ΑΥΓΟΥΣΤΟΥ
ΤΗ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τῆς ἀποτομῆς τῆς τιμιας Κεφαλῆς τοῦ ἁγίου, ἐνδόξου Προφήτου, Προδρόμου
καὶ Βαπτιστοῦ, Ἰωάννου.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὸν προοιμιακὸν ψαλμόν, στιχολογοῦμεν τὴν α' στάσιν
τοῦ, Μακάριος ἀνήρ.
Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν
Στιχηρὰ Ἰδιόμελα τέσσαρα, δευτεροῦντες τὰ δύο πρῶτα.
Ἦχος πλ. β'
Ἰωάννου Μοναχοῦ
Γενεθλίων τελουμένων, τοῦ ἀναιδεστάτου Ἡρῴδου, τῆς ἀσελγοῦς
ὀρχηστρίδος, ἐπληροῦτο ἡ διάθεσις τοῦ ὅρκου· τοῦ γὰρ Προδρόμου ἡ κεφαλὴ ἀποτμηθεῖσα,
ὡς ὀψώνιον ἐφέρετο, ἐπὶ πίνακι τοῖς ἀνακειμένοις. Ὢ συμποσίου μισητοῦ, ἀνοσιουργήματος
καὶ μιαιοφονίας πλήρους! Ἀλλ' ἡμεῖς τὸν Βαπτιστήν, ὡς ἐν γεννητοῖς γυναικῶν μείζονα,
ἐπαξίως τιμῶντες μακαρίζομεν.
Ὁ αὐτὸς
Ὠρχήσατο ἡ μαθήτρια,
τοῦ παμπονήρου διαβόλου, καὶ τὴν κεφαλήν σου Πρόδρομε, μισθὸν ἀφείλετο. Ὢ
συμποσίου πλήρους αἱμάτων! Εἴθε μὴ ὤμοσας Ἡρῴδη ἄνομε, ψεύδους ἔκγονε, εἰ δὲ καὶ
ὤμοσας, μὴ εὐώρκησας· κρεῖττον γὰρ ψευσάμενον ζωῆς ἐπιτυχεῖν, καὶ μὴ ἀληθεύσαντα,
τὴν κάραν τοῦ Προδρόμου ἀποτεμεῖν. Ἀλλ' ἡμεῖς τὸν Βαπτιστήν, ὡς ἐν γεννητοῖς
γυναικῶν μείζονα, ἐπαξίως τιμῶντες μακαρίζομεν.
Ὁ αὐτὸς
Οὐκ ἔδει σε ὦ Ἡρῴδη, τὸν τῆς μοιχείας ἔλεγχον, δι' ἔρωτα
σατανικόν, καὶ οἶστρον θηλυμανίας, θανάτῳ κατακρῖναι· οὐκ ἔδει σε τούτου τὴν πάντιμον
κάραν, παρανόμῳ γυναικί, δι' ὅρκον ὀρχήσεως, παραδοῦναι σφαλερῶς. Ὤ! πῶς ἐτόλμησας
τοιοῦτον φόνον τελέσαι; πῶς δὲ οὐ κατεφλέχθη ἡ ἀσελγὴς ὀρχήστρια, ἐν μέσῳ τοῦ
συμποσίου ἐπὶ πίνακι βαστάζουσα ταύτην; Ἀλλ' ἡμεῖς τὸν Βαπτιστήν, ὡς ἐν γεννητοῖς
γυναικῶν μείζονα, ἐπαξίως τιμῶντες μακαρίζομεν.
Ὁ αὐτὸς
Πάλιν Ἡρῳδιὰς μαίνεται, πάλιν ταράττεται. Ὢ ὄρχημα δόλιον,
καὶ πότος μετὰ δόλου! ὁ Βαπτιστὴς ἀπετέμνετο, καὶ Ἡρῴδης ἐταράττετο. Πρεσβείαις
Κύριε τοῦ σοῦ Προδρόμου, τὴν εἰρήνην παράσχου ταῖς ψυχαῖς ἡμῶν.
Δόξα...
Γενεθλίων τελουμένων, τοῦ ἀναιδεστάτου Ἡρῴδου, τῆς ἀσελγοῦς
ὀρχηστρίδος, ἐπληροῦτο ἡ διάθεσις τοῦ ὅρκου· τοῦ γὰρ Προδρόμου ἡ κεφαλὴ ἀποτμηθεῖσα,
ὡς ὀψώνιον ἐφέρετο, ἐπὶ πίνακι τοῖς ἀνακειμένοις. Ὢ συμποσίου μισητοῦ, ἀνοσιουργήματος
καὶ μιαιοφονίας πλήρους! Ἀλλ' ἡμεῖς τὸν Βαπτιστήν, ὡς ἐν γεννητοῖς γυναικῶν μείζονα,
ἐπαξίως τιμῶντες μακαρίζομεν.
Καὶ νῦν... Θεοτοκίον
Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου
τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ
σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος
ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως
γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας
καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. 40, 1 καὶ ἐκλογὴ)
Τάδε λέγει Κύριος· Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου,
λέγει ὁ Θεός. Οἱ Ἱερεῖς λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ. Παρακαλέσατε αὐτήν,
ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς· λέλυται γὰρ αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ
χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ. Ἑτοιμάσατε τὴν
ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν. Πᾶσα φάραγξ πληρωθήσεται,
καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ αἱ
τραχεῖαι εἰς ὁδοὺς λείας, καὶ ὄψεται πᾶσα σάρξ τὸ σωτήριον τοῦ Θεοῦ. Ἐπ' ὄρους ὑψηλοῦ
ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών, ὕψωσον ἐν ἰσχύϊ τὴν φωνήν σου ὁ εὐαγγελιζόμενος
Ἱερουσαλήμ, ὑψώσατε, μὴ φοβεῖσθε. Ἐγὼ Κύριος ὁ Θεός, ἐγὼ ἐπακούσομαι, ὁ Θεός, Ἰσραήλ,
καὶ οὐκ ἐγκαταλείψω αὐτούς, ἀλλὰ ἀνοίξω ἐκ τῶν ὀρέων ποταμούς, καὶ ἐν μέσῳ πεδίων
πηγάς. Ποιήσω τὴν ἔρημον εἰς ἕλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. Εὐφρανθήτω
ὁ οὐρανὸς ἄνωθεν, καὶ νεφέλαι ῥανάτωσαν δικαιοσύνην. Ἀνατειλάτω ἡ γῆ, καὶ
βλαστησάτω ἔλεος καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα. Φωνὴν εὐφροσύνης ἀναγγείλατε ἕως
ἐσχάτου τῆς γῆς, καὶ ἀκουστὸν γενέσθω τοῦτο. Λέγετε ὅτι ἐρρύσατο Κύριος τὸν δοῦλον
αὐτοῦ Ἰακώβ. Καὶ ἐὰν διψήσωσι δι' ἐρήμων, ἐξάξει αὐτοῖς ὕδωρ ἐκ πέτρας. Εὐφράνθητι
στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βοήθησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς
ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα.
Προφητείας Μαλαχίου τὸ ἀνάγνωσμα
(Κεφ. 3 & 4, ἐκλογὴ)
Τάδε λέγει Κύριος παντοκράτωρ· Ἰδοὺ ἐγὼ ἐξαποστελῶ τὸν Ἄγγελόν
μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. Καὶ ἥξει εἰς
τὸν ναόν ἑαυτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε. Καὶ τὶς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ;
ἢ τὶς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; Διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ ἐν
χωνευτηρίῳ καὶ ὡς πόα πλυνόντων. Καὶ καθιεῖται χωνεύων, καὶ καθαρίζων ὡς τὸ ἀργύριον
καὶ τὸ χρυσίον. Καὶ προσελεύσεται πρὸς ἡμᾶς ἐν κρίσει, καὶ ἔσται μάρτυς ταχύς ἐπὶ
τοὺς πονηρούς, καὶ ἐπὶ τὰς μοιχαλίδας, καὶ ἐπὶ τοὺς ὀμνύοντας τῷ ὀνόματι αὐτοῦ ἐπὶ
ψευδῆ, καὶ τοὺς μὴ φοβουμένους αὐτόν, λέγει Κύριος παντοκράτωρ. Διότι ἐγὼ Κύριος
ὁ Θεός, ὑμῶν, καὶ οὐκ ἡλλοίωμαι καὶ ὑμεῖς υἱοί, Ἰακὼβ ἐξεκλίνατε νόμιμα, καὶ οὐκ
ἐφυλάξατε. Διὰ τοῦτο ἐπιστρέψατε πρὸς με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος
παντοκράτωρ. Καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔθνη, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος, ἐπιβλέπων
ἀναμέσον δικαίου καὶ ἀναμέσον ἀνόμου, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ᾗ ἐγὼ ποιῶ εἰς περιποίησιν
τῶν ἀγαπώντων με. Ἐπίγνωτε οὖν, καὶ μνήσθητε τοῦ νόμου Μωσῆ τοῦ δούλου μου, καθότι
ἐνετειλάμην αὐτῷ ἐν Χωρήβ, πρὸς πάντα τὸν Ἰσραήλ, προστάγματα καὶ δικαιώματα.
Καὶ ἰδοὺ ἐγὼ ἀποστελῶ ὑμῖν Ἠλίαν τὸν Θεσβίτην, πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου
τὴν μεγάλην καὶ ἐπιφανῆ, ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱόν, καὶ καρδίαν
ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ, μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην, λέγει Κύριος παντοκράτωρ,
ὁ Θεός Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα
(Κεφ. 4, ἐκλογή, & 5, 17)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι ἐν ἀναπαύσει ἔσται. Κατακρινεῖ
δίκαιος ἀποθανὼν τοὺς ζῶντας ἀσεβεῖς· ὄψονται γὰρ τελευτὴν δικαίου, καὶ οὐ μὴ
συνήσουσι τὶ ἐβουλεύσαντο περὶ αὐτοῦ. Ὅτι ῥήξει Κύριος τοὺς ἀσεβεῖς ἀφώνους
πρηνεῖς, καὶ σαλεύσει αὐτοὺς ἐκ θεμελίων, καὶ ἕως ἐσχάτου χερσωθήσονται ἐν ὀδύνῃ,
καὶ ἡ μνήμη αὐτῶν ἀπολεῖται. Ἐλεύσονται γὰρ ἐν συλλογισμῷ ἁμαρτημάτων αὐτῶν
δειλοί, καὶ ἐλέγξει αὐτοὺς ἐξ ἐναντίας τὰ ἀνομήματα αὐτῶν. Τότε στήσεται ἐν
παρρησίᾳ πολλῇ ὁ δίκαιος κατὰ πρόσωπον τῶν θλιψάντων αὐτόν, καὶ τῶν ἀθετούντων
τοὺς πόνους αὐτοῦ, ἰδόντες ταραχθήσονται φόβῳ δεινῷ, καὶ ἐκστήσονται ἐπὶ τῷ
παραδόξῳ τῆς σωτηρίας αὐτοῦ. Ἐροῦσι γὰρ ἐν ἑαυτοῖς μετανοοῦντες καὶ διὰ στενοχωρίαν
στενάξουσι καὶ ἐροῦσιν. Οὗτος ἦν, ὃν ἔσχομεν ποτε εἰς γέλωτα καὶ εἰς παραβολὴν ὀνειδισμοῦ
οἱ ἄφρονες; Τὸν βίον αὐτοῦ ἐλογισάμεθα μανίαν, καὶ τὴν τελευτὴν αὐτοῦ ἄτιμον. Πῶς
δὲ κατελογίσθη ἐν υἱοῖς Θεοῦ, καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτοῦ ἐστιν. Ἄρα ἐπλανήθημεν
ἀπὸ ὁδοῦ ἀληθείας, καὶ τὸ τῆς δικαιοσύνης φῶς οὐκ ἐπέλαμψεν ἡμῖν, καὶ ὁ ἥλιος οὐκ
ἀνέτειλεν ἡμῖν. Ἀνομίας ἐνεπλήσθημεν τρίβους καὶ ἀπωλείας, καὶ ὡδεύσαμεν τρίβους
ἀβάτους, τὴν δὲ ὁδὸν Κυρίου οὐκ ἔγνωμεν.
Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα.
Ἦχος α'
Γερμανοῦ Πατριάρχου
Τὶ σε καλέσωμεν Προφῆτα; Ἄγγελον, Ἀπόστολον, ἢ Μάρτυρα; Ἄγγελον,
ὅτι ὡς ἀσώματος διήγαγες, Ἀπόστολον, ὅτι ἐμαθήτευσας τὰ ἔθνη, Μάρτυρα δέ, ὅτι
σοῦ ἡ κεφαλὴ ὑπὲρ Χριστοῦ ἐτμήθη. Αὐτὸν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ αὐτὸς
Τῆς ἀποτμηθείσης κεφαλῆς τοῦ Προδρόμου, τὰ μνημόσυνα τελέσωμεν,
ποτὲ μὲν ἐπὶ πίνακι ἐκβλυζούσης αἵματα, νυνὶ δὲ ἐν τοῖς πέρασι προχεούσης ἰάματα.
Ὁ αὐτὸς
Σήμερον ἡ ἀνοσιουργότροπος μήτηρ τοῦ φόνου, τὴν ἐξ ἀνόμου
συμπλοκῆς, αὐτῆς πανασελγῆ θυγατέρα. Κατὰ τοῦ πάντων τῶν Προφητῶν, θεοπροκρίτου
μείζονος, φονοτρόπῳ συμβουλῇ ἐσκευώρητο. Τοῦ γὰρ ἐχθίστου Ἡρῴδου τελοῦντος συμπόσιον
τοῦ Ἑαυτοῦ ἀθεμίτου γενεθλίου, μεθ' ὅρκου αἰτήσασθαι παρεσκεύασε, τὴν θαυματόβρυτον
τοῦ θεοκήρυκος τιμίαν κεφαλήν, ὃ καὶ τετέλεκεν ὁ παράφρων, θυμελικοῦ ὀρχήματος
δοὺς αὐτὴν ἀντίμισθον, εὐορκίας χάριν, ὅμως οὐκ ἐπαύσατο ὁ μύστης τῆς Χριστοῦ
παρουσίας, τὴν θεοστυγῆ μίξιν αὐτῶν, καὶ μετὰ τὸ τέλος στηλιτεύειν, ἀλλ' ἐλέγχων
ἐβόα· Οὐκ ἔξεστί σοι, λέγων, μοιχεύειν τοῦ ἀδελφοῦ σου Φιλίππου τὴν γυναῖκα. Ὢ
γενεθλίου προφητοκτόνου, καὶ αἱμάτων γέμοντος συμποσίου! Ἡμεῖς δὲ εὐσεβοφρόνως,
ἐν τῇ ἀποτομῇ τοῦ Προδρόμου, λευχειμονοῦντες ἑορτάσωμεν, ὡς ἐν εὐσήμῳ ἡμέρᾳ ἀγαλλιώμενοι,
καὶ αἰτησώμεθα τοῦτον, ἐξευμενίσαι τὴν Τριάδα, τῶν παθῶν τῆς ἀτιμίας ῥύσασθαι ἡμᾶς,
καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Ἦχος πλ. α'
Ἰωάννου Μοναχοῦ
Τῆς ἀνόμου πράξεως, τοὺς ἐλέγχους ἐκφυγεῖν ὁ Ἡρῴδης
βουληθείς, τὴν κεφαλήν σου Πρόδρομε, παρανόμῳ γυναικὶ παρεδίδου σφαλερῶς· οὐ γὰρ
ἐπέγνω ὁ δείλαιος στηλιτεύων ἑαυτόν, ἐπὶ δίσκου περιφέρων αὐτήν. Ἀλλ' ὡς ἁγνείας
πρακτικὸς διδάσκαλος, καὶ μετανοίας ὁδηγὸς σωτήριος, πρέσβευε Βαπτιστὰ τῷ Χριστῷ,
ἐκ τῶν παθῶν τῆς ἀτιμίας λυτρώσασθαι ἡμᾶς.
Καὶ νῦν... Θεοτοκίον
Μακαρίζομέν σε, Θεοτόκε παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ
κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν,
καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρά, Ἰδιόμελα.
Ἦχος β'
Τῆς μετανοίας ὁ κήρυξ, Ἰωάννη Βαπτιστά, ἐκτμηθείς σου τὴν
κάραν, τήν, γῆν ἡγίασας, ὅτι τὸν νόμον τοῦ Θεοῦ τοῖς πιστοῖς ἐτράνωσας, καὶ παρανομίαν
ἐξηφάνισας. Ὡς παρεστηκὼς τῷ θρόνῳ τοῦ ἐπουρανίου Βασιλέως Χριστοῦ, αὐτὸν ἱκέτευε,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Στίχ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Διὰ τὸν νόμον Κυρίου, τὴν κεφαλὴν ἀπετμήθης, ὦ πανάγιε Ἰωάννη.
Ἤλεγξας βασιλέα δυσσεβῆ παρανομήσαντα, παρρησίᾳ, ἀμέμπτῳ· διὸ θαυμάζουσί σε
στρατιαὶ τῶν Ἀγγέλων, δοξάζουσί σε χοροὶ τῶν Ἀποστόλων καὶ Μαρτύρων, τιμῶμέν
σου καὶ ἡμεῖς τὴν ἐτήσιον μνήμην πανένδοξε, δοξάζοντες τὴν Ἁγίαν Τριάδα, τὴν σὲ
στεφανώσασαν Πρόδρομε μακάριε.
Στίχ. Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ, καὶ ἐλπιεῖ ἐπ' αὐτὸν καὶ ἐπαινεσθήσονται πάντες
οἱ εὐθεῖς τῇ καρδίᾳ.
Ὁ ἐκ Προφήτου Προφήτης,
καὶ μείζων Προφητῶν γενόμενος, ἐκ κοιλίας μητρὸς ὁ ἡγιασμένος, εἰς ὑπουργίαν
Κυρίου, σήμερον ὑπ' ἀνόμου βασιλέως, τὴν κάραν ἀπετμήθη, καὶ τὴν ἀσέμνως ὀρχησαμένην
κόρην, τρανῶς καὶ πρὸ τῆς ἐκτομῆς, καὶ μετὰ τὴν ἐκτομὴν διελέγξας, ᾔσχυνε τῆς ἁμαρτίας
τὴν φάλαγγα· καὶ διὰ τοῦτο βοῶμεν, Βαπτιστὰ Ἰωάννη, ὡς ἔχων παρρησίαν, ἐκτενῶς ἱκέτευε,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Ἦχος πλ. δ'
Πρόδρομε τοῦ Σωτῆρος, σὺ βασιλεῖς ἤλεγξας, παρανομίαν μὴ ἐργάζεσθαι,
διὸ παίγνιον ἀνόμου γυναικός, ἔπεισε τὸν Ἡρῴδην ἀποτεμεῖν σου τὴν κεφαλήν· καὶ
διὰ τοῦτο ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, αἰνετὸν τὸ ὄνομά σου. Παρρησίαν ἔχων
πρὸς Κύριον, ἐκτενῶς ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Ἀνύμφευτε Παρθένε,
ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν
παρακλήσεις δέχου πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς
ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Ἀπολυτίκιον Ἦχος β'
Μνήμη Δικαίου μέτ' ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης
γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν
κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν Ἅδῃ,
Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν
τὸ μέγα ἔλεος.
Θεοτοκίον
Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια,
τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν
τεκοῦσα ἀληθινόν. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ Ἀπόλυσις
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν
Κάθισμα Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον
Τὸν μεσίτην συμφώνως νόμου καὶ χάριτος, οἱ πιστοὶ συνελθόντες
ἀνευφημήσωμεν, ὅτι μετάνοιαν ἡμῖν προεκήρυξε, καὶ Ἡρῴδην ἐμφανῶς, στηλιτεύσας εὐθαρσῶς,
τήν κάραν αὐτοῦ ἐτμήθη, καὶ ἄρτι ζῶν μετ' Ἀγγέλων, Χριστῷ πρεσβεύει τοῦ σωθῆναι
ἡμᾶς.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἐξαίσιον θαῦμα τὸ τῆς συλλήψεως, καὶ ὁ ἄφραστος τόκος ὁ
τῆς λοχείας σου, ἐν σοὶ ἐγνώρισται ἁγνὴ Ἀειπάρθενε, καταπλήττει μου τὸν νοῦν,
καὶ ἐξιστᾷ τόν λογισμόν, ἡ δόξα σου Θεοτόκε, τοῖς πάσιν ἐφαπλουμένη, πρὸς σωτηρίαν
τῶν ψυχῶν ἡμῶν.
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον
Τὸν ἐκ μήτρας Προφήτην ἀναδειχθέντα ἡμῖν, καὶ ἐκ στείρας
φωστῆρα τῇ οἰκουμένῃ φαιδρῶς, προελθόντα ἐν ᾠδαῖς ἀνυμνήσωμεν, τοῦ Χριστοῦ τὸν
Βαπτιστήν, καὶ νικηφόρον ἀθλητήν, τὸν Πρόδρομον Ἰωάννην· πρεσβεύει γὰρ τῷ Κυρίῳ,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὴν ταχεῖάν σου σκέπην καὶ τὴν βοήθειαν. Καὶ τὸ ἔλεος δεῖξον
ἐπὶ τὸν δούλόν σου, καὶ τὰ κύματα ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν, καὶ τὴν
πεσοῦσάν μου ψυχήν, ἀνάστησον Θεοτόκε· οἶδα γὰρ οἶδα Παρθένε, ὅτι ἰσχύεις ὅσα
καὶ βούλοιο.
Μετὰ δὲ τὸν Πολυέλεον
Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
Ἐκ τῆς στείρας ἐκλάμψας
ψήφῳ Θεοῦ, καὶ δεσμὰ διαρρήξας γλώσσης πατρός, ἔδειξας τὸν ἥλιον, ἑωσφόρον αὐγάζοντα,
καὶ λαοῖς ἐν ἐρήμῳ, τὸν Κτίστην ἐκήρυξας, τὸν ἀμνὸν τὸν αἴροντα, τοῦ κόσμου τὰ
πταίσματα· ὅθεν καὶ πρὸς ζῆλον, βασιλέα ἐλέγξας, τὴν ἔνδοξον κάραν σου, ἀπετμήθης
ἀοίδιμε, Ἰωάννη πανεύφημε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι,
τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Παναγία Παρθένε Μήτηρ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά,
θεράπευσον, δέομαι, καὶ συγγνώμην παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν
ἔπραξα, καὶ τὸ σῶμα, μολύνας τὴν ψυχὴν ὁ ἄθλιος. Οἴμοι! τὶ ποιήσω, ἐν ἐκείνῃ τῇ
ὥρᾳ, ἡνίκα οἱ Ἄγγελοι, τὴν ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος; Τότε
Δέσποινα βοήθειά μου γενοῦ, καὶ προστάτης θερμότατος· σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός
σου ἄχραντε.
Οἱ Ἀναβαθμοί, τὸ α’ Ἀντίφωνον
τοῦ δ’ Ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)
Δόξα...
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.
Προκείμενον Ἦχος δ'
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχ. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Κεφ. 14: 1-13
Τῷ καιρῷ ἐκείνῳ, ἤκουσεν
῾Ηρῴδης ὁ Τετράρχης τὴν ἀκοὴν ᾿Ιησοῦ, καὶ εἶπε τοῖς παισὶν αὐτοῦ· οὗτός ἐστιν ᾿Ιωάννης
ὁ Βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν
αὐτῷ. Ὁ γὰρ ῾Ηρῴδης κρατήσας τὸν ᾿Ιωάννην, ἔδησεν αὐτὸν, καὶ ἔθετο ἐν φυλακῇ,
διὰ ῾Ηρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. Ἔλεγε γὰρ αὐτῷ ὁ ᾿Ιωάννης·
οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. Καὶ θέλων αὐτὸν ἀποκτεῖναι, ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς
προφήτην αὐτὸν εἶχον. Γενεσίων δὲ ἀγομένων τοῦ ῾Ηρῴδου, ὠρχήσατο ἡ θυγάτηρ τῆς ῾Ηρῳδιάδος
ἐν τῷ μέσῳ, καὶ ἤρεσε τῷ ῾Ηρῴδῃ· ὅθεν μεθ᾿ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται.
Ἡ δέ, προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, Δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν
κεφαλὴν ᾿Ιωάννου τοῦ Βαπτιστοῦ. Καὶ ἐλυπήθη ὁ βασιλεύς, διὰ δὲ τοὺς ὅρκους καὶ
τοὺς συνανακειμένους, ἐκέλευσε δοθῆναι. Καὶ πέμψας ἀπεκεφάλισε τὸν ᾿Ιωάννην ἐν
τῇ φυλακῇ. Καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι, καὶ ἐδόθη τῷ κορασίῳ· καὶ ἤνεγκε
τῇ μητρὶ αὐτῆς. Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ, ἦραν τὸ σῶμα, καὶ ἔθαψαν αὐτό·
καὶ ἐλθόντες ἀπήγγειλαν τῷ ᾿Ιησοῦ. Καὶ ἀκούσας ὁ ᾿Ιησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν
πλοίῳ εἰς ἔρημον τόπον κατ᾿ ἰδίαν. Καὶ ἀκούσαντες οἱ ὄχλοι, ἠκολούθησαν αὐτῷ
πεζῇ ἀπὸ τῶν πόλεων.
Ν’ Ψαλμός χύμα.
Ἐλέησόν με,
ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ
ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν
με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις
σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις
ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς
σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται
ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς
ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς
ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά
σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ
πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ
ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται
ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου
ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ
Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω
τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα·
τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα...
Τοῖς τοῦ σοῦ Προδρόμου...
Καὶ νῦν...
Ταῖς τῆς Θεοτόκου...
Στίχ. Ἐλέησόν με ὁ Θεός...
Τὸ Στιχηρὸν Ἰδιόμελον
Ἦχος β'
Τῆς μετανοίας ὁ κήρυξ, Ἰωάννη Βαπτιστά, ἐκτμηθείς σου τὴν
κάραν, τήν, γῆν ἡγίασας, ὅτι τὸν νόμον τοῦ Θεοῦ τοῖς πιστοῖς ἐτράνωσας, καὶ
παρανομίαν ἐξηφάνισας. Ὡς παρεστηκὼς τῷ θρόνῳ τοῦ ἐπουρανίου Βασιλέως Χριστοῦ,
αὐτὸν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Μετὰ τοῦτο ψάλλονται οἱ Κανόνες, ὁ τῆς Θεοτόκου εἰς ς' καὶ
τοῦ Ἁγίου οἱ δύο παρόντες εἰς η' Κανὼν πρῶτος τοῦ Ἁγίου.
Ποίημα Ἰωάννου Μοναχοῦ.
Ὠδὴ α' Ἦχος πλ. δ'
Ὑγρὰν διοδεύσας
Τὸν ἀπὸ νηδύος στειρωτικῆς, φανέντα Προφήτην, τοῦ ἐκ μήτρας
παρθενικῆς, κυοφορηθέντος ἀπορρήτως, τὸν ἱερὸν ἀνυμνήσωμεν Πρόδρομον.
Τοὺς ὅρους τῆς φύσεως ὑπερβάς, τῆς δικαιοσύνης, συνετήρησας
τοὺς θεσμούς, παράνομον μίξιν διελέγχων, μὴ δεδοικὼς βασιλέων θρασύτητα.
Τοῦ νόμου τῷ γάλακτι ἐκτραφείς, τὴν νομοθεσίαν, συναφείας
τῆς νομικῆς, ὡς νόμου σφραγὶς ἐπισφραγίζων, ἀντικατέστης πρὸς μῖσος ἀκόλαστον.
Θεοτοκίον
Τάξεις σε Ἀγγέλων καὶ τῶν βροτῶν, ἀνύμφευτε Μῆτερ, εὐφημοῦσιν
ἀνελλιπῶς· τὸν Κτίστην γὰρ τούτων ὥσπερ βρέφος, ἐν ταῖς ἀγκάλαις σου ἐβάστασας.
Κανὼν δεύτερος
Ἦχος πλ. δ'
Τὸν Ἰσραὴλ ἐκ δουλείας
Τὸν ὑπὲρ πάντας ἀνθρώπους, μαρτυρηθέντα ὑπὸ Χριστοῦ, ὡς Πρόδρομον
καὶ φίλον αὐτοῦ, Ἰωάννην ἅπαντες, τὸν θεῖον εὐφημήσωμεν.
Τὸν τῆς ἐρήμου πολίτην, καὶ τῶν Ἀγγέλων σύσκηνον, τὸ καύχημα
τοῦ νέου λαοῦ, Ἰωάννην ἅπαντες, τὸν θεῖον εὐφημήσωμεν.
Ἐπὶ τῇ μνήμῃ τοῦ
Προδρόμου, ἀγγελικῶς χορεύσωμεν, καὶ τῷ Χριστῷ βοήσωμεν· Αὐτοῦ ταῖς ἱκεσίαις
Χριστέ, εἰρήνευσον τὸν κόσμον σου.
Θεοτοκίον
Διὰ παντὸς Θεοτόκε, τὸν ἐκ σοῦ ἱκέτευε, ἀρρήτῳ λόγῳ σαρκωθέντα
Θεόν, πάσης περιστάσεως, λυτρώσασθαι τοὺς δούλους σου.
Καταβασία
Σταυρὸν χαράξας Μωσῆς, ἐπ' εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε,
τῷ Ἰσραὴλ πεζεύσαντι, τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν,
ἐπ' εὔρους διαγράψας τὸ ἀήττητον ὅπλον. Διὸ Χριστῷ ᾄσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Ὠδὴ γ'
Σὺ εἶ τὸ στερέωμα
Πανάσεμνον κόριον, τοῦ μεθυσμοῦ πλησθὲν ἔφησε· Δὸς μοι,
τανῦν, κάραν Ἰωάννου, ὦ Ἡρῴδη ἐν πίνακι.
Ἡ παῖς ἐξωρχήσατο,
καὶ ὡς παράνομον τέρψασα, τὸν Ἡρῴδην, πρὸς φόνον ἀνθέλκει, τοῦ Προδρόμου καὶ κήρυκος.
Ὢ σῆς ἀθλιότητος, Ἡρῴδη
ἄφρον καὶ ἄνομε! ποίᾳ τόλμῃ, κόρης ἀσελγούσης, φόνον ἄδικον ἔπραξας;
Θεοτοκίον
Δὸς ἡμῖν βοήθειαν, ταῖς ἱκεσίαις σου Πάναγνε, τὰς προσβολάς,
ἀποκρουομένη, τῶν δεινῶν περιστάσεων.
Ἕτερος
Οὐρανίας ἁψῖδος
Παλαιὰς ὡς μεσίτης, καὶ τῆς Καινῆς Πρόδρομος, εὐαγγελικῶν
κηρυγμάτων σὺ προϊστάμενος, μίξιν παράνομον, τυραννικὴν διελέγξας, εὐκλεῶς τὸν
θάνατον χαίρων διήνυσας.
Ἐκ μητρὸς παρανόμου,
προβιβασθὲν κόριον, ἐκβεβακχευμένον τῇ μέθῃ, Ἡρῴδη ἔφησε· Δὸς ἐπὶ πίνακι, τὴν κεφαλὴν
Ἰωάννου, τῇ μητρὶ χαρίσασθαι, δῶρον ποθούμενον.
Τοὺς ἐλέγχους μὴ φέρων, ὁ ἀναιδὴς τύραννος, τῆς θεοφρουρήτου
σου γλώττης, ἔνδοξε Πρόδρομε· κόρῃ προδίδωσι, θυμελικῶν ὀρχημάτων, τὴν σεπτήν
σου ἔπαθλον, κάραν ἀοίδιμε.
Θεοτοκίον
Ἐνοικήσας Παρθένῳ,
σωματικῶς Κύριε, ὤφθης τοῖς ἀνθρώποις, ὡς ἔπρεπε θεαθῆναί σε, ἣν καὶ ἀνέδειξας,
ὡς ἀληθῆ Θεοτόκον, καὶ πιστῶν βοήθειαν, μόνε φιλάνθρωπε.
Καταβασία
Ῥάβδος εἰς τύπον
τοῦ μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα, τῇ στει ῥευούσῃ
δὲ πρῴην, Ἐκκλησία νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.
Κάθισμα Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ
Τὸν Πρόδρομον Χριστοῦ, Βαπτιστὴν καὶ Προφήτην, τιμήσωμεν
πιστοί, καθαρῷ συνειδότι, ὡς ἔνδοξον κήρυκα, μετανοίας διδάσκαλον, καὶ ὡς μάρτυρα,
παναληθῆ τοῦ Σωτῆρος· τὴν γὰρ ἄνοιαν, τὴν τοῦ Ἡρῴδου ἐλέγξας, τὴν κάραν ἐκτέμνεται.
Δόξα... Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ
Νῦν ἐπέφανεν ἡμῖν, ὁ τοῦ Σωτῆρος Βαπτιστής, καὶ εὐφραίνει
νοητῶς, τὰς διανοίας τῶν πιστῶν, τὸ τῆς ἐρήμου καλλώπισμα, καὶ Προφητῶν ἡ σφραγίς·
ὅθεν τοῦ Χριστοῦ ἐδείχθη Πρόδρομος, καὶ μάρτυς ἀψευδής, τῆς παρουσίας αὐτοῦ·
Πνευματικοῖς οὖν ᾄσμασι συμφώνως, τῷ Ἰωάννῃ βοήσωμεν· Προφήτα κήρυξ, τῆς ἀληθείας,
πρέσβευε τοῦ σωθῆναι ἡμᾶς.
Καὶ νῦν... Θεοτοκίον
Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ μυστήριον τῆς
σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς
βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχήν, ὁ προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν,
ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι; καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσιν.
Ὠδὴ δ'
Σύ μου ἰσχὺς Κύριε
Οὐκ ἐνεγκών, τὸ τῶν ἐλέγχων ἀπότομον, ὁ τοῦ νόμου, ταῖς
ποιναῖς ὑπεύθυνος, οὐ παρρησίαν θεοσεβῆ, ὁ ταῖς ἀσελγείαις τῶν ἡδονῶν συμφυρόμενος,
δεσμήσας συνετήρει, τὸν ἀΰλως τοῖς ἄνω, πρὸ τοῦ τέλους χοροῖς συναπτόμενον.
Ψυχοβλαβῆ, μέθην καὶ οἶστρον ἀκόλαστον, ἐκνοσήσας, ἔκδοτος
ὁ δείλαιος, τοῖς χορικοῖς, κρότοις τῶν ποδῶν, ἀποδεδειγμένος, φονεὺς Προφήτου
γεγένηται· συνέλαβε γὰρ μέθην, ἀσωτίας μητέρα, καὶ δεινὴν ἀνομίαν ἀπέτεκεν.
Ὄντως ἐν σοί, οὐ
διεψεύσθη ἡ θεία φωνή, τῶν Προφητῶν· σὺ γὰρ πέλεις περισσότερος, ὡς προφητείαις
ἀξιωθείς, ἐξ αὐτῆς νηδύος, ἐν ἀτελεῖ τῷ τοῦ σώματος, καὶ τὸν προφητευθέντα, ὑπὸ
σοῦ Θεὸν Λόγον, καὶ ἰδὼν καὶ βαπτίσας ἐν σώματι.
Θεοτοκίον
Σὺ τῶν πιστῶν, καύχημα πέλεις ἀνύμφευτε, σὺ προστάτις, σὺ
καὶ καταφύγιον, Χριστιανῶν τεῖχος καὶ λιμήν· πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις
Πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνὴν σε γινώσκοντας.
Ἕτερος
Ἐξ ὄρους κατασκίου
Οὐκ ἔφερε τοὺς σοὺς ἐλέγχους ὁ Ἡρῴδης, θεράπον τοῦ Χριστοῦ,
παμμάκαρ, Ἰωάννη· ὅθεν ὁπλίζει τὸν ἄδικον πρὸς σὲ φόνον, οὐκ αἰδεσθείς σου τὸ
σεβάσμιον.
Οἴστρῳ καὶ τῇ μέθῃ, ὁμοῦ βεβακχευμένος, ὁ ἄδικος βασιλεύς,
σὲ παμμάκαρ παρανόμως, θανατηφόρῳ ἀπάγει ψήφῳ Προφῆτα, οὐκ αἰδεσθείς σου τὸ σεβάσμιον.
Τῆς κόρης ὁ δεινός, ὑπαχθεὶς τοῖς λόγοις, Ἡρῴδης δυσσεβής,
τῇ μοιχαλίδι δῶρον τὴν κεφαλήν σου, Προφῆτα ὄντως περέχει, ἀφ' ἧς πηγάζεις χάριν
πᾶσιν ἡμῖν.
Θεοτοκίον
Χαίροις παρ᾽ ἡμῶν, ἁγία Θεοτόκε,
χαῖρε ἡ χαράν, κυήσασα τῷ κόσμῳ, χαῖρε ἡ μόνη ἀντίληψις τῶν ἀνθρώπων, εὐλογημένη
Θεοτόκε ἁγνή.
Καταβασία
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα
τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.
Ὠδὴ ε'
Ἵνα τὶ με ἀπώσω
Μητρικαῖς ὑποθήκαις, ἆθλον τῆς ὀρχήσεως τῆς κακοδαίμονος,
τῆς ὠμῆς λεαίνης, ὁ ὠμότερος σκύμνος ᾐτήσατο, ἣν καὶ θῆρες πάντες, ἐν ἐρημίαις
ηὐλαβοῦντο, κεφαλήν τοῦ Προδρόμου καὶ κήρυκος.
Ὢ τῶν σῶν ἀνεφίκτων,
καὶ ἀκαταλήπτων κριμάτων φιλάνθρωπε! ὅτι τοῦ ἐκ μήτρας, πεφηνότος δοχεῖον τοῦ
Πνεύματος, καὶ συναυξηθέντος, τῇ σωφροσύνῃ καὶ ἁγνείᾳ, ἀσελγές, κατωρχήσατο κόριον.
Προσφιλὲς καὶ οἰκεῖον, τῷ τὴν συζυγίαν τὴν ἄσεμνον στέργοντι,
γενεσίων πότοις, καὶ Προφήτου συνάψαι ἀναίρεσιν, καὶ κρατῆρα πλήρη, προφητικῶν
τοῖς φιληδόνοις, καὶ ἁγίων αἱμάτων κεράσασθαι.
Θεοτοκίον
Μητρικὴν παρρησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε,
συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ
πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.
Ἕτερος
Ὀρθρίζοντες βοῶμέν σοι
Ὀρχήσεως ἐδίδοτο μίσθωμα,
δι' ἀπάτης, τῇ κόρῃ ἐν πίνακι, Προδρόμου κάρα, ὢ ἄνοια!
Τῷ λύθρῳ σταζομένης τῆς κάρας σου, Θεοκήρυξ, μοιχαλὶς ἐτέρπετο,
φρονοῦσα μέγα, ὢ ἄνοια!
Σιγᾶν σου μὲν τὴν γλώτταν ὑπέλαβεν, ὁ Ἡρῴδης, ἡ δὲ καὶ σιγήσασα,
πλέον ἐλέγχει πανεύφημε.
Θεοτοκίον
Παρθένον μετὰ τόκον ὑμνοῦμέν σε, Θεοτόκε· σὺ γὰρ τὸν Θεὸν
Λόγον, σαρκὶ τῷ κόσμῳ ἐκύησας.
Καταβασία
Ὦ τρισμακάριστον ξύλον!
ἐν ᾧ ἐτάθῃ Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος, δι' οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν
σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς
ἡμῶν.
Ὠδὴ ς'
Ἱλάσθητί μοι Σωτὴρ
Τοῦ νόμου τῶν ἐντολῶν, προκινδυνεύων μακάριε, ἐλέγχοις
παιδαγωγεῖς, τὸν παρανομήσαντα· οὐ γὰρ ἔφυς κάλαμος, δυσμενῶν πνευμάτων, ῥιπιζόμενος
προσπνεύσεσι.
Τῷ λύθρῳ τῷ τῆς σφαγῆς, ἡ κεφαλὴ σταζομένη, ἠνέχθη τῶν
πορνικῶν ἀγώνων εἰς μίσθωμα, Ἡρῴδην ἐλέγχουσα, καὶ μετὰ τὸ τέλος, ὡς τὴν φύσιν
συνθολώσαντα.
Ἐρήμους περιπολῶν,
θριξὶ καμήλου σκεπόμενος, τὰς μὲν ὡς φωτολαμπές, κατῴκεις ἀνάκτορον, τὰς δὲ ὡς
βασίλειον, περιφέρων κόσμον, σῶν παθῶν κατεβασίλευσας.
Θεοτοκίον
Ῥυσθείημεν τῶν
δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν πάναγνε, τῆς
θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.
Ἕτερος
Χιτῶνά μοι παράσχου
Ἐπήγασας τῷ πλήθει
τῶν πιστῶν, Ἰωάννη ἔνδοξε, θεῖα διδάγματα, τὸν ἀμνὸν τὸν τοῦ Θεοῦ καταγγείλας ἡμῖν.
Σεμνότητος καὶ βίου ἀκριβοῦς, ἀψευδὲς ὑπόδειγμα, μέμνησο
Πρόδρομε, τῶν ὑμνούντων σε Χριστῷ παριστάμενος.
Πρεσβείαις σου Προφῆτα τοῦ Χριστοῦ, Βαπτιστὰ καὶ Πρόδρομε,
κόσμον εἰρήνευσον, διασῴζων ἐκ κινδύνων τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἡ μόνη διὰ λόγου ἐν
γαστρί, τὸν Λόγον κυήσασα, ῥῦσαι δεόμεθα, τῶν παγίδων τοῦ ἐχθροῦ τὰς ψυχὰς ἡμῶν.
Καταβασία
Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας, Ἰωνᾶς, σταυροειδῶς
διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς. Ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον
Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει
τὸν κόσμον φωτίσαντος.
Κοντάκιον Ἦχος πλ. α'
Ἡ τοῦ Προδρόμου ἔνδοξος
ἀποτομή, οἰκονομία γέγονέ τις θεϊκή, ἵνα καὶ τοῖς ἐν ᾍδῃ τοῦ Σωτῆρος κηρύξῃ τὴν
ἔλευσιν· θρηνείτω οὖν Ἡρῳδιάς, ἄνομον φόνον αἰτήσασα· οὐ νόμον γὰρ τὸν τοῦ Θεοῦ,
οὐ ζῶντα αἰῶνα ἠγάπησεν, ἀλλ' ἐπίπλαστον πρόσκαιρον.
Ὁ Οἶκος
Τὰ γενέσιια τοῦ Ἡρῴδου πᾶσιν ἐφάνησαν ἀνόσια, ὅτι ἐν μέσῳ
τῶν τρυφώντων, ἡ κεφαλὴ τοῦ νηστεύοντος παρετέθη ὥσπερ ἔδεσμα, τῇ χαρᾷ συνήφθη
λύπη, καὶ τῷ γέλωτι ἐκράθη πικρὸς ὀδυρμός, ὅτι τὴν κάραν τοῦ Βαπτιστοῦ πίνακι φέρουσα,
ἐπὶ πάντων εἰσῆλθεν, ὡς εἶπεν, ἡ παῖς· καὶ διὰ οἶστρον, θρῆνος ἐπέπεσε πᾶσι τοῖς
ἀριστήσασι τότε σὺν τῷ βασιλεῖ· οὐ γὰρ ἔτερψεν ἐκείνους, οὔτε Ἡρῴδην αὐτόν, φησί,
καὶ ἐλυπήθησαν λύπην οὐκ ἀληθινήν, ἀλλ' ἐπίπλαστον πρόσκαιρον.
Συναξάριον
Τῇ Κθ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς ἀποτομῆς τῆς τιμίας
κεφαλῆς τοῦ ἁγίου ἐνδόξου Προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.
Στίχοι
Τέμνει κεφαλὴν χεὶρ μιαιφόνος ξίφει,
Τοῦ χεῖρα θέντος εἰς κεφαλὴν Κυρίου.
Εἰκάδι ἀμφ' ἐνάτῃ Προδρόμου τάμεν αὐχένα χαλκός.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ὁσίας Θεοδώρας τῆς ἐν Θεσσαλονίκῃ,
τῆς ἐξ Αἰγίνης καταγομένης.
Ταῖς τοῦ σοῦ Προδρόμου Χριστὲ πρεσβείαις, ἐλέησον καὶ σῶσον
ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ'
Θεοῦ συγκατάβασιν
Ἀκόλαστον ὄρεξιν,
δεινήν τε μέθην καθοπλισάμενος, προσβαλὼν κατερράγης, πρὸς ἐγκρατείας πύργον ἀκλόνητον,
καὶ σωφροσύνης πρὸς πόλιν ἀπόρθητον, τὸν τοῦ Χριστοῦ Βαπτιστήν, Ἡρῴδη ἄνομε.
Οὐκ ἔφριξε Πρόδρομε, οὐ συνεστάλη οὐ κατενάρκησεν, ἡ
μεμαθητευμένη τῷ διαβόλῳ, τὴν σὴν προσφέρουσα, τιμίαν κάραν, ἀναιδῶς ἐν πίνακι,
προβιβασμοῖς μητρικοῖς, ἐκμοχλευθεῖσα τὸν νοῦν.
Ὡς λύχνος προέλαμψας, προαπεστάλης δὲ ὥσπερ Ἄγγελος, ὡς
Προφήτης κηρύττεις, ἀμνὸν Θεοῦ τὸν φανέντα Χριστόν, ὡς μάρτυς ξίφει κεφαλὴν ἐκτέτμησαι,
προκαταγγέλλων αὐτόν, καὶ τοῖς ἐν Ἅδῃ νεκροῖς.
Θεοτοκίον
Ῥυσθέντες τῷ τόκῳ
σου, τῆς καταδίκης τοῦ πάλαι πτώματος, τὴν φανεῖσαν αἰτίαν, ἐλευθερίας σὲ
Μητροπάρθενε, σὺν τῷ Υἱῶ σου τῷ δόντι ἀντίλυτρον, ὑπὲρ ἡμῶν ἑαυτὸν ἀεὶ δοξάζομεν.
Ἕτερος
Παῖδες Ἑβραίων
Δοῦλος Δεσπότου παρουσίαν, ἑωσφόρος τε ἥλιον προμηνύων, Ἰωάννης
εἰς Ἅδου, ἀνέδραμε κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ὢ τῆς Ἡρῴδου ἀφροσύνης! τὸν ἰσάγγελον ἐν σώματι ἀΰλῳ, τῷ ἀσέμνῳ γυναίῳ, ὡς παίγνιον
δωρεῖται· Εὐλογητὸς εἶ κράζοντα, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Δέξαι μὲ Ἅγιε Ἁγίων, λιτανεύοντα ὑπὲρ τῆς Ἐκκλησίας, τῷ
Δεσπότῃ βοᾷ, ὁ Πρόδρομος κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ἔστησας ῥύμην τοῦ
θανάτου, τὸν ἀθάνατον Θεὸν ὡς συλλαβοῦσα, καὶ τεκοῦσα Ἁγνή, ᾧ πάντες μελῳδοῦμεν·
Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Καταβασία
Ἔκνοον πρόσταγμα
τυράννου, δυσσεβοῦς λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς. Ὅμως
τρεῖς Παίδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον, ἀλλ' ἀντηχοῦντι
δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν,
Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η'
Ἑπταπλασίως κάμινον
Ὁ προδραμὼν τοῦ τόκου
σου, καὶ τοῦ θείου παθήματος, ἐν τοῖς κατωτάτοις, διὰ ξίφους γίνεται, Προφήτης
καὶ Ἄγγελος, καὶ τῆς ἐκεῖ εἰσόδου σου, ὡς φωνὴ τοῦ Λόγου, Ἰωάννης κραυγάζων·
Νεκροὶ τὸν ζωοδότην, τυφλοὶ τὸν φωτοδότην, αἰχμάλωτοι τὸν ῥύστην, Χριστὸν ὑπερυψοῦτε.
Παρθενικῆς γεννήσεως, προσδραμὼν ἐκ στειρώσεως, νῦν τῆς ἑκουσίου,
τοῦ τὰ πάντα κτίσαντος, ὑπῆρξας σταυρώσεως, προοδευτὴς ἐκτιμήσεως, τῆς κεφαλικῆς,
τοῖς ἐν τῷ, ᾍδῃ κραυγάζων· Νεκροὶ τὸν ζωοδότην, τυφλοὶ τὸν φωτοδότην, αἰχμάλωτοι
τὸν ῥύστην Χριστὸν ὑπερυψοῦτε.
Τῆς Κεφαλῆς τοῦ σώματος, ἐκτμηθείσης σου Πρόδρομε, ἡ τῆς σῆς
σαρκὸς ψυχὴ ἡγεμονεύουσα, ἐκ ταύτης διῄρητο, ἀλλ' ἡ Θεότης ἐκ τῆς σαρκός, τοῦ Ἐμμανουὴλ
οὐ διῃρέθη ἐντεῦθεν, ὀστοῦν οὐ συνετρίβη τοῦ Θεοῦ καὶ Δεσπότου· διὸ ὑπερυψοῦμεν,
αὐτὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Κυριοτόκε δέσποινα, τῆς ψυχῆς μου τὰ τραύματα καὶ τὰς ὠτειλάς,
τῇ συμπαθεῖ πρεσβείᾳ σου, Παρθένε ἐξάλειψον, καὶ πεπτωκότα ἔγειρον, σῶσόν με
πανάμωμε, τόν ἄσωτον σῶσον· σὺ γάρ μου εἶ προστάτις, καὶ ἀντίληψις μόνη, ἁγνὴ εὐλογημένη,
εἰς πάντας τοὺς αἰῶνας.
Ἕτερος
Εἱρμὸς ὁ αὐτὸς
Παρανομῶν ὁ τύραννος, Ἡρῴδης ὁ ἀλάστωρ ποτέ, καὶ εἰς εὐωχίαν,
γενεσίων παρατραπείς, τὴν παῖδα ὀρχήσασθαι, παρασκευάζει ὅρκοις, αὐτὴν πείσας πᾶσαν
αἴτησιν αὐτῆς, ἐκπληρῶσαι· ἡ δὲ ἐκβιβασθεῖσα, διδαχαῖς ταῖς μητρῴαις, ἐν πίνακι
αἰτεῖται, τὴν κάραν τοῦ Προδρόμου.
Μιαιφονίας ἔγκλημα, ἑαυτῷ κληρωσάμενος, κόλασιν ἀπέραντον,
Ἡρῴδης ὁ ἄθλιος, ὁ ἄναξ εἰσπράττεται, παρανομήσας ἄθεσμα· ἔδεσμα γὰρ ὥσπερ, τῇ
τραπέζῃ προσάγει, τὴν κάραν τοῦ Προδρόμου, ἀπελέγχουσαν τοῦτον, σὺν τῇ Ἡρῳδιάδι,
εἰς πάντας τοὺς αἰῶνας.
Ὁ φαεινός, Ἀπόστολος,
τοῦ Κυρίου καὶ Πρόδρομος, μάκαρ Ἰωάννη, Προφητῶν ὁ πρόκριτος, λιταῖς σου περίσῳζε,
τοὺς ἐκτελοῦντας πόθῳ σου, μνήμην τὴν φαιδράν, καὶ φωτοφόρον βοῶντας· οἱ παῖδες
εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ἁγιωτέρα πέφυκας,
τῶν Ἀγγέλων κυήσασα, Κόρη Παναγία, τὸν Ἁγίοις Ἅγιον, δι' οἶκτον γενόμενον, ὅπερ
ἑσμὲν ἀφύρτως βροτοί, σῶσαι τοὺς αὐτῷ, ἀναβοῶντας ἀπαύστως· Οἱ παῖδες εὐλογεῖτε,
Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Καταβασία
Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, Δημιουργὸν Πατέρα
Θεόν, ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε,
τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.
Ὠδὴ θ'
Ἔφριξε πᾶσα ἀκοὴ
Ἔφριξε φάλαγξ
πονηρά, καὶ ὁ ταύτης πρωτοστάτης διάβολος, τὴν θεολόγον σου, Προφῆτα γλῶσσαν
Χριστὸν κηρύττουσαν, καὶ διὰ κόρης ἀσελγοῦς, Ἡρῴδην ἀνέπεισε, καρατομῆσαί σε· ἀλλ'
ἡμεῖς σε οἱ πιστοὶ μεγαλύνομεν.
Φάραγξ μὲν φύσις ταπεινή, ἀνυψώθη καὶ βουνὸς τεταπείνωται,
ἡ τοῦ θανάτου ὀφρύς· φωνὴ βοῶντος γὰρ ἀνακέκραγεν, ἐν τοῖς ἐρήμοις τοῦ φωτός,
τοῦ, Ἅδου σκηνώμασι. Τὰς πύλας ἄρατε· Βασιλεὺς γὰρ δυνατὸς εἰσελεύσεται.
Φρίττουσι πάθη τῶν βροτῶν, καὶ τῷ φόβῳ δραπετεύουσι δαίμονες,
τὴν ἐπισκίασιν, τῆς ἐκ Θεοῦ σοι δοθείσης χάριτος, ἀλλ' ἀμφοτέρων πειρασμῶν, τὴν
ποίμνην σου φύλαττε, Κυρίου Πρόδρομε, τὴν ἐν πίστει σε ἀεὶ μεγαλύνουσαν.
Θεοτοκίον
Ἔντεινε καὶ
κατευοδοῦ, καὶ βασίλευε Υἱὲ Θεομήτορος, Ἰσμαηλίτην λαόν, καθυποτάσσων τὸν
πολεμοῦντα ἡμᾶς, τῷ ὀρθοδόξῳ βασιλεῖ, νίκας χαριζόμενος, κατὰ βαρβάρων ἐχθρῶν,
ταῖς πρεσβείαις τῆς τεκούσης σε Λόγε Θεοῦ.
Ἕτερος
Ἐξέστη ἐπὶ τούτῳ
Φωνὴ βοῶντες ἔφυς ὦ Βαπτιστά· ἐκ Προφήτου Προφήτης γὰρ ἔλαμψας,
ἐν τῇ ἐρήμῳ. Μετανοεῖτε πᾶσι βοῶν, καὶ τὸν Ἡρῴδην ἤλεγξας, πράττοντα ἀσέμνως τὰ
ἀσελγῆ· διὸ καὶ τοῖς ἐν ᾍδῃ προέδραμες κηρύττων, τὴν βασιλείαν τοῦ Θεοῦ ἡμῶν.
Μητρὸς Ἡρῳδιάδος ἐκβιασθέν, ἀναιδέστατον κόριον ᾔτησε, τοῦ
Βαπτιστοῦ, κάραν ἐκτμηθῆναι τὴν ἱεράν, τότε Ἡρῴδης τάχιστα, ἔδεσμα καθάπερ
παρατεθέν, προστάττει ἐν τρυβλίῳ, δοθῆναι ὥσπερ δῶρον, τούτου ἐλέγχουσαν ἄνοιαν.
Ὡς μάρτυς καὶ Προφήτης
καὶ Βαπτιστής, ὡς φωνή τε καὶ λύχνος καὶ Ἄγγελος, ὑπὸ Θεοῦ, μείζων Προφητῶν τε
μαρτυρηθείς, δυσώπησον τὸν Κύριον, ῥύσασθαι παντοίων ἐκ πειρασμῶν, καὶ βλάβης ἐναντίας,
τοὺς πόθῳ ἐκτελοῦντας, σοῦ τὴν φωσφόρον μνήμην Πρόδρομε.
Θεοτοκίον
Ὡράθης ὦ Παρθένε Μήτηρ
Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν
ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός, ὅν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα
νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.
Καταβασία
Μυστικῶς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα
Χριστόν, ὑφ' οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτουργηται δένδρον. Διὸ νῦν ὑψουμένου,
προσκυνοῦντες αὐτὸν σὲ μεγαλύνομεν.
Ἐξαποστειλάριον
Τῶν Μαθητῶν
Τὸν ἐν Προφήταις μείζονα γνωρισθέντα, καὶ Ἀποστόλων πρόκριτον
γεγονότα, ὕμνοις ἐγκωμίων στεφανώσωμεν, τὸν Πρόδρομον τῆς χάριτος· τὴν κεφαλὴν
γὰρ ἐτμήθη, διὰ τὸν νόμον Κυρίου.
Ἕτερον
Ὁ οὐρανὸν τοῖς ἄστροις
Ὁ ἀσελγὴς Ἡρῴδης, τὸν τῆς ἁγνείας φυτουργόν, σὲ Βαπτιστὰ τοῦ Σωτῆρος, καρατομήσας
δολερῶς, σοῦ τοὺς ἐλέγχους τῆς γλώττης, τεμεῖν οὐκ ἴσχυσεν ὅλως.
Θεοτοκίον
Ἡ τὴν ἀρὰν τοῦ κόσμου,
τῷ θείῳ τόκῳ σου σεμνή, ἐξαφανίσασα ποίμνην, σὲ λιτανεύουσαν πιστῶς, ἀπὸ παντοίων
κινδύνων, ῥῦσαι πρεσβείαις σου Κόρη.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ
Προσόμοια τρία δευτεροῦντες τὸ πρῶτον.
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος
Ὢ τοῦ παραδόξου θαύματος!
τὴν ἱερὰν κεφαλήν, καὶ Ἀγγέλοις αἰδέσιμον, ἀσελγὲς ἀκόλαστον, περιέφερε κόριον,
τὴν ἐλέγξασαν, γλῶσσαν παράνομον, τῇ μοιχαλίδι μητρὶ προσέφερεν. Ὢ τῆς ἀφάτου
σου, ἀνοχῆς φιλάνθρωπε! δι' ἧς Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος.
(Δίς)
Ὢ τῆς Ἡρῴδου πωρώσεως!
ὁ ἀτιμάσας Θεόν, ταῖς τοῦ νόμου ἐκλύσεσι, τὴν τῶν ὅρκων τήρησιν, δολερῶς ὑποκρίνεται·
καὶ τῇ μοιχείᾳ φόνον προστίθησιν, ὁ σκυθρωπάζειν σχηματιζόμενος. Ὢ τῆς ἀφάτου
σου, συμπαθείας Δέσποτα! δι' ἧς Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος.
Ὦ τῆς ὑπὲρ νοῦν ἐκπλήξεως!
τῶν Προφητῶν ἡ σφραγίς, ὁ ἐπίγειος Ἄγγελος, πορνικῆς ὀρχήσεως, ἀναδείκνυται ἔπαθλον,
ἡ θεολόγος γλῶσσα προπέμπεται, καὶ τοῖς ἐν Ἅδῃ, Χριστοῦ προάγγελος. Ὢ τῆς ἀρρήτου
σου, προμηθείας Δέσποτα! δι' ἧς Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος.
Δόξα... Ἦχος πλ. β'
Πάλιν Ἡρῳδιὰς μαίνεται, πάλιν ταράττεται. Ὢ ὅρχημα δόλιον,
καὶ πότος μετὰ δόλου! ὁ Βαπτιστὴς ἀπετέμνετο, καὶ Ἡρῴδης ἐταράττετο. Πρεσβείαις
Κύριε, τοῦ σοῦ Προδρόμου, τὴν εἰρήνην παράσχου ταῖς ψυχαῖς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν
τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν
Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη
Δίδοται καὶ ἅγιον ἔλαιον τοῖς Ἀδελφοῖς, ἐν ᾧ καὶ
ψάλλομεν τά, Ἰδιόμελα ταῦτα.
Ἦχος δ'
Γενέσιον ἀθέμιτον, καὶ συμπόσιον ἀναιδέστατον, Ἡρῴδης ἀπετέλεσεν·
ἀκολασίᾳ γὰρ γυναικείᾳ θελγόμενος, καὶ ἀσεβεῖ θηλυμανίᾳ κεντούμενος, ἀπέτεμε
κεφαλὴν Προδρομικήν, ἀλλ' οὐκ ἐξέτεμε γλῶσσαν Προφητικήν, ἐλέγχουσαν αὐτοῦ τὴν
παράνοιαν. Ἐξέχεεν αἷμα ἀθῷον, καλύψαι θέλων ἁμαρτίαν ἄθεσμον, ἀλλ' οὐκ ἐν τούτῳ
ἀπέκρυψε φωνήν, βοῶντος πᾶσι μετάνοιαν. Ἐκεῖνος μὲν συνευφραίνετο φόνῳ, ἡμεῖς δὲ
συνεορτάσωμεν πόθῳ, τοῦ Βαπτιστοῦ Ἰωάννου τὴν μακαρίαν σφαγήν· προέλαβε γὰρ ἐν Ἅδου
τήν ζωὴν κηρῦξαι, τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τὴν ἐξ ὕψους ἀνατολήν,
Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν μόνον πολυέλεον.
Ὁ αὐτὸς
Τὸν Προφήτην καὶ Μάρτυρα, καὶ Βαπτιστὴν τοῦ Σωτῆρος, δεῦτε
λαοὶ εὐφημήσωμεν· Οὗτος γὰρ ἐν σαρκὶ Ἄγγελος ὑπάρχων, τὸν Ἡρῴδην διήλεγξε, τῆς
παρανόμου μοιχείας τὴν πρᾶξιν κατακρίνας αὐτοῦ, καὶ δι' ἀνόμου ὀρχήσεως, τὴν
τιμίαν κεφαλὴν ἀποτέμνεται, ὁ τοῖς ἐν, ᾍδῃ εὐαγγελιζόμενος, τὴν ἐκ νεκρῶν Ἀνάστασιν,
καὶ πρεσβεύων ἐκτενῶς τῷ Κυρίῳ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Ἦχος ὁ αὐτὸς
Τὸν Προφήτην καὶ Βαπτιστὴν τοῦ Σωτῆρος, δεῦτε πιστοὶ εὐφημήσωμεν,
ὅτι φυγαδεύων, ἐν τῇ ἐρήμῳ ηὐλίζετο, μέλι ἄγριον καὶ ἀκρίδας ἐσθίων, καὶ βασιλέα
παρανομοῦντα ἤλεγξε, ἡμῶν δὲ τὴν ὀλιγοψυχίαν παρεκάλει, λέγων· Μετανοεῖτε, ἤγγικε
γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
Καὶ νῦν... Θεοτοκίον
Ἐκ παντοίων κινδύνων
τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν
ψυχῶν ἡμῶν.
Καὶ Ἀπόλυσις
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοὶ μετὰ τῆς γ' καὶ ς' Ὠδὴς
τῶν Κανόνων.
Ἀπόστολος
Προκείμενον. Ἦχος βαρύς' [Ψαλμός 63]
Στίχ. Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ.
Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου.
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα.
Κεφ. 13:25-32
Ἐν ἐν ταῖς ἡμέραις ἐκείναις, ὡς ἐπλήρου ὁ ᾿Ιωάννης τὸν δρόμον, ἔλεγε· Τίνα
με ὑπονοεῖτε εἶναι; Οὐκ εἰμί ἐγώ, ἀλλ᾿ ἰδοὺ ἔρχεται μετ᾿ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος
τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι. ῎Ανδρες ἀδελφοί, υἱοὶ γένους ᾿Αβραὰμ καὶ οἱ ἐν ὑμῖν
φοβούμενοι τὸν Θεόν, ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἀπεστάλη. Οἱ γὰρ κατοικοῦντες
ἐν ῾Ιερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν
προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν, καὶ μηδεμίαν
αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν. Ὡς δὲ ἐτέλεσαν πάντα
τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον. Ὁ δὲ Θεὸς
ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς
Γαλιλαίας εἰς ῾Ιερουσαλήμ, οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. Καὶ ἡμεῖς
ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ Θεὸς
ἐκπεπλήρωκε τοῖς τέκνοις αὐτῶν, ἡμῖν, ἀναστήσας ᾿Ιησοῦν.
Ἀλληλούϊα [γ΄].
Ἦχος β΄ [Ψαλμός 91].
Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται
Στίχ. Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 6: 14-30
Τῷ καιρῷ ἐκείνῳ, ἤκουσεν
῾Ηρῴδης ὁ βασιλεὺς τὴν ἀκοὴν ᾿Ιησοῦ, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ ἔλεγεν·
Ὅτι ᾿Ιωάννης ὁ βαπτίζων ἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν
αὐτῷ. Ἄλλοι ἔλεγον· Ὅτι ᾿Ηλίας ἐστίν. ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ἐστὶν, ἤ ὡς
εἷς τῶν προφητῶν. Ἀκούσας δὲ ὁ ῾Ηρῴδης,
εἶπεν· Ὅτι ὃν ἐγὼ ἀπεκεφάλισα ᾿Ιωάννην, οὗτός ἐστιν· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν. Αὐτὸς
γὰρ ὁ ῾Ηρῴδης ἀποστείλας ἐκράτησε τὸν ᾿Ιωάννην, καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ, διὰ
῾Ηρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν. Ἔλεγε γὰρ ὁ ᾿Ιωάννης τῷ ῾Ηρῴδῃ· ὅτι οὐκ ἔξεστί
σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. Ἡ δὲ ῾Ηρῳδιὰς ἐνεῖχεν αὐτῷ, καὶ ἤθελεν αὐτὸν
ἀποκτεῖναι· καὶ οὐκ ἠδύνατο. Ὁ γὰρ ῾Ηρῴδης ἐφοβεῖτο τὸν ᾿Ιωάννην, εἰδὼς αὐτὸν ἄνδρα
δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν· καὶ ἀκούσας αὐτοῦ, πολλὰ ἐποίει, καὶ ἠδέως
αὐτοῦ ἤκουε. Καὶ γενομένης ἡμέρας εὐκαίρου, ὅτε ῾Ηρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον
ἐποίει τοῖς μεγιστᾶσιν αὐτοῦ, καὶ τοῖς χιλιάρχοις, καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας,
καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτῆς τῆς ῾Ηρῳδιάδος καὶ ὀρχησαμένης, καὶ ἀρεσάσης
τῷ ῾Ηρῴδῃ καὶ τοῖς συνανακειμένοις, εἶπεν ὁ Βασιλεὺς τῷ κορασίῳ· Αἴτησόν με ὃ ἐὰν
θέλῃς, καὶ δώσω σοι. Καὶ ὤμοσεν αὐτῇ· ὅτι ὃ ἐάν με αἰτήσῃς, δώσω σοι, ἕως ἡμίσους
τῆς βασιλείας μου. Ἡ δὲ ἐξελθοῦσα, εἶπε τῇ μητρὶ αὐτῆς· τί αἰτήσομαι; Ἡ δὲ εἶπε·
Τὴν κεφαλὴν ᾿Ιωάννου τοῦ Βαπτιστοῦ. Καὶ εἰσελθοῦσα, εὐθέως μετὰ σπουδῆς πρὸς τὸν
βασιλέα, ᾐτήσατο λέγουσα· θέλω ἵνα μοι δῷς ἐξ αὐτῆς ἐπὶ πίνακι, τὴν κεφαλὴν ᾿Ιωάννου
τοῦ Βαπτιστοῦ. Καὶ περίλυπος γενόμενος ὁ βασιλεύς, διὰ τοὺς ὅρκους, καὶ τοὺς
συνανακειμένους, οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι. Καὶ εὐθέως ἀποστείλας ὁ βασιλεὺς
σπεκουλάτωρα ἐπέταξεν ἐνεχθῆναι τὴν κεφαλὴν αὐτοῦ. Ὁ δὲ ἀπελθὼν, ἀπεκεφάλισεν αὐτὸν
ἐν τῇ φυλακῇ, καὶ ἤνεγκε τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι, καί ἔδωκεν αὐτὴν τῷ
κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς. Καὶ ἀκούσαντες οἱ μαθηταὶ
αὐτοῦ, ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ. Καὶ συνάγονται
οἱ Ἀπόστολοι πρὸς τὸν ᾿Ιησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα, καὶ ὅσα ἐποίησαν καὶ ὅσα
ἐδίδαξαν.
Κοινωνικὸν
Εἰς μνημόσυνον αἰώνιον
ἔσται Δίκαιος. Ἀλληλούια.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου