Πέμπτη 29 Μαΐου 2014

ΔΕΥΤΕΡΑ ΤΗΣ Β΄. ΕΒΔΟΜΑΔΟΣ



ΤΗ ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ
ΕΣΠΕΡΑΣ
Ες τό, Κριε κκραξα, ἱστμεν Στχους ς', καψλλομεν ΣτιχηρΠροσμοια τς ορτς γ'. 
χος α'
Πανεφημοι Μάρτυρες
Μετὰ τὴν ἐκ τάφου σου φρικτήν, Ζωοδότα Ἔγερσιν, ὥσπερ σφραγῖδας οὐκ ἔλυσας, Χριστὲ τοῦ μνήματος οὕτω κεκλεισμένων, θυρὼν εἰσελήλυθας, πρὸς τοὺς πανευκλεεῖς Ἀποστόλους σου, χαροποιῶν αὐτούς, καὶ εὐθές σου παρεχόμενος, τούτοις Πνεῦμα, δι' ἄμετρον ἔλεος.
Θωμᾶς ὁ καὶ Δίδυμος οὐκ ἦν, ἐνδημῶν ἡνίκα σύ, τοῖς Μαθηταῖς ὤφθης Κύριε· ὅθεν ἠπίστησε, τῇ σῇ Ἀναστάσει, καὶ τοῖς κατιδοῦσί σε, ἐβόα· Εἰ μὴ βάλω τὸν δάκτυλον, εἰς τὴν πλευρὰν αὐτοῦ, καὶ τῶν ἥλων τὰ τυλώματα, οὐ πιστεύω, ὅτι ἐξεγήγερται.
ς θέλεις ψηλάφησον Χριστὸς τῷ Θωμᾷ ἐβόησε· βάλε τὴν χεῖρα καὶ γνῶθί με ὀστέα ἔχοντα, καὶ γεῶδες σῶμα, καὶ μὴ γίνου ἄπιστος, ἐπίσης δὲ τοῖς ἄλλοις πιστώθητι, ὁ δὲ ἐβόησεν· ὁ Θεός μου καὶ ὁ Κύριος, σὺ ὑπάρχεις, δόξα τῇ Ἐγέρσει σου.
Καὶ ἐκ τοΜηναου, τοκαττν μραν γου Προσμοια γ'
Δξα... Κανν... Ἦχος α'
Τῶν θυρῶν κεκλεισμένων, τῶν Μαθητῶν συνηθροισμένων, εἰσῆλθες ἄφνω παντοδύναμε, Ἰησοῦ ὁ Θεὸς ἡμῶν, καὶ στὰς ἐν μέσῳ αὐτῶν, εἰρήνην δοὺς ἐπλήρωσας ἁγίου Πνεύματος, προσμένειν τε προσέταξας, καὶ μηδαμοῦ χωρίζεσθαι ἀπὸ Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσωνται τὴν ἐξ ὕψους δύναμιν· διὸ βοῶμέν σοι· ὁ φωτισμὸς καὶ ἡ ἀνάστασις, καὶ ἡ εἰρήνη ἡμῶν, δόξα σοι.
Προκεμενον χος βαρς
Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν, σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος.
Στχ. γνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου.
Στχ. Καὶ εἶπα· Νῦν ἠρξάμην.
Στχ. μνήσθην τῶν ἔργων Κυρίου.
Ες τν Στχον, Στιχηρτς κτωχου
χος α' Ἀναστσιμον
Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι ἅγιε Κύριε, καὶ παράσχου ἡμῖν, ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος εἶ ὁ δείξας, ἐν κόσμῳ τὴν Ἀνάστασιν.
Κατανυκτικὸν
τι τὸ πέλαγος πολύ, τῶν παραπτωμάτων μου Σωτήρ, καὶ δεινῶς βεβύθισμαι ταῖς πλημμελείαις μου· δός μοι χεῖρα σῶσόν με, ὡς τῷ Πέτρῳ ὁ Θεός, καὶ ἐλέησόν με.
Μαρτυρικν
Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.
Δξα... Κανν... Ἦχος α'
Μεθ' ἡμέρας ὀκτώ, τῆς Ἐγέρσεώς σου Κύριε, ὤφθης τοῖς Μαθηταῖς σου, ἐν τόπῳ οὗ ἦσαν συνηγμένοι, καὶ φωνήσας αὐτοῖς, εἰρήνη ὑμῖν, τῷ ἀπιστοῦντι Μαθητῇ, τάς χεῖρας ὑπέδειξας, καὶ τὴν ἄχραντον πλευράν, ὁ δὲ πεισθεὶς ἐβόα σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.
πολυτκιον χος βαρς
σφραγισμένου τοῦ μνήματος, ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας, Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθές δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

ΤΗ ΔΕΥΤΕΡΑ ΤΗΣ Β' ΕΒΔΟΜΑΔΟΣ
ΠΡΩΪ
Μεττν α' Στιχολογαν 
Καθσματα τς κτωχου
χος α' Ἀναστάσιμον
Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, Γυναιξὶ τὴν Ἀνάστασιν. Σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.
Κατανυκτικν
ν ἀνομίαις συλληφθεὶς ἐγὼ ὁ ἄσωτος, οὐ τολμῶ ἀτενίσαι, εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, ἀλλὰ θαρρῶν εἰς τὴν φιλανθρωπίαν σου, κράζω, ὁ Θεός· ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ σῶσόν με.
Μαρτυρικν
θλήσεως καύχημα, καὶ στεφάνων ἀξίωμα οἱ ἔνδοξοι Ἀθλοφόροι περιβέβληνταί σε Κύριε· καρτερίᾳ γὰρ αἰκισμῶν τοὺς ἀνόμους ἐτροπώσαντο καὶ δυνάμει θεϊκῇ ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο· αὐτῶν ταῖς ἱκεσίαις, ἐλευθέρωσον τοῦ ἀοράτου ἐχθροῦ Σωτήρ, καὶ σῶσόν με.
Θεοτοκον
Θαῦμα θαυμάτων Κεχαριτωμένη, ἐν σοὶ θεωροῦσα ἡ κτίσις ἀγάλλεται· συνέλαβες γὰρ ἀσπόρως, καὶ ἔτεκες ἀφράστως, ὃν ταξιαρχίαι Ἀγγέλων ὁρᾶν οὐ δεδύνηνται, αὐτόν ὡς Θεόν, ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Μεττν β' Στιχολογαν
Κθισμα τς ορτς
χος α' Τν τφον σου Σωτὴρ
ψάμενος χειρί, τῆς πλευρᾶς τῆς ἀστέκτου, ὁ Δίδυμος Θωμᾶς, οὐκ ἐφλέχθη τῇ ψαύσει, ἀλλ' ἔμεινε τοὺς μώλωπας, ψηλαφῶν ἀκριβέστερον, καὶ φθεγγόμενος, τῷ δι' ἡμᾶς λογχευθέντι· Σύ μου Κύριος, καὶ σὺ Θεός μου ὑπάρχεις, κἄν πάθος ὑπήνεγκας. (Δς)
Ες τος Ανους
χος α' Ἀναστσιμον
μνοῦμέν σου Χριστὲ τὸ σωτήριον πάθος, καὶ δοξάζομέν σου τὴν Ἀνάστασιν. (Δς)
Κατανυκτικν
λλος σε κόσμος ψυχή, ἀναμένει καὶ κριτής, τὰ σὰ μέλλων δημοσιεύειν κρυπτὰ καὶ δεινά· μὴ οὖν ἐμμείνῃς τοῖς ὧδε, ἀλλὰ πρόφθασον βοῶσα τῷ Κριτῇ· ὁ Θεὸς ἱλάσθητί μοι καὶ σῶσόν με.
Μαρτυρικν
Τοὺς Ἀθλοφόρους τοῦ Χριστοῦ δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τοὺς φωστῆρας τοῦ κόσμου καὶ κήρυκας τῆς πίστεως, τὴν πηγὴν τήν ἀέναον, ἐξ ἧς ἀναβλύζει τοῖς πιστοῖς τὰ ἰάματα, αὐτῶν ταὶς ἱκεσίαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δξα... Κανν... Ἦχος α'
Θωμᾶς, ὁ λεγόμενος Δίδυμος οὐκ ἦν μετ' αὐτῶν, ὅτε εἰσῆλθες Χριστὲ κεκλεισμένων τῶν θυρῶν· ὅθεν καὶ ἠπίστει τοῖς ῥηθεῖσιν αὐτῷ, ἐξ ἀπιστίας εἰς πίστιν βεβαιῶν. Οὐκ ἀπηξίωσας δὲ ἀγαθέ, ὑποδεῖξαι αὐτῷ τὴν ἄχραντον πλευράν σου, καὶ τῶν χειρῶν καὶ τῶν ποδῶν τοὺς μώλωπας· ὁ δὲ ψηλαφήσας καὶ ἰδών, ὡμολόγησέ σε εἶναι Θεὸν οὐ γυμνόν, καὶ ἄνθρωπον οὐ ψιλόν, καὶ ἐβόα· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.
Ες τν Στχον, ΣτιχηρΠροσμοια
χος β' Οκος τοῦ Ἐφραθᾶ
Χείλεσι καθαροῖς, ὑμνεῖτε σὺν Ἀγγέλοις, βροτοὶ τὸν ἀναστάντα τριήμερον ἐκ τάφου, καὶ κόσμον συνεγείραντα.
Στχ. παίνει Ἱερουσαλὴμ τὸν Κύριον, αἴνει τὸν Θεόν σου Σιών.
φθης τοῖς ἱεροῖς σοῦ Σῶτερ Ἀποστόλοις, τῶν θυρῶν κεκλεισμένων δι' αὐτῶν ἐγκαινίζων ἡμῖν τὸ θεῖον Πνεῦμά σου.
Στχ. τι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου, εὐλόγησε τοὺς Υἱούς σου ἐν σοί.
Νῦν σε Παμβασιλεῦ, ἰδόντες οὐ βλεφάροις ἀλλὰ καρδίας πόθῳ, Θεὸν πεπιστευκότες ἐν ὕμνοις μεγαλύνομεν.
Δξα... Κανν... Ἦχος α'
Τῶν Μαθητῶν δισταζόντων, τῇ ὀγδόῃ ἡμέρᾳ ἐπέστη ὁ Σωτήρ, οὗ ἦσαν συνηγμένοι, καὶ τὴν εἰρήνην δούς, τῷ Θωμᾷ ἐβόησε· Δεῦρο Ἀπόστολε ψηλάφησον παλάμας αἷς τούς ἥλους ἔπηξαν. Ὦ καλὴ ἀπιστία τοῦ Θωμᾶ! τῶν πιστῶν τὰς καρδίας, εἰς ἐπίγνωσιν ἦξε, καὶ μετὰ φόβου ἐβόησεν· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι
πολυτκιον χος βαρς
σφραγισμένου τοῦ μνήματος, ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας, Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθές δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.
Ἐκτενής καὶ ἀπόλυσις

cd33cdc7-7089-46c3-8a2a-0ca706b1c5c9
Y2:cd33cdc7-7089-46c3-8a2a-0ca706b1c5c9

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου