ΤΕΤΑΡΤΗ ΗΧΟΣ ΠΛ.Α΄
Στιχηρὰ Προσόμοια, Δεσποτικὰ
Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν
Παῦσον
τὰς τῶν δαιμόνων ὁρμᾷς, τὰς κατ' ἐμοῦ ἐπερχομένας φιλάνθρωπε, ζητούντων
τοῦ θανατῶσαι, τὴν ταπεινήν μου ψυχήν, καὶ καταγαγεῖν μὲ εἰς ἀπώλειαν,
αὐτῶν τὰς βουλάς τε, καὶ τὰς ἐνέδρας ματαίωσον, τὰς καθ' ἑκάστην, ἐν
νυκτὶ καὶ ἡμέρα τε, καὶ ἐκλύτρωσαι, ἀπὸ τούτων μὲ Δέσποτα, παῦσον τὸ
πολυτάραχον, τοῦ βίου κλυδώνιον, ῥύσαι γεέννης καὶ σκότους, τοῦ
αἰωνίζοντος δέομαι, Χριστὲ ὅταν ἔλθης, κρίναι κόσμον μετὰ δόξης, ὡς
ὑπεράγαθος.
Βίβλων
ἀνοιγομένων Χριστέ, ἐν τῇ ἡμέρα τῆς φρικτῆς παρουσίας σου, καὶ πάντων
παρισταμένων, τῶ κριτηρίω τῶ σῶ, καὶ ἀποβλεπόντων τὴν ἀπόφασιν, πυρὸς
πρὸ τοῦ βήματος, ἑλκομένου καὶ σάλπιγγος, σφοδρῶς ἠχούσης, τὶ ποιήσω ὁ
ἄθλιος, ἐλεγχόμενος, ὑπὸ τῆς συνειδήσεως, καὶ καταδικαζόμενος, εἰς φλόγα
τὴν ἄσβεστον. Δέομαι οὖν πρὸ τοῦ τέλους, λύσιν εὐρεῖν τῶν πταισμάτων
μου, Χριστὲ ὁ Θεός μου, ὁ δωρούμενος τῶ κόσμω, τὸ μέγα ἔλεος.
Ἥρας
ἐπὶ τῶν ὤμων Χριστέ, τὸν σὸν Σταυρόν, ἐπὶ τὸ πάθος ἐρχόμενος, καὶ τύπον
ἡμῖν παρέσχες, ἐν σοὶ τοὶς θέλουσι ζήν, πῶς συνδοξασθώμέν σοὶ καὶ
ζήσωμεν, αὐτὸς καταξίωσον, καὶ ἡμᾶς συμμετόχους σοί, τῶν παθημάτων, καὶ
τῆς δόξης γενήσεσθαι, τὴν σὴν νέκρωσιν, ἑαυτοὶς περιφέροντας, νέκρωσόν
μου φιλάνθρωπε, σαρκός τὰ σκιρτήματα, καὶ ἐκ τοῦ θείου σου φόβου, μέλη
τὰ ταύτης καθήλωσον, νεκρὸν πρὸς τὸν κόσμον, ζώντα δὲ ταὶς ἐντολαίς σου,
μόνον ποιήσας με.
Ἔτερα, τῆς Θεοτόκου, ὅμοια
Κλαίω
καὶ σκυθρωπάζω πικρῶς, κατανοῶν τὸ φοβερὸν λογοθέσιον, ἐξ ἔργων μὴ
κεκτημένος, ἀπολογίας μικράς, ἀφορμὴν ὁ τάλας, διὸ δέομαι, πρὶν ἢ
ἐπιφθάση με, τέλος βίου τὸ ἄδηλον, πρὸ τῆς δρεπάνης, πρὸ θανάτου, πρὸ
κρίσεως, πρὸ τοῦ μέλλειν με, τὰς εὐθύνας εἰσπράττεσθαι, ἔνθα τὸ πὺρ τὸ
ἄσβεστον, καὶ σκότος ἐξώτερον, ὅπου ὁ σκώληξ ἐκεῖνος, ὁ κατεσθίων τοὺς
πταίοντας, Ἁγνὴ τῶν πταισμάτων, ἀπολύτρωσίν μοὶ δίδου, καὶ μέγα ἔλεος.
Θρόνος
Χερουβικὸς ἀληθῶς, ὡς ὑπερτέρα τῶν κτισμάτων γεγένησαι, ἐν σοὶ γὰρ ὁ
θεῖος Λόγος, τὴν ἡμετέραν μορφήν, ἀναπλᾶσαι θέλων κατεσκήνωσε, καὶ σοῦ
ἐξελήλυθε, σαρκοφόρος ὡς εὔσπλαγχνος, Σταυρὸν καὶ πάθος, δι' ἡμᾶς
κατεδέξατο, καὶ Ἀνάστασιν, ὡς Θεὸς ἐδωρησατο, ὅθεν ὡς καταλλάξασαν, ἡμῶν
τὴν κατάκριτον, φύσιν τῶ Πλάστη σὺν τούτω, εὐχαριστούντές σοὶ κράζομεν.
Παράσχου πταισμάτων, τὴν συγχώρησιν εὐχαίς σου, ἡμῖν καὶ ἔλεος.
Ῥεῖθρα
δακρυρροϊας ἐμῆς, τῆς ἐξ ὀμμάτων μου, Υἱὲ ποθεινότατε, ὁ χρόνος ξηράναι
ὅλως, οὐ κατισχύσει ποτέ, ἡ Ἁγνὴ θρηνοῦσα ἀπεφθέγγετο, σὺ φῶς γὰρ τὸ
ἄδυτον, τὸ φωτίζον φωτίσματι, δι' οὗ φωστῆρες, οἱ μεγάλοι πεπήγασιν, οἱ
οὐράνιοι, καὶ τὸ πᾶν κατουσίωται, τὶ μοὶ τὸ βλέπειν ἥλιον, φωτὸς ἐμοῦ
δύναντος; φῶς μου γλυκὺ πῶς ἐσβέσθης, ὁ φωτισμὸς τοῦ προσώπου μου;
Λοιπὸν ἀπαλείψω τῶν δακρύων μου τοὶς ῥείθροις, κόρας ὀμμάτων μου.
Δόξα... Καὶ νύν...
Σταυροθεοτοκίον ὅμοιον
Ἄρνα
τὸν ἑαυτῆς ἡ Ἀμνάς, ποτὲ ὁρῶσα πρὸς σφαγὴν ἐπισπεύδοντα, προθύμως
κατηκολούθει, ταῦτα βοῶσα αὐτῷ. Ποῦ πορεύη, τέκνον μου γλυκύτατον.
Χριστὲ τῖνος χάριν, τὸν δρόμον τοῦτον μακρόθυμε, τρέχεις ἀόκνως, Ἰησοῦ
ποθεινότατε, ἀναμάρτητε, πολυέλεε Κύριε; Δὸς μοὶ λόγον τὴ δούλη σου, Υἱέ
μου παμφίλτατε, μὴ μὲ παρέλθης οἰκτίρμον, σιγῶν φρικτῶς τὴν τεκούσάν σε,
Θεὲ ζωοδότα, ὁ δωρούμενος τῶ κόσμω, τὸ μέγα ἔλεος.
Ἀπόστιχα Σταυρώσιμα
Ὁ
Σταυρός σου Χριστέ, εἰ καὶ ξύλον ὁρᾶται τὴ οὐσία, ἀλλὰ θείαν
περιβέβληται δυναστείαν, καὶ αἰσθητῶς τῶ κόσμω φαινόμενος, νοητῶς τὴν
ἡμῶν θαυματουργεῖ σωτηρίαν, ὃν προσκυνοῦντες, δοξάζομέν σε Σωτήρ,
ἐλέησον ἡμᾶς.
Μόνον
παγέντος τοῦ ξύλου Χριστὲ τοῦ Σταυροῦ σου, ἡ πλάνη πεφυγάδευται, καὶ ἡ
χάρις ἐξήνθησεν, οὐ γὰρ ἔτι καταδίκης ἐστὶ τιμωρία, ἀλλὰ τρόπαιον
ἐδείχθη ἡμῖν σωτηρίας. Σταυρὸς ἡμῶν στήριγμα. Σταυρὸς ἡμῶν καύχημα.
Σταυρὸς ἡμῶν ἀγαλλίαμα.
Μαρτυρικὸν
Πρεσβεύσατε
ὑπὲρ ἡμῶν, ἅγιοι Μάρτυρες, ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν, ὑμῖν γὰρ ἐδόθη
χάρις, πρεσβεύειν ὑπὲρ ἡμῶν.
Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον
Χαίροις ἀσκητικῶν
Στάσα
ἐπὶ Σταυροῦ Ἰησοῦ, ἡ σὲ τεκοῦσα, θρηνωδοῦσα ὠδύρετο, βοῶσα, οὐ φέρω
Τέκνον, προσηλωμένον ὁρᾶν, ἐπὶ ξύλου ὃν πὲρ ἀπεκύησα, ἐγὼ γὰρ διέφυγον,
τὰς ὠδῖνας ὡς ἄνανδρος, καὶ πῶς ἀρτίως, τὴ ὀδύνη συνέχομαι, καὶ
σπαράττομαι, τὴν καρδίαν ἡ ἄμεμπτος; ἄρτι γὰρ ἐκπεπλήρωται, τὸ ῥῆμα ὁ
εἴρηκεν, ὁ Συμεὼν τὴ καρδία, ἐμὴ ῥομφαίαν ἐλεύσεσθαι, ἀλλ' ὧ νὺν Υἱέ
μου, ἐξανάστηθι καὶ σῶσον, τοὺς ἀνυμνούντάς σε.
Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα Σταυρώσιμα
Ἦχος πλ. α'
Τόπος
Κρανίου, Παράδεισος γέγονε, μόνον γὰρ ὡς ἐπάγη τὸ ξύλον τοῦ Σταυροῦ,
εὐθὺς ἐβλάστησε τὸν βότρυν τῆς ζωῆς, σὲ Σωτήρ, εἰς ἡμῶν εὐφροσύνην. Δόξα
σοί.
Τὸ
ξύλον τοῦ Σταυροῦ σου, Σωτὴρ ἡμῶν, τοῦ κόσμου ἀνεδείχθη σωτήριον, ἐν
αὐτῷ γὰρ βουλήσει προσηλωθείς, τῆς κατάρας ἐρρύσω τοὺς γηγενεῖς, ἡ
πάντων ζωή. Κύριε δόξα σοί.
Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον
Τὸν συνάναρχον Λόγον
Ἐν
Σταυρῷ σὲ ὁρῶσα Χριστὲ ἡ μήτηρ σου, ἑκουσίως ἐν μέσῳ ληστῶν κρεμάμενον,
κοπτομένη μητρικῶς, τὰ σπλάγχνα ἔλεγεν. Ἀναμάρτητε Υἱέ, πῶς ἀδίκως ἐν
Σταυρῷ, ὡς κακοῦργος ἐπάγης; τὸ γένος τὸ τῶν ἀνθρώπων, ζωῶσαι θέλων ὡς
ὑπεράγαθος.
Μετὰ τὴν β' Στιχολογίαν
Καθίσματα Σταυρώσιμα
Τὸν συνάναρχον Λόγον
Τὸν
σταυρωθέντα Σωτήρα καὶ λυτρωτὴν ἡμῶν, ἑκουσίως ὡς ὅιδε καὶ ὡς ηὐδόκησεν,
ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι προσήλωσε Σταυρῶ, τὰς ἁμαρτίας
τῶν βροτῶν, ῥυσάμενος ἐκ τῆς πλάνης, τὸ γένος τὸ τῶν ἀνθρώπων, καὶ
Βασιλείας κατηξίωσεν.
Σταυρὸν
ὑπομεῖνας σοῦ ἑκουσία βουλή, καὶ φθορὰς τοὺς ἀνθρώπους ἐλευθερώσας
Σωτήρ, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνούμέν σε, ὅτι ἐφώτισας ἡμᾶς, τὴ
δυνάμει τοῦ Σταυροῦ, καὶ φόβω δοξάζομέν σε, φιλάνθρωπε καὶ οἰκτίρμον, ὡς
ζωοδότην καὶ Κύριον.
Δόξα... Καὶ νύν...
Θεοτοκίον ὅμοιον
Τῶ
Σταυρῶ τοῦ Υἱοῦ σου θεοχαρίτωτε, τῶν εἰδώλων ἡ πλάνη πᾶσα κατήργηται,
καὶ τῶν δαιμόνων ἡ ἰσχὺς καταπεπάτηται, διὰ τοῦτο οἱ πιστοί, κατὰ χρέος
σὲ ἀεί, ὑμνοῦμεν καὶ εὐλογοῦμεν, καὶ Θεοτόκον κυρίως, ὁμολογοῦντες
μεγαλύνομεν.
Μετὰ τὴν γ' Στιχολογίαν
Καθίσματα Σταυρώσιμα
Τὸν συνάναρχον Λόγον
Προφητῶν
αἱ προρρήσεις ἰδοὺ πεπλήρωνται, ἡ ἀρχαία βουλή σου τὸ πέρας εἴληφε, σὺ
γὰρ ἑκὼν Παμβασιλεῦ, σαρκὶ ἑπτώχευσας Χριστέ, καὶ κατεδέξω δι' ἡμᾶς,
ἀνελθεῖν ἐν τῷ Σταυρῶ, καὶ θάνατον ὑπομεῖναι, διὸ δοξάζομεν Λόγε, τὴν
ὑπὲρ νοῦν σου συγκατάβασιν.
Μαρτυρικὸν
Τὰ
θαύματα τῶν ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον, ἡμῖν δωρησάμενος,
Χριστὲ ὁ Θεός, ταὶς αὐτῶν ἱκεσίαις, βουλὰς ἐθνῶν διασκέδασον, τῆς
Βασιλείας τὰ σκῆπτρα κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Τὸν συνάναρχον Λόγον
Μεμυκότα
σὲ κόρας, Υἱὲ παμφίλτατε, ὀφθαλμοὶς καθορώσης, τὸ φῶς μου σβέννυται,
οὐδὲ γὰρ ἥλιον ὁρᾶν ὅλως ἀνέχομαι, ἤθελον Λόγε τοὺς ἐμούς, ἐξορυχθῆναι
ὀφθαλμούς, σκοτίσθητι φῶς ἠλίου, ὁ γὰρ δοὺς σοὶ τὸ φῶς ἐν λόγῳ, ἐν τῷ
Σταυρῶ τὰς κόρας ἔμυσε.
Κανὼν Σταυρώσιμος, οὗ ἡ Ἀκροστιχίς.
Τὸν κόσμον ὑψοῖ Χριστός, ὑψωθεὶς ξύλω. Ἰωσήφ.
Ὠδὴ α'
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς
Ἵππον
καὶ ἀναβάτην, εἰς θάλασσαν ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ
βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον, ὕμνον ἄδοντα.
Τὸν
ἀκαταληψία κατανοούμενον, σαρκωθέντα, καὶ κόσμω ἐμφανισθέντα σώματι,
ξύλω ἀπηώρησε, βουληθέντα πάλαι, Ἑβραίων δῆμος παρανομώτατος.
Ὅτε
τὴν καρποφόρον, Χριστὲ σὲ ἄμπελον, ἐπὶ ξύλου Ἑβραῖοι, Σταυροῦ μανέντες
ὕψωσαν, τότε οἶνον ἔσταξας, εὐφροσύνης ἅπασαν, μέθην Λόγε κακῶν
ἐξαίροντα.
Μαρτυρικὰ
Νόμοις
οὐχ ὑποπίπτει, ἐπαίνων Μάρτυρες, ἡ ὑμῶν καρτερία, ὑπὲρ γὰρ φύσιν πᾶσαν
βροτῶν, πόνους ὑπηνέγκατε, καὶ πρὸς λήξιν ἄπονον, ἐσκηνώσατε
εὐφραινόμενοι.
Κύματα
τῶν βασάνων, ὑπερνηξάμενοι, κυβερνήσει τοῦ Λόγου πανεύφημοι, Χριστοῦ
Ἀθληταί, λιμένας ἐφθάσατε οὐρανίους, θείας γαλήνης ὄντως ἐπαπολαύοντες.
Σταυροθεοτοκίον
Ὅτε
τὸν ἐκ γαστρός σου, τεχθέντα Κύριον, κατενόησας ξύλω ἀδίκως ἀνυψούμενον,
Παρθένε ἐδάκρυσας, καὶ τούτου ὕμνησας ὄντως, τὴν ἄπειρον συγκατάβασιν.
Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου. οὗ ἡ Ἀκροστιχίς.
Πέμπτον πέφυκεν ἄσμα νὺν τὴ Παρθένω.
Εἱρμὸς ὁ αὐτὸς
Πύλη
τῆς θείας δόξης ἡ διανοίξασα, Παραδείσου τὴν πύλην, τῆς μετανοίας πύλας
μοί, διάνοιξον δέομαι, καὶ τὸν νοῦν μου φώτισον, τοῦ ὑμνεῖν σὲ
θεοχαρίτωτε.
Ἔστησας
τοῦ θανάτου τὴν ῥύμην, τέξασα τὸν ζωῆς, καὶ θανάτου δεσπόζοντα Πανάμωμε,
αὐτὸν οὖν ἱκέτευε, τὰ νεκροῦντα πταίσματα, τὴν ψυχήν μου στῆσαι, καὶ
σώσαί με.
Μόνην
ἐκ γενεῶν σε, τὴν καλλονὴν Ἰακώβ, ἐξελέξατο Λόγος, ὁ τῶ Πατρὶ
συνάναρχος, καὶ σοῦ σεσωμάτωται, ἐξ αἱμάτων Δέσποινα, διασώζων μὲ
μεσιτείαις σου.
Πόκος
καθάπερ ὄμβρον τὸν ἐπουράνιον, ἐπὶ σὲ κατελθόντα, κατεδέξω Πάναγνε, διὸ
τὰ ὀμβρήματα, τῶν παθῶν μου ξήρανον, ἱκετεύω σὲ Μητροπάρθενε.
Ὠδὴ γ'
Ὁ Εἱρμὸς
Ὁ
πήξας ἐπ' οὐδενός, τὴν γὴν τὴ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως
βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν
Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε.
Σταυροῦσαι,
καὶ παράδεισος πάλιν ἀνοίγεται, καὶ Ληστὴς πρὸ πάντων χαίρων εἰσέρχεται,
θνήσκεις Ἰησοῦ μου, καὶ ἐχθρὸς ὁ πλάνος θανατοῦται, ὁ νεκρωθεὶς Ἀδάμ
ζωοῦται δέ. Δόξα τὴ πολλὴ εὐσπλαγχνία σου.
Μαραίνεις
τῆς ἁμαρτίας, φλόγα σταυρούμενος, Ἰησοῦ ἐν ξύλῳ δι' ἀγαθότητα, λύεις τὴν
ἀπάτην δεσμευθείς, γυμνούμενος ἐνδύεις, καταστολὴν δόξης τὸν ἄνθρωπον.
Δόξα τὴ πολλὴ εὐσπλαγχνία σου.
Μαρτυρικὰ
Ὀδείξας
ἀειφανείς, ἀστέρας τοὺς Μάρτυρας, ἀσεβείας σκότος διασκεδάζοντας, τούτων
παρακλήσεσι Χριστέ, τὴν νύκτα τῶν παθῶν μου ἀποδίωξον, καὶ φώτισον, τήν
ἐσκοτισμένην καρδίαν μου.
Νομίμως
οἱ εὐκλεεῖς, ἠρίστευσαν Μάρτυρες, νομίμω πίστει ἐστεφανώθησαν, καὶ
παρανομούντων τὰς βουλάς, ἐξέκλιναν ἐμφρόνως, καὶ τὴν τρυφὴν τὴν θείαν
ἔλαβον, καὶ τοῦ Παραδείσου τὴν οἴκησιν.
Σταυροθεοτοκίον
Ὑμνοῦσιν
Ἀγγελικοί, χοροὶ σὲ Πανύμνητε, ἀσυγκρίτως τούτους τὴν ὑπερέχουσαν,
τέτοκας Θεὸν γὰρ ἓν σαρκί, τὸν ξύλω τὴν κατάραν, τὴν ἐκ τοῦ ξύλου
ἀφανίσαντα, καὶ τὴν εὐλογίαν πηγάσαντα.
Κανὼν τῆς Θεοτόκου
Εἱρμὸς ὁ αὐτὸς
Τῶ
βέλει τῆς ἁμαρτίας, τραυματισθέντα με, τῶ ἐν σοὶ φαρμάκω ὅλον ὑγείωσον,
καὶ τῆς συνεχούσης μὲ Ἁγνή, ἀπάλλαξον ὀδύνης, τῶν ὀδυνῶν ἡ ἀπαλλάξασα,
γένος τῶν ἀνθρώπων τῶ τόκω σου.
Οἱ
μάτην τὴν ταπεινήν, καρδίαν μου θλίβοντες, καὶ ἐπιζητοῦντες τοῦ
θανατώσαί με, Δέσποινα ἀόρατοι ἐχθροί, τὴ σὴ καταβληθέντες, ἐπιστασία
διαμένουσιν, ἄπρακτοι, αἰσχύνης πληρούμενοι.
Ναμάτων
ζωοποιῶν με, πλήρωσον Δέσποινα, ἡ τὸ θεῖον ὕδωρ κόσμω πηγάσασα, τῶν
ἀνομιῶν μου τοὺς δεινούς, ξηράνασα χειμάρρους, καὶ τῆς καρδίας μου τὰ
κύματα, θεία σου γαλήνη πραϋνουσα.
Παρῆλθον
τὰ σκιωδῶς, τῶ νόμω τελούμενα, τὸν γὰρ νομοδότην Χριστὸν ἐκύησας, χάριν
ἱλασμὸν καὶ φωτισμόν, ἡμῖν νομοθετοῦντα, καὶ τῆς κατάρας ἐξαιρούμενον,
ἄχραντε Παρθένε πανύμνητε.
Ὠδὴ δ'
Ὁ Εἱρμὸς
Τὴν
θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ
ἐβόα σοί. Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας.
Ψυχῶν
τὴν παντελῆ ἀπολύτρωσιν, περιποιούμενος Χριστέ, Πατρὸς εἰς χείρας
παρέδωκας, τὴν παναγίαν ψυχήν σου, ἐν ξύλῳ ἑκουσίως κρεμάμενος.
Ὁ
ἄδικος κριτὴς κατακρίνει σε, δικαιοκρῖτα Ἰησοῦ, τεθνάναι
ξύλω κρεμάμενον, ὅπως ἡμᾶς δικαιώσης, ἀδίκω δυσμενεῖ ὑποκύψαντας.
Μαρτυρικὰ
Ἰδεῖν
κατηξιώθητε Μάρτυρες, τὰ δι' αἰῶνος ἀγαθά, κινδύνοις πλείστοις καὶ
θλίψεσι, καὶ ἀνηκέστοις βασάνοις, ἐν γῆ περιφανῶς ὁμιλήσαντες.
Χειμῶνα
πειρασμῶν ὑπεξήλθετε, καὶ πρὸς τὸ ἔαρ ἀμοιβῶν, ἐπουρανίων ἐφθάσατε, καὶ
τοὶς χοροὶς τῶν Ἀγγέλων, σεπτοὶ κατηριθμήθητε Μάρτυρες.
Σταυροθεοτοκίον
Ῥομφαία
Θεομῆτορ δι' ἤλθέ σου, εὐλογημένη τὴν ψυχήν, ἡνίκα εἶδες σταυρούμενον,
τὸν σὸν Υἱὸν καὶ εἰς χείρας, ψυχὴν τὰς πατρικὰς παραθέμενον.
Κανὼν τῆς Θεοτόκου
Εἱρμὸς ὁ αὐτὸς
Ἐξ
ἔργων σωτηρία οὐκ ἔστι μοί, ὑπὸ τὴν σκέπην σου διό, ἐν πεποιθήσει
προσέδραμον, ἀπεγνωσμένον μὲ σῶσον, πρεσβείαις σου πανύμνητε Δέσποινα.
Φωτὸς
τὸ καθαρὸν ἐνδιαίτημα, Ἠλίου ὄχημα σεπτόν, τὴν σκοτισθεῖσαν καρδίαν μου,
τὴ τῶν δεινῶν ἀμαυρώσει, καταύγασον καὶ σώσόν με Δέσποινα.
Ὑφάνασα
ἱστὸν ἐξ αἱμάτων σου, παρθενικων τὸν οὐρανόν, νεφέλαις Κόρη ἐνδύοντα,
καταστολὴν ἀφθαρσίας, ἀπάτη γυμνωθέντα μὲ ἔνδυσον.
Κοιλάδων
τῶν τοῦ βίου ὡς κρίνον σε, ἀναλαβῶν ὁ πλαστουργός, ἐκ σοῦ τῶ κόσμω
διέπνευσε, πνευματικὴν εὐωδίαν, Παρθένε Παναγία Θεόνυμφε.
Ὠδὴ ε'
Ὁ Εἱρμὸς
Ὁ
ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ
κραυγάζω, τὴν ψυχήν μου φώτισον, τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος
εὔσπλαγχνος.
Ἵστασο
κρινόμενος δικαιοκρῖτα Χριστέ, καὶ κατακρίνων σαρκὶ τὴν ἔχθραν, καλάμω
τυπτόμενος, καὶ ἐλευθερίαν, τελείαν ὑπογράφων μοί.
Σὲ
ὡς ἐθεάσατο σαρκὶ κρεμάμενον, Χριστὲ ἐν ξύλῳ, τὸ φῶς εἰς σκότος,
μετέβαλεν ἥλιος, καὶ γῆ ἐσαλεύθη, καὶ πέτραι διερράγησαν.
Μαρτυρικὰ
Τὰ
τῆς γῆς πληρώματα καθηγιάσατε, ὡς πληρωταὶ γὰρ τῶν θείων νόμων,
πανεύφημοι Μάρτυρες, τὴν ἁγιωσύνην, ἀθλοῦντες ἐκληρώσασθε.
Οἱ
περικαλλέστατοι καὶ θεαυγέστατοι, οἱ θείαν δόξαν ἐνδεδυμένοι, καὶ
ἀπογυμνώσαντες, ἐχθροῦ τὴν κακίαν, οἱ Μάρτυρες τιμάσθωσαν.
Θεοτοκίον
Σὲ
τὴν Παναμώμητον Θεοῦ λοχεύτριαν, δι' ἦς κατάρα ἀπεστειρώθη, καὶ ἡ
ἀπολύτρωσις καὶ ἡ εὐλογία, ἐδόθη μακαρίζομεν.
Κανὼν τῆς Θεοτόκου
Εἱρμὸς ὁ αὐτὸς
Εὔρω
σὲ βοήθειαν, ἐξαιρουμένην με, ἐν ὥρα δίκης τῆς καταδίκης, ὅτε ἐπὶ
βήματος, τοῦ ἐκ σοῦ τεχθέντος, Παρθένε παραστήσομαι.
Νόμω
μὲ τροπούμενον, τῆς ἁμαρτίας Ἁγνή, καὶ ταὶς ἀπάταις τοῦ ἀλλοτρίου,
συνεχῶς πλανώμενον, καὶ κρημνοὶς πταισμάτων, ὠθούμενον ἐπίστρεψον.
Ἄνθρακα
κυήσασα, ὃν ἐθεάσατο, ὁ Ἡσαϊας κατάφλεξόν μου, τὴν ὕλην Πανάμωμε, τῶν
ἁμαρτημάτων, καὶ φώτισόν με δέομαι.
Σάρκα
ἐξ αἱμάτων σου, Χριστῷ δανείσασα, τὰ σαρκικά μου Παρθένε πάθη, δι' ὅλου
καθάρισον, καὶ τῆς ἀπαθείας, τὴν τρίβον μοὶ ὑπόδειξον.
Ὠδὴ ς'
Ὁ Εἱρμὸς
Μαινομένην
κλύδωνι, ψυχοφθόρω Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον,
καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος.
Ὑψωθεὶς
μακρόθυμε, ἐπὶ ξύλου πάσας τοῦ ἐχθροῦ, τὰς ἐπάρσεις ἔπτωσας, καὶ ἔσωσας
τοὺς πεσόντας, διὰ πολλὴν ἀγαθότητα.
Ψυχαὶ
τῶν Δικαίων σε, ἐπὶ ξύλου πάλαι τὴν ψυχήν, παραδόντα Δέσποτα, ὡς ἤσθοντο
αἰωνίων Λόγε, δεσμῶν ἀπελύοντο.
Μαρτυρικὸν
Ὡς
στερροὶ ἀδάμαντες, τῶν βασάνων πᾶσαν τὴν πυράν, καρτερία γνώμης
ὑπηνέγκατε, καὶ τὸν ἐχθρόν, ταπεινωθέντες ἑπτώσατε.
Θεοτοκίον
Θαυμαστὸς
ὁ Τόκος σου, ὁ μεγάλα θαύματα ποιῶν, καὶ ἐν τοῖς Ἁγίοις δοξαζόμενος,
Θεοτόκε μόνη, πανθαύμαστε Δέσποινα.
Κανὼν τῆς Θεοτόκου
Εἱρμὸς ὁ αὐτὸς
Μὴ
καταπιέτω με, ῥαθυμίας Δέσποινα βυθός, ἁμαρτίας κῦμα μὴ καλύψαι με, ἀλλὰ
μόνη ἡ σὴ πρεσβεία σωσάτω με.
Ἀγαθὸν
κυήσασα, εὐεργέτην καὶ δημιουργόν, παναγία Δέσποινα φιλάγαθε, τὴν ψυχήν
μου, κεκακωμένην ἀγάθυνον.
Νόμω
προετύπου σε, ἠλυχνία τέξασαν τὸ φῶς, τὸ φωτίσαν Πάναγνε τὰ σύμπαντα,
διὸ βοῶ, Ἐσκοτισμένον μὲ φώτισον.
Ὠδὴ ζ'
Ὁ Εἱρμὸς
Ὁ
ὑπερυψούμενος, τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε,
τοὺς Παίδας ἑδρόσισε, συμφώνως μελωδοῦντας, ὁ Θεὸς εὐλογητὸς εἶ.
Ἔστεψαν
ἀκάνθαις σε, Βασιλεῦ ἀθάνατε, δῆμος ὁ παράνομος, προρρίζους ἐκτέμνοντα,
τῆς πλάνης τὰς ἀκάνθας, ὁ Θεὸς εὐλογητὸς εἶ.
Ἴνα
ἐπενδύσης με, στολὴν Λόγε ἄφθαρτον, γυμνοῦσαι θελήματι, καὶ φέρεις
ἐμπτύσματα, καὶ σταύρωσιν καὶ πάθος, ἀπαθὴς ὧν κατ' οὐσίαν.
Μαρτυρικὰ
Σύμμορφοι
γενόμενοι, παθημάτων Ἅγιοι, τοῦ πάντων δεσπόζοντος, εἰκότως ὑπάρχετε
υἱοί, καὶ κληρονόμοι, Βασιλείας ἀσαλεύτου.
Ξύλοις
οὐκ ἐνείματε, σέβας ἀλογώτατον, τὸν ξύλω τανύσαντα, χείρας
Χριστομάρτυρες, σεβόμενοι ὡς πάντων, Βασιλέα καὶ Δεσπότην.
Σταυροθεοτοκίον
Ξένη
σου ἡ γέννησις, ὑπάρχει Πανάμωμε, Θεὸν γὰρ ἐγέννησας, τὸν ξύλω
μαράναντα, τὴν φλόγα τῆς κακίας, καὶ φωτίσαντα τὸν κόσμον.
Κανὼν τῆς Θεοτόκου
Εἱρμὸς ὁ αὐτὸς
Ὑμνῶ
σὲ Πανάμωμε, Θεὸν ὑπερύμνητον, ἀσπόρως γὰρ ἔτεκες, Θεοῦντα τοὺς
μέλποντας, Παρθένε Παναγία, ὁ Θεὸς εὐλογητὸς εἶ.
Νέκρωσον
τὰ πάθη μου, ζωὴν ἡ κυήσασα, ἔγειρόν με κείμενον, ἐκ τάφου Θεόνυμφε, τοῦ
τῆς ἀναισθησίας, ἵνα πόθω σὲ δοξάζω.
Τὸν
ἀπειροδύναμον, τὴν ἡμῶν ἀσθένειαν, φορέσαντα τέτοκας, Ἁγνή, ὃν ἱκέτευε,
δεινῶς ἐξασθενοῦσαν, θεραπεῦσαι τὴν ψυχήν μου.
Ὠδὴ η'
Ὁ Εἱρμὸς
Σοὶ
τῶ παντουργῶ, ἐν τῇ καμίνω Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν
ἔμελπον. Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
Ὕψιστε
Θεέ, ἐπὶ Σταυροῦ ὑψώθης, χολὴν ποτιζόμενος, ὁ γλυκασμὸς τῆς ζωῆς, λόγχη
κεντᾶσαι, ἐναποσφάττων ὄφιν, τὸν ἐν Παραδείσῳ, Ἀδὰμ καταβαλόντα.
Λύεις
μὲ δεσμῶν, τῆς ἁμαρτίας Λόγε, θελήσει δεσμούμενος, καὶ αἰωνίοις δεσμοίς,
Σῶτερ δεσμεύων τὸν δυσμενῆ Βελίαρ, ὅθεν σου δοξάζω, τὸ πάθος εἰς αἰῶνας.
Μαρτυρικὰ
Ὤφθητε
φωτός, ἐν μετοχῇ ἀϋλω, φῶτα ὄντες δεύτερα, ἅγιοι Μάρτυρες, σκότος τῆς
πλάνης ἐξαίροντα, καὶ πάντων, πιστῶν τὰς καρδίας, φωτίζοντα ἐνθέως.
Ἱερουσαλήμ,
τῆς ἄνω ἐλευθέρας, υἱοὶ χρηματίζετε, καταφαιδρύνοντες, τῶν πρωτοτόκων,
Μάρτυρες Ἐκκλησίαν, καὶ ὑπερυψοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας.
Σταυροθεοτοκίον
Ἵστασο
Σταυρῶ, κατανοοῦσα Κόρη, πηγνύμενον Δέσποινα, Χριστὸν ὃν ἔτεκες, ὅθεν
ἐβόας. Μὴ ἄτεκνόν με δείξης, ἄναρχε ἀνάρχου, Πατρὸς Υἱὲ καὶ Λόγε.
Κανὼν τῆς Θεοτόκου
Εἱρμὸς ὁ αὐτὸς
Ἡ
περικαλλής, καὶ θεαυγὴς Παρθένος, καλῶς ταὶς ἰδέαις με, κάλλυνον
φαίδρυνον, ὅπως κραυγάζω. Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
Πύλη
τοῦ φωτός, τῆς μετανοίας πύλην, φωταυγῆ μοὶ ἄνοιξον, ἀποδεικνύουσα πᾶσαν
εὐθεῖαν, ὁδὸν δικαιοσύνης, φέρουσαν εἰς θείου, θελήματος εἰσόδους.
Ἅγιον
Ἁγνή, ὑπεραγία Λόγον, πιστοὺς ἁγιάζοντα, ἀρρήτως τέτοκας, τοῦτον
δυσώπει, τὴν ταπεινὴν ψυχήν μου, νὺν καθαγιᾶσαι, κακία μιανθεῖσαν.
Ῥεῖθρον
διαυγές, πηγὴ ἀθανασίας, ἐκ σοῦ προελήλυθεν, ἁγία Δέσποινα, ὅθεν βοῶ
σοί. Τὰ ῥεῖθρα τῶν κακῶν μου, ξήρανον τοὶς ὄμβροις, τῆς σῆς Ἁγνὴ
πρεσβείας.
Ὠδὴ θ'
Ὁ Εἱρμὸς
Ἡσαϊα
χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν Υἱὸν τὸν Ἐμμανουήλ, Θεόν
τε καὶ ἄνθρωπον. Ἀνατολὴ ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, τὴν Παρθένον
μακαρίζομεν.
Ὡς
ἀμνὸς ἀνήρτησαι, ἐπὶ ξύλου Δέσποτα Χριστέ, τὰς σιαγόνας συνθλῶν, λύκου
νοητοῦ, καὶ τούτου ἐκ στόματος, ἀφαρπάζων σοῦ τὰ λογικά, Δέσποτα
πρόβατα, καὶ προσάγων τῶ Γεννήτορι.
Στέφανον
ἀκάνθινον, ἀνεδήσω οἵα Βασιλεύς, βασιλευόντων Χριστέ, τὰ τοῦ πονηροῦ,
καθαίρων βασίλεια, καὶ ἐκ ῥιζῶν τέμνων ἀγαθέ, πλάνης τὴν ἄκανθαν, ὅθεν
πίστει σὲ δοξάζομεν.
Μαρτυρικὰ
Ἤστραψεν
ὡς ἥλιος, ἡ βεβαία ἔνστασις ὑμῶν, καὶ πᾶσαν τῶν δυσμενῶν, ἔλυσεν ἀχλύν,
Μάρτυρες ἀήττητοι, φωταγωγοὶ πάντων τῶν πιστῶν, πύργοι ἀκλόνητοι,
εὐσεβείας ἀξιάγαστοι.
Φάλαγξ
θεοσύλλεκτος, στρατὸς θεῖος, δῆμος ἐκλεκτός, ἁγία παρεμβολή, ὤφθητε
ὑμεῖς, Μάρτυρες πανεύφημοι, τοῦ πονηροῦ, τὰς παρεμβολάς, ἐξαφανίζοντες,
τοῦ Σωτῆρος θεία χάριτι.
Θεοτοκίον
Φυτουργὸν
ἐκύησας, εὐσεβείας τὸν Δημιουργόν, φυτεύοντα ἐπὶ γῆς, γνῶσιν ἀληθῆ, καὶ
τὴν ἐκβλαστήσασαν, ἀπὸ φυτοῦ, λύοντα ἀράν, ὃν μεγαλύνοντες, σὲ Παρθένε
μακαρίζομεν.
Κανὼν τῆς Θεοτόκου
Εἱρμὸς ὁ αὐτὸς
Θεμέλιον
ἄσειστον, σωτηρίας τέτοκας Ἁγνή, ἐπὶ ὑδάτων τὴν γήν, θείαις προσταγαίς,
τὸν θεμελιώσαντα, ἐν ὧ ἡμᾶς, τοὺς εἰλικρινῶς, σὲ μακαρίζοντας,
στηριχθῆναι καθικέτευε.
Ἐν
ὁδῷ εἰρήνης με, προσταγμάτων θείων ἀπλανῶν, πορεύεσθαι ἀκλινῶς, ποίησον
Ἁγνή, δαιμόνων τὸν τάραχον, καὶ τῶν παθῶν, τὰς ἐπαγωγάς, ἀποδιώκουσα,
καὶ τόν νοῦν μου καταυγάζουσα.
Νυσταγμῶ
κρατούμενον, ἀμελείας βλέπων ὁ ἐχθρός, ἐπέρχεται ἀναιδῶς, ὕπνω ἡδονῆς,
ἐλπίζων συλήσαί με, ἀλλ' αὐτὴ με, φύλαξον Ἁγνή, τὴ ἀκοιμήτω σου,
μεσιτεία Μητροπάρθενε.
Ὡς
αὐτοκατάκριτος, ἐννοῶ μου τῶν ἁμαρτιῶν, τὸ πλῆθος καὶ τὸ φρικτόν, βῆμα
τοῦ Κριτοῦ, ἐν ὧ μέλλῳ κρίνεσθαι, ἀλλ' ἡ κριτήν, τέξασα Θεόν, τότε μὲ
τήρησον, Θεοτόκε ἀκατάκριτον.
Ἀπόστιχα τῶν Αἴνων, Σταυρώσιμα
Κύριε,
ἐπὶ Μωϋσέως ποτὲ τοῦ Προφήτου, μόνον ὁ τύπος τοῦ Σταυροῦ σου
δεικνύμενος, ἐνίκα τοὺς ἐχθρούς σου, νὺν δὲ αὐτὸν τὸν Σταυρόν σου
κατέχοντες, βοήθειαν αἰτοῦμεν, κράτυνον τὴν Ἐκκλησίαν σου, καὶ δώρησαι
τοὶς Βασιλεύσιν ἡμῶν, ὡς Κωνσταντίνω τὸ τρόπαιον, διὰ πλῆθος ἐλέους
φιλάνθρωπε.
Ὁ
Σταυρός σου Χριστέ, καὶ τοῦ Ἄδου κατήργησε τὸ κράτος, καὶ τὸ γένος
διέσωσε τῶν ἀνθρώπων, καὶ ἐκ φθορᾶς τὸν κόσμον ῥυσάμενος, τῶ Ληστὴ τὸν
Παράδεισον ἤνοιξεν, ὃν προσκυνοῦντες, δοξάζομέν σε Σωτήρ, ἐλέησον ἡμᾶς.
Μαρτυρικὸν
Οἱ
Ἀθλοφόροι σου Κύριε, τὰς τάξεις τῶν ἀγγέλων μιμησάμενοι, ὡς ἀσώματοι
ταὶς βασάνοις ἐνεκαρτέρησαν, μονολόγιστον ἐλπίδα ἔχοντες, τῶν
ἐπηγγελμένων ἀγαθῶν τὴν ἀπόλαυσιν. Ταὶς πρεσβείαις αὐτῶν, Χριστὲ ὁ Θεὸς
ἡμῶν, τὴν εἰρήνην δώρησαι τῶ κόσμω σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα
ἔλεος.
Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον
Μακαρίζομέν σε
Ὡς
ἀμνὸν σὲ Λόγε, ἡ Ἀμνὰς καὶ Παρθένος, πρὸς σφαγὴν χωροῦντα, καθορῶσα
ἐβόα. Ὧ ξένου τολμήματος! πῶς ἄνομοι σφάττουσι τὸν τοὺς ἀνθρώπους
ζωοῦντα; Μέγα σου Υἱέ μου τὸ ἔλεος!
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοὶ
Ὁ
Ληστὴς ἐν τῷ Σταυρῶ, Θεὸν εἴναί σε πιστεύσας Χριστέ, ὡμολόγησέ σε
εἰλικρινῶς ἐκ καρδίας. Μνήσθητί μου Κύριε βοῶν, ἐν τῇ βασιλεία σου.
Ἀναβὰς
ἐν τῷ Σταυρῶ, πᾶσαν ἐκλόνησας δαιμόνων πληθύν, καὶ κατέρραξας τὸ
ὀλέθριον κράτος, τοῦ τυράννου Δέσποτα Χριστέ, σώσας τὸ ἀνθρώπινον.
Ἐκεντήθης
τὴν πλευράν, κρουνοὺς ἀφέσεως πηγάσας μοί, προσηλώθης δὲ ἐπὶ ξύλου τὰς
χείρας, ἐξηλώσας ἄπαν ἐμπαθές, τῶν ἀνθρώπων νόημα.
Μαρτυρικὸν
Μιμηταὶ
τῶν τοῦ Χριστοῦ, παθῶν γενόμενοι μακάριοι, πᾶσαν βάσανον Ἀθλοφόροι
Κυρίου, διελθόντες τῶν ἐν οὐρανοῖς, τερπνῶν ἠξιώθητε.
Δόξα...
Προσκυνούμέν
σε πιστῶς, Θεὸν τὸν ἕνα ἐν προσώποις τρισί, τὴν ἀδιαίρετον, καὶ ὁμότιμον
φύσιν, κράζοντές σοί. Δόξα σοὶ Μονάς, Τριὰς ὁμοούσιε.
Καὶ νύν...
Σταυροθεοτοκίον
Παρισταμένη
τῶ Σταυρῶ, θεοχαρίτωτε, καὶ τὰς τοῦ Υἱοῦ τρώσεις βλέπουσα, τὴν ψυχὴν
κατετρώθης, ἀνυμνοῦσα τούτου τὴν πολλήν, ὄντως συγκατάβασιν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου