Πέμπτη 29 Μαΐου 2014

ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΠΟΚΡΕΩ



ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΠΟΚΡΕΩ 
ΤΩ ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ

ΕΙΣ ΤΟ ΛΥΧΝΙΚΟΝ
Μετὰ τὸν Προοιμιακὸν Ψαλμόν, ἡ Συνήθης Στιχολογία, εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχ. ι’ καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου στ’ καὶ τὰ ἐφεξῆς Προσόμοια τοῦ Τριῳδίου δ’.  
Ἦχος πλ. β'  Ὅλην ἀποθέμενοι. 
ταν μέλλῃς ἔρχεσθαι, κρίσιν δικαίαν ποιῆσαι, Κριτὰ δικαιότατε, ἐπὶ θρόνου δόξης σου καθεζόμενος· ποταμὸς πύρινος, πρὸ τοῦ σοῦ Βήματος καταπλήττων ἕλκει ἅπαντας, παρισταμένων σοι, τῶν ἐπουρανίων Δυνάμεων, ἀνθρώπων κρινομένων τε, φόβῳ καθ' ἃ ἕκαστος ἔπραξε· τότε ἡμῶν φεῖσαι, καὶ μοίρας καταξίωσον Χριστέ, τῶν σῳζομένων ὡς εὔσπλαγχνος, πίστει δυσωποῦμέν σε.
Βίβλοι ἀνοιγήσονται, φανερωθήσονται πράξεις, ἀνθρώπων ἐπίπροσθεν, τοῦ ἀστέκτου Βήματος, διηχήσει δέ, ἡ κοιλὰς ἅπασα, φοβερῷ βρύγματι, τοῦ κλαυθμῶνος, πάντας βλέπουσα τοὺς ἁμαρτήσαντας, ταῖς αἰωνιζούσαις κολάσεσι, τῇ κρίσει τῇ δικαίᾳ σου, παραπεμπομένους, καὶ ἄπρακτα, κλαίοντας Οἰκτίρμον· διό σε δυσωποῦμεν ἀγαθέ· Φεῖσαι ἡμῶν τῶν ὑμνούντων σε, μόνε Πολυέλεε.
χήσουσι σάλπιγγες, καὶ κενωθήσονται τάφοι, καὶ ἐξαναστήσεται, τῶν ἀνθρώπων τρέμουσα, φύσις ἅπασα· οἱ καλὰ πράξαντες ἐν χαρᾷ χαίρουσι, προσδοκῶντες μισθόν λήψεσθαι, οἱ ἁμαρτήσαντες, τρέμουσι δεινῶς ὀλολύζοντες, εἰς κόλασιν πεμπόμενοι, καὶ τῶν ἐκλεκτῶν χωριζόμενοι· Κύριε τῆς δόξης, οἰκτείρησον ἡμᾶς ὡς ἀγαθός, καὶ τῆς μερίδος ἀξίωσον, τῶν ἠγαπηκότων σε.
Κλαίω καὶ ὀδύρομαι, ὅταν εἰς αἴσθησιν ἔλθω, τὸ πῦρ τὸ αἰώνιον, σκότος τὸ ἐξώτερον, καὶ τὸν τάρταρον, τὸν δεινὸν σκώληκα, τὸν βρυγμὸν αὖθις τε, τῶν ὀδόντων, καὶ τὴν ἄπαυστον, ὀδύνην μέλλουσαν, ἔσεσθαι τοῖς ἄμετρα πταίσασι, καὶ σὲ τὸν Ὑπεράγαθον, γνώμῃ πονηρᾷ παροργίσασιν ὧν εἷς τε καὶ πρῶτος, ὑπάρχω ὁ ταλαίπωρος ἐγώ· ἀλλὰ Κριτὰ τῷ ἐλέει σου, σῶσόν με ὡς εὔσπλαγχνος.
Δόξα... Ἦχος πλ. δ’
ταν τίθωνται θρόνοι, καὶ ἀνοίγωνται βίβλοι, καὶ Θεὸς εἰς κρίσιν καθέζηται, ὢ ποῖος φόβος τότε!. Ἀγγέλων παρισταμένων ἐν φόβῳ, καὶ ποταμοῦ πυρὸς ἕλκοντος, τί ποιήσομεν τότε οἱ ἐν πολλαῖς ἁμαρτίαις ὑπεύθυνοι ἄνθρωποι; Ὅταν δὲ ἀκούσωμεν καλοῦντος αὐτοῦ, τοὺς εὐλογημένους τοῦ Πατρὸς εἰς βασιλείαν, ἁμαρτωλούς δὲ ἀποπέμποντος εἰς κόλασιν, τίς ὑποστήσεται τὴν φοβερὰν ἐκείνην ἀπόφασιν; Ἀλλὰ μόνε φιλάνθρωπε Σωτήρ, ὁ Βασιλεὺς τῶν αἰώνων, πρὶν τὸ τέλος φθάσῃ, διὰ τῆς μετανοίας ἐπιστρέψας ἐλέησόν με. 
Καὶ νῦν... Θεοτοκίον, τὸ τῆς Ὀκτωήχου.
Εἴσοδος, Φῶς Ἱλαρόν, καὶ τὸ Προκείμ. Ὁ Κύριος ἐβασίλευσεν  καὶ τὰ λοιπά.  
Εἰς τὴν Λιτὴν.
Δόξα... Ἰδιόμελον  Ἦχος βαρὺς.
Τὰς τοῦ Κυρίου γνόντες ἐντολὰς οὕτω πολιτευθῶμεν· πεινῶντας διαθρέψωμεν, διψῶντας ποτίσωμεν, γυμνοὺς περιβαλώμεθα ξένους, συνεισαγάγωμεν, ἀσθενοῦντας, καὶ τοὺς ἐν φυλακῇ, ἐπισκεψώμεθα, ἵνα εἴπῃ καὶ πρὸς ἡμᾶς, ὁ μέλλων κρῖναι πᾶσαν τὴν γῆν· Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε, τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν.
Καὶ νῦν... Θεοτοκίον.
πὸ τὴν σὴν Δέσποινα σκέπην, πάντες οἱ γηγενεῖς, προσπεφευγότες βοῶμέν σοι, Θεοτόκε ἡ ἐλπὶς ἡμῶν, ῥῦσαι ἡμᾶς, ἐξ ἀμέτρων πταισμάτων, καὶ σῶσον τὰς ψυχάς ἡμῶν.  
Ἀπόστιχα τῆς Ὀκτωήχου τὰ κατ' Ἀλφάβητον. 
Δόξα... Ἦχος πλ. δ’
Οἴμοι μέλαινα ψυχή! ἕως πότε τῶν κακῶν οὐκ ἐκκόπτεις; ἕως πότε τῇ ῥαθυμίᾳ κατάκεισαι; τί οὐκ ἐνθυμῇ τὴν φοβεραν ὥραν τοῦ θανάτου; τί οὐ τρέμεις ὅλη τὸ φρικτόν Βῆμα τοῦ Σωτῆρος; ἆρα τί ἀπολογήσῃ, ἢ τί ἀποκριθήσῃ; τὰ ἔργα σου παρίστανται πρὸς ἔλεγχόν σου, αἱ πράξεις σου ἐλέγχουσι κατηγοροῦσαι. Λοιπὸν ὧ ψυχή, ὁ χρόνος ἐφέστηκε· δράμε, πρόφθασον, πίστει βόησον. Ἥμαρτον Κύριε, ἥμαρτόν σοι, ἀλλ' οἶδα φιλάνθρωπε τὸ εὔσπλαγχνόν σου, ὁ ποιμὴν ὁ καλός, μὴ χωρίσῃς με, τῆς ἐκ δεξιῶν σου παραστάσεως, διὰ τὸ μέγα σου ἔλεος.
Καὶ νῦν... Θεοτοκίον.
 νύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις, δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα, καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Ἀπολυτίκιον Θεοτόκε Παρθένε, καὶ ἡ λοιπὴ Ἀκολουθία τῆς Ἀγρυπνίας. Γίνεται δὲ καὶ Ἀνάγνωσις εἰς τὸν Πραξαπόστολον.

ΤΗ ΚΥΡΙΑΚΗ ΠΡΩΪ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον εἰς τό, Θεὸς Κύριος, τὸ Ἀπολυτίκιον Ἀναστάσιμον καὶ τῆς Θεοτόκου. Εἶτα ἡ συνήθης Στιχολογία καὶ μετ’ αὐτὴν ἀναγινώσκομεν τὸν Περὶ Φιλοπτωχείας λόγον τοῦ θεολόγου εἰς δόσεις γ’, οὗ ἡ ἀρχή. 
Ἄνδρες ἀδελφοὶ καὶ συμπένητες.
Ἀναβαθμοὶ τοῦ Ἤχου, καὶ τὸ Ἑωθινὸν ἐνδιάτακτον Εὐαγγέλιον.
Μετὰ δὲ τὸν Ν’
Δόξα... Ἦχος πλ. δ’
Τῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωοδότα· ὀρθρίζει γὰρ τὸ πνεῦμά μου, πρὸς ναὸν τὸν ἅγιόν σου, ναὸν φέρον τοῦ σώματος, ὅλον ἐσπιλωμένον· ἀλλ' ὡς οἰκτίρμων κάθαρον, εὐσπλάγχνῳ σου ἐλέει.
Καὶ νῦν... Θεοτοκίον.
Ἦχος ὁ αὐτὸς.
Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους, Θεοτόκε· αἰσχραῖς γὰρ κατερρύπωσα, τὴν ψυχὴν ἁμαρτίαις, ὡς ῥαθύμως τὸν βίον μου, ὅλον ἐκδαπανήσας, ταῖς σαῖς πρεσβείαις ῥῦσαί με, πάσης ἀκαθαρσίας.
Στίχ. λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β’
Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, ἐννοῶν ὁ τάλας, τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως· ἀλλὰ θαρρῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, ὡς ὁ Δαυῒδ βοῶ σοι· Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος.
Οἱ Κανόνες ὁ Ἀναστάσιμος, ὁ Σταυροαναστάσιμος, τῆς Θεοτόκου καὶ τοῦ Τριῳδίου. Ὁ Κανὼν τοῦ Τριῳδίου εἰς η’. Ποίημα Θεοδώρου τοῦ Στουδίτου. 
Ὠδὴ α'  Ἦχος πλ. β’
Βοηθὸς καὶ σκεπαστῆς. 
Τὴν ἡμέραν τὴν φρικτήν, τῆς παναρρήτου σου παρουσίας φρίττω ἐννοῶν, δεδοικὼς προορῶ, ἐν ᾗ προκαθίσεις κρῖναι ζῶντας καὶ νεκρούς, Θεέ μου Παντοδύναμε.
τε ἥξεις ὁ Θεὸς ἐν μυριάσι καὶ χιλιάσι, τῶν Ἀγγελικῶν, οὐρανίων ἀρχῶν, κᾀ μὲ ἐν νεφέλαις, ὑπαντῆσαί σοι Χριστέ, τὸν ἄθλιον ἀξίωσον.
Δεῦρο λάβε μοι ψυχή, αὐτὴν τὴν ὥραν καὶ τὴν ἡμέραν, ὅταν ὁ Θεὸς ἐμφανῶς ἐπιστῇ καὶ θρήνησον, κλαῦσον, εὑρεθῆναι καθαρά, ἐν ὥρᾳ τῆς ἐτάσεως.
ξιστᾷ με καὶ φοβεῖ, τὸ πῦρ τὸ ἄσβεστον της γεέννης, σκώληξ ὁ πικρός, τῶν ὀδόντων βρυγμός, ἀλλ' ἄνες μοι ἄφες, καὶ τῇ στάσει με Χριστέ, τῶν ἐκλεκτῶν σου σύνταξον.
Τῆς εὐκταίας σου φωνῆς, τῆς τοὺς Ἁγίους σου προσκαλούσης, ἐπὶ τὴν χαράν, ἧς ἀκούσω κᾀγώ, ὁ τάλας καὶ εὕρω, βασιλείας οὐρανῶν, τὴν ἄρρητον ἀπόλαυσιν.
Μὴ εἰσέλθῃς μέτ' ἐμοῦ, ἐν κρίσει φέρων μου τὰ πρακτέα, λόγους ἐκζητῶν, καὶ εὐθύνων ὁρμάς· ἀλλ' ἐν οἰκτιρμοῖς σου, παρορῶν μου τὰ δεινά, σῶσόν με Παντοδύναμε.
Δόξα...
Τρισυπόστατε Μονάς, ἀρχικωτάτη Κυρία πάντων, τελεταρχικὴ ὑπεράρχιε, αὐτὴ ἡμᾶς σῶσον, ὁ Πατὴρ καὶ ὁ Υἱός, καὶ Πνεῦμα τὸ πανάγιον.
Καὶ νῦν... Θεοτοκίον.
Τὶς ἐγέννησεν υἱόν, τὸν μὴ σπαρέντα πατρῴῳ νόμῳ; τοῦτον οὖν γεννᾷ, ὁ Πατὴρ πλὴν Μητρός, παράδοξον τέρας! Σὺ γὰρ ἔτεκες Ἁγνή, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον.
Καταβασία. 
Βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου καὶ ὑψώσω αὐτόν· ἐνδόξως γὰρ δεδόξασται.  
Ὠδὴ γ’ Στερέωσον Κύριε.
Κύριος ἔρχεται, καὶ τίς ὑποίσει αὐτοῦ τὸν φόβον τῷ προσώπῳ τίς ὀφθῇ αὐτοῦ ἀλλ' ἑτοίμη γενοῦ, ὦ ψυχὴ πρὸς ὑπάντησιν.
Προφθάσωμεν, κλαύσωμεν, καταλλαγῶμεν Θεῷ πρὸ τέλους· φοβερὸν γὰρ τὸ κριτήριον, ἐν ᾧ πάντες, τετραχηλισμένοι στησόμεθα.
λέησον Κύριε, ἐλέησόν με ἀναβοῶ σοι· ὅτε ἥξεις μετ' Ἀγγέλων σου, ἀποδοῦναι, πᾶσι κατ' ἀξίαν τῶν πράξεων.
Τὴν ἄστεκτον Κύριε, ὀργὴν πῶς οἴσω τῆς κρίσεώς σου, παρακούσας σου τὸ πρόσταγμα; ἀλλὰ φεῖσαι, φεῖσαί μου, ἐν ὥρᾳ τῆς κρίσεως.
πίστρεψον, στέναξον, ψυχὴ ἀθλία, πρὶν ἢ τοῦ βίου, πέρας λάβῃ ἡ πανήγυρις, πρὶν τὴν θύραν κλείσῃ, τοῦ νυμφῶνος ὁ Κύριος.
μάρτηκα Κύριε, καθάπερ ἄλλος οὐδεὶς ἀνθρώπων, πλημμελήσας ὑπὲρ ἄνθρωπον, πρὸ τῆς δίκης, ἵλεως γενοῦ μοι φιλάνθρωπε.
Δόξα...
Τριὰς ἁπλή, ἄκτιστε, ἄναρχε φύσις, ἡ ἐν Τριάδι, ὑμνουμένη ὑποστάσεων, ἡμᾶς σῶσον, πίστει, προσκυνοῦντας τὸ κράτος σου.
Καὶ νῦν... Θεοτοκίον.
βλάστησας Ἄχραντε, ἀσπόρῳ τόκῳ τὸν ζῶντα λόγον, σαρκωθέντα ἐν τῇ μήτρᾳ σου, οὐ τραπέντα· Δόξα Θεομῆτορ τῷ τόκῳ σου.
Καταβασία.
Στερέωσον, Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, σαλευθεῖσαν τὴν καρδίαν μου, ὅτι μόνος Ἅγιος ὑπάρχεις καὶ Κύριος. 
Κάθισμα  Ἦχος α’
Τὸν Τάφον σου, Σωτὴρ.
Τὸ Βῆμά σου φρικτόν, καὶ ἡ κρίσις δικαία, τὰ ἔργα μου δεινά, ἀλλ' αὐτός, Ἐλεῆμον, προφθάσας με διάσωσον, καὶ κολάσεως λύτρωσαι, ῥῦσαι, Δέσποτα, τῆς τῶν ἐρίφων μερίδος, καὶ ἀξίωσον, ἐκ δεξιῶν σου με στῆναι, Κριτὰ δικαιότατε.
Θεοτοκίον, Ὅμοιον.
Τὸν πάντων ποιητήν, καὶ Θεόν σου καὶ κτίστην, πανάμωμε Ἁγνή, διὰ Πνεύματος θείου, ἐν μήτρᾳ σου ἐχώρησας, καὶ φθορᾶς δίχα τέτοκας, ὃν δοξάζοντες, σὲ ἀνύμνοῦμεν Παρθένε, τὸ παλάτιον τοῦ Βασιλέως τῆς δόξης, καὶ κόσμου ἀντίλυτρον.
ἕτερον, Κάθισμα.  Ἦχος πλ. β’
ννοῶ τὴν ἡμέραν τὴν φοβεράν, καὶ θρηνῶ μου τὰς πράξεις τὰς πονηράς, πῶς ἀπολογήσομαι τῷ ἀθανάτῳ Βασιλεῖ; ποίᾳ δὲ παρρησίᾳ ἀτενίσω τῷ Κριτῇ, ὁ ἄσωτος ἐγώ; Εὔσπλαγχνε Πάτερ, Υἱὲ μονογενές, τὸ Πνεῦμα τὸ Ἅγιον ἐλέησόν με.
Δόξα... Ἦχος ὁ αὐτὸς.
Εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον ὃν διέθου, ὅταν καθίσῃς Ἐλεῆμον ποιῆσαι δικαίαν κρίσιν, μὴ δημοσιεύσῃς μου τὰ κεκρυμμένα, μηδὲ καταισχύνῃς με ἐνώπιον τῶν Ἀγγέλων· ἀλλὰ φεῖσαί μου ὁ Θεός, καὶ ἐλέησόν με.
Καὶ νῦν... Θεοτοκίον, Ὅμοιον.
λπὶς τοῦ κόσμου ἀγαθή, Θεοτόκε Παρθένε· τὴν σὴν καὶ μόνην φοβεράν, προστασίαν αἰτοῦμαι, σπλαγχνίσθητι εἰς εὐπερίστατον λαόν, δυσώπησον τὸν ἐλεήμονα Θεόν, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης ἀπειλῆς, μόνη εὐλογημένη.  
Ὠδὴ δ’  Ἀκήκοεν ὁ Προφήτης. 
φέστηκεν ἡ ἡμέρα, ἤδη πρὸ θύραις ἡ κρίσις, ψυχὴ γρηγόρει, ὅπου βασιλεῖς ὁμοῦ καὶ ἄρχοντες, πλούσιοι καὶ πένητες ἀθροίζονται, καὶ λήψεται τὰ κατ’ ἀξίαν, τῶν πεπραγμένων, ὁ τῶν ἀνθρώπων ἕκαστος.
ν τάγματι τῷ οἰκείῳ, μονάζων καὶ Ἱεράρχης, πρέσβυς καὶ νέος, δοῦλος καὶ δεσπότης ἐτασθήσονται, χήρα καὶ παρθένος εὐθυνθήσεται, καὶ ἅπασιν δεινὰ τὰ τότε, τοῖς μὴ τὸν βίον, ἔχουσιν ἀνεύθυνον γέγραπται.
δέκαστός σου ἡ κρίσις, ἀλάθητόν σου τὸ Βῆμα τεχνολογίας, οὐ ῥητόρων πιθανότης κλέπτουσα, οὐ μαρτύρων σκῆψις παρακρούουσα τὸ δίκαιον· ἐν σοὶ γὰρ πάντων τὰ κεκρυμμένα, τῷ Θεῷ παρίστανται.
Μὴ ἔλθω εἰς γῆν κλαυθμῶνος, μὴ ἴδω τόπον τοῦ σκότους, Χριστέ μου λόγε, μὴ δεθῶ χεῖρας καὶ πόδας μου, ἔξω τοῦ νυμφῶνός σου ῥιπτόμενος, τὸ ἔνδυμα τῆς ἀφθαρσίας ῥερυπωμένον, ἔχων ὁ πανάθλιος.
νίκα ἀποχωρίσῃς ἁμαρτωλούς, ἐκ δικαίων, κρίνων τὸν κόσμον, ἕνα τῶν προβάτων σου μὲ σύνταξον, ἀπὸ τῶν ἐρίφων διακρίνων με Φιλάνθρωπε, εἰς τὸ ἀκοῦσαι φωνῆς ἐκείνης, τῆς εὐλογημένης σου.
τάσεως γινομένης, καὶ βιβλίων ἀνεῳγμένων, τῶν πεπραγμένων, τί ποιήσεις, ὦ ψυχὴ ταλαίπωρε; τί ἀπολογήσῃ ἐπὶ Βήματος, μὴ ἔχουσα δικαιοσύνης καρποὺς προσάξαι, τῷ Χριστῷ καὶ πλάστῃ σου;
κούων τῆς τοῦ πλουσίου, ἐν τῇ φλογὶ τῆς βασάνου θρηνολογίας, κλαίω καὶ ὀδύρομαι ὁ ἄθλιος, τῆς αὐτῆς ὑπάρχων κατακρίσεως, καὶ δέομαι· Ἐλέησόν με, Σωτὴρ τοῦ κόσμου, ἐν καιρῷ τῆς κρίσεως.
Δόξα...
Υἱὸν ἐκ Πατρὸς καὶ Πνεῦμα, δοξάζω ὡς ἐξ ἡλίου φῶς καὶ ἀκτῖνα· τὸ μὲν γεννητῶς, ὅτι καὶ Γέννημα, τὸ δὲ προβλητῶς, ὅτι καὶ πρόβλημα· συνάναρχον θείαν Τριάδα προσκυνουμένην, ὑπὸ πάσης κτίσεως.
Καὶ νῦν... Θεοτοκίον.
Παρθένος βρέφος τεκοῦσα, καὶ τὴν ἁγνείαν τηροῦσα, σεμνή, σὺ ὤφθης, τὸν Θεὸν γεννήσασα καὶ ἄνθρωπον, ἕνα τὸν αὐτὸν ἐν ἑκατέρᾳ μορφῇ τὸ θαῦμά σου Παρθενομῆτορ, ἐκπλήττει πᾶσαν, ἀκοὴν καὶ ἔννοιαν.
Καταβασία. 
κήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι, καὶ ἔλεγεν· Ἀκήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· δόξα τῇ δυνάμει σου Κύριε. 
Ὠδὴ ε’  Ἐκ νυκτὸς ὀρθρίζοντα.
Τρόμος ἀδιήγητος καὶ φόβος ἐκεῖ· ἥξει γὰρ Κύριος, καὶ τὸ ἔργον μετ' αὐτοῦ, ἑκάστου τῶν ἀνθρώπων, καὶ τίς ἐντεῦθεν λοιπὸν ἑαυτὸν μὴ πενθήσει;
Ποταμὸς ὁ πύρινος ταράττει με, τήκει με, ξέει με, τῶν ὀδόντων ὁ βρυγμός, τὸ σκότος τῆς ἀβύσσου. καὶ πῶς; ἢ τί πεπραχὼς, Θεὸν ἐξιλεώσω;
Φεῖσαι, φεῖσαι Κύριε, τοῦ δούλου σου μήποτε δῴης με, τοῖς πικροῖς βασανισταῖς, Ἀγγέλων ἀποτόμων, ἐν οἷς οὐκ ἔστιν ἐκεῖ, ἀνάπαυσιν εὑρέσθαι.
ρχων καὶ ἡγούμενος, ἐκεῖ ἐν ταὐτῷ, πλούσιος ἄδοξος, μέγας ἅμα καὶ μικρὸς εὐθύνεται ἐπίσης· οὐαὶ ἑκάστῳ λοιπὸν τὸ μὴ ἡτοιμασμένῳ!
νες ἄφες Κύριε, καὶ σύγγνωθι, ὅσοι ἥμαρτον, καὶ μὴ δείξῃς με ἐκεῖ, ἐνώπιον, Ἀγγέλων, ἐν κατακρίσει πυρὸς αἰσχύνης ἀπεράντου.
Φεῖσαι, φεῖσαι Κύριε, τοῦ πλάσματός σου ἥμαρτον· ἄνες μοι, ὅτι φύσει καθαρός, αὐτὸς ὑπάρχεις μόνος, καὶ ἄλλος πλήν σου οὐδείς, ὑπάρχει ἔξω ῥύπου.
Δόξα...
Μονάδα τῇ φύσει σε, Τριὰς ἀνυμνῶ, ἄναρχον ἄληπτον, ἀρχικήν, βασιλικήν, ὑπερτελῆ ἑνάδα, Θεὸν καὶ φῶς καὶ ζωήν, δημιουργὸν τοῦ κόσμου.
Καὶ νῦν... Θεοτοκίον.
ν τῇ ὑπὲρ φύσιν σου, κυήσει, Σεμνή, νόμοι σοι φύσεως, καταλύονται σαφῶς· καὶ γὰρ ἀσπόρως τίκτεις, τὸν πρὸ αἰώνων Θεόν, Πατρὸς γεννηθέντα.
Καταβασία. 
κ νυκτὸς ὀρθρίζοντα Φιλάνθρωπε, φώτισον δέομαι, καὶ ὁδήγησον κᾀμέ, ἐν τοῖς προστάγμασί σου, καὶ δίδαξόν με ποιεῖν, ἀεὶ τὸ θέλημά σου. 
Ὠδὴ ς’   Ἐβόησα ἐν ὅλῃ καρδίᾳ μου.
ν τῇ φρικτή, Χριστέ, παρουσίᾳ σου, ὅταν φανῇς ἐξ οὐρανοῦ, καὶ τεθῶσι θρόνοι, καὶ βίβλοι ἀνοιγῶσι, φεῖσαι, φεῖσαι τότε, Σωτὴρ τοῦ πλάσματός σου.
κεῖ οὐδὲν βοηθῆσαι δύναται, Θεοῦ ὑπάρχοντος κριτοῦ, οὐ σπουδή, οὐ τέχνη, οὐ δόξα, οὐ φιλία, εἰ μὴ ἡ ἐξ ἔργων, ἰσχύς σου ὦ ψυχή μου.
κεῖ ὁμοῦ ἄρχων καὶ ἡγούμενος, πένης καὶ πλούσιος ψυχή, οὐ πατὴρ ἰσχύει, οὐ μήτηρ βοηθοῦσα, οὐ λυτρούμενος ἀδελφὸς τῆς καταδίκης.
Τὸ φοβερὸν ψυχὴ λογοθέσιον, ἐννοουμένη τοῦ Κριτοῦ, φρίξον ἀπ' ἐντεῦθεν, ἑτοίμασον τὸν λόγον, μὴ κατακριθήσῃ, δεσμοῖς τοῖς αἰωνίοις.
ρον τὸ σόν, μὴ ἀκούσω Κύριε, ἀποπεμπόμενος ἐκ σοῦ· μηδὲ τό, Πορεύου, εἰς πῦρ κατηραμένον· ἀλλὰ τῆς εὐκταίας φωνῆς τῆς τῶν Δικαίων.
δου πυλῶν λύτρωσαί με, Κύριε, χάους καὶ ζόφου ἀφεγγοῦς, ἐκ καταχθονίων, καὶ πυρὸς τοῦ ἀσβέστου, ἐξ ἁπάσης ἄλλης, ποινῆς τῆς αἰωνίου.
Δόξα...
Τριαδικῆς μονάδος Θεότητα, ὑμνῶ Πατέρα καὶ Υἱόν, καὶ τὸ θεῖον Πνεῦμα. Μιᾶς Ἀρχῆς τὸ κράτος, συνδιῃρημένης, τρισὶ τοῖς χαρακτῆρσι.
Καὶ νῦν... Θεοτοκίον.
Πύλη σύ, ἣν μόνος διώδευσεν, ὁ εἰσελθὼν καὶ ἐξελθών, καὶ τὰς κλεῖς μὴ λύσας, Ἁγνή, τῆς παρθενίας, Ἰησοῦς ὁ πλάσας, Ἀδάμ, καὶ ὁ Υἱός σου.
Καταβασία.
βόησα, ἐν ὅλῃ καρδίᾳ μου, πρὸς τὸν οἰκτίρμονα Θεόν, καὶ ἐπήκουσέ μου, ἐξ ᾍδου κατωτάτου, καὶ ἀνήγαγεν, ἐκ φθορᾶς τὴν ζωήν μου.
Κοντάκιον  Ἦχος α’
ταν ἔλθῃς ὁ Θεός, ἐπὶ γῆς μετὰ δόξης, καὶ τρέμωσι τὰ σύμπαντα, ποταμὸς δὲ τοῦ πυρὸς πρὸ τοῦ Βήματος ἕλκῃ, καὶ βίβλοι ἀνοίγωνται, καὶ τὰ κρυπτὰ δημοσιεύωνται, τότε ῥῦσαί με, ἐκ τοῦ πυρὸς τοῦ ἀσβέστου, καὶ ἀξίωσον, ἐκ δεξιῶν σου μὲ στῆναι, Κριτὰ δικαιότατε.
Ὁ Οἶκος.
Τὸ φοβερόν σου κριτήριον ἐνθυμούμενος, ὑπεράγαθε Κύριε, καὶ τὴν ἡμέραν τῆς κρίσεως, φρίττω καὶ πτοοῦμαι ὑπὸ τῆς συνειδήσεως τῆς ἐμῆς ἐλεγχόμενος, ὅταν μέλλῃς καθέζεσθαι ἐπὶ τοῦ θρόνου σου, καὶ ποιεῖν τὴν ἐξέτασιν, τότε ἀρνεῖσθαι τὰς ἁμαρτίας οὐδεὶς ἐξισχύσει, ἀληθείας ἐλεγχούσης, καὶ δειλίας κατεχούσης, μέγα μὲν ἠχήσει τότε, πῦρ τὸ τῆς γεέννης· ἁμαρτωλοὶ δὲ βρύξουσι. Διό με ἐλέησον πρὸ τέλους, καὶ φεῖσαί μου, Κριτὰ δικαιότατε.  
Συναξάριον τοῦ Μηναίου, εἶτα τὸ παρὸν.
Τῇ αὐτῇ ἡμέρᾳ, τῆς δευτέρας καὶ ἀδεκάστου Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μνείαν ποιούμεθα.
Στίχοι
τε κρίνων γῆν, ὁ Κριτὴς πάντων κάθῃ.
Τῆς, Δεῦτε, φωνῆς ἄξιον κᾀμὲ κρίνοις.
Τῇ ἀφάτῳ φιλανθρωπίᾳ σου, Χριστὲ ὁ Θεός, τῆς εὐκταίας σου φωνῆς ἡμᾶς καταξίωσον, καὶ τοῖς ἐκ δεξιῶν σου συναρίθμησον, καὶ ἐλέησον ἡμᾶς. Ἀμήν. 
Ὠδὴ ζ’  Ἡμάρτομεν, ἠνομήσαμεν. 
Προσπέσωμεν καὶ προκλαύσωμεν πρὸ τῆς κρίσεως πιστοὶ ἐκείνης, ὅτε οἱ οὐρανοὶ ἀπολοῦνται, ἄστρα πίπτουσι, καὶ πᾶσα κλονεῖται ἡ γῆ, ἵνα ἵλεων εὕρωμεν εἰς τέλος, τὸν τῶν Πατέρων Θεόν.
δὲκαστος ἡ ἐξέτασις, φοβερά ἐστιν ἐκεῖ ἡ κρίσις, ὅπου Κριτὴς ἀλάθητός ἐστιν, ὅπου πρόσωπον, οὐκ ἔστιν ἐν δώροις λαβεῖν, ἀλλὰ φεῖσαί μου Δέσποτα καὶ λύτρωσαι, πάσης ὀργῆς σου φρικτῆς.
Κύριος κρῖναι ἔρχεται· τίς ἐνέγκει ὀπτασίαν αὐτοῦ; Φρῖξον, ψυχὴ ἀθλία μου, φρῖξον, καὶ ἑτοίμασον ἐξόδου τὰ ἔργα σου, ἵνα ἵλεων καὶ εὔσπλαγχνον εὑρήσῃς αὐτόν, τὸν τῶν Πατέρων Θεόν.
Τὸ ἄσβεστον πῦρ ταράττει με, ὁ πικρότατος βρυγμὸς σκωλήκων, ᾍδης ὁ ψυχοφθόρος φοβεῖ με, εὐκατάνυκτος οὐδόλως δὲ γίνομαι· ἀλλά, Κύριε Κύριε πρὸ τέλους με, στήριξον φόβῳ τῷ σῷ.
Προσπίπτω σοι, καὶ προσάγω σοι, ὥσπερ δάκρυα τὰ ῥήματά μου. Ἥμαρτον, ὡς οὐχ ἥμαρτε Πόρνη, καὶ ἠνόμησα, ὡς ἄλλος οὐδεὶς ἐπὶ γῆς, ἀλλ' οἰκτείρησον, Δέσποτα, τὸ ποίημά σου, καὶ ἀνακάλεσαί με.
πίστρεψον μετανόησον, ἀνακάλυψον τὰ κεκρυμμένα, λέγε Θεῷ τῷ τὰ πάντα εἰδότι. Σὺ γινώσκεις μου τὰ κρύφια, μόνε Σωτήρ, ἀλλ' αὐτός με ἐλέησον, ὡς ψάλλει Δαυΐδ, κατὰ τὸ ἔλεός σου.
Δόξα...
Τὰ Τρία Ἕν, Οὐσιότητι, καὶ τὸ Ἕν, Προσώποις τρία ὑμνῶ, ταῦτα Πατήρ, Υἱός, καὶ ἅγιον Πνεῦμα, μία δύναμις, βουλὴ καὶ ἐνέργεια εἷς Θεὸς ὁ τρισάγιος, βασίλειον ἓν μοναρχικώτατον.
Καὶ νῦν... Θεοτοκίον.
Προέρχεται ὡραιότατος, ἐκ θαλάμου τῆς γαστρός σου Θεός, ὥσπερ ἀνάκτωρ ἠμφιεσμένος, θεοΰφαντον ἁλουργίδα βαφῆς μυστικῆς, τῶν πανάγνων αἱμάτων σου, Ἀνύμφευτε, καὶ βασιλεύει τῆς γῆς.
Καταβασία. 
μάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν σου, οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν, καθὼς ἐνετείλω ἡμῖν, ἀλλὰ μὴ παραδῴης ἡμᾶς εἰς τέλος, ὁ τῶν Πατέρων Θεός.  
Ὠδὴ η’  Ὃν στρατιαὶ οὐρανῶν.
Τῆς φοβερᾶς δευτέρας σου, Κύριε, Παρουσίας ἐννοῶν τὴν ὑπαπαντήν, τρέμω τὴν ἀπειλήν σου φοβοῦμαι τὴν ὀργήν σου. Ταύτης με, τῆς ὥρας, κραυγάζω, σῶσον εἰς αἰῶνας.
Σοῦ τοῦ Θεοῦ κρίνοντος τὰ σύμπαντα τίς ἐνέγκῃ γηγενῶν, ὢν περιπαθής; ἄσβεστον πῦρ γὰρ τότε, καὶ σκώληξ βρύχων μέγα, τοὺς κατακριθέντας, συλλήψεται εἰς τούς αἰῶνας.
Πᾶσαν πνοὴν ἡνίκα προσκέκλησαι, τοῦ διακρῖναι Χριστέ, ἐπὶ τὸ αὐτό· μέγας ὁ φόβος τότε, μεγάλη ἡ ἀνάγκη, μόνων βοηθούντων, τῶν ἔργων εἰς αἰῶνας.
Πάντων Κριτὰ Θεέ μου καὶ Κύριε, ἀκούσομαί σου φωνῆς, τότε εὐκτικῆς, ἴδω σου φῶς τὸ μέγα, ἀθρήσω τὰς σκηνάς σου, βλέψω σου τὴν δόξαν, γηθόμενος εἰς τούς αἰῶνας.
Δκαιοκρῖτα Σωτήρ, ἐλέησον, καὶ ῥῦσαί με τοῦ πυρός, καὶ τῆς ἀπειλῆς, ἧς μέλλω ἐν τῇ κρίσει, δικαίως ὑποστῆναι· ἄνες μοι πρὸ τέλους, δι' ἀρετῆς καὶ μετανοίας.
ταν καθίσῃς Κριτής, ὡς εὔσπλαγχνος, καὶ δείξῃς τὴν φοβερὰν δόξαν σου Χριστέ, ὢ ποῖος φόβος τότε! καμίνου καιομένης, πάντων δειλιώντων, τὸ ἄστεκτον τοῦ Βήματός σου.
Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα
να Θεὸν κατ' οὐσίαν σέβομαι, Τρεῖς Ὑποστάσεις ὑμνῶ, διοριστικῶς ἄλλας, ἀλλ' οὐκ ἀλλοίας, ἐπεὶ Θεότης μία, ἐν Τρισὶ Προσώποις, Πατὴρ Υἱὸς καὶ θεῖον Πνεῦμα.
Καὶ νῦν... Θεοτοκίον.
κ φωτεινῆς προελθὼν νηδύος σου, ὡς νυμφίος ἐκ παστοῦ, ἔλαμψε Χριστός, φῶς τοῖς ἐν σκότει μέγα· καὶ γὰρ δικαιοσύνης, Ἥλιος ἀστράψας, ἐφώτισεν Ἁγνὴ τόν κόσμον· Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν.
Καταβασία.
ν Στρατιαὶ Οὐρανῶν δοξάζουσι καὶ φρίττει τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτίσις ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ’  Ἀσπόρου συλλήψεως.
ς Κύριος ἔρχεται ἁμαρτωλοὺς κολάσασθαι, δικαίους σῶσαι, φρίξωμεν θρηνήσωμεν, καὶ λάβωμεν αἴσθησιν, ἐκείνης τῆς ἡμέρας, ἐν ᾖ τὰ ἄδηλα καὶ κρυπτά, ἐκκαλύψας τῶν ἀνθρώπων, ἀποδίδωσιν ἐπάξια.
μφοβος καὶ ἔντρομος, Μωσῆς ἰδών σε γέγονεν, ἐκ τῶν ὀπίσω, πῶς δὲ ὑποστήσομαι, σοῦ βλέπων τὸ πρόσωπον, τότε ἐγὼ ὁ τάλας, ἡνίκα ἔλθῃς ἐξ οὐρανοῦ; ἀλλὰ φεῖσαί μου Οἰκτίρμον, ἐν ἱλέῳ σου προσβλέμματι.
Δανιὴλ πεφόβηται, τῶν ὥραν τῆς ἐτάσεως, ἐγὼ τί πάθω, ἐπ' αὐτῆς ἐρχόμενος, ὁ δύστηνος, Κύριε, τῆς φοβερᾶς ἡμέρας; ἀλλά μοι δίδου πρὸ τελευτῆς, εὐαρέστως σοι λατρεῦσαι καὶ τυχεῖν τῆς βασιλείας σου.
Τὸ πῦρ ἑτοιμάζεται, ὁ σκώληξ εὐτρεπίζεται, τῆς εὐφροσύνης ἡ δόξα, ἡ ἄνεσις, τὸ φῶς τὸ ἀνέσπερον, ἡ χαρὰ τῶν δικαίων, καὶ τίς μακάριος ἐκφυγεῖν, τιμωρίας τῶν προτέρων, κληρωσάμενος τὰ δεύτερα;
Μὴ με τοῦ προσώπου σου, ἀποστρεψάτω, Κύριε, θυμὸς ὀργῆς σου, μηδὲ εἰσακούσομαι, φωνῆς ἀραμένης σου, εἰς πῦρ ἀποπεμπούσης, ἀλλ' εἰσελεύσομαι εἰς χαράν, τοῦ ἀφθάρτου σου νυμφῶνος, κᾀγὼ τότε σὺν Ἁγίοις σου.
νοῦς τετραυμάτισται, τὸ σῶμα μεμαλάκισται, νοσεῖ τὸ πνεῦμα, ὁ λόγος ἠσθένησεν, ὁ βίος νενέκρωται, τὸ τέλος ἐπὶ θύραις· διό μοι, τάλαινα ψυχή, τί ποιήσεις, ὅταν ἔλθῃ ὁ Κριτὴς ἀνερευνῆσαι τὰ σὰ;
Δόξα...
Μόνε μονογεννῆτορ, μονογενοῦς Υἱοῦ, Πατήρ, καὶ Μόνου Λόγε, Φῶς, τοῦ Νοῦ Ἀπαύγασμα, καὶ μόνον μόνως μόνου, Πατρὸς Πρόβλημα, Πνεῦμα, Κυρίου Κύριον ὄντως ὄν. Ὦ Τριὰς μονὰς ἁγία, σῶσόν με θεολογοῦντά σε.
Καὶ νῦν... Θεοτοκίον.
Τὸ θαῦμα τοῦ τόκου σου, ἐκπλήττει με, Πανάμωμε· πῶς συλλαμβάνεις, ἀσπόρως τὸν ἄληπτον, εἰπὲ πῶς παρθενεύεις, γεννήσασα ὡς Μήτηρ, τὸ ὑπὲρ φύσιν πίστει λαβὼν τὸ τικτόμενον προσκύνει· ὅσα θέλει γὰρ καὶ δύναται.
Καταβασία.
σπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄσπορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν.
Ἐξαποστειλάριον, τὸ Ἑωθινόν, Ἀναστάσιμον. Εἶτα τὰ παρόντα τοῦ Τριῳδίου. 
Τοῖς Μαθηταῖς συνέλθωμεν. 
Τὴν φοβερὰν τῆς κρίσεως, καὶ ἀρρήτου σου δόξης, ἡμέραν ἐνθυμουμενος, φρίττω, Κύριε ὅλως, καὶ τρέμων φόβῳ κραυγάζω, ἐπὶ γῆς ὅταν ἔλθῃς, κρῖναι, Χριστέ, τὰ σύμπαντα, ὁ Θεὸς μετὰ δόξης, τότε οἰκτρόν, ἀπὸ πάσης ῥῦσαί με τιμωρίας, ἐκ δεξιῶν σου, Δέσποτα, ἀξιώσας με στῆναι.
Ἕτερον.  Γυναῖκες ἀκουτίσθητε.
δοὺ ἡμέρα ἔρχεται, Κυρίου παντοκράτορος, καὶ τίς ὑποίσει τὸν φόβον, τῆς Παρουσίας ἐκείνου· ἡμέρα γὰρ θυμοῦ ἐστι, καὶ κλίβανος καιόμενος, ἐν ᾗ Κριτὴς καθέζεται, καὶ κατ' ἀξίαν ἑκάστῳ τῶν πράξεων ἀπονέμων.
Θεοτοκίον, Ὅμοιον.
Τὴν ὥραν τῆς ἐτάσεως, καὶ τῆς φρικτῆς ἐλεύσεως, τοῦ φιλανθρώπου Δεσπότου, κατανοῶν ὅλως τρέμω, καὶ σκυθρωπάζων κράζω σοι· Κριτά μου δικαιότατε, καὶ μόνε πολυέλεε, μετανοοῦντά με δέξαι, τῆς Θεοτόκου πρεσβείαις.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν, Στίχους η’ καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου ε’ καὶ τοῦ Τριῳδίου τὰ παρόντα Ἰδιόμελα γ’.  
Ἦχος πλ. β’
ννοῶ τὴν ἡμέραν ἐκείνην καὶ τὴν ὥραν, ὅταν μέλλωμεν πάντες, γυμνοὶ καὶ ὡς κατάκριτοι, τῷ ἀδεκάστῳ Κριτῇ παρίστασθαι· τότε σάλπιγξ ἠχήσει μέγα, καὶ τὰ θεμέλια τῆς γῆς σεισθήσονται, καὶ οἱ νεκροὶ ἐκ τῶν μνημάτων ἐξαναστήσονται, καὶ ἡλικία μία πάντες γενήσονται, καὶ πάντων τὰ κρυπτὰ φανερὰ παρίστανται ἐνώπιόν σου, καὶ κόψονται, καὶ κλαύσονται, καὶ εἰς τὸ πῦρ τὸ ἐξώτερον ἀπελεύσονται, οἱ μηδέποτε μετανοήσαντες, καὶ ἐν χαρᾷ καὶ ἀγαλλιάσει, ὁ τῶν Δικαίων κλῆρος, εἰσελεύσεται εἰς παστάδα οὐράνιον.
Ὁ αὐτὸς.
Στίχ. ξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
ποία ὥρα τότε, καὶ ἡμέρα φοβερά, ὅταν καθίσῃ ὁ Κριτὴς ἐπὶ θρόνου φοβεροῦ! βίβλοι ἀνοίγονται, καὶ πράξεις ἐλέγχονται, καὶ τὰ κρυπτὰ τοῦ σκότους δημοσιεύονται, Ἄγγελοι περιτρέχουσιν, ἐπισυνάγοντες πάντα τὰ ἔθνη. Δεῦτε ἀκούσατε βασιλεῖς καὶ ἄρχοντες, δοῦλοι καὶ ἐλεύθεροι, ἁμαρτωλοὶ καὶ δίκαιοι, πλούσιοι καὶ πένητες, ὅτι ἔρχεται Κριτής, ὁ μέλλων κρῖναι πᾶσαν τὴν οἰκουμένην, καὶ τίς ὑποστήσεται ἀπὸ προσώπου αὐτοῦ, ὅταν Ἄγγελοι παρίστανται, ἐλέγχοντες τὰς πράξεις, τάς διανοίας, τὰς ἐνθυμήσεις, τὰ ἐν νυκτὶ καὶ ἐν ἡμέρα; ὢ ποία ὥρα τότε! Ἄλλά πρὸ τοῦ φθάσαι τὸ τέλος, σπούδασον κράζουσα, ψυχή· ὁ Θεός, ἐπίστρεψον, σῶσόν με, ὡς μόνος εὔσπλαγχνος.
Ἦχος πλ. δ’
Στίχ. νάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
Δανιὴλ ὁ Προφήτης, ἀνὴρ ἐπιθυμιῶν γενόμενος, τὸ ἐξουσιαστικὸν Θεοῦ θεωρήσας, οὕτως ἐβόα· Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν. Βλέπε, ψυχή μου, νηστεύεις; τὸν πλησίον σου μὴ ἀθέτει. βρωμάτων ἀπέχῃ; τὸν ἀδελφόν σου μὴ κατακρίνῃς, μὴ τῷ πυρὶ παραπεμπομένη, κατακαῇς ὡσεί κηρός, ἀλλ' ἀνεμποδίστως εἰσάξῃ σε Χριστός, εἰς τὴν βασιλείαν αὐτοῦ.
Δόξα... Ἦχος α’
Προκαθάρωμεν ἑαυτούς, ἀδελφοί, τῇ βασιλίδι τῶν ἀρετῶν· ἰδοὺ γὰρ παραγέγονε, πλοῦτον ἡμῖν ἀγαθῶν κομίζουσα, τῶν παθῶν κατευνάζει τὰ οἰδήματα, καὶ τῷ Δεσπότῃ καταλλάττει τοὺς πταίσαντας· διὸ μετ' εὐφροσύνης ταύτην ὑποδεξώμεθα, βοῶντες Χριστῷ τῷ Θεῷ, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀκατακρίτους ἡμᾶς διαφύλαξον, δοξολογοῦντάς σε τὸν μόνον ἀναμάρτητον. 
Καὶ νῦν... περευλογημένη ὑπάρχεις...
Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις. Εἶτα ἡ συνήθης Λιτὴ ἐν τῷ Νάρθηκι ψαλλομένου τοῦ Ἑωθινοῦ Ἰδιομέλου. Συνάπτομεν δὲ καὶ τὴν Α’ Ὥραν, ἐν ᾗ ἀναγινώσκεται ἡ Κατήχησις τοῦ ὁσίου Θεοδώρου τοῦ Στουδίτου.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓlΑΝ
Τὰ τυπικά, οἱ Μακαρισμοὶ τῆς Ὀκτωήχου καὶ ἐκ τοῦ Κανόνος τοῦ Τριῳδίου ἡ στ’ Ὠδή. 
Ὁ Ἀπόστολος 
Προκείμενον. χος β' [Ψαλμός ριζ΄ 117]
Στίχ. σχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος.
Στίχ.  Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος.
Πρὸς Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου
Κεφ.  8: 8-13, 9: 1-2
δελφοί, βρῶμα δὲ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ· οὔτε γὰρ ἐὰν φάγωμεν περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα. Βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν. Ἐὰν γάρ τις ἴδῃ σε, τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; Καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει, δι᾿ ὃν Χριστὸς ἀπέθανεν. Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν εἰς Χριστὸν ἁμαρτάνετε. Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. Οὐκ εἰμὶ ἀπόστολος; Οὐκ εἰμὶ ἐλεύθερος; Οὐχὶ ᾿Ιησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα; Οὐ τὸν ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ; 9-2 Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμί· ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ.
λληλούϊα [γ΄].  χος β'  [Ψαλμός ιθ' 19]
Στίχ. πακούσαι  σου Κύριος ἐν ἡμέρᾳ θλίψεως.
Στίχ. Κύριε, σῶσον τὸν βασιλέα, καὶ ἐπάκουσον ἡμῶν. 
Εὐαγγέλιον.
κ τοῦ κατά Ματθαῖον.
Κεφ. 25: 31-46
Εἶπεν ὁ Κύριος· ῞Οταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἅγιοι Ἄγγελοι μετ᾿ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ᾿ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων· καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γάρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· γυμνός, καὶ περιεβάλετέ με· ἠσθένησα, καὶ ἐπεσκέψασθέ με· ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με. Τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι, λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν; ἢ διψῶντα καὶ ἐποτίσαμεν; πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν; ἢ γυμνὸν καὶ περιεβάλομεν; πότε δέ σε εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ, καὶ ἤλθομεν πρός σέ; Καὶ ἀποκριθεὶς ὁ Βασιλεὺς ἐρεῖ αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ἐφ᾿ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· Πορεύεσθε ἀπ᾿ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐπείνασα γάρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με· γυμνός, καὶ οὐ περιεβάλετέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ οὐκ ἐπεσκέψασθέ με. τότε ἀποκριθήσονται αὐτῷ καὶ αὐτοὶ, λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα, ἢ διψῶντα, ἢ ξένον, ἢ γυμνὸν ἢ ἀσθενῆ, ἢ ἐν φυλακῇ, καὶ οὐ διηκονήσαμέν σοι; Τότε ἀποκριθήσεται αὐτοῖς, λέγων· Ἀμὴν λέγω ὑμῖν, ἐφ᾿ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. 
Κοινωνικὸν
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου