ΟΚΤΩΒΡΙΟΣ
ΤΗ Ε’
ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη της Ἁγίας Μάρτυρος Χαριτίνης.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος δ’
Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῆς χαρᾶς ὡς ἐπώνυμος, ἐν χαρᾷ προσεχώρησας , εἰς νυμφῶνα πάνσεμνε τὸν οὐράνιον, ἔνθα τὸ σὸν ἐπεπόθησας, κεκτῆσθαι πολίτευμα, ὑπομείνασα στερρῶς, ἀλγεινήν ὄντως βάσανον, τῶν ὀδόντων τε, καὶ ὀνύχων ἁπάντων ἐκριζώσεις, ἀθλοφόρε Χαριτίνη, Παρθενομάρτυς πολύαθλε.
Τῶν λεόντων συνέθλασας, σιαγόνας πολύαθλε, σιαγόνων φέρουσα τὰ συνθλάματα, τῶν δὲ ὀνύχων ἐκρίζωσιν, γενναίως ὑπήνεγκας, ἐκριζοῦσα τὰ δεινά, τῆς ἀπάτης φρυάγματα, θαλαττίοις δέ, ἐν βυθοῖς ἀπερρίφης, τὴν κακίαν, ὑποβρύχιον ποιοῦσα, τοῦ πονηροῦ πολεμήτορος.
Μετὰ τέλος μακάριον, ἐν θαλάσσῃ ῥιφεῖσάν σε, σὸς γεννήτωρ Ἔνδοξε συνεκόμισεν, ἀναβοὼν μετ' ἐκπλήξεως· Πῶς νῦν κεχαρίτωσαι, ἱερώτατον ἐμόν, καὶ ποθούμενον γέννημα, ταῖς κολάσεσι, τοῦ σεπτοῦ μαρτυρίου, καὶ τὴν κλῆσιν, ἀληθεύουσαν εἰργάσω, προτυπωθεῖσάν σοι χάριτι!
Δόξα... Καὶ νῦν.... Θεοτοκίον.
Σωτηρίας λιμένα σε, τὸν πανάκλυστον Ἄχραντε, καὶ πραεῖαν ὄντως γαλήνην ἔχομεν, οἱ ἐν πελάγει Θεόνυμφε, σφοδρῶς χειμαζόμενοι, τῶν τοῦ βίου δυσχερῶν, καὶ δεινῶν περιστάσεων, διὰ τοῦτό σοι, καὶ προστρέχομεν πάντες ἐκβοῶντες· Εἰς τοὺς αἰῶνας μὴ ἐλλίπῃς, τῶν οἰκετῶν σου προΐστασθαι.
Ἢ Σταυροθεοτοκίον.
Ἢ ἀμνὰς ἡ κυήσασα, τὸ ἀρνίον τὸ ἄμωμον, τὸ τὴν ἁμαρτίαν ἐλθὸν ἰάσασθαι, παντὸς τοῦ κόσμου Πανάχραντε, οἰκείῳ ἐν αἵματι, τὸ σφαγὲν ὑπὲρ ἡμῶν, καὶ ζωῶσαν τὰ σύμπαντα· σὺ με ἔνδυσον, γυμνωθέντα τῆς θείας ἀφθαρσίας, ἐξ ἐρίου τοῦ σοῦ τόκου, περιβολὴν θείας χάριτος.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ἢ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τῆς Ἁγίας ὃ παρών, οὗ ἡ Ἀκροστιχίς.
Τῆς Χαριτίνης τὴν χάριν μέλπω πόθῳ. Ἰωσήφ.
Ὠδὴ α’ Ἦχος δ’
Θαλάσσης τὸ ἐρυθραῖον.
Ταῖς σαῖς μου, ὦ Χαριτίνη χάρισι, τὸν νοῦν χαρίτωσον, χαριτωθεῖσα ἄθλοις ἱεροῖς, ἱερῶς ἀνυμνῆσαί σε, ὡς ἀθληφόρον Μάρτυρα, καὶ παρθενίᾳ διαλάμπουσαν.
Ἡ χάρις, τοῦ Παναγίου Πνεύματος, σὲ χαριτώσασα, χαροποιαῖς ἐφαίδρυνε πλοκαῖς, καὶ χαρὰν τὴν αἰώνιον, κληρονομεῖν ἐνίσχυσεν, ἀνδρειοφρόνως ἐναθλήσασαν.
Σταυρῷ σε, ἀναρτηθέντα Δέσποτα, κατανοήσασα, ἡ εὐκλεής σου Μάρτυς αἰκισμῶν, καρτερεῖ τὸ ἐπίπονον, δυναμουμένη σθένει σου, τοῦ τὴν ἡμῶν φύσιν νευρώσαντος.
Θεοτοκίον.
Χωρίον, χωρητικὸν γεγένησαι, τῆς θείας φύσεως, θεογεννῆτορ ἄχραντε· διό, Χαριτίνη ποθήσασα, παρθενικῶς ὀπίσω σου, τῷ σῷ Υἰῷ προσαπενήνεκται.
Ὠδὴ γ’
Εὐφραίνεται ἐπὶ σοὶ.
Ἀνάψας σου τὴν ψυχήν, ἔρως ὁ θεῖος τῆς σαρκὸς ἔρωτας, καὶ χαλεπὰ βράσματα, τὰ τῶν αἰκισμῶν ἐναπέσβεσε.
Ῥηγνύμενον πρὸ ποδῶν, Μαρτυρικῶν τὸν δυσμενῆ βλέποντες, τῇ τοῦ Χριστοῦ χάριτι, αἴνεσιν αὐτῷ προσενέγκωμεν.
Ἰσχὺϊ παντουργικῇ, τὴν κεφαλὴν τοῦ δυσμενοῦς ἔθλασας, σῆς κεφαλῆς φέρουσα, Μάρτυς καρτερικῶς τὴν κατάφλεξιν.
Θεοτοκίον.
Τὴν μόνην ἐν γυναιξίν, εὔλογημένην σε Ἁγνὴ στέργουσα, σαῖς ἀγαθαῖς χάρισι, Μάρτυς Χαριτίνη δεδόξασται.
Ὁ Εἱρμὸς.
Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.
Κάθισμα. Ἦχος δ’
Ὁ ὑψωθεὶς.
Τῶν νοουμένων τὸ τερπνὸν ἀγαπήσασα, τῶν ὀρωμένων τὸ ῥευστὸν καταλείψασα, ταῖς θεϊκαῖς ὠχύρωσαι ἐλπίσι τὸν νοῦν· ὅθεν πρὸς τὸ στάδιον, τῆς ἀθλήσεως Μάρτυς, χαίρουσα εἰσέδραμες, καὶ τὸν ὄφιν καθεῖλες, καὶ ἀνεπλέξω νίκης εὐπρεπῆ, στέφανον κόρη, Μαρτύρων ἀγλάϊσμα.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Τῶν ἀκαθάρτων λογισμῶν μου τὰ πλήθη, καὶ τῶν ἀτόπων ἐννοιῶν τὰς νιφάδας, τὶς ἐξειπεῖν δυνήσεται Πανάμωμε; τὰς ἐπαναστάσεις δέ, τῶν ἀσάρκων ἐχθρῶν μου, τίς ἐκδιηγήσεται, καὶ τὴν τούτων κακίαν; ἀλλὰ τῇ σῇ πρεσβείᾳ Ἀγαθή, τούτων μοι πάντων, τὴν λύτρωσιν δώρησαι.
Ἢ Σταυροθεοτοκίον.
Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ' ἐσχάτων σε σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσά σε Χριστέ· Οἴμοι ποθεινότατε, Ἰησοῦ! Ἀνεβόα, πῶς ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπ' Ἀγγέλων, ὑπὸ ἀνόμων νῦν βροτῶν Υἱέ, θέλων σταυροῦσαι; Ὑμνῶ σε Μακρόθυμε.
Ὠδὴ δ’
Ἐπαρθέντα σε ἰδοῦσα.
Ἱερεῖον ὥσπερ ἄμωμον πρὸς σφαγήν σε, ἐκ πατρικῶν ἀφήρπασαν, Μάρτυς ἀθληφόρε, ἀγκαλῶν οἱ τύραννοι, Πατέρα οὐράνιον, ὑπερβολικῶς ἀγαπήσασαν.
Νεάνισι ταῖς φρονίμοις ἀκολουθοῦσα, τὴν ψυχικὴν λαμπάδα σου, αἵματι πλουσίως, ἤρδευσας πανεύφημε, καὶ θεῖον κεκλήρωσαι, Μάρτυς χαριτώνυμε θάλαμον.
Ἡ καρδία σου τῷ ἔρωτι τοῦ νυμφίου, πυρπολουμένη ἄνθρακας, πλάνης γενναιόφρον, λύθρῳ ἐναπέσβεσεν, αἱμάτων καὶ θάλασσαν, τῆς πολυθεΐας ἐξήρανεν.
Θεοτοκίον.
Σωματούμενον ἐκύησας Θεὸν Λόγον, Θεογεννῆτορ ἄχραντε, ὃν ἡ Χαριτίνη, στέργουσα θερμότατα, πυρὶ ἀντετάξατο, καὶ πολυειδέσι στρεβλώσεσι.
Ὠδὴ ε’
Σὺ Κύριέ μου φῶς.
Τὴν κάραν ξυρισμῷ, καὶ ἀνθράκων πυρώσει, συνθλίβοντές σου θεόφρον, λογισμοῦ σου τὸν τόνον, οὐδόλως παρεσάλευσαν.
Ἥλους σου καὶ σφαγήν, εἰκονίζουσα Κύριε, τὴν ἔμπυρον ὀβελίσκων, ὑποφέρω ὀδύνην, ἡ Μάρτυς ἀνεκραύγαζεν.
Νίκαις τὴν κεφαλήν, Χαριτίνη κατέστεψαι, νικήσασα τὸν τὴν Εὔαν, ἐκνικήσαντα ὄφιν, τοῖς ἄθλοις καλλιπάρθενε.
Θεοτοκίον.
Νοῦς βρότειος τὴν σήν, ὑπὲρ ἔννοιαν σύλληψιν, οὐ δύναται ἐννοῆσαι, Μητροπάρθενε Κόρη· Θεὸν γὰρ ἀπεκύησας.
Ὠδὴ ς’
Θύσω σοι, μετὰ φωνῆς.
Χάρισι, καὶ σημείοις Χριστὸς ἐστεφάνωσε, τὴν ἱερὰν κορυφήν σου, ὑπὲρ οὗ τὸ πάσχειν προῄρησο, Ἀθληφόρε, τῆς χαρᾶς τῆς ἐνθέου ἐπώνυμε.
Ἅγιος, Ἰωνᾶν ἐκ βυθοῦ ὁ ῥυσάμενος, σὲ θαλαττίῳ πελάγει, ἐρριμμένην σῴζει, ζῶσαν θεόφρον, καὶ βυθῷ σου, τῶν αἱμάτων ἐχθροὺς κατεπόντισε.
Ῥομφαίᾳ, καρτερίας ἐχθροὺς ἐθανάτωσας, καὶ καρτεροῦσα ὀδόντων, παντελῆ ἐκρίζωσιν Ἔνδοξε, τῶν λεόντων, τῶν ἀσάρκων τὰς μύλας συνέθλασας.
Θεοτοκίον.
Ἰσχὺν σε, εὑραμένη Παρθένε καὶ στήριγμα, ἡ Χαριτίνη αἰκίσεις, καρτερῶς ὑποφέρει· καὶ χαίρουσα, σοῦ ὀπίσω, τῷ τῶν ὅλων Δεσπότῃ προσάγεται.
Ὁ Εἱρμὸς.
Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.
Συναξάριον.
Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Χαριτίνης.
Στίχοι
Ὅπερ δι' εὐχῆς εἶχε, σαρκὸς τὴν λύσιν,
Ἰδοὺ δι' εὐχῆς λαμβάνει Χαριτίνη.
Πέμπτην Χαριτίνη εἰσέδραμεν ἄστυ Θεοῖο.
Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῆς Ἁγίας Μάρτυρος Μαμέλχθης.
Στίχοι
«Ὁμοῦ λελουμένην με Χριστὲ προσδέχου,
(Μαμέλχθα φησὶ) καὶ λίθοις βεβλημένην».
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη ὀπτασίας Κοσμᾶ Μοναχοῦ, φοβερὰς καὶ ὠφελίμου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ’
Ἐν τῇ καμίνῳ.
Νέους τρεῖς παίδας, ὁ ἐκ καμίνου λυτρωσάμενος, σῴζει ἐκ τροχοῦ σε Μάρτυς πυροειδοῦς, Χαριτίνη ἀναμέλπουσαν· Εὐλογημένος εἶ ἐν τῷ Ναῷ, τῆς δόξης σου Κύριε.
Μετὰ Παρθένων, λαμπαδηφόρος εἰς οὐράνια, βαίνεις τοῦ πυρὸς λαμπάδας καρτερικῶς, ἐν τῷ ψάλλειν ὑπομείνασα· Εὐλογημένος εἶ ἐν τῷ Ναῷ, τῆς δόξης σου Κύριε.
Ἐληλεγμένος, ὑπομονῇ σου ὁ παράνομος, χεῖρας συνδεσμεῖ καὶ πόδας καὶ τῷ βυθῷ, παραπέμπει σε κραυγάζουσαν· Εὐλογημένος εἶ ἐν τῷ Ναῷ, τῆς δόξης σου Κύριε.
Λόγῳ σου θείῳ, τὴν ἀλογίαν στηλιτεύσασα, πάθει παθημάτων Μάρτυς ζωοποιῶν, ἀνεπλήρωσας ὑστέρημα· Εὐλογημένος εἶ ὁ Θεός μου, βοῶσα καὶ Κύριος.
Θεοτοκίον.
Παρθένον μόνην, καὶ καθαρὰν σε καὶ ἀκήρατον, Λόγος καθαρὸς ἠγάπησε καὶ ἐκ σοῦ, ἀνεπλάσατο σαρκούμενος, Κόρη τὸν ἄνθρωπον, ὁ Χαριτίνην δοξάσας τοῖς θαύμασι.
Ὠδὴ η’
Χεῖρας ἐκπετάσας Δανιὴλ.
Ὡραία ἐν κάλλεσι τῶν σῶν, στιγμάτων γέγονας, καὶ κατηγγύησαι, Παρθένος ἄφθορος μείνασα, τῷ ὡραίῳ Λόγῳ πάνσεμνε, τῷ ἐκ Παρθένου δι' ἡμᾶς, σεσαρκωμένῳ Χριστῷ, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Πάσαις μαχομένη προσβολαῖς, τῶν τιμωρούντων σε, γενναίως ἤνεγκας, τροχοῦ φλογίζοντος κάκωσιν, ὀβελίσκων τὴν πυράκτωσιν, τὴν εἰς βυθὸν ἀπορριφήν, καὶ τῶν ὀδόντων Σεμνή, καὶ ὀνύχων τὰς ἐκριζώσεις, Χριστὸν μεγαλύνουσα.
Οἱ πόδες οἱ σοί, ταῖς καλλοναῖς τῶν πόνων ἔνδοξε καθωραΐσθησαν· διὸ ἐν ὕδασι βαίνοντες, οὐκ ἑβράχησαν συνόντων σοι, Παρθενομάρτυς ευκλεῶν Θεοῦ Ἀγγέλων, μεθ' ὧν ἀνεβόας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θαῦμα καταπλῆττον πάντα νοῦν, μετὰ τελείωσιν, πῶς τῷ γεννήτορι, τὸ σὸν ἐκδέδωκε λείψανον, βυθὸς ὁ κολπωσάμενος, ὅπερ κηδεύσας πατρικῶς, τρυγᾷ τὴν χάριν ἐκ σοῦ, Χαριτίνη, τὴν βασιλείαν λαβὼν τὴν οὐράνιον.
Θεοτοκίον.
Ὤφθης ὑπερτέρα οὐρανῶν, Θεὸν οὐράνιον ἀποκυήσασα, τὸν οὐρανώσαντα Πάναγνε, γηγενῶν ὅλων τὸ φύραμα, καὶ Χαριτίνης τὴν σεπτήν, μνήμην φαιδρύναντα, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ὁ Εἱρμὸς.
Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί· Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ὠδὴ θ’
Λίθος ἀχειρότμητος ὄρους.
Ἵνα τῶν στεφάνων τῆς δόξης, ὡς ἀδιάφθορος παρθένος, Μάρτυς ἐπιτύχῃς παντοίων, κολαστηρίων εἶδος ὑπήνεγκας, ἀγαλλομένη πνεύματι, καὶ διανοίας ἀναστήματι.
Ὡς περικαλὴς ὡς ὡραία, ὡς περιδέξιος παρθένος, ὡς ἀκαταγώνιστος Μάρτυς, ὡς τοῦ Δεσπότου νύμφη πανάμωμος, χρυσοειδέσι πτέρυξι, πρὸς τὰ οὐράνια κατέπαυσας.
Σὺ φωτοειδεῖς Χαριτίνη, ἐναπαστράπτεις λαμπηδόνας, ζόφον πονηρίας δαιμόνων, καὶ παθημάτων ἀποδιώκουσα, ταῖς θεοδότοις πάντοτε, θαυματουργίαις ἀξιάγαστε.
Ἡ περιχαρής σου ἡμέρα, περιχαρῶς λαοὺς ἀθροίζει, σοῦ τὰς ἀριστείας ὑμνῆσαι, καὶ τοὺς ἀγῶνας καὶ τὰ παλαίσματα, καὶ τὴν γενναίαν ἄθλησιν, Μεγαλομάρτυς χαριτώνυμε.
Θεοτοκίον.
Φῶς ἡμῖν ἀνέτειλε μήτρας, ἐξ ἀπειράνδρου σου Παρθένε, οὗ ταῖς φρυκτωρίαις ἐνθέως, καταυγασθεῖσα φῶς ἐχρημάτισεν, ἡ τῆς χαρᾶς ἐπώνυμος, Θεοκυῆτορ ἀπειρόγαμε.
Ὁ Εἱρμὸς.
Λίθος ἀχειρότμητος ὅρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.
Ἐξαποστειλάριον.
Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἐν οὐρανοῖς ὡς Μάρτυς, Χαριτίνη τῷ Θεῷ, παρισταμένη ἐνδόξως, πάντας ἡμᾶς τοὺς εὐσεβεῖς, μνήμην τὴν σὴν ἐκτελοῦντας, σῷζε θερμαῖς σου πρεσβείαις.
Θεοτοκίον.
Τὸν σὸν Υἱὸν Παρθένε, μὴ διαλίπῃς δυσωπεῖν, ὑπὲρ ἡμῶν τῶν σῶν δούλων, ἵνα ῥυσθῶμεν τῆς ἐκεῖ, φρικτῆς κολάσεως πάντες, καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου.
Καὶ ἡ λοιπὴ τοῦ Ὄρθρου Ἀκολουθία, ὡς συνήθως, καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου