ΑΥΓΟΥΣΤΟΥ
ΤΗ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τῶν Ἁγίων Πατριαρχῶν Κωνσταντινουπόλεως, Ἀλεξάνδρου, Ἰωάννου καὶ Παύλου
τοῦ νέου.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια τοῦ Προδρόμου γ' καὶ τῶν Ἁγίων γ'.
Στιχηρὰ τοῦ Προδρόμου
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς
Ὁ Παλαιᾶς καὶ Καινῆς θεῖος μεσίτης, Προφήτης καὶ Πρόδρομος,
Ἄγγελος ἔνσαρκος, παρανομίας ὁ ἔλεγχος, τῆς στειρευούσης, βλαστὸς νηδύος, στόμα
πυρίπνοον, Ἡρῴδην διήλεγξας, ἄθεσμα πράττοντα, ὁ δὲ μὴ φέρων τὸν ἔλεγχον, ἀποτμηθῆναι,
τὴν κεφαλήν σου διακελεύεται, καὶ προσηνέχθης ὥσπερ ἔδεσμα, ἐγκρατείας τὸ θεῖον
ἐντρύφημα, ἐπὶ πίνακι πλέον, στηλιτεύων τὸν ἀκόλαστον.
Ἐκ παρανόμου μητρὸς
συνωθουμένη, θυγάτηρ παράνομος, σοῦ τὴν ἀοίδιμον, καὶ τοῖς Ἀγγέλοις αἰδέσιμον,
αἰτεῖται κάραν· τοὺς γὰρ ἐλέγχους ταύτης οὐκ ἔφερεν· ὅθεν ἐπὶ πίνακι, ταύτην
προσφέρουσα, καὶ τοῖς ποσὶν ἅμα παίζουσα, τῶν δαιτυμόνων, τὴν εὐφροσύνην εἰς πένθος
ἔτρεψεν, ἀλλ' ἐπὶ πλέον διελέγχεις, ἀκολασίας τὸ μῖσος μακάριε, τὸν Χριστὸν ἱκετεύων,
τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Βεβακχευμένος τῇ μέθῃ ὁ Ἡρῴδης, νόθοις ἐπικλέπτεται,
κατορχουμένης φωναῖς, καὶ πρὸς τῷ ὅρκῳ τὸν ἄδικον, τεκταίνει φόνον, σοῦ τοῦ
δικαίου Προφῆτα ἔνδοξε, ἀλλά σοῦ ὁ θάνατος, τοῖς προθανοῦσι σαφῶς, ἀθανασίαν ἐμήνυσε·
καὶ γὰρ ἐγένου, καὶ τοῖς ἐν, ᾍδῃ κήρυξ πρωτάγγελος, τὴν παρουσίαν τὴν σωτήριον,
προμηνύων Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Στιχηρὰ τῶν Ἁγίων
Ἦχος α'
Πανεύφημοι μάρτυρες
Παμμάκαρ Ἀλέξανδρε ποιμήν, Ἐκκλησίας γέγονας, ὀρθοδοξίας ὑπέρμαχος,
Ἀρείου καθελών, τὴν ἀλαζονείαν, προσευχαῖς συντόνοις σου, τὸν πάντων Λυτρωτὴν ἐξαιτούμενος,
καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἰωάννη τίμιε σαρκός,
τὴν φθορὰν ἐμίσησας, δι' ἐγκρατείας καὶ πίστεως, δι' ἀγρυπνίας τε, καὶ ὁμολογίας,
ἄγγελος ἐπίγειος, εὑρέθης καὶ οὐράνιος ἄνθρωπος. Χριστὸν ἱκέτευε, δωρηθῆναι ταῖς
ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Παύλου θείοις δόγμασι σαφῶς, ὄντως ἐπειθάρχησας, μεθ' οὗ εἰς
τρίτον ἀνέδραμες, οὐρανὸν Ὅσιε, ἀρετῶν τῷ ὕψει, καὶ ἤκουσας ῥήματα, τὰ ἄρρητα
καὶ θεῖα τοῦ Πνεύματος, Παῦλε μακάριε, ὀρθοδόξων βάσις ἄσειστε, τὸν Σωτῆρα ἀπαύστως
ἱκέτευε.
Δόξα... Ἦχος πλ. β'
Γενεθλίων τελουμένων, τοῦ ἀναιδεστάτου Ἡρῴδου, τῆς ἀσελγοῦς
ὀρχηστρίδος, ἐπληροῦτο ἡ διάθεσις τοῦ ὅρκου· τοῦ γὰρ Προδρόμου ἡ κεφαλὴ ἀποτμηθεῖσα,
ὡς ὀψώνιον ἐφέρετο, ἐπὶ πίνακι τοῖς ἀνακειμένοις. Ὢ συμποσίου μισητοῦ, ἀνοσιουργήματος
καὶ μιαιφονίας πλήρους! Ἀλλ' ἡμεῖς τὸν Βαπτιστήν, ὡς ἐν γεννητοῖς γυναικῶν μείζονα,
ἐπαξίως τιμῶντες μακαρίζομεν.
Καὶ νῦν...
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν
τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν
Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.
Δόξα... Ἦχος δ'
Γενέσιον ἀθέμιτον, καὶ συμπόσιον ἀναιδέστατον, Ἡρῴδης ἀπετέλεσεν·
ἀκολασίᾳ γὰρ γυναικείᾳ θελγόμενος, καὶ ἀσεβεῖ θηλυμανίᾳ κεντούμενος, ἀπέτεμε
κεφαλὴν Προδρομικήν, ἀλλ' οὐκ ἐξέτεμε γλῶσσαν Προφητικήν, ἐλέγχουσαν αὐτοῦ τὴν
παράνοιαν. Ἐξέχεεν αἷμα ἀθῶον, καλύψαι θέλων ἁμαρτίαν ἄθεσμον, ἀλλ' οὐκ ἐν τούτῳ
ἀπέκρυψε φωνήν, βοῶντος πᾶσι μετάνοιαν. Ἐκεῖνος μὲν συνευφραίνετο φόνῳ, ἡμεῖς δὲ
συνεορτάσωμεν πόθῳ, τοῦ Βαπτιστοῦ Ἰωάννου τὴν μακαρίαν σφαγήν· προέλαβε γὰρ ἐν Ἅδου
τήν ζωὴν κηρῦξαι, τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τὴν ἐξ ὕψους ἀνατολήν,
Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν μόνον πολυέλεον.
Καὶ νῦν...
Ἐκ παντοίων κινδύνων
τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν
ψυχῶν ἡμῶν.
Ἀπολυτίκιον τοῦ Προδρόμου
Ἦχος β'
Μνήμη Δικαίου μετ' ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ
Κυρίου Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις
βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω
καὶ τοῖς ἐν Ἅδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου,
καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Τῶν Ἁγίων Ἦχος δ'
Ὁ Θεὸς τῶν Πατέρων
ἡμῶν ὁ ποιῶν ἀεὶ μεθ' ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεος σου ἀφ'
ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις , ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Ἀπόλυσις
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες, εἷς τῆς Ὀκτωήχου καὶ
οἱ δύο παρόντες, τοῦ Προδρόμου καὶ τῶν Ἁγίων.
Κανὼν τοῦ Προδρόμου, οὗ ἡ Ἀκροστιχίς.
Τὸν θεομαρτύρητον Πρόδρομον μέλπω.
Ὠδὴ α' Ἦχος δ'
Ἀνοίξω τὸ στόμα
μου τὸν λύχνον τὸν πάμφωτον, τῆς οἰκουμένης τὸν κήρυκα, τὸν θεῖον Ἀπόστολον, καὶ
ὑπηρέτην Χριστοῦ, τὶς ἰσχύσειεν, ἀξίως εὐφημῆσαι, τὸν θεομαρτύρητον, Κυρίου Πρόδρομον.
Ὁ θεῖος ταξίαρχος,
τῶν ἀσωμάτων Δυνάμεων, πρὸς θεῖον ἀφίκετο, ναὸν Θεοῦ Ἱερόν, εὐαγγέλια, κομίζων
τῷ πρεσβύτῃ, Κυρίου τὸν Πρόδρομον, τέξῃ πρεσβύτατε.
Νηδὺς ἔνδον ἔχουσα, στεῖρα καὶ γραῦς τὸν πανάριστον, Προφήτην
καὶ Πρόδρομον, ἀπὸ κοιλίας μητρός, προσεκύνησε, Χριστόν, ὢ ξένον θαῦμα! γαστρὶ ἐμφερόμενον
τῆς Θεομήτορος.
Θεοτοκίον
Θεοῦ Ἀρχιστράτηγος, Παρθένε, ἔφη, Θεόνυμφε, πρὸς δρόμους
πορεύθητι, τῆς Ἐλισάβετ σπουδῇ· καὶ γὰρ ἔγκυον, ταύτην εὑροῦσα γνώσῃ, ὃν περ
καταγγέλλω σοι τόκον τὸν ἄρρητον.
Κανὼν τῶν Ἁγίων
Ὠδὴ α' Ἦχος πλ. δ'
Ἄσωμεν τῷ Κυρίῳ
Τρίφωτος τῶν Πατέρων, σήμερον ἀνέτειλε διαύγεια, ἡ πανένδοξος
μνήμη· ᾗ πιστῶς ἐντρυφῶντες χορεύσωμεν.
Ἔλυσας Ἱεράρχα, τῶν
Αἱρετικῶν τὰ ὀχυρώματα, εὐσεβεῖ παρρησίᾳ, καταγγείλας Τριάδα Ἀλέξανδρε.
Παύλῳ τῷ θεσπεσίῳ, κοινωνήσας κλήσεως ἀοίδιμε, τῶν ἐκείνου
ἐδείχθης, ἀρετῶν ἀπεικόνισμα ἔνθεον.
Κάλαμός σου ἡ γλῶσσα, θεογραφικῶς προαναδέδεικται, Πνεύματος
Πάτερ θείου, Ἰωάννη τὴν πίστιν τρανώσασα.
Θεοτοκίον
Ἄσωμεν τῷ Κυρίῳ, τῷ
ἐκ τῆς Παρθένου εὐδοκήσαντι, σαρκωθῆναι ἀσπόρως, εἰς ἡμῶν σωτηρίαν καὶ λύτρωσιν.
Τοῦ Προδρόμου
Ὠδὴ γ'
Τοὺς σοὺς ὑμνολόγους
Ἐκ στείρας τεχθεὶς
ὁ Ἰωάννης, τὴν γλῶτταν διέλυσε πατρός· εἰκότως καὶ γὰρ πέφυκε, φωνὴ τοῦ Λόγου εὔηχος,
καὶ εὐλογῶν ἐφθέγγετο· Σὺ μόνος Ἅγιος Κύριος.
Οὐδὲν τῶν παρόντων ἀγαπήσας, τὴν ἔρημον τρέχων παροικεῖς, ὡς
πόλιν θείῳ Πνεύματι, δυναμωθεὶς πανένδοξε, ἀΰλως δὲ ἐβίωσας, ὡς Ἠλιοὺ ὁ θεσπέσιος.
Μὴ φέρων τοῦ βίου τοὺς θορύβους, ὡς ὄρνις ἐμάκρυνας σοφέ, ἐρήμοις
αὐλιζόμενος· εὗρές τε ἀναψύχοντα, τὸν σῴζοντά σε Κύριον, ἐκ καταιγίδος καὶ θλίψεως.
Θεοτοκίον
Ἀπῆλθε πρὸς οἶκον Ἐλισάβετ,
Παρθένος βαστάζουσα γαστρί, Θεὸν Λόγον τὸν ἄναρχον, ἀμφοῖν ἀσπασαμένων δέ, γνοὺς
παρευθὺς ὁ Πρόδρομος, ἐκ τῆς γαστρὸς προσεκύνησεν.
Τῶν Ἁγίων
Σὺ εἶ τὸ στερέωμα
Ἄριστα ἐποίμανας,
τὸ τοῦ Δεσπότου σου ποίμνιον, Ἀρχιερεῦ· ὅθεν αἰωνίως, σὲ δοξάζει Ἀλέξανδρε.
Ὕδατα σωτήρια, διὰ
τῆς γλώττης σου ἔβλυσας, τὰ εὐσεβῆ, δόγματα σῇ ποίμνῃ, Ἰωάννη μακάριε.
Παῦλε παμμακάριστε, τῆς ἐκλογῆς τῆς τοῦ σκεύους σε, ὡς φανέντα,
κλήσει τε καὶ βίῳ, νῦν τιμῶμεν ὁμοίωμα.
Θεοτοκίον
Σὲ πάντες κεκτήμεθα, καταφυγὴν καὶ σκέπην ἡμῶν, Χριστιανοί,
σὲ δοξολογοῦμεν, ἀσιγήτως, Θεόνυμφε.
Ὁ Εἱρμὸς
Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς,
τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.
Κάθισμα Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ
Τὸν πρόδρομον Χριστοῦ, Βαπτιστὴν καὶ Προφήτην, τιμήσωμεν
πιστοί, καθαρῷ συνειδότι, ὡς ἔνδοξον κήρυκα, μετανοίας διδάσκαλον, καὶ ὡς μάρτυρα,
παναληθῆ τοῦ Σωτῆρος· τὴν γὰρ ἄνοιαν, τὴν τοῦ Ἡρῴδου ἐλέγξας, τὴν κάραν ἐκτέμνεται.
Δόξα... Τῶν Ἁγίων
Ἦχος δ'
Ταχὺ προκατάλαβε
Πατέρων ἡ τρίφωτος, λαμπὰς ἀνέλαμψε, πιστῶν τὰ συστήματα,
καταφαιδρύνουσα, πρὸς θείαν ἐπίγνωσιν, λύοντες τῶν ἀθέων, τὴν ἀσέβειαν πᾶσαν, δόγμασι
καὶ σοφίᾳ, καὶ πολλῇ παρρησίᾳ, Ἀλέξανδρος καὶ Ἰωάννης ὁμοῦ, καὶ Παῦλος ὁ ἔνδοξος.
Καὶ νῦν... Θεοτοκίον
Ἐλπὶς ἀκαταίσχυντε
τῶν πεποιθότων εἰς σέ, ἡ μόνη κυήσασα, ὑπερφυῶς ἐν σαρκί, Χριστὸν τὸν Θεὸν ἡμῶν,
τοῦτον σὺν Ἰωάννῃ τῷ Προδρόμῳ δυσώπει, δοῦναι τῇ οἰκουμένῃ, ἱλασμὸν τῶν πταισμάτων,
καὶ πᾶσιν ἡμῖν πρὸ τέλους βίου διόρθωσιν.
Τοῦ Προδρόμου
Ὠδὴ δ'
Τὴν ἀνεξιχνίαστον
Ῥίζας καὶ μελάγριον,
ὄψον τερπνόν, ἤσθιες μακάριε Πρόδρομε, καὶ τὰς ἀκρίδας· ἐκ καμήλου δὲ τριχῶν,
στολὴν ἐπημφιέννυσο, ὑπὲρ ἁλουργίδα βασίλειον.
Τὸν δημιουργήσαντα λόγῳ τὸ πᾶν, πᾶσι γεωργὸν μάκαρ ἤγγειλας·
οὗτος γὰρ ἐστιν, ὁ τὸ πτύον ἐν χειρί, κατέχων, καὶ τὴν ἅλωνα, μάλα διακρίνων ὡς
δίκαιος.
Ὕπνον σοῖς οὐκ ἔδωκας
μάκαρ σοφέ, ὄμμασιν ὡς ἄσαρκος ἔνδοξε, οὔτε κροτάφοις, εἰς ἀνάπαυσιν σαρκός, ἐως
οὗ ᾠκοδόμησας, οἶκον σεαυτὸν θείου Πνεύματος.
Θεοτοκίον
Ῥῆσις πέρας ἔλαβε
τοῦ Ἀββακούμ, ἐπὶ σοὶ Παρθένε πανύμνητε· καὶ γὰρ ἐξ ὄρους, κατασκίου ὁ Θεὸς ἐκ
σοῦ ἦλθε σαρκούμενος, πλάνης τοὺς βροτοὺς ἐκλυτρούμενος.
Τῶν Ἁγίων
Εἰσακήκοα Κύριε
Ἐν δυσώδει διέρριψας,
τὸν κατὰ Ἰούδαν τόπῳ προδότην Χριστοῦ· τὴν ἐκείνου γὰρ Ἀλέξανδρε, ἀρὰν ἐπαξίως ἐκληρώσατο.
Ὡς ἐλαία κατάκαρπος,
ἐν τῷ τοῦ Θεοῦ τεμένει ἱστάμενος, τοὺς πιστεύοντας προσήγαγες, αὐτῷ Ἰωάννη καρπὸν
ὥριμον.
Ταπεινώσεως πτέρυξι, τὰς τοῦ δυσμενοῦς παγίδας ἐξέφυγες· ὅθεν
Ὅσιε ὑψούμενος, οὐρανοπολίτης Παῦλε γέγονας.
Θεοτοκίον
Τὴν Παρθένον ὑμνήσωμεν, τὴν μετὰ τὸν τόκον πάλιν Παρθένον ἁγνήν,
ὡς κυήσασαν Χριστὸν τὸν Θεόν, τὸν ἐκ πλάνης κόσμον λυτρωσάμενον.
Τοῦ Προδρόμου
Ὠδὴ ε'
Ἐξέστη τὰ σύμπαντα
Ἰσχὺν θείου Πνεύματος,
ἐνδεδυμένος ἔνδοξε, πᾶσιν ἀνεβόας τοῖς παροῦσι· Μετανοεῖτε, ἰδοὺ ἀξίνη σαφῶς, τῶν
δένδρων πρὸς ῥίζαν κεῖται νῦν, τέμνουσα τὰ ἄκαρπα, τὰ δ' ἐσθλὰ ἐκκαθαίρουσα.
Τὴν γλῶτταν ὡς σάλπιγγα, ἔχων Κυρίου Πρόδρομε, εὐήχως ἐφώνεις
τοῖς παροῦσιν· Ἐγὼ ἐν ὕδατι βαπτίζω ὑμᾶς, ὀπίσω μου δ' ἄλλος ἰσχυρός, βαπτίζων ἐλεύσεται,
ἐν πυρί τε καὶ πνεύματι.
Ὁ θεῖος προέφησε
Προφήτης· Ἥξει Κύριος, Ἄγγελος αὐτοῦ δὲ πρὸ προσώπου, στέλλεται τρίβους
προετοιμάζων αὐτοῦ, ὃς σώσει λαὸν τὸν ἀπειθῆ, καὶ κατασκευάσειεν, εἰς Θεοῦ κλῆρον
ἅγιον.
Θεοτοκίον
Νηδὺϊ φερόμενος, τῇ μητρικῇ ὁ Πρόδρομος, τῇ παρθενικῇ ὡς ἔγνω
ἔνδον, τὸν τούτου Κτίστην φρικτῶς φερόμενον, Πνεύματι Ἁγίῳ φωτισθείς, ἔνδοθεν ἐσκίρτησε,
καὶ πεσὼν προσεκύνησεν.
Τῶν Ἁγίων
Ὀρθρίζοντες βοῶμέν σοι
Τὸν Μητροφάνους θρόνον Ἀλέξανδρε, κατακοσμῶν, καὶ πρὸ θρόνου
ἔλαμψας, ἐν Ἱεράρχαις τοῖς δόγμασι.
Σὺ ἐν ποιμέσι μάκαρ διέπρεψας θαυμασίως· ὤφθης ἐν Νικαίᾳ γάρ,
μέσον Πατέρων ἀγλάϊσμα.
Τῶν λόγων σου ἡ χάρις ἐστήριξεν, Ἐκκλησίαν, Ἰωάννη· στῦλον
γὰρ ὀρθοδοξίας σὲ ἔχομεν.
Θεοτοκίον
Παρθένον μετὰ τόκον ὑμνοῦμέν σε, Θεοτόκε· σὺ γὰρ τὸν Θεὸν
Λόγον, σαρκὶ τῷ κόσμῳ ἐκύησας.
Τοῦ Προδρόμου
Ὠδὴ ς'
Τὴν θείαν ταύτην
Πρὸς σὲ λαὸς πονηρότατος, ἀφίκετο πειράζων καὶ φάσκων σοι·
Σὺ εἶ ὁ Κύριος, αὐτὸς δὲ ἔφης, οὐκ ἔγωγε, ἄλλος δ' ἐστὶν ὃς ἥξει, ὀπίσω πρῶτός
μου.
Ῥευστῆς ἐγὼ πέλω φύσεως,
ὃς ἔρχεται δ' ὀπίσω μου ἄρρευστος, πέλει καὶ ἄχρονος, καὶ ποιητὴς πάσης κτίσεως,
οὗ οὐκ ἰσχύω λῦσαι, οὐδὲ τὰ πέδιλα.
Ὁρῶντες πάντες συνέτρεχον,
πόρνοι τε καὶ τελῶναι καὶ ἄσωτοι, καὶ ἐβαπτίζοντο, ἐκ σοῦ Προφῆτα πανένδοξε, τὴν
πρὸς Χριστὸν πορείαν ἐκδιδασκόμενοι.
Θεοτοκίον
Δεινῶν παντοίων τοὺς δούλους σου, ἐξάρπασον Παρθένε Θεόνυμφε,
τοὺς προσφυγόντας σου, ὑπὸ τὴν σκέπην τὴν ἄμαχον, καὶ τῆς φρικτῆς μελλούσης ῥῦσαι
κολάσεως.
Τῶν Ἁγίων
Χιτῶνα μοι παράσχου
Ἀνδρείως τοῦ Χριστοῦ προπολεμῶν Ἐκκλησίας ἔκτεινας, εὐχῆς
Πάτερ βέλεσι, τὸν ἐπώνυμον μανίας ἱερώτατε.
Ὡς κλῆμα τῆς ἀμπέλου τῆς ζωῆς, Ἰωάννη ἔντιμον, πλεῖστον ἐξήνθησας,
τῷ Δεσπότῃ σου καρπὸν παμμακάριστε.
Ἡγεῖσθαι παρῃτήσω εὐσεβῶς, Βασιλίδος πόλεως, Εἰκόνων προσκύνησιν,
ἀθετούσης παρανόμως Παῦλε τίμιε.
Θεοτοκίον
Ἡ μόνη διὰ λόγου ἐν
σαρκί, τὸν Λόγον κυήσασα, ῥῦσαι δεόμεθα, τῶν παγίδων τοῦ ἐχθροῦ τὰς ψυχὰς ἡμῶν.
Ὁ Εἱρμὸς
Χιτῶνά μοι παράσχου φωτεινόν, ὁ ἀναβαλλόμενος, φῶς ὡς ἱμάτιον, πολυέλεε
Χριστὲ ὁ Θεὸς ἡμῶν.
Κοντάκιον τοῦ Προδρόμου
Ἦχος πλ. α'
Ἡ τοῦ Προδρόμου ἔνδοξος
ἀποτομή, οἰκονομία γέγονέ τις θεϊκή, ἵνα καὶ τοῖς ἐν Ἅδῃ τοῦ Σωτῆρος κηρύξῃ τὴν
ἔλευσιν· θρηνείτω οὖν Ἡρῳδιάς, ἄνομον φόνον αἰτήσασα· οὐ νόμον γὰρ τὸν τοῦ Θεοῦ,
οὐ ζῶντα αἰῶνα ἠγάπησεν, ἀλλ' ἐπίπλαστον πρόσκαιρον.
Συναξάριον
Τῇ Λ' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Πατριαρχῶν
Κωνσταντινουπόλεως, Ἀλεξάνδρου, Ἰωάννου καὶ Παύλου τοῦ νέου.
Στίχοι
Σχοίνους διαδρὰς Ἀλέξανδρε σαρκίου,
Σχοίνισμα κλήρου χρηματίζεις Κυρίου.
Σκυθρωπὰ τὰ πρόσωπα τῆς Ἐκκλησίας,
Στέρησιν οὐ φέροντα τὴν Ἰωάννου.
Δρόμους ὁ Παῦλος ἐκλιπὼν τοὺς τοῦ βίου,
Εὕρηκε παῦλαν τῶν πόνον τῶν τοῦ βίου.
Τριττὺς τῇ Τριάδι τριακοστῇ νῦν πάρα ἔστη.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου καὶ θαυματουργοῦ Φαντίνου.
Στίχοι
Καὶ γῆν ὑπελθὼν θαυματουργὸς Φαντῖνος,
Ἄνωθεν ἡμῖν μάννα θαυμάτων βρύει.
Φαντῖνος βιότου ἀνεχάζετο ἐν τριακοστῇ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων δεκαὲξ μαρτύρων τῶν Θηβαίων.
Στίχοι
Ἐρεῖς ἀριθμοῦ τυγχάνειν
ἕξ καὶ δέκα
Τμηθέντας ἄνδρας ἀρτιάκις ἀρτίου
Τῇ αὐτῇ ἡμέρᾳ οἱ ἅγιοι ἓξ Μάρτυρες οἱ ἐν Μελιτηνῇ, ἐν τῇ θαλάσσῃ βληθέντες τελειοῦνται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις,
ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
Τοῦ Προδρομου
Ὠδὴ ζ'
Οὐκ ἐλάτρευσαν
Ῥωμαλέως τῷ Ἡρῴδῃ ἀνθιστάμενος,
ἔνδοξε Πρόδρομε, τοῦτον ἐλέγχεις βοῶν· Οὐκ ἔξεστιν ἔχειν σε εὐνὴν ὁμαίμονος, ὡς
ἀθέμιτον· ὁ δὲ μὴ ἀνασχόμενος, τὴν σὴν κάραν ἀποτέμνει.
Οἷα ἔνδοξος Προφήτης πρὸ γεννήσεως, ἔγνως τὸν Κύριον, καὶ ὡς
ἀμνὸν τοῦ Θεοῦ, τοῖς πᾶσιν ὑπέδειξας, πρὸς θεοσέβειαν, ἕλκων ἅπαντας, ἀναβοᾶν
πρὸς Κύριον· ὁ Θεὸς εὐλογητὸς εἶ.
Μέλλων τέλος τὸ μακάριον ἐκδέχεσθαι, Πρόδρομε ἔνδοξε, σοὺς
μαθητὰς πρὸς Χριστόν, τὸν Θεὸν ἀπέστειλας, ἐπερωτῶν αὐτόν· Σὺ εἶ Κύριε, τοῦ σῶσαι
ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;
Ὁ Χριστὸς τοῖς μαθηταῖς προσαπεφθέγξατο· Ἄπιτε εἴπατε, τῷ Ἰωάννῃ·
ἰδού, νεκροὶ ἐξανίστανται, κωφοὶ ἀκούουσιν, ἐκκαθαίρονται λεπροί, καὶ ὥσπερ ἔλαφος
οἱ χωλοὶ περιπατοῦσιν.
Τῶν Ἁγίων
Οἱ ἐκ τῆς Ἰουδαίας
Μυστιπόλος τῆς ἄνω, ὑπερθέου Τριάδος ὤφθης πανένδοξε, ἁγνῶς
ταύτην λατρεύων, καὶ μέλπων ἀνενδότως· Ἱεράρχα Ἀλέξανδρε· ὁ τῶν Πατέρων ἡμῶν,
Θεὸς εὐλογητός εἶ.
Θησαυρον σε δογμάτων, καὶ πηγὴν τῶν θαυμάτων, Χριστὸς ἀνέδειξε,
πηγάζοντα τὸν πλοῦτον, τὸν τῆς θεογνωσίας, Ἰωάννη τοῖς κράζουσιν· ὁ τῶν Πατέρων
ἡμῶν, Θεός εὐλογητὸς εἶ.
Ὡς ἰσάγγελον βίον,
κατὰ Παῦλον τὸν θεῖον, ὡς καὶ συνώνυμον, κτησαμένῳ παμμάκαρ, τὸν πλοῦτόν σοι τῶν
λόγων, Χριστὸς παρέχει ἄφθονον· Εὐλογητὸς βοῶντι, Χριστός εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Παρθενικῆς ἐκ νηδύος, σαρκωθεὶς ἐπεφάνης, εἰς σωτηρίαν ἡμῶν·
διό σου τὴν Μητέρα, εἰδότες Θεοτόκον, εὐχαρίστως κραυγάζομεν· ὁ τῶν Πατέρων ἡμῶν,
Θεὸς εὐλογητός εἶ.
Τοῦ Προδρόμου
Ὠδὴ η'
Παῖδας εὐαγεῖς
Νόμου παλαιᾶς τε καὶ τῆς νέας, Προφήτης καὶ Προφητῶν πάντων
ὑπέρτερος, ὑπάρχεις πανεύφημε· οὐ γὰρ ἔφυς κάλαμος, πνεύμασι ῥιπιζόμενος, ἀλλ' ἔστης
ἄσειστος. Τὸν Κύριον βοῶν εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Μαινόμενος οἴστρῳ ὁ Ἡρῴδης, μαχλώσης Ἡρῳδιάδος τὸ θυγάτριον,
βλέπων κατορχούμενον, ἔφησεν ὁ ἄθλιος. Ὅ μοι αἰτήσῃς δίδωμι, ἕως ἡμίσεος, τῆς ἐμῆς
βασιλείας μεθ' ὅρκου, κἀκεῖνο ἐξαιτεῖται, τὴν Κάραν τοῦ Προδρόμου.
Εἶχε μὲν φρουρᾷ τὸν Ἰωάννην, Ἡρῴδην δὲ πότος εὐφραινόμενον·
τότε ἡ πανάσεμνος, κόρη κατωρχήσατο, ἀρέσασα δὲ εἴληφε, Κάραν τὴν πάντιμον,
Προδρόμου καὶ ἁγίαν ὡς ταύτην, τῇ μητρὶ προσάξῃ, τιμαλφέστατον δῶρον.
Θεοτοκίον
Λύτρωσαι τὴν πόλιν σου Παρθένε, ἐκ πάσης ἀπειλῆς τε καὶ
κακώσεως, σεισμοῦ καταπτώσεως, βαρβαρικῆς ἁλώσεως, καὶ φοβερᾶς κολάσεως, τοῦ αἰωνίου
πυρός· σὲ γάρ μετὰ Θεὸν σωτηρίαν, ἅπαντες πλουτοῦμεν, Χριστιανοὶ Παρθένε.
Τῶν Ἁγίων
Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων
Τὸν δυσσεβῆ προσευχῇ τῇ παναλκεῖ σου, Ἄρειον κτείνας Ἀλέξανδρε
θεόφρον, ἐν τοῖς βεβήλοις τόποις, ὑβρίσαντα ἠμύνω, βροχίσας ὡς Ἰούδαν.
Ὁ θεομάχος Χριστοῦ
χιτῶνα ῥήξας, ὡς ὁ προδότης πρηνὴς λακήσας μέσον, νῦν θρηνεῖ ἐν ᾍδῃ, ψυχῶν ἀδίκων
μόρον, θανάτῳ τῷ δικαίῳ.
Ἐν ἐγκρατείαις ὡς ἄσαρκος
ἐφάνης, ἐν ἀγρυπνίαις μικροῦ δεῖν καὶ ἀναίμων, καὶ ἐν διδασκαλίαις, πηγὴ τοῦ
Παραδείσου, παμμάκαρ, Ἰωάννη.
Θεοτοκίον
Τὸν ἀνερμήνευτον τόκον σου Μαρία, τὶς μὴ ὑμνήσει βροτῶν
χοροστασία; ὅτι παρθενεύεις πρὸ τόκου, καὶ ἐν τόκῳ ἀεὶ εὐλογημένη.
Ὁ Εἱρμὸς
Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων γεννηθέντα, καὶ ἐκ Μητρὸς ἐπ' ἐσχάτων
σαρκωθέντα, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Τοῦ Προδρόμου
Ὠδὴ θ'
Ἅπας γηγενὴς
Πότος βδελυρός, καὶ δεῖπνος πανάσεμνος, ὅρχησις ἄτερπνος, ἔθελξαν
τὸν δείλαιον, μάλα πρὸς οἶστρον ἀκολασίας δεινῆς, καὶ τῆς μαινάδος μίσθωμα, κάραν
ἐκδίδωσι, τοῦ Προδρόμου, ἧς οὐδὲ ἀντάξιος, κόσμος ἅπας. Φρικτὸν τὸ μυστήριον!
Ὢ πῶς ὁ δεινός, Ἡρῴδης
οὐκ ἔφριξε, Κριτὴν ἀλάθητον! ἀλλ' ἐν τῇ ψυχῇ αὐτοῦ, ἔνδον δολίως φόνον ἐνέτρεφε,
τοῦ Βαπτιστοῦ, μαινόμενος, ὡς ἐλεγχόμενος, καὶ μὴ φέρων, εὐκαιρίαν ἤθελε, καὶ εὑρών,
ἀποτέμνει τὸν δίκαιον.
Ὄντως ἀπὸ γῆς, εἰσέδυς
εἰς Ἅγια, οἷά περ Ἄγγελος, ὡς ἀγγελικῶς ἐν γῇ, σοφὲ βιώσας Κυρίου Πρόδρομε, τῶν
ὑμνητῶν σου μέμνησο, ἄνωθεν ἔνδοξε, καὶ πταισμάτων, αἴτησαι τὴν ἄφεσιν, καὶ εἰρήνην
παράσχου καὶ ἔλεος.
Θεοτοκίον
Ὦ Θεοῦ Υἱέ, μακρόθυμε
Κύριε καὶ πολυέλεε, τοῦ σοῦ Βαπτιστοῦ λιταῖς, καὶ ἱκεσίαις τῆς κυησάσης σε, καὶ
πάντων τῶν Ἁγίων σου, σῶσον τοὺς δούλους σου, καὶ χορήγει, ἄνωθεν τὰ τρόπαια,
βασιλεῦσιν ἡμῶν, ὡς φιλάνθρωπος.
Τῶν Ἁγίων
Σὲ τὴν ἀπειρόγαμον
Ἔννομος γενόμενος,
ὁ θεῖος ὄντως φοιτητής σου, καὶ σοῖς ζωηφόροις λόγοις, πειθαρχήσας Ἀλέξανδρος, Ἱεράρχης
πεφηνώς, Κύριε ὅσιος πρᾶος, σώφρων, νῦν ἐπαξίως μακαρίζεται.
Μύστης ἀκριβέστατος, γέγονας πόθῳ τῶν ἀρρήτων, ὦ θεομακάριστε
Πατὴρ ἡμῶν, Ἰωάννη πανόλβιε, καὶ μυσταγωγὸς τῶν μυστηρίων, καὶ κήρυξ δογμάτων
θείων, καὶ λατρευτῆς Τριάδος ἔνδοξε.
Σὲ τὸν ἀνεξίκακον, Πάτερ, καὶ ὅσιον ποιμένα, ἄμεμπτον σεπτὸν
ἀμίαντον, κήρυκά τε τῆς πίστεως, τῆς ὀρθοδοξίας τὸν διδάσκαλον, ἅπαντες ἐπαξίως
συμφώνως, Παῦλε μακαρίζομεν.
Θεοτοκίον
Ἄχραντε πανάμωμε,
τὸ σκεῦος τὸ τῆς εὐωδίας, αἴτησαι Χριστὸν ὃν ἔτεκες, βασιλεῖ μὲν τὰ τρόπαια, τῷ
φιλοχρίστῳ δὲ λαῷ, δοῦναι τὴν ἄφεσιν τῶν πταισμάτων· σὲ γὰρ ἀπαύστως μεγαλύνομεν.
Ὁ Εἱρμὸς
Σὲ τὴν ἀπειρόγαμον, Θεοῦ Μητέρα καὶ Παρθένον, σὲ τὴν ὑπὲρ
νοῦν κυήσασαν, διὰ λόγου τὸν ὄντως Θεόν, τὴν ὑψηλοτέραν τῶν ἀχράντων Δυνάμεων, ἀσιγήτοις
δοξολογίαις μεγαλύνομεν.
Ἐξαποστειλάριον
Τοῖς Μαθηταῖς
Ἡρῴδης ὁ παράνομος, τοῦ Προδρόμου τὴν θείαν,
καὶ ἱερὰν ἀπέτεμε, κεφαλὴν τοὺς ἐλέγχους, μὴ φέρων ταύτης ὁ ἄφρων· ὤ φρικτῆς τόλμης ὄντως! Θρηνείτω οὖν ὁ ἄθλιος, ἄνομον
φόνον πράξας· ἡμεῖς δὲ νῦν, τὴν τιμίαν κάραν ὕμνοις τιμῶντες, τὸν Βαπτιστὴν
γεραίρομεν, τοῦ Χριστοῦ ἐπαξίως.
Θεοτοκίον
Εἰ καὶ ἡττᾶται Πάναγνε, λογικὴ πᾶσα φύσις, πρὸς ἐγκωμίων ἔπαινον,
σοῦ Θεὸν τῆς τεκούσης· καὶ γὰρ σαφῶς ὑπερτέρα, πάσης κτίσεως πέλεις· ἀλλ' οὖν τὸ
κατὰ δύναμιν, οὐκ ἀπόβλητον πάντως· ὅθεν κἀμοῦ, δέχου τὸν βραχύτατον
ὕμνον ὥσπερ, ὁ σὸς Υἱὸς ἐδέξατο, τὰ λεπτὰ πρὶν τῆς χήρας.
Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ τῆς Ὀκτωήχου.
Δόξα... Ἦχος πλ. δ'
Πρόδρομε τοῦ Σωτῆρος, εἰ καὶ φόνῳ διέλυσεν ὁ Ἡρῴδης, σὲ τὸν
τῆς ἀληθείας κήρυκα, ἀλλ' ἡ τοῦ στόματός σου φεγγοβόλος λαμπάς, καὶ τοῖς ἐν, Ἅδῃ
τὸ τῆς πίστεως φέγγος καλῶς ἐδᾳδούχει· ὅθεν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι
ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Καὶ ἡ
λοιπὴ Ἀκολουθία, ὡς σύνηθες, καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου