ΑΥΓΟΥΣΤΟΥ
ΤΗ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ποιμένος.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. δ'
Τὶ ὑμᾶς καλέσωμεν
Τὶ σὲ νῦν Ποιμὴν ὀνομάσωμεν, μοναστῶν ὑπογραμμόν, καὶ ἰαμάτων
αὐτουργόν, ἐγκρατείας ταῖς πληγαῖς, πάθη μαστίξαντα ψυχῆς, πολίτην, τῶν Ἀγγέλων
καὶ συνόμιλον, τῆς ἄνω, μητροπόλεως οἰκήτορα, τῶν ἀρετῶν ἐνδιαίτημα, τὸν τῆς ἐρήμου
κοσμήτορα, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τὶ σε νῦν Ποιμὴν πρεσφθεγξώμεθα; τῆς ἐρήμου πολιστήν, καὶ ἡσυχίας
ἐραστήν, τῶν παθῶν ἐκμειωτήν, καὶ μοναστῶν καθηγητήν, πλημμύραν, διδαγμάτων θείου
Πνεύματος, φωστῆρα, διακρίσεως ἀκοίμητον, θαυματουργὸν ἀληθέστατον, πάθη ποικίλα
ἰώμενον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Λύχνος διακρίσεως γέγονας, καταυγάζων τὰς ψυχὰς τῶν προσιόντων
σοι πιστῶς, καὶ τὴν τρίβον τῆς ζωῆς, ὑποδεικνὺς αὐτοῖς σοφέ· διὸ σε ἐν αἰνέσει
μακαρίζομεν, τελοῦντες, τὴν ἁγίαν σου πανήγυριν, Ποιμὴν Πατέρων τὸ καύχημα, ἀσκητῶν
ἐγκαλλώπισμα, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τίνι ὡμοιώθης ταλαίπωρε, πρὸς μετάνοιαν οὐδόλως, ἀνανεύουσα
ψυχή, καὶ τὸ πῦρ μὴ δειλιῶσα, τῶν κακῶν ἐπιμονῇ; Ἀνάστα, καὶ τὴν μόνην πρὸς ἀντίληψιν,
ταχεῖαν, ἐπικάλεσαι καὶ βόησον· Παρθενομῆτορ δυσώπησον, τὸν σὸν Υἱὸν καὶ Θεὸν ἡμῶν,
ῥυσθῆναί με, τῶν παγίδων τοῦ ἀλάστορος.
Ἢ Σταυροθεοτοκίον
Ἄρνα ἡ ἀμνὰς ὡς ἑώρακεν,
ἐπὶ ξύλου ἡπλωμένον, ἑκουσίως σταυρικοῦ, ἀνεβόα μητρικῶς ὀδυρομένη ἐν κλαυθμῷ·
Υἱέ μου, τὶ τὸ ξένον τοῦτο θέαμα; ὁ πᾶσι, τήν ζωὴν νέμων ὡς Κύριος, πῶς θανατοῦσαι
μακρόθυμε, βροτοῖς παρέχων ἀνάστασιν; Δοξάζω σου, τὴν πολλὴν Θεέ μου συγκατάβασιν.
Ἀπολυτίκιον
Ἦχος πλ. δ'
Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας,
καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας
φωστὴρ τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι, Ποιμὴν Πατὴρ ἡμῶν Ὅσιε. Πρέσβευε Χριστῷ
τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν οἱ Κανόνες τῆς Ὀκτωήχου,
καὶ τοῦ Ἁγίου ὁ παρών.
Ὠδὴ α' Ἦχος πλ. δ'
Ἄσωμεν τῷ Κυρίῳ
Θέρμῃ τοῦ Παρακλήτου, Πάτερ θαλπομένη ἡ καρδία σου, τὸν
κρυμὸν τῶν δαιμόνων, καὶ παθῶν τὸν χειμῶνα διέλυσεν.
Ἄνθρακι θείου φόβου,
φλέξας τῶν παθῶν τὴν ὕλην γέγονας, διακρίσεως λύχνος, ἀπαθείας πυρσός τε μακάριε.
Φέρων ἐπὶ τῶν ὤμων, Πάτερ τὸν σταυρόν σου ἠκολούθησας, τῷ
καλέσαντι πόθῳ, καὶ φωστὴρ μοναστῶν ἐχρημάτισας.
Θεοτοκίον
Ὅλος με διασῴζει,
Λόγος ὁ ὑπέρθεος χρηστότητι, βουληθεὶς ἐκ γαστρός σου, σαρκωθῆναι ἁγνὴ Μητροπάρθενε.
Ὠδὴ γ'
Σὺ εἶ τὸ στερέωμα
Στάσιν τὴν παννύχιον, σοῦ κατεπλάγησαν Ἄγγελοι· καὶ γὰρ αὐτούς,
ἔσχες συνεργοῦντας, ταῖς πρὸς Θεὸν ἐντεύξεσιν.
Λύμης ἀπεκάθηρας, τῆς διανοίας τὰ ὄμματα, τῆς τῶν παθῶν, ἑνοπτρίζῃ,
καθαρῶς τὸν Ἀόρατον.
Γάλακτι ἀσκήσεως, ὡς ἐκτραφεὶς Ποιμὴν Ὅσιε, εἰς ἀρετῶν ὕψος
ἀνηνέχθης, εἰς τελείαν ἀπάθειαν.
Θεοτοκίον
Ἔχων σε βοήθειαν,
τῶν δυσμενῶν ὁρμὰς Ἄχραντε, οὐ δειλιῶ· ἔχων σε προστάτιν, τὰς αὐτῶν τρέπω φάλαγγας.
Ὁ Εἱρμὸς
Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων,
καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.
Κάθισμα Ἦχος γ'
Θείας πίστεως
Ποιμαινόμενος ὑπὸ Κυρίου, τούτου πρόβατον, ὡράθης πρᾶον, ἐναντίους
λύκους μάκαρ τροπούμενος, καὶ ἐκτελέσας τὸν θεῖον ἀγώνά σου, πρὸς τὴν οὐράνιον
μάνδραν ἐσκήνωσας, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα
ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θείας φύσεως οὐκ ἐχωρίσθη, σάρξ γενόμενος ἐν τῇ γαστρί
σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Μητέρα Παρθένον σε, ὡς πρὸ
τοῦ τόκου φυλάξας πανάμωμον, μόνος Κύριος. Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν
τὸ μέγα ἔλεος.
Ἢ Σταυροθεοτοκίον
Ἡ ἀμίαντος ἀμνὰς
τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς
ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι! τέκνον μου, πῶς
πάσχεις; θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον.
Ὠδὴ δ'
Εἰσακήκοα Κύριε
Ἀκηλίδωτον ἔσοπτρον,
τὰς τοῦ Παρακλήτου αὐγὰς δεχόμενον, θεοφόρε ἐχρημάτισας, καὶ δοχεῖον ἀναβάσεων.
Ἀρδευόμενος δάκρυσι,
δένδρον καθωράθης Πάτερ ὑψίκομον, ἐγκρατείᾳ καλλυνόμενον, καὶ καρποῖς ἐνθέοις εὐθηνούμενον.
Γηπονήσας τὴν ἄρουραν, σοῦ τῆς διανοίας πόνοις ἀσκήσεως, ἀρετῶν
στάχυν πολύφορον, καὶ θαυμάτων χάριν ἐγεώργησας.
Θεοτοκίον
Παρθενίας κειμήλιον, καὶ τῆς ἀχωρήτου φύσεως σκήνωμα, τὴν
ψυχήν μου φωταγώγησον, τὴν ἐσκοτισμένην Θεονύμφευτε.
Ὠδὴ ε'
Ὀρθρίζοντες βοῶμέν σοι
Τὸν καύσωνα βαστάσας ἀοίδιμε, τῆς ἡμέρας, χαρᾶς κατηξίωσαι,
τῆς τοῦ Κυρίου σου Ὅσιε.
Ἀσκήσεως λειμῶνι ἡδύπνοον,
ἔφυς ῥόδον, ὀσμαῖς θείας γνώσεως, εὐωδιάζον τὰ πέρατα.
Τὸν πρὶν μεγαλαυχίᾳ χρησάμενον, Πάτερ ὄφιν, πρὸς γῆν ἐταπείνωσας,
τῇ ταπεινώσει φραξάμενος.
Θεοτοκίον
Παρθένον μετὰ τόκον ὑμνοῦμέν σε, Θεοτόκε· σὺ γὰρ τὸν Θεὸν
Λόγον σαρκί, τῷ κόσμῳ ἐκύησας.
Ὠδὴ ς'
Χιτῶνά μοι παράσχου
Νεκρώσας τὰς τοῦ σώματος ὁρμάς, πολλοῖς ἀγωνίσμασι, ζωὴν
πρὸς ἀθάνατον, ἐξεδήμησας Ποιμὴν ἀξιάγαστε.
Ἐγκράτειαν ἀέναον
καὶ εὐχήν, ἀγάπην ἀθόλωτον, κτησάμενος Ὅσιε, ἀκηλίδωτον Θεοῦ ὤφθης ἔσοπτρον.
Ἐρήμοις ἐν ἀβάτοις
προσφοιτῶν, παθῶν ἐρημώσεως, σαυτὸν ἀπεγύμνωσας, καὶ πολίτης οὐρανῶν ἐχρημάτισας.
Θεοτοκίον
Ἡ μόνη διὰ λόγου ἐν
σαρκί, τὸν Λόγον κυήσασα, ῥῦσαι δεόμεθα, τῶν παγίδων τοῦ ἐχθροῦ τὰς ψυχὰς ἡμῶν.
Ὁ Εἱρμὸς
Χιτῶνά μοι παράσχου φωτεινόν, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον,
πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν.
Κοντάκιον Ἦχος δ'
Ἐπεφάνης σήμερον
Τῶν λαμπρῶν ἀγώνων σου, Ὅσιε Πάτερ, ἡ ἁγία σήμερον, ἐπέστη
μνήμη τὰς ψυχάς, τῶν εὐσεβῶν κατευφραίνουσα, Ποιμὴν θεόφρον, Πατὴρ ἡμῶν Ὅσιε.
Συναξάριον
Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ποιμένος.
Στίχοι
Ὡς ἐκ λύκου χαίνοντος ἡρπάγη βίου,
Ποιμήν, τὸ θρέμμα τοῦ μεγίστου ποιμένος.
Ποιμένα εἰς μέγαν ἑβδόμῃ εἰκάδι ᾤχετο Ποιμήν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ
Λιβερίου Πάππα Ῥώμης.
Στίχοι
Τὸν πλοῦτον ἀντλεῖν Λιβέριος νῦν ἔχει,
Ὃν οὐρανοῖς ἦν ἐμφρόνως θησαυρίσας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Πατρὸς ἡμῶν Ὁσίου, Ἐπισκόπου
Κουδρούβης.
Στίχοι
Τὴν κλῆσιν εἰπὼν Ὅσιε τὴν σὴν μόνην
Πληρῶ θανόντι ἔπαινὸν σοι τὸ χρέος.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ὑπὸ τοῦ Ἁγίου Φιλίππου βαπτίσεως
τοῦ Αἰθίοπος Εὐνούχου.
Στίχοι
Ἀνὴρ ἐλέγχει τὴν παροιμίαν Σπάδων.
Λευκαίνεται γάρ, καὶ πεφυκὼς Αἰθίοψ.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἀνθοῦσα ἡ Νέα, τρίχινον ῥάκος ἐνδυθεῖσα
καὶ εἰς φρέαρ ῥιφθεῖσα, τελειοῦται.
Στίχοι
Ὁ μανδύας σοι πῖλος, ἡ πόρπη πέτρα·
Μεθ' ὧν ὑπῆλθες, Ἀνθοῦσα, βαθὺ φρέαρ.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου μάρτυρος Φανουρίου ἀναφανέντος
ἐν ἔτει 1500.
Στίχοι
Φανούριος φῶς πᾶσι πιστοῖς παρέχει,
Κἂν εἰς σκότος ἔκειτο τῆς γαίας μέγα.
Ταῖς τῶν Ἁγίων σου
πρεσβείαις Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ'
Παῖδες Ἑβραίων
Θείαις σχολάζων θεωρίαις, λαμπρυνόμενος ἀΰλοις θεαυγίαις,
καὶ ἡμέρας υἱός, καὶ φῶς τῶν ἐν σκότει, ὡς ἀληθῶς γεγένησαι, θεοφόρε εἰς αἰῶνας.
Ἤρθης πρὸς ὕψος ἀπαθείας,
μετὰ σώματος Ἀγγέλους ἐμιμήσω, Παραδείσου τρυφῆς, ἐγένου κληρονόμος, ἀναβοῶν
μακάριε· ὁ Θεὸς εὐλογητὸς εἶ.
Λάμπων ἀκτῖσιν ἀπαθείας, ἀπημαύρωσας δαιμόνων ἐπηρείας, καὶ
τῆς τούτων πολλούς, κακώσεως ἐρρύσω, ἀναβοῶντας Ὅσιε· ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Ἴδε ἣν ἔφησε Παρθένον,
ἐν τῷ Πνεύματι ὁ μέγας Ἡσαΐας, ἐν γαστρὶ τὸν Θεόν, συνέλαβε καὶ τίκτει· ᾧ μελῳδοῦντες
κράζομεν· ὁ Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η'
Τὸν ἄναρχον Βασιλέα
Ἀνύστακτον τῆς ψυχῆς
τὴν λαμπάδα, ἐλαίῳ σου τῶν ἀγώνων τηρήσας, εἰσῆλθες ἐν χαρᾷ, εἰς ἄφθαρτον νυμφῶνα,
καὶ ζῇς εἰς τοὺς αἰῶνας.
Οὐκ ἔσεισαν τῆς ψυχῆς σου τὸν πύργον, οἱ ἄνεμοι ἀκαθάρτων
πνευμάτων· ἐστήρικτο καὶ γάρ, τῆς πίστεως ἐν πέτρᾳ, παμμάκαρ θεοφόρε.
Τὸ δύσμορφον τῶν παθῶν ἐξεδύσω, χιτώνιον, ἐνεδύσω δὲ Πάτερ,
ὡραίαν τὴν στολήν, τῆς θείας ἀπαθείας, Χριστῷ συμβασιλεύων.
Θεοτοκίον
Ὡς ἔντιμον καὶ ὑπέρτατον
θρόνον, ὑπάρχουσαν τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὑμνήσωμεν λαοί, τὴν ἁγίαν Παρθένον, αὐτὴν
ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς
Τὸν ἄναρχον Βασιλεα τῆς δόξης, ὃν τρέμουσιν οὐρανῶν αἱ δυνάμεις,
καὶ φρίττουσι τῶν Ἀγγέλων αἱ τάξεις, ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας
τούς αἰῶνας.
Ὠδὴ θ'
Ἔφριξε πᾶσα ἀκοὴ
Ἔδυς μὲν οἷά περ ἀστήρ,
ἀπὸ κόσμου πρὸς Χριστὸν δὲ ἀνέτειλας, τὸν νοητὸν ἀληθῶς, δικαιοσύνης παμμάκαρ ἥλιον,
καὶ ὡς ἀκτῖνας τοῖς πιστοῖς, τὰς σὰς καταλέλοιπας, φωτοειδεῖς ἀρετάς, ἐλαυνούσας
τὴν ψυχῶν ἀμαυρότητα.
Τίμιος ἔναντι Θεοῦ, σοῦ ὁ θάνατος ἀοίδιμε γέγονε· καὶ γὰρ ὁσίως
ἐν γῇ, ἐπολιτεύσω τούτου προστάγματα, καὶ δικαίωμα Ποιμήν, τηρήσας ἀλώβητα· ὅθεν
ἀνέτειλεν, ὡς δικαίῳ σοι τὸ φῶς τὸ ἀνέσπερον.
Ταῖς θείαις Πάτερ καλλοναῖς, ἐνηδόμενος καὶ θέσει θεούμενος,
καὶ τῷ μεγάλῳ φωτί, πεφωτισμένος νῦν παριστάμενος, καὶ ἀκροτάτῳ ἐφετῷ, ἐγγίζων
τρανότερον, τῶν σὲ τιμώντων Ποιμήν, καὶ τελούντων σου τὴν μνήμην μνημόνευε.
Θεοτοκίον
Ἔπαυσας μόνη
γυναικῶν, τὴν ἀρὰν τῶν πρωτοπλάστων Θεόνυμφε, τὸν ἀπερίγραπτον, σαρκὶ τεκοῦσα
περιγραφόμενον, ἐκαινοτόμησας θεσμούς, φύσεως ἀμόλυντε, τὰ διεστῶτα τὸ πρίν,
παραδόξῳ μεσιτείᾳ σου ἥνωσας.
Ὁ Εἱρμὸς
Ἔφριξε πᾶσα ἀκοή,
τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος,
παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ
μεγαλύνομεν.
Ἐξαποστειλάριον
Τοῖς Μαθηταῖς συνέλθωμεν
Ὅλην σαφῶς δεξάμενος,
τὴν τρισήλιον αἴγλην, τῆς θεαρχίας πάνσοφε, νῦν Θεὸς χρηματίζεις, Θεοῦ τοῦ φύσει
μεθέξει, ὃν δυσώπει ῥυσθῆναι, κινδύνων τε καὶ θλίψεων, τοὺς τιμῶντάς σε Πάτερ,
καὶ τὴν σεπτήν, καὶ φωσφόρον μνήμην σου ἐκτελοῦντας, Ποιμὴν θεόφρον Ὅσιε, ἀσκητῶν
ὡραιότης.
Θεοτοκίον
Σὲ ὁ πατὴρ ᾑρέτισεν, ὡς πολύευκτον κρίνον, Θεοκυῆτορ πάναγνε,
διὰ Πνεύματος θείου, πρὸς τὴν Υἱοῦ κατοικίαν, ἀναμέσον εὑρών σε, τῶν ἀκανθῶν
πανάμωμε, ἀποστίλβουσαν κάλλει, παρθενικῷ· διὸ δὴ Θεόνυμφε σὲ ὑμνοῦμεν, καὶ πόθῳ
μακαρίζομεν, διὰ σοῦ οἱ σωθέντες.
Καὶ ἡ
λοιπὴ τοῦ Ὄρθρου ἀκολουθία, ὡς σύνηθες, καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου