ΤΗ ΚΕ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΔΕΚΕΜΒΡΙΟΥ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς’ καὶ
ψάλλομεν Στιχηρὰ Ἰδιόμελα.
Ἦχος β’
Γερμανοῦ.
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τὸ παρὸν μυστήριον ἐκδιηγούμενοι,
τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται, ἡ φλογίνη ῥομφαία τὰ νῶτα δίδωσι, καὶ τὰ
Χερουβίμ παραχωρεῖ τοῦ ξύλου τῆς ζωῆς, κἀγὼ τοῦ παραδείσου τῆς τρυφῆς μεταλαμβάνω,
οὗ προεξεβλήθην διὰ τῆς παρακοῆς. Ἡ γὰρ ἀπαράλλακτος εἰκὼν τοῦ Πατρός, ὁ χαρακτήρ
τῆς ἀϊδιότητος αὐτοῦ, μορφὴν δούλου λαμβάνει, ἐξ ἀπειρογάμου Μητρὸς προελθών, οὐ
τροπὴν ὑπομείνας· ὃ γὰρ ἦν διέμεινε, Θεὸς ὢν ἀληθινός· καὶ ὃ οὐκ ἦν προσέλαβεν,
ἄνθρωπος γενόμενος διὰ φιλανθρωπίαν· αὐτῷ βοήσωμεν· ὁ τεχθεὶς ἐκ Παρθένου Θεός,
ἐλέησον ἡμᾶς. (Δίς)
Ἀνατολίου, ὁ αὐτὸς.
Τοῦ Κυρίου Ἰησοῦ γεννηθέντος ἐκ τῆς ἁγίας Παρθένου, πεφώτισται
τὰ σύμπαντα· Ποιμένων γὰρ ἀγραυλούντων, καὶ Μάγων προσκυνούντων, Ἀγγέλων ἀνυμνούντων,
Ἡρῴδης ἐταράττετο, ὅτι Θεὸς ἐν σαρκὶ ἐφάνη, Σωτὴρ τῶν ψυχῶν ἡμῶν. (Δίς)
Ὁ αὐτὸς.
Ἡ Βασιλεία σου, Χριστὲ ὁ Θεός, βασιλεία πάντων τῶν αἰώνων,
καὶ ἡ Δεσποτεία σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Ὁ σαρκωθεὶς ἐκ Πνεύματος Ἁγίου,
καὶ ἐκ τῆς ἀειπαρθένου Μαρίας ἐνανθρωπήσας, φῶς ἡμῖν ἔλαμψας, Χριστὲ ὁ Θεός, τῇ σῇ παρουσίᾳ· φῶς ἐκ φωτός, τοῦ Πατρὸς τὸ ἀπαύγασμα,
πᾶσαν κτίσιν ἐφαίδρυνας. Πᾶσα πνοὴ αἰνεῖ σε, τὸν χαρακτῆρα τῆς δόξης τοῦ Πατρός.
Ὁ ὢν καὶ προών, καὶ ἐκλάμψας ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς.
Ὁ αὐτὸς.
Τὶ σοι προσενέγκωμεν Χριστέ, ὅτι ὤφθης ἐπὶ γῆς ὡς ἄνθρωπος
δι' ἡμᾶς; ἕκαστον γὰρ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, τὴν εὐχαριστίαν σοι προσάγει·
οἱ Ἄγγελοι τὸν ὕμνον, οἱ οὐρανοὶ τὸν Ἀστέρα, οἱ Μάγοι τὰ δῶρα, οἱ Ποιμένες τὸ
θαῦμα, ἡ γῆ τὸ σπήλαιον, ἡ ἔρημος τὴν φάτνην· ἡμεῖς δὲ Μητέρα Παρθένον. Ὁ πρὸ αἰώνων
Θεὸς ἐλέησον ἡμᾶς.
Δόξα... Καὶ νῦν...
Ἦχος ὁ αὐτὸς. Κασίας.
Αὐγούστου μοναρχήσαντος ἐπὶ τῆς γῆς, ἡ πολυαρχία τῶν ἀνθρώπων
ἐπαύσατο, καὶ σοῦ ἐνανθρωπήσαντος ἐκ τῆς Ἁγνῆς, ἡ πολυθεΐα τῶν εἰδώλων κατήργηται.
Ὑπὸ μίαν βασιλείαν ἐγκόσμιον, αἱ πόλεις γεγένηνται· καὶ εἰς μίαν Δεσποτείαν Θεότητος,
τὰ Ἔθνη ἐπίστευσαν. Ἀπεγράφησαν οἱ λαοί, τῷ δόγματι τοῦ Καίσαρος, ἐπεγράφημεν οἱ
πιστοί, ὀνόματι Θεότητος, σοῦ τοῦ ἐνανθρωπήσαντος Θεοῦ ἡμῶν. Μέγα σου τὸ ἔλεος,
δόξα σοι.
Καὶ γίνεται Εἴσοδος μετὰ τοῦ Εὐαγγελίου. Φῶς ἱλαρόν, καὶ
τὰ Ἀναγνώσματα, κατὰ τὴν τάξιν αὐτῶν, μετὰ τῶν τροπαρίων καὶ τῶν στίχων αὐτῶν.
Α’
Γενέσεως τὸ Ἀνάγνωσμα.
Κεφ. 1: 1-13
Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν
ἀόρατος καὶ ἀκατασκεύαστος καὶ σκότος ἐπάνω τῆς ἀβύσσου· καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο
ἐπάνω τοῦ ὕδατος . Καὶ εἶπεν ὁ Θεὸς· Γενηθήτω φῶς καὶ ἐγένετο φῶς. Καὶ εἶδεν ὁ Θεὸς
τὸ φῶς ὅτι καλὸν καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. Καὶ ἐκάλεσεν ὁ Θεὸς
τὸ φῶς Ἡ μ έ ρ α ν καὶ τὸ σκότος ἐκάλεσεν Ν ύ κ τ α· καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο
πρωΐ, ἡμέρα μία. Καὶ εἶπεν ὁ Θεὸς· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ ἔστω
διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος· καὶ ἐγένετο οὕτω. Καὶ ἐποίησεν ὁ Θεὸς
τὸ στερέωμα· καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος
καὶ ἀνὰ μέσον τοῦ ὕδατος, τοῦ ὑποκάτω τοῦ στερεώματος. Καὶ ἐκάλεσεν ὁ Θεὸς
τὸ στερέωμα Ο ὐ ρ α ν ὸ ν, καὶ εἶδεν ὁ Θεὸς ὅτι καλὸν· καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο
πρωΐ, ἡμέρα δευτέρα. Καὶ εἶπεν ὁ Θεὸς· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν
καὶ ὀφθήτω ἡ ξηρὰ· καὶ ἐγένετο οὕτω· καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ Οὐρανοῦ
εἰς τὰς συναγωγὰς αὐτῶν καὶ ὤφθη ἡ ξηρὰ. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν Γ ῆ ν· καὶ τὰ συστήματα τῶν
ὑδάτων ἐκάλεσεν Θ α λ ά σ σ α ς. Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλὸν. Καὶ εἶπεν ὁ Θεὸς·
Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα καὶ
ξύλον κάρπιμον ποιοῦν καρπὸν οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς
καὶ ἐγένετο οὕτω. Καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα
καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς
γῆς· καὶ εἶδεν ὁ Θεὸς ὅτι καλὸν· καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα τρίτη.
Β’
Ἀριθμῶν τὸ Ἀνάγνωσμα
Κεφ. 24: 2-3, 5-9, 17-18
Ἐγένετο πνεῦμα Θεοῦ ἐπὶ Βαλαάμ· καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ὡς καλοί σου οἱ οἴκοι Ἰακὼβ, αἱ σκηναί σου Ἰσραὴλ ὡσεὶ νάπαι σκιάζουσαι, καὶ
ὡσεὶ παράδεισοι ἐπὶ
ποταμῶν καὶ ὡς σκηναὶ ἃς ἔπηξεν Κύριος ὡσεὶ κέδροι παρ' ὕδατα. Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ καὶ κυριεύσει
ἐθνῶν πολλῶν, καὶ ὑψωθήσεται ἡ βασιλεία αὐτοῦ καὶ αὐξηθήσεται. Ὁ Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου ὡς δόξα μονοκέρωτος αὐτῷ· ἔδεται ἔθνη ἐχθρῶν
αὐτοῦ καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ καὶ ταῖς βολίσιν αὐτοῦ
κατατοξεύσει ἐχθροὺς. Κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος· τὶς ἀναστήσει
αὐτὸν; οἱ εὐλογοῦντές σε εὐλογημένοι· καὶ οἱ καταρώμενοί σε κεκατήρανται. Ἀνατελεῖ ἄστρον ἐξ
Ἰακὼβ καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραὴλ, καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωάβ, καὶ
προνομεύσει πάντας υἱοὺς Σὴθ. Καὶ ἔσται Ἐδὼμ κληρονομία, καὶ ἔσται κληρονομία Ἡσαῦ ὁ ἐχθρὸς
αὐτοῦ καὶ Ἰσραὴλ ἐποίησεν Ἰσχὺν.
Γ’
Προφητείας
Μιχαίου τὸ Ἀνάγνωσμα
Κεφ. 4: 6-7,
5: 1-3
Ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει Κύριος, συνάξω τὴν
συντετριμμένην καὶ τὴν ἀπωσμένην εἰσδέξομαι
καὶ οὓς ἀπωσάμην. Καὶ θήσομαι τὴν συντετριμμένην εἰς ὑπόλειμμα, καὶ τὴν ἀπωσμένην
εἰς ἔθνος ἰσχυρὸν, καὶ βασιλεύσει Κύριος ἐπ' αὐτοὺς ἐν ὄρει Σιὼν ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα. Καὶ σὺ Βηθλεὲμ, οἶκος τοῦ Ἐφραθᾶ,
μὴ ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα·
ἐκ σοῦ γάρ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ
ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος . Διὰ τοῦτο δώσει αὐτοὺς
ἕως καιροῦ τικτούσης· τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν
ἐπὶ τοὺς υἱοὺς Ἰσραὴλ. Καὶ στήσεται καὶ ὄψεται καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν
ἰσχύϊ Κύριος καὶ ἐν τῇ δόξῃ τοῦ ὀνόματος Κυρίου τοῦ Θεοῦ αὐτῶν ὑπάρξουσιν· διότι
νῦν μεγαλυνθήσονται, ἕως ἄκρων τῆς γῆς.
Εἶτα ἀνιστάμενοι λέγομεν
Τροπάριον
Ἦχος πλ. β’
Λαθὼν ἐτέχθης ὑπὸ τὸ Σπήλαιον, ἀλλ' οὐρανὸς σε πᾶσιν ἐκήρυξεν,
ὥσπερ στόμα, τὸν Ἀστέρα προβαλλόμενος Σωτήρ· Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει
προσκυνοῦντάς σε· μεθ' ὧν ἐλέησον ἡμᾶς.
Στίχ: α’ Οἱ θεμέλιοι αὐτοῦ ἐν
τοῖς ὄρεσι τοῖς ἁγίοις· ἀγαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα
τὰ σκηνώματα Ἰακώβ.
Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει προσκυνοῦντάς σε·
μεθ' ὧν ἐλέησον ἡμᾶς.
Στίχ: β’ Δεδοξασμένα ἐλαλήθη
περὶ σοῦ, ἡ Πόλις τοῦ Θεοῦ· μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος, τοῖς γινώσκουσί με.
Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει προσκυνοῦντάς σε·
μεθ' ὧν ἐλέησον ἡμᾶς.
Στίχ: γ’ Καὶ ἰδοὺ ἀλλόφυλοι,
καὶ Τύρος, καὶ λαὸς τῶν Αἰθιόπων.
Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει προσκυνοῦντάς σε,
μεθ' ὧν ἐλέησον ἡμᾶς.
Στίχ: δ’ Οὗτοι ἐγεννήθησαν ἐκεῖ,
Μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος.
Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει προσκυνοῦντάς σε,
μεθ' ὧν ἐλέησον ἡμᾶς.
Στίχ: ε’ Κύριος διηγήσεται ἐν
γραφῇ λαῶν, καὶ Ἀρχόντων τούτων τῶν γεγεννημένων ἐν αὐτῇ, Ὡς εὐφραινομένων πάντων
ἡ κατοικία ἐν σοί.
Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει προσκυνοῦντάς σε,
μεθ' ὧν ἐλέησον ἡμᾶς.
Δόξα... Καὶ νῦν...
Λαθὼν ἐτέχθης ὑπὸ τὸ Σπήλαιον, ἀλλ' οὐρανὸς σε πᾶσιν ἐκήρυξεν,
ὥσπερ στόμα, τὸν Ἀστέρα προβαλλόμενος Σωτήρ. Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει
προσκυνοῦντάς σε, μεθ' ὧν ἐλέησον ἡμᾶς.
Εἶτα, τὰ ἐφεξῆς Ἀναγνώσματα.
Δ’
Προφητείας Ἡσαΐου
τὸ Ἀνάγνωσμα.
Κεφ. 11: 1-10
Τάδε λέγει Κύριος· ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ
καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται καὶ ἀναπαύσεται ἐπ' αὐτῷ πνεῦμα τοῦ Θεοῦ· πνεῦμα σοφίας καὶ συνέσεως πνεῦμα
βουλῆς καὶ ἰσχύος πνεῦμα γνώσεως καὶ εὐσεβείας, Πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτὸν. Οὐ κατὰ τὴν δόξαν κρινεῖ,
οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει
ἀλλὰ κρινεῖ ἐν
δικαοσύνῃ ταπεινῶν κρίσιν, καὶ ἐλέγξει ἐν εὐθύτητι τοὺς ταπεινοὺς τῆς γῆς· καὶ
πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβεῖς.
Καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ καὶ ἀληθείᾳ εἱλημένος τὰς πλευρὰς
αὐτοῦ. Τότε συμβοσκηθήσεται
λύκος μετὰ ἀρνῶν, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ· καὶ μοσχάριον καὶ λέων καὶ
ταῦρος ἅμα βοσκηθήσονται καὶ ἅμα τὰ παιδία αὐτῶν ἔσονται· καὶ λέων ὡς
βοῦς φάγεται ἄχυρα. Καὶ παιδίον νήπιον
ἐπὶ τρώγλην ἀσπίδων καὶ ἀπογεγαλακτισμένον
ἐπὶ κοὶτης ἐκγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ καὶ οὐ μὴ κακοποιήσουσιν,
οὐδ᾿οὐ μὴ δυνήσονται ἀπολέσαι οὐδένα ἐπὶ τὸ Ὄρος τὸ ἅγιόν μου· ὅτι ἐνεπλήσθη ἡ
σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας. Καὶ ἔσται ἐν τῇ ἡμέρα
ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν,
καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή.
Ε’
Προφητείας Ἱερεμίου
τὸ Ἀνάγνωσμα
Βαροὺχ 3: 36-38, 4: 1-4
Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτὸν. Ἐξεῦρεν πᾶσαν ὁδὸν
ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ.
Μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη καὶ ἐν τοῖς ἀνθρώποις συνανεστράφη.
Αὕτη ἡ βίβλος τῶν προσταγμάτων τοῦ Θεοῦ καὶ ὁ νόμος ὁ ὑπάρχων
εἰς τὸν αἰῶνα· πάντες οἱ κρατοῦντες αὐτῆς εἰς ζωὴν· οἱ δὲ καταλείποντες αὐτὴν ἀποθανοῦνται. Ἐπιστράφου Ἰακὼβ
καὶ ἐπιλαβοῦ αὐτῆς· διόδευσον πρὸς τὴν λάμψιν κατέναντι τοῦ φωτὸς αὐτῆς. Μὴ δῷς ἑτέρῳ τὴν δόξαν σου καὶ τὰ συμφέροντά σοι ἔθνει ἀλλοτρίῳ. Μακάριοί ἐσμεν Ἰσραὴλ
ὅτι τὰ ἀρεστὰ τῷ Θεῷ ἡμῖν γνωστὰ ἐστι.
ΣΤ’
Προφητείας Δανιὴλ
τὸ Ἀνάγνωσμα
Κεφ. 2: 31-36, 44-45
Εἶπε Δανιήλ, τῷ Ναβουχοδονόσορ· Σὺ Βασιλεῦ ἐθεώρεις, καὶ ἰδοὺ
εἰκὼν μία· μεγάλη ἡ εἰκὼν ἐκείνη, καὶ ἡ πρόσοψις αὐτῆς ὑπερφερής, ἑστῶσα πρὸ
προσώπου σου ἡ ὅρασις αὐτῆς, φοβερά. Εἰκών, ἧς ἡ κεφαλὴ χρυσίου καθαροῦ· αἱ χεῖρες
καὶ τὸ στῆθος καὶ οἱ βραχίονες αὐτῆς, ἀργυροῖ· ἡ κοιλία καὶ οἱ μηροί, χαλκοῖ· αἱ
κνῆμαι, σιδηραῖ, οἱ πόδες μέρος μὲν τι σιδηροῦν, μέρος δὲ τι ὀστράκινον. Ἐθεώρεις,
ἕως ὅτου ἀπετμήθη λίθος ἀπὸ ὄρους ἄνευ χειρός, καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τούς
πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους, καὶ ἐλέπτυνεν αὐτοὺς εἰς τέλος. Τότε ἐλεπτύνθησαν
εἰς ἅπαξ, τὸ ὄστρακον ὁ σίδηρος, ὁ χαλκός, ὁ ἄργυρος, ὁ χρυσός, καὶ ἐγένοντο ὡσεὶ
κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς· καὶ ἐξῆρεν αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος, καὶ τόπος
οὐχ εὑρέθη ἐν αὐτοῖς, καὶ ὁ λίθος, ὁ πατάξας τὴν εἰκόνα, ἐγένετο εἰς ὄρος μέγα
καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν. Τοῦτό ἐστι τὸ ἐνύπνιον· καὶ τὴν σύγκρισιν αὐτοῦ, ἐροῦμεν
ἐνώπιον τοῦ Βασιλέως. Ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τὸν αἰῶνα
οὐ διαφθαρήσεται, καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται· καὶ
λεπτυνεῖ καὶ ἐκλικμήσει πάσας τὰς βασιλείας· καὶ αὐτὴ ἀναστήσεται εἰς τοὺς αἰῶνας,
ὃν τρόπον εἶδες, ὅτι ἀπὸ ὄρους ἐτμήθη λίθος ἄνευ χειρῶν. Καὶ ἐλέπτυνε τὸ ὄστρακον,
τὸν σίδηρον, τὸν χαλκόν, τὸν ἄργυρον, τὸν χρυσόν. Ὁ Θεὸς ὁ μέγας ἐγνώρισε τῷ
βασιλεῖ, ἃ δεῖ γενέσθαι μετὰ ταῦτα· καὶ ἀληθινὸν τὸ ἐνύπνιον· καὶ πιστὴ ἡ σύγκρισις
αὐτοῦ.
Τροπάριον
Ἦχος πλ. β’
Ἀνέτειλας Χριστὲ ἐκ Παρθένου, νοητὲ Ἥλιε τῆς Δικαιοσύνης·
καὶ Ἀστὴρ σε ὑπέδειξεν, ἐν Σπηλαίῳ χωρούμενον τὸν ἀχώρητον.
Μάγους ὁδηγήσας εἰς προσκύνησίν σου· μεθ' ὧν σε μεγαλύνομεν,
Ζωοδότα δόξα σοι.
Στίχ: α’ Ὁ Κύριος ἐβασίλευσεν,
εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.
Μάγους ὁδηγήσας εἰς προσκύνησίν σου· μεθ' ὧν σε μεγαλύνομεν,
Ζωοδότα δόξα σοι.
Στίχ: β’ Καὶ γὰρ ἐστερέωσε
τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται· ἕτοιμος ὁ θρόνος ἀπὸ τότε.
Μάγους ὁδηγήσας εἰς προσκύνησίν σου· μεθ' ὧν σε μεγαλύνομεν,
Ζωοδότα δόξα σοι.
Στίχ: γ’ Ἐπῆραν οἱ ποταμοὶ
Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν· ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐτῶν, ἀπὸ φωνῶν ὑδάτων πολλῶν.
Μάγους ὁδηγήσας εἰς προσκύνησίν σου· μεθ' ὧν σε μεγαλύνομεν,
Ζωοδότα δόξα σοι.
Στίχ: δ’ Θαυμαστοὶ οἱ
μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος· τὰ μαρτύριά σου ἐπιστώθησαν
σφόδρα.
Μάγους ὁδηγήσας εἰς προσκύνησίν σου· μεθ' ὧν σε μεγαλύνομεν,
Ζωοδότα δόξα σοι.
Στίχ: ε’ Τῷ οἴκῳ σου πρέπει
ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.
Μάγους ὁδηγήσας εἰς προσκύνησίν σου· μεθ' ὧν σε μεγαλύνομεν,
Ζωοδότα δόξα σοι.
Δόξα... Καὶ νῦν...
Ἀνέτειλας Χριστὲ ἐκ Παρθένου, νοητὲ Ἥλιε τῆς Δικαιοσύνης,
καὶ Ἀστὴρ σε ὑπέδειξεν, ἐν Σπηλαίῳ χωρούμενον τὸν ἀχώρητον.
Μάγους ὁδηγήσας εἰς προσκύνησίν σου, μεθ' ὧν σε μεγαλύνομεν,
Ζωοδότα δόξα σοι.
Εἶτα, τὰ ἐφεξῆς Ἀναγνώσματα.
Ζ’
Προφητείας
Ἡσαΐου τὸ Ἀνάγνωσμα
Κεφ, 9: 6-7
Παιδίον ἐγεννήθη ἡμῖν υἱὸς καὶ ἐδόθη ἡμῖν οὗ ἡ ἀρχὴ ἐγενήθη
ἐπὶ τοῦ ὤμου αὐτοῦ· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης βουλῆς ἄγγελος,θαυμαστὸς
σύμβουλος, Θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρήνην καὶ
ὑγείαν αὐτῷ. Μεγάλη ἡ ἀρχὴ αὐτοῦ καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον· ἐπὶ τὸν
θρόνον Δαυΐδ, καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι αὐτῆς
ἐν κρίματι καὶ δικαιοσύνῃ, ἀπὸ τοῦ νῦν
καὶ εἰς τὸν αἰῶνα. Ο ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα.
Η’
Προφητείας Ἡσαΐου
τὸ Ἀνάγνωσμα
Κεφ. 7: 10-16,
8: 1-4, 8-10
Προσέθετο Κύριος λαλῆσαι τῷ Ἄχαζ λέγων· Αἴτησαι σεαυτῷ
σημεῖον παρὰ Κυρίου Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ· Οὐ
μὴ αἰτήσω ουδ' οὐ μὴ πειράσω Κύριον. Καὶ εἶπεν(Ἡσαΐας)· Ἀκούσατε δὴ οἶκος Δαυΐδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις
καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον· Ἰδοὺ ἡ παρθένος
ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐ μ μ α ν ο υ ὴ λ.
Βούτυρον καὶ μέλι
φάγεται πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ ἐκλέξεται τὸ ἀγαθὸν· διότι πρὶν ἢ γνῶναι
τὸ παιδίον ἀγαθὸν ἢ κακὸν ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθὸν. Καὶ εἶπεν Κύριος
πρὸς με· Λάβε σεαυτῷ τόμον καινὸν μέγαν, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου.
Τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. Πάρεστι γὰρ· καὶ μάρτυρὰς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν Ἱερέα καὶ τὸν
Ζαχαρίαν υἱὸν Βαραχιου. Καὶ προσῆλθον πρὸς
τὴν προφῆτιν καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱὸν· καὶ εἶπέ μοι Κύριος· Κάλεσον τὸ ὄνομα αὐτοῦ. Ταχέως σκύλευσον, ὀξέως
προνόμευσον. Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα λήψεται
δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. Μεθ' ἡμῶν ὁ Θεὸς. Γνῶτε ἔθνη καὶ ἡττᾶσθε· ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς· ἰσχυκότες ἡττᾶσθε. Ἐὰν
γὰρ πάλιν ἰσχύσητε, καὶ πάλιν ἡττηθήσεσθε. Καὶ ἣν ἂν βουλὴν βουλεύσησθε διασκεδάσει Κύριος· καὶ λόγον ὃν ἐὰν λαλήσητε
οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ' ἡμῶν Κύριος ὁ Θεὸς.
Μετὰ δὲ τὴν τῶν Ἀναγνωσμάτων συμπλήρωσιν, γίνεται Συναπτή,
καὶ μετὰ τὴν Ἐκφώνησιν, ψάλλεται τὸ Τρισάγιον.
Εἶτα Προκείμενον τοῦ Ἀποστόλου.
Ἦχος α’.
Κύριος εἶπε πρὸς με· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά
σε.
Στίχ. Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.
Πρὸς Ἑβραίους Ἐπιστολῆς
Παύλου τὸ Ἀνάγνωσμα
Κεφ. 1: 1-14, 2:1-3
Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς
Πατράσιν
ἐν
τοῖς
Προφήταις,
ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ· ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν. Ὅς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ,
φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, δι' ἑαυτοῦ καθαρισμὸν ποιησάμενος
τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς.Τοσούτῳ κρείττων
γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Τίνι γὰρ εἶπέ
ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε; Καὶ πάλιν· Ἐγὼ ἔσομαι
αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν; Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ
προσκυνησάτωσαν αὐτῷ πάντες Ἄγγελοι Θεοῦ. Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ
πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν Υἱόν· Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος
ἡ ῥάβδος τῆς Βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός
σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Καί, Σὺ κατ' ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν
οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται,
σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις
αὐτούς, καὶ ἀλλαγήσονται. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε. Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς
σου ὑποπόδιον τῶν ποδῶν σου; Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεῦμα εἰς διακονίαν ἀποστελλόμενα
διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; Διὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσι, μὴ ποτε παραρρυῶμεν. Εἰ γὰρ ὁ δι᾿
ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον
μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; ἥτις,
ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη.
Ἀλληλούϊα Ἦχος
πλ. δ’
Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ
τοὺς ἐχθρούς σου, ὑποπόδιον τῶν ποδῶν σου.
Στίχ. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ
σοι Κύριος.
Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε.
Εὐαγγέλιον
Ἐκ
τοῦ κατὰ Λουκᾶν.
Κεφ. 2: 1-20
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου,
ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. Αὕτη
ἡ ἀπογραφὴ πρώτη ἐγένετο, ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. Καὶ ἐπορεύοντο πάντες
ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἰδίαν πόλιν. Ἀνέβη δὲ καὶ ᾿Ιωσὴφ ἀπὸ τῆς Γαλιλαίας,
ἐκ πόλεως Ναζαρὲτ, εἰς τὴν ᾿Ιουδαίαν, εἰς πόλιν Δαυΐδ, ἥτις καλεῖται Βηθλεέμ,
διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυΐδ, ἀπογράψασθαι σὺν Μαριὰμ τῇ
μεμνηστευμένῃ αὐτῷ γυναικί, οὔσῃ ἐγκύῳ. Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν
αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν. Καὶ ἔτεκε τὸν Υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν
αὐτὸν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ· διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.
Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ, ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς
νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. Καὶ ἰδοὺ Ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς, καὶ δόξα
Κυρίου περιέλαμψεν αὐτούς· καὶ ἐφοβήθησαν φόβον μέγαν. Καὶ εἶπεν αὐτοῖς ὁ Ἄγγελος·
Μὴ φοβεῖσθαι· ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ·
ὅτι ἐτέχθη ὑμῖν σήμερον Σωτήρ, ὅς ἐστι Χριστὸς Κύριος, ἐν πόλει Δαυΐδ. Καὶ τοῦτο
ὑμῖν τὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον, κείμενον ἐν τῇ φάτνῃ. Καὶ ἐξαίφνης
ἐγένετο σὺν τῷ Ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου, αἰνούντων τὸν Θεὸν, καὶ λεγόντων·
Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη· ἐν ἀνθρώποις εὐδοκία. Καὶ ἐγένετο, ὡς ἀπῆλθον
ἀπ᾿ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ Ἄγγελοι, καὶ οἱ ἄνθρωποι οἱ Ποιμένες εἶπον πρὸς ἀλλήλους·
Διέλθωμεν δὴ ἕως Βηθλεὲμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονός, ὃ ὁ Κύριος ἐγνώρισεν
ἡμῖν. Καὶ ἦλθον σπεύσαντες, καὶ ἀνεῦρον τήν τε Μαριὰμ καὶ τὸν ᾿Ιωσὴφ, καὶ τὸ βρέφος
κείμενον ἐν τῇ φάτνῃ. Ἰδόντες δὲ διεγνώρισαν περὶ τοῦ ρήματος τοῦ λαληθέντος αὐτοῖς
περὶ τοῦ Παιδίου τούτου. Καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων
ὑπὸ τῶν Ποιμένων πρὸς αὐτούς. Ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα, συμβάλλουσα
ἐν τῇ καρδίᾳ αὐτῆς. Καὶ ὑπέστρεψαν οἱ Ποιμένες, δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν
ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον, καθὼς ἐλαλήθη πρὸς αὐτούς.
Καὶ καθ' ἑξῆς, ἡ Θεία Λειτουργία τοῦ Μεγάλου Βασιλείου.
Κοινωνικὸν.
Αἰνεῖτε
τὸν Κύριον ἐκ τῶν οὐρανῶν, Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα.
Εἰς τὴν Λιτήν, Στιχηρά, Ἰδιόμελα, Ἦχος α’
Ἰωάννου Μοναχοῦ.
Ὁ οὐρανὸς καὶ ἡ γῆ, σήμερον προφητικῶς ἐφραινέσθωσαν. Ἄγγελοι
καὶ ἄνθρωποι, πνευματικῶς πανηγυρίσωμεν, ὅτι Θεὸς ἐν σαρκὶ ἐπέφανε, τοῖς ἐν σκότει καὶ σκιᾷ καθημένοις, γεννηθεὶς ἐκ
γυναικός. Σπήλαιον καὶ φάτνη ὑπεδέξαντο αὐτόν. Ποιμένες τὸ θαῦμα ἀνακηρύττουσι.
Μάγοι ἐξ Ἀνατολῶν, ἐν Βηθλεὲμ δῶρα προσάγουσιν· ἡμεῖς δὲ τὸν αἶνον ἀναξίοις χείλεσιν,
ἀγγελικῶς αὐτῷ προσάξωμεν. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη· ἦλθε γὰρ ἡ
προσδοκία τῶν ἐθνῶν· ἦλθεν, ἔσωσεν ἡμᾶς, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ.
Ὁ αὐτός, τοῦ αὐτοῦ.
Ὁ οὐρανὸς καὶ ἡ γῆ, σήμερον ἡνώθησαν, τεχθέντος τοῦ Χριστοῦ.
Σήμερον Θεὸς ἐπὶ γῆς παραγέγονε, καὶ ἄνθρωπος εἰς οὐρανοὺς ἀναβέβηκε. Σήμερον ὁρᾶται
σαρκί, ὁ φύσει ἀόρατος, διὰ τὸν ἄνθρωπον· διὰ τοῦτο καὶ ἡμεῖς δοξολογοῦντες, βοήσωμεν
αὐτῷ· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη· ἣν ἡμῖν ἑβράβευσεν, ἡ παρουσία
σου, Σωτὴρ ἡμῶν δόξα σοι.
Ὁ αὐτός, τοῦ αὐτοῦ.
Δόξα ἐν ὑψίστοις Θεῷ, ἐν Βηθλεὲμ ἀκούω, ὑπὸ Ἀσωμάτων σήμερον,
τῷ ἐπὶ γῆς εἰρήνην, εὐδοκήσαντι γενέσθαι. Νῦν ἡ Παρθένος οὐρανῶν πλατυτέρα· ἐξανέτειλε
γάρ φῶς τοῖς ἐσκοτισμένοις, καὶ ταπεινοὺς
ὕψωσε, τοὺς ἀγγελικῶς μελῳδοῦντας· Δόξα ἐν ὑψίστοις Θεῷ.
Ὁ αὐτὸς.
Τὸν κατ' εἰκόνα καὶ ὁμοίωσιν, ῥύσαντα ἐκ παραβάσεως, ἰδὼν ὁ
Ἰησοῦς, κλίνας οὐρανοὺς κατέβη, καὶ ᾤκησεν ἐν μήτρᾳ παρθενικῇ ἀναλλοιώτως, ἵνα ἐν
αὐτῇ, τόν φθαρέντα Ἀδάμ, ἀναπλάσῃ κράζοντα· Δόξα τῇ ἐπιφανείᾳ σου, ὁ λυτρωτής μου καὶ Θεός.
Δόξα... Ἦχος
πλ. α’
Ἰωάννου Μοναχοῦ.
Μάγοι Περσῶν Βασιλεῖς, ἐπιγνόντες σαφῶς, τὸν ἐπὶ γῆς τεχθέντα,
Βασιλέα οὐράνιον, ὑπὸ λαμπροῦ ἀστέρος ἑλκόμενοι, ἔφθασαν ἐν Βηθλεέμ, δῶρα προσφέροντες
ἔγκριτα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, καὶ πεσόντες προσεκύνησαν· εἶδον γὰρ ἐν
τῷ Σπηλαίῳ, βρέφος κείμενον τὸν Ἄχρονον.
Καὶ νῦν...
Ἦχος πλ. β’
Γερμανοῦ.
Χορεύουσιν Ἄγγελοι πάντες ἐν οὐρανῷ, καὶ ἀγάλλονται σήμερον·
σκιρτᾷ δὲ πᾶσα ἡ κτίσις, διὰ τὸν γεννηθέντα ἐν Βηθλεέμ, Σωτῆρα Κύριον, ὅτι πᾶσα
πλάνη τῶν εἰδώλων πέπαυται, καὶ βασιλεύει Χριστὸς εἰς τοὺς αἰῶνας.
Εἰς τὸν Στίχον, Στιχηρὰ Ἰδιόμελα.
Ἦχος β’
Γερμανοῦ.
Μέγα καὶ παράδοξον θαῦμα, τετέλεσται σὴμερον! Παρθένος τίκτει
καὶ μήτρα οὐ φθείρεται, ὁ Λόγος σαρκοῦται, καὶ τοῦ Πατρὸς οὐ κεχώρισται, Ἄγγελοι
μετὰ Ποιμένων δοξάζουσι, καὶ ἡμεῖς σὺν αὐτοῖς ἐκβοῶμεν· Δόξα ἐν ὑψίστοις Θεῷ,
καὶ ἐπὶ γῆς εἰρήνη.
Στίχ. Εἶπεν ὁ Κύριος τῷ
Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν
σου.
Ἦχος γ’
τοῦ αὐτοῦ.
Σήμερον τίκτει ἡ Παρθένος, τὸν Ποιητὴν τοῦ παντός, Ἐδὲμ
προσφέρει σπήλαιον, καὶ ἀστὴρ μηνύει Χριστόν, τὸν Ἥλιον τοῖς ἐν σκότει. Μετὰ δώρων Μάγοι προσεκύνησαν, πίστει
φωτιζόμενοι, καὶ Ποιμένες εἶδον τὸ θαῦμα, Ἀγγέλων ἀνυμνούντων, καὶ λεγόντων· Δόξα
ἐν ὑψίστοις Θεῷ.
Στίχ. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου
ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ
τὴν τάξιν Μελχισεδέκ.
Ὁ αὐτός, Ἀνατολίου.
Τοῦ Κυρίου Ἰησοῦ γεννηθέντος, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐξ Ἀνατολῶν
ἐλθόντες Μάγοι, προσεκύνησαν Θεὸν ἐνανθρωπήσαντα, καὶ τοὺς θησαυροὺς αὐτῶν προθύμως
ἀνοίξαντες, δῶρα τίμια προσέφερον, δόκιμον χρυσόν, ὡς Βασιλεῖ τῶν αἰώνων, καὶ λίβανον,
ὡς Θεῷ τῶν ὅλων, ὡς τριημέρῳ δὲ νεκρῷ, σμύρναν τῷ Ἀθανάτῳ. Πάντα τὰ ἔθνη, δεῦτε
προσκυνήσωμεν, τῷ τεχθέντι σῶσαι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Ἦχος
δ’
Ἰωάννου Μοναχοῦ.
Εὐφράνθητι Ἱερουσαλήμ, καὶ πανηγυρίσατε πάντες, οἱ ἀγαπῶντες
Σιών. Σήμερον ὁ χρόνιος ἐλύθη δεσμός, τῆς καταδίκης τοῦ, Ἀδάμ, ὁ Παράδεισος ἡμῖν
ἠνεῴχθη, ὁ ὄφις κατηργήθη· ἣν γὰρ ἠπάτησε πρώην, νῦν ἐθεάσατο, τοῦ Δημιουργοῦ
γενομένην Μητέρα. Ὢ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ, ἡ προξενήσασα
τὸν θάνατον πάσῃ σαρκί, τῆς ἁμαρτίας τὸ ὄργανον, σωτηρίας ἀπαρχὴ ἐγένετο τῷ κόσμῳ
παντί, διὰ τῆς Θεοτόκου· βρέφος γὰρ τίκτεται ἐξ αὐτῆς, ὁ παντέλειος Θεός, καὶ
διὰ τοῦ τόκου, Παρθενίαν σφραγίζει, σειρὰς ἁμαρτημάτων, λύων διὰ σπαργάνων· καὶ
διὰ νηπιότητος, τῆς Εὔας θεραπεύει, τὰς ἐν λύπαις ὠδῖνας. Χορευέτω τοίνυν πᾶσα ἡ
κτίσις καὶ σκιρτάτω· ἀνακαλέσαι γὰρ αὐτήν, παραγέγονε Χριστός, καὶ σῶσαι τὰς
ψυχὰς ἡμῶν.
Καὶ νῦν...
Ἦχος ὁ αὐτὸς.
Ἀνατολίου.
Σπηλαίῳ παρῴκησας, Χριστὲ ὁ Θεός, φάτνη ὑπεδέξατο. Ποιμένες
δὲ καὶ Μάγοι προσεκύνησαν. Τότε δὴ τῶν Προφητῶν ἐπληροῦτο τὸ κήρυγμα· καὶ Ἀγγέλων
αἱ Δυνάμεις ἐθαύμαζον, βοῶσαι καὶ λέγουσαι· Δόξα τῇ συγκαταβάσει σου, μόνε φιλάνθρωπε.
Ἀπολυτίκιον
Ἦχος δ’ ἐκ γ’
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς
τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις
λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο· σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης,
καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.
Τὸ αὐτὸ καὶ εἰς τό, Θεὸς Κύριος.
Καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν
Κάθισμα Ἦχος
δ’
Κατεπλάγη Ἰωσὴφ.
Δεῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός, ἀκολουθήσωμεν
λοιπὸν ἔνθα ὁδεύει ὁ ἀστήρ, μετὰ τῶν Μάγων Ἀνατολῆς τῶν Βασιλέων. Ἄγγελοι ὑμνοῦσιν,
ἀκαταπαύστως ἐκεῖ. Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον. Δόξα ἐν ὑψίστοις λέγοντες,
τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου, καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.
(Δίς)
Μετὰ τὴν β’ Στιχολογίαν.
Κάθισμα ὅμοιον.
Τὶ θαυμάζεις Μαριάμ; τὶ ἐκθαμβεῖσαι τῷ ἐν σοὶ; Ὅτι ἄχρονον
Υἱόν, χρόνῳ ἐγέννησα φησί, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρος
εἰμί, καὶ πῶς τέξω Υἱόν; ἄσπορον γονὴν τὶς ἑώρακεν; ὅπου Θεὸς δὲ βούλεται, νικᾶται
φύσεως τάξις, ὡς γέγραπται. Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.
(Δίς)
Μετὰ δὲ τὸν Πολυέλεον.
Κάθισμα ὅμοιον.
Ὁ ἀχώρητος παντί, πῶς
ἐχωρήθη ἐν γαστρὶ; ὁ ἐν κόλποις τοῦ Πατρός, πῶς ἐν ἀγκάλαις τῆς Μητρός; πάντως ὡς
οἶδεν ὡς ἠθέλησε καὶ ὡς ηὐδόκησεν· ἄσαρκος γὰρ ὢν, ἐσαρκώθη ἑκών· καὶ γέγονεν ὁ
Ὢν ὃ οὐκ ἦν δι' ἡμᾶς· καὶ μὴ ἐκστὰς τῆς φύσεως, μετέσχε τοῦ ἡμετέρου φυράματος.
Διπλοῦς ἐτέχθη, Χριστὸς τὸν ἄνω, κόσμον θέλων ἀναπληρῶσαι. (Δίς)
Οἱ Ἀναβαθμοί, τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)
Δόξα...
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.
Προκείμενον
Ἦχος δ’
Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ
μεταμεληθήσεται.
Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου.
Εὐαγγέλιον.
(Κεφ. 2, 1-20)
Ἐκ τοῦ κατά
Ματθαῖου
Κεφ. 1:18-25
Τοῦ ᾿Ιησοῦ Χριστοῦ ἡ Γέννησις οὕτως ἦν. Μνηστευθείσης
γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ ᾿Ιωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ
ἔχουσα ἐκ Πνεύματος ῾Αγίου. ᾿Ιωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν, καὶ μὴ θέλων αὐτὴν
παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδοὺ
Ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη αὐτῷ, λέγων· ᾿Ιωσὴφ, υἱὸς Δαυΐδ, μὴ φοβηθῇς
παραλαβεῖν Μαριὰμ τὴν γυναῖκα σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ῾Αγίου.
Τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾿Ιησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν
αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Τοῦτο δὲ ὅλον
γέγονεν, ἵνα πληρωθῇ τὸ ρηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ Προφήτου, λέγοντος· Ἰδοὺ ἡ
παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται Υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ ᾿Εμμανουήλ·
ὅ ἐστι μεθερμηνευόμενον, Μεθ᾿ ἡμῶν ὁ Θεός. Διεγερθεὶς δὲ ὁ ᾿Ιωσὴφ ἀπὸ τοῦ ὕπνου,
ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ Ἄγγελος Κυρίου, καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ,
καὶ οὐκ ἐγίνωσκεν αὐτὴν, ἕως οὗ ἔτεκε τὸν Υἱὸν αὐτῆς τὸν πρωτότοκον· καὶ ἐκάλεσε
τὸ ὄνομα αὐτοῦ ᾿Ιησοῦν.
Ὁ Ν’ Δόξα...
Ἦχος β’
Τὰ σύμπαντα σήμερον, χαρᾶς πληροῦνται. Χριστὸς ἐτέχθη ἐκ τῆς
Παρθένου.
Καὶ νῦν... Τὸ αὐτό. Εἶτα.
Στίχ. Ἐλέησόν με ὁ Θεὸς
κατὰ τὸ μέγα ἔλεός σου...
Καὶ ψάλλομεν τὸ παρὸν Ἰδιόμελον.
Ἦχος πλ. β’
Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη. Σήμερον δέχεται ἡ
Βηθλεέμ, τὸν καθήμερον διὰ παντὸς σὺν Πατρί. Σήμερον Ἄγγελοι τὸ βρέφος τὸ τεχθέν,
θεοπρεπῶς δοξολογοῦσι. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Καὶ οἱ Κανόνες. Ὁ Παρὼν τοῦ κυρίου Κοσμᾶ, φέρων
ἀκροστιχίδα τήνδε.
Χριστὸς βροτωθεὶς ἦν ὅπερ Θεὸς μένῃ.
Ὠδὴ α’ Ἦχος
α’
Ὁ Εἱρμὸς.
Χριστὸς γεννᾶται, δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε.
Χριστὸς ἐπὶ γῆς, ὑψώθητε, ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε
λαοί, ὅτι δεδόξασται.
Ῥεύσαντα ἐκ παραβάσεως, Θεοῦ τὸν κατ' εἰκόνα γενόμενον, ὅλον
τῆς φθορᾶς ὑπάρξαντα, κρείττονος ἑπταικότα θείας ζωῆς, αὖθις ἀναπλάττει, ὁ σοφὸς
Δημιουργός, ὅτι δεδόξασται.
Ἰδὼν ὁ Κτίστης ὀλλύμενον, τὸν ἄνθρωπον χερσίν, ὃν ἐποίησε,
κλίνας οὐρανοὺς κατέρχεται, τοῦτον δὲ ἐκ Παρθένου θείας Ἁγνῆς, ὅλον οὐσιοῦται, ἀληθείᾳ
σαρκωθείς, ὅτι δεδόξασται.
Σοφία λόγος καὶ δύναμις, Υἱὸς ὢν τοῦ Πατρός, καὶ ἀπαύγασμα,
Χριστὸς ὁ Θεός, δυνάμεις λαθών, ὅσας ὑπερκοσμίους, ὅσας ἐν γῇ, καὶ ἐνανθρωπήσας,
ἀνεκτήσατο ἡμᾶς, ὅτι δεδόξασται.
Ἕτερος Κανὼν Ἰαμβικός, Ἰωάννου Μοναχοῦ, φέρων ἀκροστιχίδα
τήνδε διὰ στίχων Ἡρωελεγείων.
Εὐεπίης μελέεσσιν ἐφύμνια ταῦτα λιγαίνει. Υἷα Θεοῦ μερόπων
ἕνεκα τικτόμενον. Ἐν χθονί, καὶ λύοντα πολύστονα πήματα κόσμου. Ἀλλ' Ἄνα ῥητῆρας
ῥύεο τῶνδε πόνων.
Ὠδὴ
α' Ἦχος ὁ αὐτὸς
Ὁ Εἱρμὸς.
Ἔσωσε λαόν, θαυματουργῶν Δεσπότης, Ὑγρὸν θαλάσσης κῦμα
χερσώσας πάλαι· Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν, Πόλου τίθησιν ἡμῖν· ὃν
κατ οὐσίαν, Ἶσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν.
Ἤνεγκε γαστὴρ ἡγιασμένη Λόγον, Σαφῶς ἀφλέκτῳ ζωγραφουμένη
βάτῳ, Μιγέντα μορφῇ, τῇ βροτησίᾳ Θεόν, Εὔας
τάλαιναν, νηδὺν ἀρᾶς τῆς πάλαι, Λύοντα πικρᾶς, ὃν βροτοὶ δοξάζομεν.
Ἔδειξεν ἀστὴρ τὸν πρὸ ἡλίου Λόγον, Ἐλθόντα παῦσαι τὴν ἁμαρτίαν
Μάγοις, Σαφῶς πενιχρὸν εἰς σπέος τὸν συμπαθῆ, Σὲ σπαργάνοις ἑλικτόν· ὃν γεγηθότες,
Ἶδον τὸν αὐτόν, καὶ βροτὸν καὶ Κύριον.
Ὠδὴ γ’ Ὁ
Εἱρμὸς.
Τῶ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ
ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· ὁ ἀνυψώσας
τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε.
Ὁ τῆς ἐπιπνοίας, μετασχὼν τῆς ἀμείνω Ἀδὰμ χοϊκός, καὶ πρὸς
φθορὰν κατολισθήσας, γυναικείᾳ ἀπάτῃ, Χριστὸν γυναικὸς βοᾷ ἐξορῶν, ὁ δι' ἐμὲ
κατ᾿ ἐμὲ γεγονώς, ἅγιος εἶ Κύριε.
Σύμμορφος πηλίνης, εὐτελοῦς διαρτίας Χριστὲ γεγονώς, καὶ
μετοχῇ σαρκὸς τῆς χείρω, μεταδοὺς θείας φύτλης, βροτὸς πεφυκώς, καὶ μείνας Θεός,
καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.
Βηθλεὲμ εὐφραίνου, Ἡγεμόνων Ἰούδα βασίλεια· τὸν Ἰσραὴλ γὰρ
ὁ ποιμαίνων, Χερουβὶμ ὁ ἐπ' ὤμων, ἐκ σοῦ προελθὼν Χριστὸς ἐμφανῶς, καὶ ἀνυψώσας
τὸ κέρας ἡμῶν, πάντων ἐβασίλευσεν.
Ἰαμβικὸς
Ὁ Εἱρμὸς.
Νεῦσον πρὸς ὕμνους οἰκετῶν Εὐεργέτα, Ἐχθροῦ ταπεινῶν τὴν ἐπηρμένην
ὀφρύν, Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας, Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους, Μάκαρ,
μελῳδοὺς τῇ βάσει τῆς πίστεως.
Νύμφης πανάγνου τὸν πανόλβιον τόκον Ἰδεῖν ὑπὲρ νοῦν ἠξιωμένος
χορός, Ἄγραυλος ἐκλονεῖτο, τῷ ξένῳ τρόπῳ. Τάξιν μελῳδοῦσάν τε τῶν Ἀσωμάτων, Ἄνακτα
Χριστόν, ἀσπόρως σαρκούμενον.
Ὕψους ἀνάσσων οὐρανῶν εὐσπλαγχνίᾳ, Τελεῖ καθ' ἡμᾶς ἐξ ἀνυμφεύτου
Κόρης, Ἄϋλος ὢν τὸ πρόσθεν· ἀλλ' ἐπ' ἐσχάτων Λόγος παχυνθεὶς σαρκί, τὸν πεπτωκότα,
Ἵνα πρὸς αὐτὸν ἑλκύσῃ πρωτόκτιστον.
Ἡ Ὑπακοὴ
Ἦχος πλ. δ’
Τὴν ἀπαρχὴν τῶν Ἐθνῶν, ὁ οὐρανὸς σοι προσεκόμισε, τῷ κειμένῳ
νηπίῳ ἐν φάτνῃ, δι᾿ ἀστέρος τοὺς Μάγους καλέσας· οὓς καὶ κατέπληττεν, οὐ σκῆπτρα
καὶ θρόνοι, ἀλλ' ἐσχάτη πτωχεία· τὶ γάρ εὐτελέστερον σπηλαίου; τὶ δὲ ταπεινότερον
σπαργάνων; ἐν οἷς διέλαμψεν ὁ τῆς Θεότητός
σου πλοῦτος. Κύριε δόξα σοι.
Ἱστέον ὅτι ὅτε λέγομεν ὑπακοήν, Κάθισμα οὐ λέγομεν
ὡς ἔν τισι Τυπικοῖς εὕρομεν.
Κάθισμα Ἦχος
πλ. δ’
Τὸ προσταχθὲν μυστικῶς.
Ἀγαλλιάσθω οὐρανός, γῆ εὐφραινέσθω· ὅτι ἐτέχθη ἐπὶ γῆς, ὁ Ἀμνὸς
τοῦ Θεοῦ, παρέχων τῷ κόσμῳ τὴν ἀπολύτρωσιν. Ὁ Λόγος ὁ ἐν τοῖς κόλποις ὢν τοῦ
Πατρός, προῆλθεν ἐκ τῆς Παρθένου ἄνευ σπορᾶς· ὃν οἱ Μάγοι ἐξίσταντο, ὁρῶντες ἐν
Βηθλεέμ, τικτόμενον ὡς νήπιον· ὃν δοξάζει τὰ σύμπαντα.
Δόξα... Καὶ νῦν... τὸ αὐτὸ.
Ὠδὴ δ' Ὁ
Εἱρμὸς.
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ
τῆς Παρθένου ἀνεβλάστησας· ἐξ ὄρους ὁ αἰνετὸς κατασκίου δασέος ἦλθες σαρκωθεὶς ἐξ
ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός. Δόξα τῇ
δυνάμει σου Κύριε.
Ὃν πάλαι προεῖπεν Ἰακώβ, ἐθνῶν ἀπεκδοχὴν Χριστέ, φυλῆς Ἰούδα
ἐξανέτειλας, καὶ δύναμιν Δαμασκοῦ, Σαμαρείας σκῦλά τε, ἦλθες προνομεύσων πλάνην
τρέπων, εἰς πίστιν θεοτερπῆ. Δόξα τῇ δυνάμει
σου Κύριε.
Τοῦ Μάντεως πάλαι Βαλαάμ, τῶν λόγων μυητὰς σοφούς, ἀστεροσκόπους
χαρᾶς ἔπλησας, ἀστὴρ ἐκ τοῦ Ἰακώβ, ἀνατείλας Δέσποτα, Ἐθνῶν ἀπαρχὴν εἰσαγομένους·
ἐδέξω δὲ προφανῶς, δῶρά σοι δεκτὰ προσκομίζοντας.
Ὡς πόκῳ γαστρὶ Παρθενικῇ, κατέβης ὑετὸς Χριστέ, καὶ ὡς
σταγόνες ἐν γῇ στάζουσαι. Αἰθίοπες καὶ θαρσεῖς, καὶ Ἀράβων νῆσοί τε, Σαβᾶ Μήδων,
πάσης γῆς κρατοῦντες, προσέπεσόν σοι Σωτήρ. Δόξα τῇ δυνάμει σου Κύριε.
Ἰαμβικὸς
Ὁ Εἱρμὸς.
Γένους βροτείου τὴν ἀνάπλασιν πάλαι, Ἄδων Προφήτης Ἀββακούμ,
προμηνύει, Ἰδεῖν ἀφράστως ἀξιωθεὶς τὸν τύπον. Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς
Παρθένου, Ἐξῆλθε λαῶν, εἰς ἀνάπλασιν Λόγος.
Ἶσος προῆλθες τοῖς
βροτοῖς ἑκουσίως, Ὕψιστε, σάρκα προσλαβὼν ἐκ Παρθένου, Ἰὸν καθᾶραι τῆς
δρακοντείας κάρας, Ἄγων ἅπαντας πρὸς σέλας ζωηφόρον, Θεὸς πεφυκώς, ἐκ πυλῶν ἀνηλίων.
Ἔθνη τὰ πρόσθεν τῇ φθορᾷ βεβυσμένα. Ὄλεθρον ἄρδην δυσμενοῦς
πεφευγότα, Ὑψοῦτε χεῖρας, σὺν κρότοις ἐφυμνίοις, Μόνον σέβοντα Χριστόν, ὡς εὐεργέτην,
Ἐν τοῖς καθ ἡμᾶς συμπαθῶς ἀφιγμένον.
Ῥίζης φυεῖσα τοῦ Ἰεσσαὶ Παρθένε, Ὅρους παρῆλθες, τῶν βροτῶν
τῆς οὐσίας, Πατρὸς τεκοῦσα τὸν πρὸ αἰώνων Λόγον. Ὡς ηὐδόκησεν αὐτός, ἐσφραγισμένην,
Νηδὺν διελθεῖν τῇ κενώσει τῇ ξένῃ.
Ὠδὴ ε’ Ὁ
Εἱρμὸς.
Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν
Ἄγγελον, εἰρήνην παρεχόμενον ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες,
ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε Φιλάνθρωπε.
Ἐν δούλοις τῷ Καίσαρος δόγματι, ἀπεγράφης πειθήσας, καὶ δούλους
ἡμᾶς, ἐχθροῦ καὶ ἁμαρτίας, ἠλευθέρωσας Χριστέ, ὅλον τὸ καθ᾿ ἡμᾶς δὲ πτωχεύσας,
καὶ χοϊκόν ἐξ αὐτῆς ἑνώσεως, καὶ κοινωνίας ἐθεούργησας.
Ἰδοὺ ἡ Παρθένος, ὡς πάλαι φησίν, ἐν γαστρὶ συλλαβοῦσα ἐκύησε,
Θεὸν ἐνανθρωπήσαντα, καὶ μένει Παρθένος· δι ἧς καταλλαγέντες Θεῷ οἱ ἁμαρτωλοί,
Θεοτόκον κυρίως οὖσαν, ἐν πίστει ἀνυμνήσωμεν.
Ἰαμβικὸς
Ὁ Εἱρμὸς.
Ἐκ νυκτὸς ἔργων, ἐσκοτισμένης πλάνης Ἱλασμὸν ἡμῖν Χριστὲ
τοῖς ἐγρηγόρως, Νῦν σοι τελοῦσιν ὕμνον, ὡς
εὐεργέτῃ, Ἔλθοις πορίζων εὐχερῆ τε τὴν τρίβον, Καθ' ἣν ἀνατρέχοντες, εὕροιμεν
κλέος.
Ἀπηνὲς ἔχθος, τὸ πρὸς αὐτὸν Δεσπότης, Τεμὼν διαμπάξ, σαρκὸς
ἐν παρουσίᾳ, Ἵνα κρατοῦντος ὤλεσε ψυχοφθόρου, Κόσμον συνάπτων, ταῖς ἀΰλοις οὐσίαις,
Τιθεὶς προσηνῆ, τὸν Τεκόντα τῇ κτίσει.
Ὁ λαὸς εἶδεν, ὁ πρὶν ἠμαυρωμένος, Μεθ' ἡμέραν φῶς, τῆς ἄνω
φρυκτωρίας· Ἔθνη Θεῷ δέ, κλῆρον Υἱὸς προσφέρει, Νέμων ἐκεῖσε τὴν ἀπόρρητον χάριν,
Οὗ πλεῖον ἐξήνθησεν ἡ ἁμαρτία.
Ὠδὴ ς’ Ὁ
Εἱρμὸς.
Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν ἐνάλιος θήρ οἷον ἐδέξατο·
τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα
λαβὼν διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν
ἀπήμαντον.
Ἦλθε σαρκωθείς, Χριστὸς ὁ Θεὸς ἡμῶν, γαστρὸς ὃν Πατήρ, πρὸ
Ἑωσφόρου γεννᾷ, τὰς ἡνίας δέ, ὁ κρατῶν τῶν ἀχράντων Δυνάμεων, ἐν φάτνῃ τῶν ἀλόγων
ἀνακλίνεται, ῥάκει σπαργανοῦται, λύει δέ, πολυπλόκους σειρὰς παραπτώσεων.
Νέον ἐξ Ἀδάμ, παιδίον φυράματος ἐτέχθη Υἱός, καὶ πιστοῖς δέδοται,
τοῦ δὲ μέλλοντος, οὗτός ἐστιν αἰῶνος, Πατὴρ καὶ Ἄρχων, καὶ καλεῖται τῆς μεγάλης
Βουλῆς Ἄγγελος· οὗτος ἰσχυρὸς Θεὸς ἐστι, καὶ κρατῶν ἐξουσίᾳ τῆς κτίσεως.
Ἰαμβικὸς
Ὁ Εἱρμὸς.
Ναίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις, Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην
ἀπαρκέσαι. Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει, Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην,
Θᾶττον μολεῖν σε τῆς ἐμῆς ῥαθυμίας
Ὃς ἦν ἐν ἀρχῇ, πρὸς Θεὸν Θεὸς Λόγος, Νυνὶ κρατύνει, μὴ σθένουσαν
τὴν πάλαι, Ἰδὼν φυλάξαι, τὴν καθ ἡμᾶς οὐσίαν, Καθεὶς ἑαυτὸν δευτέρᾳ κοινωνίᾳ Αὖθις
προφαίνων, τῶν παθῶν ἐλευθέραν.
Ἷκται δι' ἡμᾶς, Ἀβραὰμ ἐξ ὀσφύος, Λυγρῶς πεσόντας, ἐν σκότει
τῶν πταισμάτων, Υἱοὺς ἐγεῖραι, τῶν κάτω νενευκότων, Ὁ φῶς κατοικῶν, καὶ φάτνην
παρ' ἀξίαν. Νῦν εὐδοκήσας, εἰς βροτῶν σωτηρίαν.
Κοντάκιον.
Ἦχος γ’ Αὐτόμελον.
Ποίημα Ῥωμανοῦ τοῦ Μελῳδοῦ.
Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον,
τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι·
δι' ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.
Ὁ Οἶκος.
Τὴν Ἐδὲμ Βηθλεὲμ ἤνοιξε, δεῦτε ἴδωμεν· τὴν τρυφὴν ἐν κρυφῇ
εὕρομεν, δεῦτε λάβωμεν, τὰ τοῦ Παραδείσου ἔνδον τοῦ Σπηλαίου. Ἐκεῖ ἐφάνη ῥίζα ἀπότιστος,
βλαστάνουσα ἄφεσιν· ἐκεῖ εὑρέθη φρέαρ ἀνώρυκτον, οὗ πιεῖν Δαυῒδ πρὶν ἐπεθύμησεν·
ἐκεῖ Παρθένος τεκοῦσα βρέφος, τὴν δίψαν ἔπαυσεν εὐθύς, τὴν τοῦ Ἀδὰμ καὶ τοῦ Δαυΐδ·
διὰ τοῦτο πρὸς τοῦτο ἐπειχθῶμεν, οὗ ἐτέχθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.
Συναξάριον.
Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Ἡ κατὰ σάρκα Γέννησις τοῦ Κυρίου
καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Στίχοι
Θεὸς τὸ τεχθέν, ἡ δὲ Μήτηρ Παρθένος.
Τὶ μεῖζον ἄλλο καινὸν εἶδεν ἡ κτίσις;
Παρθενικὴ Μαρίη Θεὸν εἰκάδι γείνατο πέμπτη.
Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ προσκύνησις τῶν Μάγων.
Στίχοι
Σὲ προσκυνοῦσα τάξις ἐθνική, Λόγε,
Τὸ πρὸς σὲ δηλοῖ τῶν Ἐθνῶν μέλλον σέβας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν θεασαμένων Ποιμένων τὸν Κύριον.
Στίχοι
Ποίμνην ἀφέντες τὴν ἑαυτῶν Ποιμένες,
Ἰδεῖν καλὸν σπεύδουσι Χριστὸν ποιμένα.
Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὠδη ζ’ Ὁ
Εἱρμὸς.
Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος
καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐκπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες
ἔψαλλον· Ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Ποιμένες ἀγραυλοῦντες, ἐκπλαγοῦς φωτοφανείας ἔτυχον· δόξα
Κυρίου γὰρ αὐτούς, περιέλαμψε καὶ Ἄγγελος. Ἀνυμνήσατε βοῶν, ὅτι ἐτέχθη Χριστός,
ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Ἐξαίφνης σὺν τῷ λόγῳ τοῦ Ἀγγέλου, οὐρανῶν στρατεύματα, Δόξα
ἐκραύγαζον Θεῷ, ἐν ὑψίστοις, ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία, Χριστὸς ἔλαμψεν.
Ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Ῥῆμα τὶ τοῦτο; εἶπον οἱ Ποιμένες· διελθόντες ἴδωμεν τὸ
γεγονός, θεῖον Χριστόν· Βηθλεὲμ καταλαβόντες δέ, σὺν τῇ τεκούσῃ προσεκύνουν ἀναμέλποντες· ὁ τῶν Πατέρων
Θεός, εὐλογητὸς εἶ.
Ἰαμβικὸς
Ὁ Εἱρμὸς.
Τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ, Ἄπλητα θυμαίνοντος ἠγκιστρωμένοι,
Παῖδες τυράννου δύσθεον γλωσσαλγίαν, Οἷς εἴκαθε πῦρ ἄσπετον, τῷ Δεσπότῃ, Λέγουσιν·
Εἰς αἰῶνας εὐλογητὸς εἶ.
Ὑπηρέτας μὲν ἐμμανῶς καταφλέγει, Σῴζει δὲ παφλάζουσα ῥοιζηδὸν
νέους, Ταῖς ἑπταμέτροις καύσεσι πυργουμένη, Οὓς ἔστεφε φλόξ, ἄφθονον τοῦ Κυρίου,
Νέμοντος, εὐσεβείας ἕνεκα, δρόσον.
Ἀρωγὲ Χριστέ, τὸν βροτοῖς ἐναντίον, Πρόβλημα τὴν σάρκωσιν ἀρρήτως
ἔχων, ᾜσχυνας, ὄλβον τῆς θεώσεως φέρων, Μορφούμενος νῦν· ἧς τινος δι' ἐλπίδα, Ἄνωθεν εἰς κευθμῶνας ἤλθομεν
ζόφου.
Τὴν ἀγριωπόν, ἀκρατῶς γαυρουμένην, Ἄσεμνα βακχεύουσαν ἐξοιστρουμένου,
Κόσμου καθεῖλες πανσθενῶς ἁμαρτίαν· Οὓς εἵλκυσε πρίν, σήμερον τῶν ἀρκύων, Σῴζεις
δέ, σαρκωθεὶς ἑκὼν Εὐεργέτα.
Ὠδὴ η’ Ὁ Εἱρμὸς.
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον·
οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ
νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω,
εἰς πάντας τοὺς αἰῶνας.
Ἕλκει Βαβυλῶνος ἡ θυγάτηρ παῖδας, δορυκτήτους Δαυΐδ, ἐκ Σιὼν
ἐν αὐτῇ, δωροφόρους πέμπει δέ, Μάγους παῖδας, τὴν τοῦ Δαυΐδ θεοδόχον θυγατέρα
λιτανεύσοντα· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον,
καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Ὄργανα παρέκλινε τὸ πένθος ᾠδῆς· οὐ γὰρ ᾗδον ἐν νόθοις οἱ
παῖδες Σιών, Βαβυλῶνος λύει δέ, πλάνην πᾶσαν καὶ μουσικῶν, ἁρμονίαν Βηθλεὲμ ἐξανατείλας
Χριστός· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω,
εἰς πάντας τοὺς αἰῶνας.
Σκῦλα Βαβυλὼν τῆς Βασιλίδος Σιών, καὶ δορύκτητον ὄλβον ἐδέξατο,
θησαυροὺς Χριστός, ἐν Σιὼν δὲ ταύτης, καὶ Βασιλεῖς σὺν ἀστέρι ὁδηγῷ, ἀστροπολοῦντας
ἕλκει· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω,
εἰς πάντας τοὺς αἰῶνας.
Ἰαμβικὸς
Ὁ Εἱρμὸς.
Μήτραν ἀφλέκτως εἰκονίζουσι Κόρης, Οἱ τῆς παλαιᾶς πυρπολούμενοι
νέοι, Ὑπερφυῶς κύουσαν, ἐσφραγισμένην. Ἄμφω δὲ δρῶσα, θαυματουργίᾳ μιᾷ, Λαοὺς
πρὸς ὕμνον ἐξανίστησι χάρις.
Λύμην φυγοῦσα τοῦ θεοῦσθαι τῇ πλάνῃ, Ἄληκτον ὑμνεῖ τὸν κενούμενον Λόγον.
Νεανικῶς ἅπασα σὺν τρόμῳ κτίσις, Ἄδοξον εὖχος δειματουμένη φέρειν, Ῥευστὴ γεγῶσα,
κἂν σοφῶς ἐκαρτέρει.
Ἥκεις πλανῆτιν πρὸς νομὴν ἐπιστρέφων, Τὴν ἀνθοποιὸν ἐξ ἐρημαίων
λόφων, Ἡ τῶν ἐθνῶν ἔγερσις, ἀνθρώπων φύσιν· Ῥώμην βιαίαν τοῦ βροτοκτόνου σβέσαι,
Ἀνὴρ φανείς τε, καὶ Θεὸς προμηθείᾳ.
Ὠδὴ θ’
ΜΕΓΑΛΥΝΑΡΙΑ
Ψαλλόμενα ἐν τῇ Ὠδῇ ταύτῃ Ἦχος α’
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω
στρατευμάτων. (Δίς)
Μεγάλυνον ψυχή μου, τὸν ἐκ τῆς Παρθένου, Θεὸν σαρκὶ τεχθέντα.
Μεγάλυνον ψυχή μου, τὸν ἐν τῷ Σπηλαίῳ, τεχθέντα Βασιλέα.
Μεγάλυνον ψυχή μου, τῶν ὑπὸ τῶν Μάγων, Θεὸν προσκυνηθέντα.
Μεγάλυνον ψυχή μου, τὸν ὑπὸ Ἀστέρος, τοῖς Μάγοις μηνυθέντα.
Μεγάλυνον ψυχή μου, τὴν ἁγνὴν Παρθένον, τὴν γεννησαμένην,
Χριστὸν τὸν Βασιλέα.
Μάγοι καὶ Ποιμένες, ἦλθον προσκυνῆσαι, Χριστὸν τὸν γεννηθέντα,
ἐν Βηθλεὲμ τῇ πόλει.
Ἔτερα εἰς τὸν Ἰαμβικὸν Κανόνα
Σήμερον ἡ Παρθένος, τίκτει τὸν Δεσπότην, ἔνδον ἐν τῷ Σπηλαίῳ.
Σήμερον ὁ Δεσπότης, τίκτεται ὡς βρέφος, ὑπὸ Μητρὸς Παρθένου.
Σήμερον οἱ Ποιμένες, βλέπουσι τὸν Σωτῆρα, σπαργάνοις εἱλημένον,
καὶ κείμενον ἐν Φάτνῃ.
Σήμερον ὁ Δεσπότης, ῥάκει σπαργανοῦται, ὁ ἀναφὴς ὡς βρέφος.
Σήμερον πᾶσα κτίσις, ἀγάλλεται καὶ χαίρει, ὅτι Χριστὸς ἐτέχθη,
ἐκ τῆς Παρθένου Κόρης.
Οὐράνιαι Δυνάμεις τεχθέντα τὸν Σωτῆρα, Κύριον καὶ Δεσπότην,
μηνύουσι τῷ κόσμῳ.
Δόξα...
Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, Θεότητος
τὸ κράτος.
Καὶ νῦν ...
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.
Ὁ Εἱρμὸς.
Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον·
θρόνον Χερουβικόν, τὴν Παρθένον· τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος,
Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν.
Ἐξαίσιον δρόμον, ὁρῶντες οἱ Μάγοι, ἀσυνήθους νέου ἀστέρος ἀρτιφαοῦς,
οὐρανίου ὑπερλάμποντος, Χριστὸν Βασιλέα ἐτεκμήραντο, ἐν γῇ γεννηθέντα Βηθλεέμ,
εἰς σωτηρίαν ἡμῶν.
Νεηγενὲς Μάγων λεγόντων, παιδίον Ἄναξ, οὗ ἀστὴρ ἐφάνη, ποῦ
ἐστίν; εἰς γὰρ ἐκείνου προσκύνησιν ἥκομεν· μανεὶς ὁ Ἡρῴδης ἐταράττετο, Χριστὸν ἀνελεῖν,
ὁ θεομάχος φρυαττόμενος.
Ἠκρίβωσε χρόνον Ἡρῴδης ἀστέρος, οὗ ταῖς ἡγεσίαις οἱ Μάγοι ἐν
Βηθλεέμ, προσκυνοῦσι Χριστῷ σὺν δώροις· ὑφ' οὗ πρὸς Πατρίδα ὁδηγούμενοι, δεινὸν
παιδοκτόνον, ἐγκατέλιπον παιζόμενον.
Ἰαμβικὸς
Ὁ Εἱρμὸς.
Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ, Ῥᾷον σιωπήν, τῷ πόθῳ
δὲ Παρθένε, Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους, Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ
σθένος, Ὅση πέφυκεν ἡ προαίρεσις δίδου.
Τύπους ἀφεγγεῖς καὶ σκιὰς παρηγμένας, Ὦ Μῆτερ ἁγνή, τοῦ Λόγου
δεδορκότες, Νέου φανέντος, ἐκ πύλης κεκλεισμένης, Δοξούμενοί τε, τῆς ἀληθείας φάος,
Ἐπαξίως σὴν εὐλογοῦμεν γαστέρα.
Πόθου τετευχώς, καὶ Θεοῦ παρουσίας, Ὁ χριστοτερπὴς λαὸς ἠξιωμένος,
Νῦν ποτνιᾶται τῆς παλιγγενεσίας. Ὡς ζωοποιοῦ· τὴν χάριν δὲ Παρθένε, Νέμοις ἄχραντε,
προσκυνῆσαι τὸ κλέος.
Ἐξαποστειλάριον Αὐτόμελον.
Ἐπεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν,
καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν· καὶ γὰρ ἐκ τῆς Παρθένου ἐτέχθη
ὁ Κύριος. Ἐκ γ'.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ’ καὶ ψάλλομεν
Στιχηρά. Ἰδιόμελα.
Ἦχος δ’
Ἀνδρέου Ἱεροσολυμίτου.
Εὐφραίνεσθε Δίκαιοι, οὐρανοὶ ἀγαλλιᾶσθε, σκιρτήσατε τὰ ὄρη,
Χριστοῦ γεννηθέντος, Παρθένος καθέζεται, τὰ Χερουβὶμ μιμουμένη, βαστάζουσα ἐν κόλποις,
Θεόν Λόγον σαρκωθέντα. Ποιμένες τὸν τεχθέντα δοξάζουσι. Μάγοι τῷ Δεσπότῃ δῶρα
προσφέρουσιν. Ἄγγελοι ἀνυμνοῦντες λέγουσιν· Ἀκατάληπτε Κύριε, δόξα σοι.
Ὁ αὐτὸς.
Ὁ Πατὴρ εὐδόκησεν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἡ Παρθένος ἔτεκε,
Θεὸν ἐνανθρωπήσαντα, Ἀστὴρ μηνύει· Μάγοι προσκυνοῦσι· Ποιμένες θαυμάζουσι, καὶ ἡ
κτίσις ἀγάλλεται.
Ὁ αὐτὸς.
Θεοτόκε Παρθένε, ἡ τεκοῦσα τὸν Σωτῆρα, ἀνέτρεψας τὴν πρώτην
κατάραν τῆς Εὔας, ὅτι Μήτηρ γέγονας, τῆς εὐδοκίας τοῦ Πατρός, βαστάζουσα ἐν κόλποις,
Θεὸν Λόγον σαρκωθέντα. Οὐ φέρει το μυστήριον ἔρευναν· πίστει μόνῃ τοῦτο πάντες
δοξάζομεν, κράζοντες μετὰ σοῦ καὶ λέγοντες· Ἀνερμήνευτε Κύριε, Δόξα σοι.
Ὁ αὐτὸς.
Δεῦτε ἀνυμνήσωμεν, τὴν Μητέρα τοῦ Σωτῆρος, τὴν μετὰ τόκον
πάλιν ὀφθεῖσαν Παρθένον· Χαίροις Πόλις ἔμψυχε, τοῦ Βασιλέως καὶ Θεοῦ, ἐν ᾗ
Χριστὸς οἰκήσας, σωτηρίαν εἰργάσατο. Μετὰ τοῦ Γαβριὴλ ἀνυμνοῦμέν σε, μετὰ τῶν
Ποιμένων δοξάζομεν κράζοντες· Θεοτόκε πρέσβευε, τῷ ἐκ σοῦ σαρκωθέντι, σωθῆναι ἡμᾶς.
Δόξα... Ἦχος
πλ. β’ Γερμανοῦ.
Ὅτε καιρός, τῆς ἐπὶ γῆς παρουσίας σου, πρώτη ἀπογραφὴ τῇ οἰκουμένῃ ἐγένετο, τότε ἔμελλες τῶν ἀνθρώπων ἀπογράφεσθαι
τὰ ὀνόματα, τῶν πιστευόντων τῷ τόκῳ σου· διὰ τοῦτο τὸ τοιοῦτον δόγμα, ὑπὸ Καίσαρος
ἐξεφωνήθη· τῆς γὰρ αἰωνίου σου βασιλείας, τὸ ἄναρχον ἐκαινουργήθη. Διὸ σοι
προσφέρομεν καὶ ἡμεῖς, ὑπὲρ τήν χρηματικὴν φορολογίαν, ὀρθοδόξου πλουτισμὸν
θεολογίας, τῷ Θεῷ καὶ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν...
Ἦχος β’ Ἰωάννου Μοναχοῦ.
Σήμερον ὁ Χριστός, ἐν Βηθλεὲμ γεννᾶται ἐκ Παρθένου. Σήμερον
ὁ ἄναρχος ἄρχεται, καὶ ὁ Λόγος σαρκοῦται. Αἱ δυνάμεις τῶν οὐρανῶν ἀγάλλονται,
καὶ ἡ γῆ σὺν τοῖς ἀνθρώποις εὐφραίνεται. Οἱ Μάγοι τὰ δῶρα προσφέρουσιν, οἱ Ποιμένες
τὸ θαῦμα κηρύττουσιν, ἡμεῖς δὲ ἀκαταπαύστως βοῶμεν· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ
γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις.
Ἐν τῇ Λειτουργίᾳ τὰ παρόντα ἀντίφωνα:
Ἀντίφωνον Α´. Ἦχος β´ [Ψαλμός 110].
Στίχ. α'. Ἐξομολογήσομαί
σοι Κύριε ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. β'. Μεγάλα τὰ ἔργα
Κυρίου, ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. γ'. Ἐξομολόγησις καὶ
μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. δ'. Ἅγιον καὶ φοβερὸν
τὸ ὄνομα αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Δόξα... Καὶ νῦν ...
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Ἀντίφωνον Β´. Ἦχος β´ [Ψαλμός 111].
Στίχ. α'. Μακάριος ἀνήρ, ὁ
φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.
Στίχ. β.' Δυνατὸν ἐν τῇ γῇ
ἔσται τὸ σπέρμα αὐτοῦ, γενεὰ εὐθέων εὐλογηθήσεται.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ...
Στίχ. γ'. Δόξα καὶ πλοῦτος
ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ...
Στίχ. δ'. Ἐξανέτειλεν ἐν
σκότει φῶς τοῖς εὐθέσιν· ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ...
Δόξα... Καὶ νῦν...
Ὁ
μονογενὴς
Υἱὸς
καὶ
Λόγος
τοῦ
Θεοῦ...
Ἀντίφωνον Γ´. Ἦχος δ´ [Ψαλμός 109].
Στίχ. α'. Εἶπεν ὁ Κύριος τῷ
Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν
σου.
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς
τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο,
σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε
δόξα σοι.
Στίχ. β'. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ
σοι Κύριος ἐκ Σιών, καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου.
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν...
Στίχ. γ'. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν
ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου.
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν...
Εἰσοδικόν [Ψαλμός 109].
Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε· ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.
Εἶτα γεγονωτέρᾳ τῇ φωνῇ
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς
τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις
λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης,
καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.
Καὶ τὸ Κοντάκιον Ἦχος γ’
Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον,
τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι·
δι' ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.
Ἀντὶ δὲ τοῦ Τρισαγίου.
Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε...
Προκείμενον. Ἦχος πλ, δ' [Ψαλμός 65]
Στίχ. Πᾶσα ἡ γῆ
προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι.
Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ
πᾶσα ἡ γῆ.
Πρὸς Γαλάτας Ἐπιστολῆς
Παύλου τὸ Ἀναγνωσμα.
Κεφ.
4:4-7
Ἀδελφοί, ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς
τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ,
ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. ῞Οτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς
καρδίας ὑμῶν, κρᾶζον· Ἀββᾶ ὁ πατήρ. Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ᾿ υἱός· εἶ δὲ υἱός,
καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ.
Ἀλληλούϊα [γ΄].
Ἦχος α΄ [Ψαλμός 18].
Στίχ. Οἱ οὐρανοί διηγοῦνται
δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Στίχ. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται
ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατά Ματθαῖον.
Κεφ. 2: 1-12
Τοῦ ᾿Ιησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς ᾿Ιουδαίας, ἐν ἡμέραις ῾Ηρῴδου τοῦ βασιλέως,
ἰδοὺ, Μάγοι ἀπὸ Ἀνατολῶν παρεγένοντο εἰς ῾Ιεροσόλυμα, λέγοντες· Ποῦ ἐστιν ὁ
τεχθεὶς Βασιλεὺς τῶν ᾿Ιουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ Ἀνατολῇ καὶ ἤλθομεν
προσκυνῆσαι αὐτῷ. ᾿Ακούσας δὲ ῾Ηρῴδης
ὁ βασιλεὺς ἐταράχθη, καὶ πᾶσα ῾Ιεροσόλυμα μετ᾿ αὐτοῦ. Κκαὶ συναγαγὼν πάντας τοὺς
Ἀρχιερεῖς καὶ Γραμματεῖς τοῦ λαοῦ, ἐπυνθάνετο παρ᾿ αὐτῶν, ποῦ ὁ Χριστὸς γεννᾶται.
Οἱ δὲ εἶπον αὐτῷ· ἐν Βηθλεὲμ τῆς ᾿Ιουδαίας. Οὕτω γὰρ γέγραπται διὰ τοῦ Προφήτου·
Καὶ σὺ Βηθλεέμ, γῆ ᾿Ιούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν ᾿Ιούδα· ἐκ σοῦ
γὰρ ἐξελεύσεται Ἡγούμενος, ὅς τις ποιμανεῖ τὸν λαόν μου τὸν ᾿Ισραήλ. Τότε ῾Ηρῴδης,
λάθρα καλέσας τοὺς Μάγους, ἠκρίβωσε παρ᾿ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος.
Καὶ πέμψας αὐτοὺς εἰς Βηθλεὲμ εἶπε· Πορευθέντες, ἀκριβῶς ἐξετάσατε περὶ τοῦ
Παιδίου, ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. Οἱ δὲ
ἀκούσαντες τοῦ Βασιλέως, ἐπορεύθησαν· καὶ ἰδοὺ, ὁ ἀστὴρ, ὃν εἶδον ἐν τῇ Ἀνατολῇ,
προῆγεν αὐτούς, ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ Παιδίον. Ἰδόντες δὲ τὸν ἀστέρα, ἐχάρησαν
χαρὰν μεγάλην σφόδρα. Καὶ ἐλθόντες εἰς τὴν οἰκίαν, εἶδον τὸ Παιδίον μετὰ Μαρίας
τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ· καὶ ἀνοίξαντες τοὺς θησαυροὺς
αὐτῶν, προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν, καὶ λίβανον, καὶ σμύρναν. Καὶ χρηματισθέντες
κατ᾿ ὄναρ, μὴ ἀνακάμψαι πρὸς ῾Ηρῴδην, δι᾿ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.
Κοινωνικόν [Ψαλμός 110].
Λύτρωσιν
ἀπέστειλε Κύριος τῷ λαῷ αὐτοῦ. Ἀλληλούϊα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου