Πέμπτη 5 Ιουνίου 2014

ΟΚΤΩΒΡΙΟΣ ΜΗΝ. (4)



ΟΚΤΩΒΡΙΟΣ
ΤΗ Δ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἱεροθέου, Ἐπισκόπου Ἀθηνῶν.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ες τ, Κριε κκραξα, ψλλομεν Στιχηρ Προσμοια το γου τρα.
χος α’
Πανεφημοι Μρτυρες. 
φωτοειδέστατος Χριστοῦ, ἔρως καὶ θειότατος, τὴν σὴν ψυχὴν κατελάμπρυνε, καὶ τὴν διάνοιαν, γλυκυτάτῳ φέγγει, εὐσεβῶς ἐπύρσευσε, καὶ πᾶσαν αἰσθητὴν ἡδυπάθειαν, ὡς πῦρ κατέφλεξεν, οὐρανίων ἐπιλάμψεων, ἐκτελέσας,δοχεῖον πανέντιμον.
  μεγαλοπρέπεια τῶν σῶν, λόγων Ἱερόθεε, καὶ τῶν σοφῶν ἀποδείξεων, ἡ παναρμόνιος, καὶ ἀκριβεστάτη, ἀγωγὴ καὶ μέθοδος, ἐπιστημονικῆς διαθέσεως, καρπὸς γνωρίζεται, καὶ φωτίζει τοὺς προστρέχοντας, καὶ σοφίζει τοὺς ἀναγινώσκοντας.
Τὸ περιφανέστατον τῶν σῶν, συνταγμάτων Ὅσιε, περὶ τὰ θεῖα θεάματα, ὁ Διονύσιος, ὁ πολὺς τὰ θεῖα, τοῖς πιστοῖς ἐκήρυξε, καὶ τὸ ὑπερφυὲς τῶν δογμάτων σου, μεθ' οὗ δυσώπησον, δωρηθῆναι ταῖςψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δξα... Κα νν... Θεοτοκον.
Παρθένε πανύμνητε Μωσῆς, τὸ ἐν σοὶ μυστήριον, προφητικοῖς εἶδεν ὄμμασι, βάτον τὴν ἄφλεκτον, καίπερ καιομένην· πῦρ γὰρ τῆς θεότητος, τὴν μήτραν σου Ἁγνὴ οὐ κατέφλεξε· διὸ αἰτοῦμέν σε, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν, τὴν εἰρήνην, παράσχου τοῖς δούλοις σου.
  Σταυροθεοτοκον.
Σφαγήν σου τὴν ἄδικον Χριστέ, ἡ Παρθένος βλέπουσα, ὀδυρομένη ἐβόα σοι· Τέκνον γλυκύτατον, πῶς ἀδίκως θνῄσκεις, πῶς τῷ ξύλῳ κρέμασαι, ὁ πᾶσαν γῆν κρεμάσας τοῖς ὕδασι; Μὴ λίπῃς μόνην με, Εὐεργέτα πολυέλεε, τὴν μητέρα, καὶ δούλην σου δέομαι.
Κα τ λοιπ το σπερινο, ς σνηθες, κα πλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
  συνθης Στιχολογα, κα ο Καννες τς κτωχου, κα το γου παρν, ο κροστιχς.
Τὴν φωσφόρον σου, Παμμάκαρ μνήμην σέβω.
Θεοφνους.
δ α’ χος πλ. δ’
γρν διοδεσας.
Τὸν οὐρανοφοίτην μυσταγωγόν, θεόληπτον Παῦλον, τὸν τοῦ κόσμου σαγηνευτήν, διδάσκαλον ἔχων θεωρίας, τῆς ἀνωτάτω μύστης γέγονας.
  πνευματοκίνητος ἐμφανῶς, τοῦ Παύλου σε γλῶσσα, φθεγγομένη τὰ τοῦ Θεοῦ, μυστήρια Μάκαρ παριέσχε, καὶ θεηγόρον ἀπειργάσατο.
Νυττόμενος πόθῳ πνευματικῷ,  καὶ θείοις λογίοις, ἐν συνέσει προσομιλῶν, τῷ πάντων Δεσπότῃ πανιέρους, θεολογίας ἀνατέθεικας.
Θεοτοκον.
Φωτὸς ἀϊδίου θεοπρεπές, δοχεῖον Παρθένε, γενομένη καὶ καθαρόν, κηλίδων με πάσης ἁμαρτίας, καὶ μολυσμάτων πλῦνον Δέσποινα.
δ γ’
Ορανας ψδος.
ς ἱερολογοῦντα, τὰ ἱερὰ γράμματα, καὶ τῆς εὐσεβείας τὸν λόγον, ἀνακηρύττοντα, πάντες τιμῶμέν σε, χαρμονικῶς συνελθόντες, μάκαρ Ἱερόθεε καὶ μακαρίζομεν.
Συντονίᾳ καὶ νεύσει, καὶ θεϊκῷ ἔρωτι, πρὸς τὸν εὐεργέτην τῶν ὅλων, ἀνατεινόμενος, τὸν νοῦν ἐλάμπρυνας, μαρμαρυγαῖς ταῖς ἐκεῖθεν, καὶ ψυχὴν ἐφαίδρυνας Μακαριώτατε.
Φερωνύμως ἐκλήθης, καὶ ἱερὸν ἔνθεον, καὶ ἡγιασμένον θεόφρον, ὤφθης ἀνάθημα, τῷ Παντοκράτορι, καὶ Ποιητῇ  τῶν αἰώνων, καὶ ναὸν ἐκόσμησας, τὸν ἐπουρανιον.
Θεοτοκον.
Οὐρανὸν ὁ τανύσας, καὶ τὸν τῆς γῆς Ἄχραντε, γῦρον ὁ κατέχων τὰ πάντα, φύσει Θεότητος, ἐν ταῖς ἀγκάλαις σου, σωματικῶς κατεσχέθη, καὶ πιστοῖς σε στήριγμα, πᾶσιν ἀνέδειξεν.
Ερμς.
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ  τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.
Κθισμα  χος γ’
Θεας πστεως.
Πᾶσαν ἤρδευσας τὴν οἰκουμένην, ὥσπερ νάμασι ταῖς διδαχαῖς σου, τῆς εὐσεβείας ἐκβλύζων τὰ δόγματα· ἡ τῆς ζωῆς γὰρ πηγή, ὁ Χριστὸς ἐν σοί, ἐπανεπαύσατο    lερόθεε· Πάτερ ὅσιε, αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δξα.. κα νν... Θεοτοκον.
Θείας φύσεως οὐκ ἐχωρίσθη, σάρξ γενόμενος ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Μητέρα Παρθένον σε,ὡς πρὸ τοῦ τόκου φυλάξας πανάμωμον, μόνος Κύριος· Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
  Σταυροθεοτοκον.
 ἀμίαντος ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι! τέκνον μου, πῶς πάσχεις θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον.
δ δ’
Σ μου σχς, Κριε.
ητορικαῖς, θεηγορίαις ἐλάμπρυνας, τὰς χορείας, μάκαρ Ἱερόθεε, τὰς τῶν πιστῶν, καὶ τὸν ἱερόν, σύλλογον θεόφρον, τῶν Ἀποστόλων κατηύφρανας, ἐκστάσει θειοτέρᾳ, κεχρημένος καὶ ψάλλων· τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
λος Θεῷ, ἱερωμένος γεγένησαι, ὁλοτρόπως, μάκαρ ἐξιστάμενος, ταῖς πρὸς αὐτὸν θεολογικαῖς, ἱερολογίαις, Ἱεροφάντορ θεόληπτε καὶ θεῖος ὑμνολόγος, καὶ σοφός θεηγόρος, τοῖς παροῦσιν ἐμφρόνως κρινόμενος.
Νῦν καθορῶν, Πάτερ τὰ θεῖα τρανότερον, παρελθόντων, πάντων ἱερώτατε, τῶν αἰνιγμάτων καὶ τῶν σκιῶν, ταῖς ἀληθεστάταις, τῆς θεοπτίας ἐμφάσεσι, δυσώπησον σωθῆναι, τοὺς πιστῶς μελῳδοῦντας· Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Θεοτοκον
Σὺ τὸν Θεόν, τὸν ἀχωρήτως χωρούμενον, ἐν κοιλίᾳ, Πάναγνε ἐχώρησας, ὡς καθαρὰ καὶ παρθενικαῖς, καθωραϊσμένη, φαιδρότησιν ἀειπάρθενε· διὸ σε Θεοτόκον, ἀληθῶς εὐφημοῦμεν, καὶ τὸν τόκον σου πίστει δοξάζομεν.
δ ε’
να τ με πσω.
μοδίαιτος Μάκαρ, τῷ τῶν Ἀποστόλων ὑπάρχων συστήματι, σὺν αὐτοῖς ἐπέστης, τῇ κοιμήσει τῇ θείᾳ θεσπέσιε, τῆς τὸν Ζωοδότην, σωματικῶς ἡμῖν τεκούσης, Παναγίας ἁγνῆς Θεομήτορος.
περφυῶς ἐννοήσας, καὶ πρεσβευτικῶς τὰ ὑπὲρ λόγον θεάματα, ὑφηγήσω πᾶσι, τοῖς πιστῶς δεχομένοις τὴν ἔλλαμψιν, καὶ τὰς σὰς Παμμάκαρ, συνοπτικὰς θεολογίας, συνιέναι ποθοῦσι πανάριστε.
Πανολβίαις ἀκτῖσι, τῆς ὑπερφυοῦς φωταυγίας λαμπόμενος, ἀκριβείᾳ θείων, ἀποδείξεων καὶ καθαρότητι, τῶν πολλῶν ἐκράτεις, χρόνου τριβῇ καὶ θεωρίᾳ, σοφωτέρᾳ τὰ θεῖα μυούμενος.
Θεοτοκον.
πειράνδρως Παρθένε, τὸν ἀπεριόριστον φύσει θεότητος, ἀνδρωθέντα Λόγον, δι' ἡμᾶς τοὺς ἀνθρώπους συνέλαβες, ἐξ αἱμάτων Κόρη, παρθενικῶν διαπλασθέντα, ὑπέρ λόγον καὶ νόμον τῆς φύσεως.
δ ς’
λσθητ μοι Σωτρ.
Μυήσει θεοπρεπεῖ, τὴν θείαν γνῶσιν μυούμενος, τοὺς λόγους Πάτερ τοὺς σούς, ὡς δεύτερα λόγια, σαφῶς καταλέλοιπας, ἱερογνωσίαις, τὰς ψυχὰς ἡμῶν φωτίζοντα.
Μακάριος ἀληθῶς, ἐγένου Θεομακάριστε, κεκαθαρμένῃ ψυχῇ, τὸ ὄντως μακάριον καὶ μόνον ἐράσμιον, ἀγαπήσας κάλλος, τοῦ Σωτῆρος Ἱερόθεε.
χράντοις ἐπιβολαῖς, ἐνατενίζων θεόληπτε, ταῖς νοηταῖς ἀστραπαῖς, τῶν θείων ἐλλάμψεων, τῆς τούτων μεθέξεως, καὶ φωτοδοσίας, κοινωνὸς ὤφθης μακάριε.
Θεοτοκον.
Κυρίως καὶ ἀληθῶς, σὲ Θεοτόκον δοξάζομεν, τὸν ὄντως ὄντα Θεόν· ἀρρήτως γὰρ τέτοκας, σαρκὶ καθ' ὑπόστασιν, συνδεδραμηκότα, Παναγία Μητροπάρθενε.
Ερμς.
λάσθητί μου Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.
Κοντκιον  χος πλ. δ’
Τ  περμχῳ.
Τὸν Ἱεράρχην Ἀθηνῶν ἀνευφημοῦμέν σε, ὡς μυηθέντες διὰ σοῦ ξένα καὶ ἄρρητα· ἀνεδείχθης γὰρ θεόληπτος ὑμνολόγος. Ἀλλὰ πρέσβευε παμμάκαρ. Ἱερόθεε, ἐκ παντοίων συμπτωμάτων ἡμᾶς ῥύεσθαι, ἵνα κράζωμεν· Χαίροις Πάτερ Θεόσοφε.
Συναξριον.
Τ  Δ' τοῦ αὐτοῦ μηνός, Mνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἱεροθέου, Ἐπισκόπου Ἀθηνῶν.
Στχοι
ερόθεος ἱερώθη σοι πάλαι,
Νῦν δ' αὖ μεταστάς, καὶ συνήφθη σοι Λόγε.
οῖ σῆμα κάλυψε τετάρτῃ Ἱερόθειον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πέτρου Καπιτωλίων.
Στχοι
Εὔθηκτος ὢν μάχαιρα Πνεύματος Πέτρος,
Τὸ τοῦ ξίφους εὔθηκτον οὐκ ἐδειλία.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Δομνίνης καὶ τῶν θυγατέρων αὐτῆς Βερίνης, καὶ Προσδόκης.
Στχοι
Τὸ τοῦ ποταμοῦ ῥεῦμα ῥύμμα τρεῖς κόραι,
Βοιωτικῶν ἔχουσιν ἀγνοημάτων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Αὐδάκτου, καὶ Καλλισθένης τῆς αὐτοῦ θυγατρός.
Στχοι
Ξίφει θανὼν, Αὔδακτε Μάρτυς Κυρίου,
Σὺν Μάρτυσι ζῇς καὶ Θεὸν ζῶντα βλέπεις.
Θεοῦ θεωρεῖ κάλλος ἡ Καλλισθένη,
Οὗπερ τὸ θεῖον εἶχεν εἰς σκέπην σθένος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀμμοῦν τοῦ Αἰγυπτίου.
Στχοι
σκήσεως διῆλθε τὴν στενὴν τρίβον,
μμοῦν ὁ θεῖος, καὶ τρυφῆς εὗρε πλάτος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Φαύστου, Γαΐου, Εὐσεβίου, καὶ Χαιρήμονος τῶν Διακόνων.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς.  Ἀμήν.
δ ζ'
Θεο συγκατβασιν.
γίων τὰ ἅγια, κατανοῆσαι σπεύδων Μακάριε, καθαρότητα βίου, καὶ θεωρίας θείας ἀκρότητα, σοφῶς ἐκτήσω,  καὶ ψάλλων ἐκραύγαζες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ημάτων ὁ φθόγγος σου, καὶ συγγραμμάτων ἡ καλλιέπεια, κατευφραίνει τοὺς πόθῳ, προσομιλοῦντας καὶ διανίστησι, πρὸς ὑμνῳδίαν κραυγάζειν διδάσκουσα· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Μονάδα θεότητος, γνωριζομένην ἐθεολόγησας, ἐν προσώποις Τριάδι, καὶ ὑμνουμένην ἐν ὑποστάσεσι, τρισὶ θεόφρον, καὶ ψάλλων ἀνέμελπες· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκον.
Νομίμων τῆς φύσεως, Παρθενομῆτορ ἄνευ γεγέννηκας, τὸν δεσπόζοντα πάντων, τῶν ὀρωμένων καὶ νοουμένων Ἁγνή, ὃν ἀνυμνοῦντες, συμφώνως κραυγάζομεν· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
δ η’
πταπλασως κμινον.
  πανσθενὴς τοῦ Πνεύματος, τοῦ Ἁγίου ἐνέργεια, τῇ καθαρωτάτῃ σου ψυχῇ σκηνώσασα, θεόληπτον κήρυκα, καὶ θεηγόρον ἔδειξεν, ἱεροπρεπῶς τὸν Λυτρωτὴν ἀνυμνοῦντα, καὶ πίστει μελῳδοῦντα· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Μέτ' εὐσεβοῦς ζητήσεως, ἐρευνήσας τὰ ἄρρητα, τῆς οἰκονομίας τοῦ Χριστοῦ μυστήρια, τρανῶς ἐφανέρωσας, ὑψηγορίᾳ χρώμενος, καὶ τῇ γλυκυτάτῃ, τῶν σῶν λόγων συνθήκῃ, βοῶν ἀδιαλείπτως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
  πανολβία χάρις σε, θειοτέρας ἐμπνεύσεως, καὶ θεολογίας, ἀκριβοῦς ἐνέπλησεν, ἐντεῦθεν ἀνέβλυσας, ὡς ποταμοὺς τὰ δόγματα, τὰς τῶν Ἀποστόλων, κατευφραίνων χορείας, μεθ' ὧν νῦν ἀναμέλπεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκον.
Νενεκρωμένην Πάναγνε, τὴν ψυχήν μου τοῖς πταίσμασι, καὶ κεκακωμένην, ἰοβόλῳ δήγματι, Θεὸν τὸν δυνάμενον, ζωοποιεῖν τὰ σύμπαντα, ἡ ἀπειρογάμως ὑπὲρ φύσιν τεκοῦσα, ἀνάστησον βοῶσαν· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ερμς.
πταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε. δυνάμει δὲ κρείττονι περισωθέντας τούτους ἰδών, Τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

δ θ’
ξστη π τοτ ορανς.
Σοφίας ὑπερσόφου ὡς ἐραστής, γεγονὼς   τῶν χαρίτων τὸν στέφανον, τὸν εὐπρεπῆ, χαίρων ἐκομίσω νῦν παρ' αὐτῆς, καὶ χορευτὴς οὐράνιος, περὶ τὸν τῶν ὅλων Δημιουργόν, γενόμενος δυσώπει, σωθῆναι ἐκ κινδύνων, τοὺς σὲ ὑμνοῦντας Ἱερόθεε.
σκήνωσας τὰς ἄνω θείας αὐλάς, καὶ μονὰς αἰωνίους κατῴκησας, καὶ στρατιαῖς, νῦν συνεορτάζεις ἀγγελικαῖς, σὺν Ἀποστόλων τάγμασιν, οἷς καὶ συναυλίζῃ χαρμονικῶς, μεθ' ὧν καὶ συναγάλλῃ, τοῖς πίστει σε τιμῶσι, θείαν εἰρήνην ἐξαιτούμενος.
Βεβαίας ἀντιδόσεις ἀπολαβὼν, ὧν ἐν γῇ   τὰς ἐμφάσεις ἐκέκτησο, διηνεκεῖ, πόθῳ ἀνανεύων πρὸς τὸν Θεόν, νῦν ἐκτενῶς ἱκέτευε, Πάτερ Ἱερόθεε ἱλασμόν, δοθῆναι τοῖς ἐν πίστει, τὴν μνήμην σου τελοῦσι, τὴν φωτοφόρον καὶ πανίερον.
Θεοτοκον.
Μῆτερ τοῦ τῶν ὅλων Δημιουργοῦ, μητρικῇ παρρησίᾳ δυσώπησον, τὸν σὸν Υἱόν, σῶσαι δυναστείας τυραννικῆς, τοὺς αἰχμαλώτους δούλους σου, καὶ συκοφαντίας τῶν πονηρῶν, ἀνθρώπων καταργῆσαι, γαλήνην τε βραβεῦσαι, καὶ σωτηρίαν τοῖς
ὑμνοῦσί σε.
Ερμς.
ξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν.
ξαποστειλριον.
ορανν τος στροις.
τε ἡ Μήτηρ τοῦ Λόγου, πρὸς τὰς ἐκεῖ καταπαύσεις, μεταναστεύουσα ὤφθη, σὺν τοῖς λοιποῖς  Ἀποστόλοις, σὺ lερόθεε ὕμνοις, ἐπέστης ταύτην προπέμπων.
Κα τ λοιπ το ρθρου, ς σνηθες, κα πλυσις.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου