτήτου μακαριότητος.
Κα νν... Θεοτοκον.
τε, κ το ξλου σε
λην, τὴν ζωήν μου ἐν κακοῖς, καταδαπανήσας ὁ τάλας, νῦν κατελείφθην Ἁγνή, πάσης ὄντως ἔρημος, ἀγαθῆς πράξεως, προσεγγίζοντα βλέπων δέ, τὸν θάνατον οἴμοι! τρέμω τὸ κριτήριον τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ· οὗπερ, ἐξελοῦ με Παρθένε, καὶ πρὸ τῆς ἀνάγκης ἐκείνης, Δέσποινα ἐπίστρεψον καὶ σῶσον με.
  Σταυροθεοτοκον.
Πόνους, ὑπομείνασα πολλούς, ἐν τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, σταυρώσει Ἄχραντε, ἔστενες δακρύουσα, καὶ ὀλολύζουσα· Οἴμοι τέκνον γλυκύτατον! ἀδίκως πῶς πάσχεις; πῶς τῷ ξύλῳ κρέμασαι; ὁ πᾶσαν γῆν ἐκπληρῶν; Ὅθεν, Παναγία Παρθένε, σὲ παρακαλοῦμεν ἐν πίστει ἵλεων ἡμῖν τοῦτον ἀπέργασαι.
Κα λοιπ κολουθα, ς σνηθες, κα πλυσις.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου