ΤΗ ΤΡΙΤΗ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ
ΕΣΠΕΡΑΣ
Στιχηρὰ
Προσόμοια τῆς Ἑορτῆς γ'
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν
Χαίρουσι Μαθήτριαι
Χριστοῦ, τῶν ἐκ τοῦ Ἀγγέλου ῥημάτων, ἐπακροώμεναι, δι' ὧν τὴν Ἀνάστασιν, τοῦ
δι' ἡμᾶς ἐν νεκροῖς λογισθέντος πιστούμεναι, κἂν πρὶν Μυροφόροι, τάφῳ παρειστήκεισαν,
καὶ ἐθρηνῴδουν αὐτόν, λίθον ἀναβλέπουσι τούτου, ἀποκυλισθέντα ἀθρόον οὗ διηποροῦντο
τὴν μετάθεσιν.
Ἄληκτον καὶ θείαν
χαρμονήν, ἐπιχορηγοῦσαι τοῖς θείοις, καὶ ἱεροῖς Μαθηταῖς, ὤφθησαν Μαθήτριαι αἱ
Μυροφόροι Χριστοῦ, ἐκπληροῦσαι τὸ κέλευσμα, τοῦ θείου Ἀγγέλου, οὗ ἐξεθαμβήθησαν,
τὴν λευκοφόρον στολήν, λέγουσαι· Ἐσκύλευται Ἅδης τῇ πανσωστικῇ Ἀναστάσει, τοῦ ὑπὲρ
ἡμῶν θανόντος Ἄνακτος.
Ῥεῖθρα δακρυρρόου ἐκ
πηγῆς, θρήνων ἀναστείλασαι θεῖαι, Χριστοῦ Μαθήτριαι ῥήματα χαρμόσυνα, διαπορθμεύουσαι
νῦν, τοῖς αὐτόπταις τῆς χάριτος, μηνύουσαι τούτοις, τὴν τοῦ Λόγου Ἔγερσιν, καὶ
τὴν ἐκ τάφου χαράν· ὅθεν, τὴν ἀντίθετον λύπης, ἤκουον φωνὴν παραδόξως ταύταις τὴν
τὸ Χαίρετε, προστάττουσαν.
Δόξα...
Καὶ νῦν... Ἦχος πλ. β'
Αἱ Μυροφόροι γυναῖκες,
τὸν τάφον σου καταλαβοῦσαι καὶ τὰς σφραγῖδας τοῦ μνήματος ἰδοῦσαι, μὴ εὑροῦσαι
δὲ τὸ ἄχραντον Σῶμά σου, ὀδυρόμεναι μετὰ σπουδῆς ἦλθον λέγουσαι· Τίς ἔκλεψεν ἡμῶν
τὴν ἐλπίδα; τίς εἴληφε νεκρόν, γυμνὸν ἐσμυρνισμένον, τῆς Μητρὸς μόνον παραμύθιον;
ὤ! πῶς ὁ νεκροὺς ζωώσας τεθανάτωται; ὁ τόν ᾍδην σκυλεύσας, πῶς τέθαπται; Ἀλλ' ἀνάστηθι
Σωτὴρ αὐτεξουσίως, καθὼς εἶπας τριήμερος σῴζων τὰς ψυχὰς ἡμῶν.
Στιχηρὰ τῆς Ὀκτωήχου
Ἦχος β' Σταυρώσιμον
Σῶσόν με Χριστὲ
Σωτήρ, τῇ δυνάμει τοῦ Σταυροῦ, ὁ σώσας Πέτρον ἐν τῇ θαλάσσῃ, καὶ ἐλέησόν με ὁ
Θεός.
Ἀποστολικὸν
Σὺν Ἀρχαγγέλοις ὑμνήσωμεν,
Χριστοῦ τὴν Ἀνάστασιν· αὐτὸς γὰρ λυτρωτής ἐστι, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ ἐν
δόξῃ φοβερᾷ, καὶ κραταιᾷ δυνάμει, πάλιν ἔρχεται, κρῖναι κόσμον, ὃν ἔπλασεν.
Μαρτυρικὸν
Χοροὶ Μαρτύρων ἀντέστησαν,
τοῖς τυράννοις, λέγοντες· Ἡμεῖς στρατευόμεθα τῷ Βασιλεῖ τῶν δυνάμεων, εἰ καὶ
πυρὶ καὶ βασάνοις ἀναλώσητε ἡμᾶς, οὐκ ἀρνούμεθα τῆς Τριάδος τὴν δύναμιν.
Δόξα...
Καὶ νῦν... Ἦχος πλ. β'
Ἠτήσατο Ἰωσὴφ τὸ Σῶμα
τοῦ Ἰησοῦ, καὶ ἀπέθετο ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ· ἔδει γὰρ αὐτὸν ἐκ τάφου, ὡς ἐκ
παστάδος προελθεῖν, ὁ συντρίψας κράτος θανάτου, καὶ ἀνοίξας πύλας Παραδείσου ἀνθρώποις,
δόξα σοι.
ΤΗ ΤΕΤΑΡΤΗ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ
ΠΡΩΪ
Μετὰ τὴν
α' Στιχολογίαν
Καθίσματα
τῆς Ὀκτωήχου
Ἦχος β'
Σταυρώσιμον
Σωτηρίαν εἰργάσω ἐν
μέσῳ τῆς γῆς, Χριστὲ ὁ Θεός, ἐπὶ Σταυροῦ τὰς ἀχράντους σου χεῖρας ἐξέτεινας, ἐπισυνάγων
πάντα τὰ ἔθνη, κράζοντα· Κύριε, δόξα σοι.
Ἀποστολικὸν
Ἀναστὰς ἐκ τοῦ μνήματος
καὶ τὰ δεσμὰ διαρρήξας τοῦ Ἄδου, ἔλυσας τὸ κατάκριμα τοῦ θανάτου, Κύριε, πάντας
ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ῥυσάμενος· ἐμφανίσας σεαυτόν τοῖς Ἀποστόλοις σου, ἐξαπέστειλας
αὐτοὺς ἐπὶ τὸ κήρυγμα, καὶ δι' αὐτῶν τὴν εἰρήνην σου παρέσχες τῇ οἰκουμένῃ, μόνε
πολυέλεε.
Μαρτυρικὸν
Ἀθλοφόροι Κυρίου,
μακαρία ἡ γῆ, ἡ πιανθεῖσα τοῖς αἵμασιν ὑμῶν, καὶ ἅγιαι αἱ σκηναί, αἱ δεξάμεναι
τὰ πνεύματα ὑμῶν· ἐν σταδίῳ γὰρ τὸν ἐχθρὸν ἐθριαμβεύσατε καὶ Χριστὸν μετὰ
παρρησίας ἐκηρύξατε. Αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
Σταυροθεοτοκίον
Παρεστῶσα τῷ Σταυρῷ
σου ἡ ἀσπόρως τεκοῦσά σε καὶ μὴ φέρουσα ὁρᾶν ἀδίκως πάσχοντα, ὠλοφύρετο κλαυθμῷ,
καὶ ἀνεβόα σοι· Πῶς πάσχεις ὁ τῇ φύσει ἀπαθής, γλυκύτατε Υἱὲ; Ὑμνῶ σου τὴν ἄκραν
ἀγαθότητα.
Μετὰ τὴν
β' Στιχολογίαν
Κάθισμα
τῆς Ἑορτῆς
Ἦχος β'
Εὐσπλαγχνίας ὑπάρχουσα
Πρὸς τὸ μνῆμά σου
Σῶτερ, αἱ σεπταὶ Μυροφόροι ἐλθοῦσαι, τὸν Δεσπότην ἀλείψασθαι μύροις, ὡς βροτόν
σε κατηπείγοντο. Ἄγγελος δὲ αὐταῖς χαρὰν ἐμήνυσεν· Ἀνέστη ὁ Κύριος· διὸ κηρύξατε
Ἀποστόλοις τὴν ἐκ τάφου ὄντως φρικτὴν τούτου ἐξανάστασιν.
Εἰς τοὺς
Αἲνους
Στιχηρὰ τῆς Ὀκτωήχου
Ἦχος β' Σταυρώσιμον
Ἑκουσίως πτωχεύσας,
τὴν πτωχείαν τοῦ Ἀδὰμ Χριστὲ ὁ Θεός, ἦλθες ἐπὶ γῆς ἐκ Παρθένου σαρκωθείς, καὶ
Σταυρὸν κατεδέξω ἵνα ἡμᾶς ἐλευθερώσῃς τῆς δουλείας τοῦ ἐχθροῦ, Κύριε, δόξα σοι.
(Δίς)
Ἀναστάσιμον
Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.
Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος, αὐτὸς ἡμᾶς εὐηγγελίσατο, εἰπών·
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας·
Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.
Μαρτυρικὸν
Τῶν Ἁγίων σου τὰ
πλήθη δυσωποῦσί σε Χριστέ. Ἐλέησον ἡμᾶς ὡς φιλάνθρωπος.
Δόξα...
Καὶ νῦν... Ἦχος α'
Μετὰ φόβου ἦλθον αἱ
γυναῖκες, ἐπὶ τὸ μνῆμα, ἀρώμασι τὸ Σῶμά σου μυρίσαι σπουδάζουσαι, καὶ τοῦτο μὴ
εὑροῦσαι διηπόρουν πρὸς ἀλλήλας, ἀγνοοῦσαι τὴν Ἀνάστασιν· ἀλλ' ἐπέστη αὐταῖς Ἄγγελος,
καὶ εἶπεν· Ἀνέστη Χριστός, δωρούμενος ἡμῖν τὸ μέγα ἔλεος.
Στιχηρὰ
Προσόμοια τῆς Ἑορτῆς
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν
Ἆρα, ἐν νεκροῖς ὁ
λυτρωτής; θρήνοις Μυροφόροι ἐβόων, Χριστοῦ μαθήτριαι· Ἥλιος δ' ὁ μέγιστος, μέχρι
καὶ νῦν ὑπὸ γῆν, ἢ ἀνέστη ὡς ἔφησε; Καὶ οὕτω κλαιούσαις, ἐκ τοῦ τάφου Ἄγγελος,
τὴν θείαν ὄντως χαράν, ἔφη, ὁ Χριστὸς ἐξανέστη, δράμετε, κηρύξατε πᾶσι, τούτου
τὴν ἐκ τάφου θείαν Ἔγερσιν.
Στίχ. Εὐδόκησας
Κύριε τὴν γῆν σου, ἀπέστρεψας, τὴν αἰχμαλωσίαν Ἰακώβ.
Μύρα, ἑτοιμάσασαι
σεπτά, ἔτι τῆς σκοτίας ἑνούσης, τῇ τῶν Σαββάτων μιᾷ, ἦλθον πρὸς τὸ μνῆμά σου, αἱ
Μυροφόροι Χριστέ, τοῦ μυρίσαι τὸ ἄχραντον, καὶ θεῖόν σου Σῶμα· ὅθεν τὴν Ἀνάστασιν,
καταμαθοῦσαι τὴν σήν, ἔσπευδον μηνῦσαι τοῖς Μύσταις· αἷς προϋπαντήσας ἐκ τάφου
Χαίρετε, βοᾷς φιλανθρωπότερον.
Στίχ. Ἔλεος
καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνην καὶ εἰρήνην κατεφίλησαν.
Ὕψιστον Θεὸν ἐπὶ τῆς
γῆς, ἐνταφιασθέντα ὡς νέκυν, μυρίσαι σπεύδουσι, τούτου αἱ Μαθήτριαι, δι' ἀρωμάτων
σεπτῶν, καὶ ἐν τάφῳ καθήμενον, καινὸν νεανίαν, βλέψασαι ἐξέστησαν, ἐν ἀστραπτούσῃ
μορφῇ· ὅθεν, τὴν ἐκ τάφου τοῦ Λόγου, Ἔγερσιν τριήμερον γνοῦσαι, ταύτην Ἀποστόλοις
κατεμήνυον.
Δόξα...
Καὶ νῦν... Ἦχος πλ. α'
Σὲ τὸν ἀναβαλλόμενον
τὸ φῶς, ὥσπερ ἱμάτιον, καθελὼν Ἰωσὴφ ἀπὸ τοῦ ξύλου σὺν Νικοδήμῳ, καὶ θεωρήσας
νεκρὸν γυμνόν, ἄταφον, εὐσυμπάθητον θρῆνον ἀναλαβών, ὀδυρόμενος ἔλεγεν· Οἴμοι,
γλυκύτατε Ἰησοῦ! ὃν πρὸ μικροῦ ὁ ἥλιος ἐν Σταυρῷ κρεμάμενον θεασάμενος, ζόφον
περιεβάλλετο, καὶ ἡ γῆ τῷ φόβῳ ἐκυμαίνετο, καὶ διερρύγνυτο ναοῦ τὸ καταπέτασμα·
ἀλλ' ἰδοὺ νῦν βλέπω σε, δι' ἐμὲ ἑκουσίως ὑπελθόντα θάνατον. Πῶς σε κηδεύσω Θεέ
μου; ἢ πῶς σινδόσιν εἱλήσω; ποίαις χερσὶ δὲ προσψαύσω τὸ σὸν ἀκήρατον Σῶμα; ἢ
ποῖα ᾄσματα μέλψω τῇ σῇ ἐξόδῳ οἰκτίρμον; Μεγαλύνω τὰ πάθη σου, ὑμνολογῶ καὶ τὴν
ταφήν σου, σὺν τῇ Ἀναστάσει κραυγάζων· Κύριε, δόξα σοι.
Ἡ λοιπὴ
ἀκολουθία τοῦ Ὄρθρου καὶ ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου