ΔΕΚΕΜΒΡΙΟΥ
ΤΗ ΚΓ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τῶν Ἁγίων δέκα Μαρτύρων τῶν ἐν Κρήτῃ.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν
Στίχους ς’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος δ’
Ὁ ἐξ ὑψίστου κληθεὶς.
Τοῦ Ἡσαΐου φωνὴ ἀποπληροῦται· ἰδοὺ ἡ Παρθένος γάρ, τὸν ἀπερίληπτον, περιγραφόμενον σώματι, ἐν μήτρᾳ φέρει, καὶ παραδόξως τεκεῖν ἐπείγεται, θεόδεκτον Σπήλαιον προευτρεπίσθητι, ἡ Βηθλεὲμ ἑτοιμάσθητι· ὁ Βασιλεὺς γάρ, σὲ ᾑρετίσατο εἰς κατοίκησιν. Δέχου ἡ φάτνη σπαργανούμενον, βρέφος Χριστὸν λύειν μέλλοντα, τὰς σειράς τῶν πταισμάτων, τῶν ἀνθρώπων ἀγαθότητι.
Ἡ φωτεινή τε καὶ ἔμψυχος νεφέλη, τὸν ὄμβρον βαστάζουσα τὸν ἐπουράνιον, τοῦτον ἐν γῇ νῦν προέρχεται, ἐναποστάξαι, ὅπως ἀρδεύσῃ ταύτης τὸ πρόσωπον. Τὸ ἔαρ τῆς χάριτος, ἡ νοητὴ χελιδών, ἔνδον ἐν σπλάγχνοις κατέχουσα, ἀρρήτῳ λόγῳ, ἐναποτίκτει χειμῶνα ἄθεον, διασκεδάζον, τὸ Παλάτιον, τὸ καθαρὸν καὶ ἀμίαντον, Βασιλέα Σπηλαίῳ, ἐπεισάγει σωματούμενον.
Συναπεγράφης τοῖς δούλοις ὁ Δεσπότης, πταισμάτων χειρόγραφον, σχίσαι βουλόμενος, καὶ ἀπογράψασθαι ἅπαντας, ἐν βίβλῳ ζώντων, θανατωθέντας κλοπῇ τοῦ ὄφεως· Παρθένος δὲ φέρει σε, τὸν πάντα φέροντα, σάρκα θνητὴν περικείμενον, καὶ καταλύειν, σμικρῷ Σπηλαίῳ· ἐπευδοκήσαντα· ὃν γεννηθέντα, τάξεις ἄνωθεν, Ἀγγελικαὶ ἀνυμνήσουσι, μετὰ θείων Ποιμένων, ἐκπληττόμεναι τὸ κράτος σου.
Στιχηρὰ Προσόμοια τῶν Ἁγίων.
Ἦχος ὁ αὐτὸς.
Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἡ δεκὰς ἡ θεόλεκτος, καὶ λαμπὰς ἡ δεκάπυρσος, ἡ ταῖς θείαις λάμψεσι καταυγάζουσα, τῆς Ἐκκλησίας τὸ πλήρωμα, οἱ στῦλοι οἱ ἄσειστοι, οἱ ἀστέρες οἱ φαιδροί, οἱ τὴν γῆν οὐρανώσαντες, ταῖς λαμπρότησι, τῶν μεγίστων ἀγώνων ἐγκωμίοις, ἱεροῖς μεγαλοφώνως, ἀνευφημείσθωσαν σήμερον.
Εὐφημείσθω Θεόδουλος, Ζωτικός τε καὶ Πόμπιος, Βασιλείδης Εὔπορος, Ἀγαθόπους τε, καὶ Σατορνῖνος Γελάσιος, καὶ θεῖος Εὐάρεστος, μεθ' ὧν Εὐνικιανός, νῦν τιμάσθωσαν ᾄσμασιν· οἱ πανεύδιοι, τῶν ἐν ζάλῃ λιμένες, οἱ τὴν πλάνην, στηλιτεύσαντες καὶ στέφος, νικητικὸν κομισάμενοι.
Τὰ τῆς Κρήτης βλαστήματα, Ἐκκλησίας ἐρείσματα, καὶ πιστῶν ἀμάραντα ὡραΐσματα, τοῦ Παραδείσου ἡδύπνοα, τὰ ἄνθη τὰ τίμια, τὰ εὐπρόσδεκτα Χριστοῦ, καὶ τερπνότατα σφάγια, ἀναθήματα, οὐρανίου ναοῦ τε τὴν δεκάδα, τῆς Τριάδος τὴν Ἁγίαν, τοὺς Ἀθλοφόρους ὑμνήσωμεν.
Δόξα...
Τῶν Ἁγίων.
Ἦχος β’ Κυπριανοῦ.
Κρήτη προεορτάζει σήμερον, τὰ Γενέθλια Χριστοῦ, ἐν τῇ μνήμῃ τῶν Ἀθλοφόρων· διὸ εὐχαῖς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Προεόρτιον.
Ὁ αὐτός, τοῦ αὐτοῦ.
Βηθλεὲμ γῆ Ἰούδα, τὸ κατὰ σάρκα πολίτευμα, φαιδρῶς εὐτρέπισον τὸ θεῖον Σπήλαιον, ἐν ᾧ Χριστὸς σαρκὶ τίκτεται, ἐξ ἀπειράνδρου ἁγίας Παρθένου, εἰς τὸ σῶσαι τὸ γένος ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια Προεόρτια.
Ἦχος πλ. β’
Τριήμερος
ἀνέστης Χριστὲ.
Ἡ ἄπειρος σοφία Θεοῦ, τὸν οἶκον ἑαυτῆς ὑπὲρ νοῦν, ἐκ Παρθένου, ᾠκοδόμησε Χριστός, καὶ ἔρχεται ἐν φάτνῃ ἀλόγων καὶ Σπηλαίῳ, σαρκὶ τεχθῆναι ὑπὲρ ἔννοιαν.
Στίχ. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος.
Ὡράθης τοῖς Προφήταις Χριστέ, ὡς θέμις ἦν θεάσασθαι, σὲ τὸν Κτίστην· ἐν ἐσχάτοις δὲ καιροῖς, τοῖς πᾶσιν ἐπεφάνης, ἀνθρώποις ἐν τῇ πόλει, τῇ Βηθλεὲμ βροτός γενόμενος.
Στίχ. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου. .
Διέδραμε μηνύων ἀστήρ, τὸν Ἥλιον τῆς δόξης Χριστόν, Ἀστρολόγους ἐν τῇ πόλει Βηθλεέμ· καὶ Ἄγγελοι Ποιμένας, νῦν εὐαγγελιοῦνται· μεθ' ὧν συνδράμωμεν θεόφρονες.
Δόξα...
Τῶν Ἁγίων Ἦχος γ’
Προεόρτιος σήμερον, ἡ τῶν Μαρτύρων ἐπέστη ἑορτή, τὴν Γενέθλιον ἡμῖν, προϋπογράφουσα ἡμέραν, τὸν ἐξ Ἡλίου Ἥλιον, τὸν ἐκ τῆς Παρθένου, Θεὸν ἐπιφανέντα, σαρκὶ ἀνακηρύττουσα. Δεκὰς Μαρτύρων ἐν Κρήτῃ, στερρῶς ἀθλήσασα, τοὺς στεφάνους τῆς νίκης ἐξ οὐρανοῦ ἐδέξαντο· πρὸς οὓς βοήσωμεν· Χορὸς ἁγιόλεκτος ἱκετεύσατε Χριστόν, Ἅγιοι Μάρτυρες, ὑπὲρ τῶν πίστει τελούντων, τὴν πάνσεπτον μνήμην ὑμῶν.
Καὶ νῦν... Προεόρτιον ὁ αὐτὸς.
Ἀνατολίου.
Εὐτρεπίζου Βηθλεέμ· ἤνοικται γὰρ ἡ Ἐδέμ, ἑτοιμάζου Ἐφραθᾶ· ἀνανεοῦται γὰρ ὁ Ἀδάμ, καὶ ἡ Εὔα σὺν αὐτῷ· ἡ κατάρα γὰρ λέλυται, ἡ σωτηρία ἐν κόσμῳ ἐξήνθησε, καὶ ψυχαὶ τῶν Δικαίων εὐτρεπίζονται, ὡς προῖκα δωροφορίας, ἀντὶ μύρου τὸν ὕμνον προσάγουσαι, σωτηρίαν ψυχῆς, καὶ ἀφθαρσίαν κομιζόμεναι. Ἰδοὺ γὰρ ἐν φάτνῃ ἀνακείμενος, προτρέπει ὑμνῳδίαν πνευματικὴν ἐπιτελέσαι, τους βοῶντας ἀπαύστως· Κύριε δόξα σοι.
Ἀπολυτίκιον, Προεόρτιον.
Ἦχος δ’ Κατεπλάγη Ἰωσὴφ.
Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ. Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου· Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα· Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.
Δόξα...
Τῶν Ἁγίων Ἦχος γ’
Τὴν ὡραιότητα.
Τὴν πολυθαύμαστον Κρήτην τιμήσωμεν, τὴν ἐξανθήσασαν ἄνθη τὰ τίμια, τοὺς μαργαρίτας τοῦ Χριστοῦ, Μαρτύρων τοὺς ἀκρέμονας. Δέκα γὰρ ὑπάρχοντες, ἀριθμῷ οἱ μακάριοι, δύναμιν μυρίοπλον τῶν δαιμόνων κατῄσχυναν· διὸ καὶ τοὺς στεφάνους ἐδέξαντο, Μάρτυρες Χριστοῦ οἱ καρτερόψυχοι.
Καὶ νῦν... Τὸ Προεόρτιον
πάλιν.
Ἦχος δ’ Κατεπλάγη Ἰωσὴφ.
Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ, Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου· Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα, Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.
Καὶ Ἀπόλυσις.
Ἐν δὲ τοῖς ἀποδείπνοις ψάλλομεν τὸ Τριῴδιον, οὗ ἡ Ἀκροστιχίς.
Προσάββατόν τε.
Ὠδὴ ε’ Ἦχος πλ. β’
Ὁ Εἱρμὸς.
Πρὸς σὲ ὀρθρίζω, τὸν δι' εὐσπλαγχνίαν, σεαυτὸν τῷ πεσόντι, κενώσαντα ἀτρέπτως, καὶ δούλου μορφήν, ἐκ Παρθένου φορέσαντα. Λόγε Θεοῦ, τὴν εἰρήνην παράσχου μοι φιλάνθρωπε.
Ῥυφθέντες φρένας, καὶ προκαθαρθέντες, μυστηρίου μεθέξει, φρικτῆς οἰκονομίας, σῶμα καὶ ψυχήν, Βηθλεὲμ πρὸς τὴν πόλιν ἀνέλθωμεν, τὸν Δεσπότην τικτόμενον ὀψόμενοι.
Ὁρᾶτε φίλοι, μάτην μὴ θροεῖσθε· ὁ γὰρ ἄφρων Ἡρῴδης, θρασύνεται τὸν Κτίστην, κτεῖναι τεχθέντα· ἀλλ' αὐτὸς ὡς ζωῆς καὶ θανάτου κρατῶν, ζῇ καὶ σῴζει, τὸν κόσμον ὡς φιλάνθρωπος.
Ὠδὴ η’ Ὁ Εἱρμὸς.
Στήλην κακίας ἀντιθέου, Παῖδες θεῖοι παρεδειγμάτισαν· κατὰ Χριστοῦ δὲ φρυαττόμενος, Ἡρῴδης θρασύνεται, βουλεύεται κενά, κτεῖναι μελετᾷ, τὸν ζωῆς κρατοῦντα παλάμῃ· ὃν πᾶσα Κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας.
Ἀπὸ βλεφάρων ῥαθυμίας, ὕπνον πάντα πιστοὶ τινάξωμεν· ἐν προσευχῇ δὲ γρηγορῶμεν, πειρασμοὺς ἀποτρέποντες τοὺς ἐκ τοῦ πονηροῦ, καὶ σὺν Ποιμέσι, θεαταὶ τῆς δόξης δειχθῶμεν, Χριστοῦ τεχθέντος· ὃν ὑμνεῖ δοξάζουσα πᾶσα ἡ κτίσις.
Βέβηλον ἔπος ἐκ χειλέων, προϊέναι πιστοὶ κωλύσωμεν, λόγους εὐφήμους μελετήσαντες·Χριστῷ δὲ προσάξωμεν, τῷ λύσαντι ἡμᾶς τῆς ἀλογίας, ἐν ἀλόγοις κειμένῳ φάτνῃ· ὃν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας.
Βάθος σοφίας, καὶ τῆς γνώσεως τοῦ Κτίστου, τὶς ἐρευνήσει βροτῶν; Θεοῦ κριμάτων τὶς τὴν ἄβυσσον, σοφὸς καταλήψεται; δι' ὧν τοὺς οὐρανοὺς κλίνας, τοῖς βροτοῖς σαρκοφόρος συνανεστράφη· ὃν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας.
Ἀπαγορεύειν σαρκικῶν παθῶν, καὶ κόσμου τερπνῶν σπουδάσωμεν, πνευματικῶν δὲ ἀντισχώμεθα, φροντίδων θεόφρονες, ἀξίους ἑαυτοὺς τῷ τικτομένῳ, παριστῶντες ἐξ ἔργων Δεσπότῃ· ὃν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας.
Ὠδὴ θ’
Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Ὀλέθριον δόγμα τοῦ δυσμενοῦς, συνταραττομένου, τῇ Γεννήσει τοῦ Ἰησοῦ, Νηπίων ἀκάκων, ἀπειργάσατο φόνον, ἡμεῖς δὲ τὸν τεχθέντα, πιστοὶ τιμήσωμεν.
Νόμους τοὺς τῆς φύσεως ἀδικῶν, καὶ θεσμοὺς τοὺς θείους, ἀθετῶν Ἡρῴδης δεινός, μητέρας ἀνόμως, ἠτέκνωσε καὶ βρέφη, ἀνεῖλεν ἀναιτίως, διὰ τὴν πάντων Ζωήν.
Τοῖς ἔθνεσιν ἤνοικται τῆς Ἐδέμ, πύλη τικτομένου, ἐν Σπηλαίῳ τοῦ Λυτρωτοῦ· πηγή τε διψῶσιν, ἀθανασίας βλύζει, ὁ Κύριος τῆς δόξης, ὃν μεγαλύνομεν.
Ἐκύκλουν ὡς Θρόνον χερουβικόν, Ἄγγελοι τὴν φάτνην· τὸ γὰρ Σπήλαιον οὐρανόν, ἑώρων κειμένου, ἐν αὐτῷ τοῦ Δεσπότου, καί, Δόξα ἐν ὑψίστοις, Θεῷ ἐκραύγαζον.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν
Κάθισμα Ἦχος
πλ. α’
Τὸν συνάναρχον Λόγον.
Βηθλεὲμ ἑτοιμάζου τὰ πρὸς ὑπάντησιν, τῆς Παρθένου Μαρίας καὶ Θεομήτορος· ἰδοὺ γὰρ ἔρχεται πρὸς σέ, ἔμβρυον φέρουσα, τὸν συνάναρχον Πατρί, καὶ τῷ Πνεύματι ἀεί, Χριστὸν ὃν ἐν τῷ Σπηλαίῳ, γεννήσει καὶ μετὰ τόκον, ἀεὶ Παρθένος ὀφθήσεται.
Δόξα...
Καὶ νῦν...
τὸ αὐτὸ.
Μετὰ τὴν β’ Στιχολογίαν.
Κάθισμα Ἦχος
πλ. β’
Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ.
Ἐκ τῆς Περσίδος Βασιλεῖς, χρυσὸν σμύρναν καὶ λίβανον, τῷ κυηθέντι Βασιλεῖ, καὶ Θεῷ προσῆξαν πάλαι· ἡμεῖς δὲ νῦν προεορτάζοντες αὐτοῦ τὴν Γέννησιν, εὐσεβοφρόνως ἐκ ψυχῆς, πίστιν ἐλπίδα ἀγάπην, προσφέρωμεν αὐτῷ, τὴν Παρθένον ὑμνοῦντες.
Δόξα...
Καὶ νῦν...
τὸ αὐτὸ.
Κανὼν
Προεόρτιος, οὗ ἡ ἀκροστιχίς,
κατὰ Ἀλφάβητον.
Ποίημα Ἰωσὴφ.
Ὠδὴ α’ Ἦχος β’ Ὁ Εἱρμὸς.
Ἄτριπτον ἀσυνήθη, ἀβρόχως θαλαττίαν ἀνύσας τρίβον, ὁ ἐκλεκτὸς ἐβόα Ἰσραήλ· Τῷ Κυρίῳ ᾄσωμεν, ὅτι δεδόξασται.
Ἄναρχος ὢν τῇ φύσει, ἀρχὴν ὁ πρὸ αἰώνων λαμβάνει Λόγος, ἐν Βηθλεὲμ τικτόμενος σαρκί, τούτου τὰ Γενέθλια προεορτάσωμεν.
Βλέψωμεν διανοίας, τοῖς ὄμμασι πρὸς πόλιν τῆς Ἰουδαίας, πορευομένην τέξαι τὴν Ἁγνήν, ἧς τὸν τόκον πόρρωθεν ἀστὴρ ἐμήνυσε.
Γνόντες σε Βασιλέα, ἐν γῇ ἀποτικτόμενον ἐκ Παρθένου, οἱ Βασιλεῖς Περσῶν Λόγε Θεοῦ, μετὰ δώρων σπεύδουσι τοῦ προσκυνῆσαί σε.
Ἕτερος Κανὼν Προεόρτιος.
Ὠδὴ α’ Ἦχος
πλ. β’
Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον·Θεῷ ἐπινίκιον ᾠδὴν ἐβόα ᾄσωμεν».
Παρθενικῆς ἐκ Νεφέλης μέγας ἡμῖν, ἀνατέλλει Ἥλιος, Ἰησοῦς ὁ φωτισμός, οἱ ἐν σκότει ᾄσωμεν αὐτῷ, αὐγαζόμενοι φαιδρῶς, ταῖς τούτου λάμψεσιν.
Ἡ τῶν ἐθνῶν προσδοκία, ὁ Βασιλεύς, τῆς εἰρήνης ἔρχεται, τὸν πολέμιον ἑλεῖν· Ὑπαντῆσαι σπεύσωμεν αὐτῷ, τικτομένῳ Βηθλεέμ, εἰς σωτηρίαν ἡμῶν.
Προφητικαὶ περαιοῦνται θεῖαι φωναί, τὴν φρικτὴν ἀνάδειξιν, προσημαίνουσαι Χριστοῦ· ἡ Ἀμνὰς ἐγγίζει γὰρ τεκεῖν, τὸν Ἀμνὸν καὶ Λυτρωτήν, καὶ πάντων Κύριον.
Θεοτοκίον.
Σὲ τὴν Ἁγνὴν τοῦ Δεσπότου Περιστεράν, τὴν σεμνὴν καὶ ἄμωμον, καὶ καλὴν ἐν γυναιξίν, ὡς τῶν ὅλων τέξασαν Θεόν, μακαρίζομεν πιστῶς, Θεομακάριστε.
Κανὼν τῶν Ἁγίων.
Ὠδὴ α’ Ἦχος γ’
Ἄσωμεν τῷ Κυρίῳ, τῷ ποιήσαντι θαυμαστὰ τέρατα, ἐν ἐρυθρᾷ θαλάσσῃ· πόντῳ γὰρ ἐκάλυψε τοὺς ὑπεναντίους, καὶ ἔσωσε τὸν Ἰσραήλ· αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται».
Ἄσωμεν τῷ Κυρίῳ, τῷ συνάψαντι τοὺς ἁγίους Μάρτυρας, τῇ ἀμωμήτῳ πίστει, καὶ τούτους ὁπλίσαντι, ἐν μιᾷ τῇ ἐλπίδι, κατὰ τοῦ ἀρχεκάκου ἐχθροῦ, καὶ τῷ συνδέσμῳ πάντας αὐτούς, τῆς ἀγάπης ἑνώσαντι.
Οἱ ἀπλανεῖς ἀστέρες, τοῦ νοητοῦ Ἡλίου, ὡς ἐξ Ἑῴας λάμψαντες, τὸν τοῦ ἀστέρος δρόμον, πιστῶς προηγήσαντο, τοῦ Χριστοῦ γεννηθέντος, ἑορτὴν προεισόδιον, τήν μνήμην τῆς αὐτῶν τελευτῆς, φαιδρῶς προσενέγκαντες.
Οἱ ἐκ Περσίδος Μάγοι, ἐν Βηθλεὲμ τεχθέντι, δῶρα Χριστῷ προσήγαγον, νῦν δὲ οἱ Ἀθλοφόροι, ὡς σμύρναν τὰ αἵματα, ὡς χρυσὸν δὲ τὴν πίστιν, ὡς λίβανον τὰ πνεύματα, θυσίαν προεόρτιον, τῷ τεχθέντι προσήνεγκαν.
Τῇ Θεοδούλου πίστει, καὶ Ζωτικοῦ ἀγάπῃ, συνεκράθη Πόμπιος, καὶ Σατορνῖνος ἅμα, καὶ συνεστεφάνωται Εὔπορος, Ἀγαθόπους, Γελάσιος, Εὐάρεστος καὶ Εὐνικιανός, σὺν αὐτοῖς καὶ Βασιλείδης ὁ σύναθλος.
Τριαδικὸν.
Ἡ ὑπὲρ νοῦν οὐσία, καὶ ἀμέριστος τρισὶν Ὑποστάσεσι, διαιρετῶς ὑμνεῖται, μιᾷ δὲ θεότητι, ἁπλῶς ἀδιαιρέτως· Τριὰς γὰρ ἡ αὐτὴ καὶ Μονάς, ἁπλὴ καὶ ἀδιαίρετος, ἐστὶ καὶ ὀνομάζεται.
Θεοτοκίον.
Ἐν Βηθλεὲμ γεννᾶται, καὶ τὴν Ἐδὲμ ἀνοίγει, ὁ ἐκ Παρθένου Κύριος, τεχθεὶς ἀνερμηνεύτως. Φάτνη ἑτοιμάζεται, καὶ Σπήλαιον τῷ Κτίστῃ, Μάγοι εὐτρεπίζουσι τὰ δῶρα, τῷ Δεσπότῃ Θεῷ, καὶ Ἀστὴρ προκηρύττει τὸ φῶς.
Προεόρτιος.
Ὠδὴ γ’ Ὁ Εἱρμὸς.
Τόξον συνετρίβη δυναστῶν, τῷ κράτει σου Χριστέ, καὶ δύναμιν ἀσθενεῖς, σὲ περιεζώσαντο.
Δεῦτε διανοίᾳ καθαρᾷ, ἠχήσωμεν φαιδρῶς, τῶν Γενεθλίων Χριστοῦ, νῦν τὰ Προεόρτια.
Ἔρχῃ καταλῦσαι ἐν σμικρῷ, Σπηλαίῳ Βασιλεῦ, πλουτίζων με Ἰησοῦ, τῇ πολλῇ πτωχείᾳ σου.
Ζόφου ἐξαιρούμενος ἡμᾶς, κακίας ὁ Χριστός, προέρχεται σαρκί, τεχθῆναι ὡς ἄνθρωπος.
Ἕτερος.
Οὐκ ἔστιν Ἅγιος ὡς σὺ.
Ὁ λόγῳ τείνας οὐρανόν, ὑπεισέρχῃ Σπηλαίῳ, καὶ ἀλόγων ἐν φάτνῃ, ἀνακέκλισαι Χριστέ, τῆς ἀλογίας ἡμᾶς, διὰ σπλάγχνα, θέλων ἐκλυτρώσασθαι.
Βοᾷ Προφήτης ἐμφανῶς· ὁ Θεὸς ἡμῶν οὗτος, λογισθήσεται οὐδείς, ἕτερός τις πρὸς αὐτόν, ἐξεῦρε πᾶσαν ὁδόν, ἐπιστήμης, τοῖς βροτοῖς ἑνούμενος.
Οὐ φέρει βλέπειν Χερουβίμ· καὶ πῶς φέρει σε φάτνη, τὸν ἀχώρητον φύσει, διὰ ἔλεος πολύ, τικτόμενον δι' ἡμᾶς, ἐκ Παρθένου, Κύριε φιλάνθρωπε;
Θεοτοκίον.
Προεῖδεν Ὄρος σὲ ποτέ, Δανιὴλ ὁ Προφήτης, ἐξ οὗ λίθος ἐτμήθη, Θεοτόκε τοὺς βωμούς, λεπτύνας καὶ καθελών, τῶν εἰδώλων, πάναγνε Θεόνυμφε.
Τῶν Ἁγίων.
Ἐστερεώθη ἡ καρδία μου.
Ἀθλητικὸν παγκράτιον οἱ γενναῖοι, τοῦ Χριστοῦ διήνυσαν Ἀθλοφόροι, τῶν διωκτῶν τὴν ἀπόνοιαν καταπαλαίσαντες.
Οἱ νοεροὶ φωστῆρες τῆς Ἐκκλησίας, λογικὰς ἀστράπτοντες λαμπηδόνας, τὴν ἀβλεψίαν φωτίζουσι τῶν καρδιῶν ἡμῶν.
Ὁ στερεώσας Κύριε τοὺς Ἁγίους, ἐνεγκεῖν ἀφόβως τὰς ἀλγηδόνας, ῥῦσαι κινδύνων καὶ θλίψεων τοὺς ὑμνοῦντάς σε.
Τριαδικὸν.
Σεραφικῶς ὑμνήσωμεν τὴν Τριάδα, σὺν Ἀγγέλοις κράζοντες ἀσιγήτως· Ἅγιος, Ἅγιος, Ἅγιος, ἡ Τριὰς καὶ Μονὰς ὁ Θεός.
Θεοτοκίον.
Τὸν τῆς Τριάδος ἕνα τῇ γαστρί σου, δεξαμένη Ἄχραντε Θεοτόκε, ἀνερμηνεύτως ἐκύησας, ὡς οἶδε μόνος αὐτός.
Ὁ Εἱρμὸς.
Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθη ἐπ' ἐχθρούς μου τὸ στόμα μου.
Κάθισμα
Ἦχος α’
Τὸν τάφον σου Σωτὴρ.
Τῆς Κρήτης οἱ λαμπροί, καὶ σεπτοὶ πολιοῦχοι, ἀθλήσαντες στερρῶς, ἐτροπώσαντο πίστει, τὸν ὄφιν τὸν ἀρχέκακον, καὶ νομίμως ἐστέφθησαν, τούτων σήμερον, τήν ἀξιέπαινον μνήμην, ἑορτάζοντες, μεγαλοφώνως τὸν πάντων, δοξάζομεν Κύριον.
Δόξα...
Καὶ νῦν...
Προεόρτιον,
ὅμοιον.
Ἀγάλλου ἡ Σιών, Βηθλεὲμ εὐτρεπίζου, ὁ πάντων συνοχεύς, τὸν ἀστέρα προπέμψας, ἐμήνυσε τὴν ἄμετρον, ἑαυτοῦ συγκατάβασιν· ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, ὄντως τίκτεται, ἐκ τῆς Παρθένου ἀτρέπτως, ὁ μόνος Θεὸς ἡμῶν.
Προεόρτιος.
Ὠδὴ δ’ Ὁ Εἱρμὸς.
Ὑμνῶ σε· ἀκοῇ γὰρ Κύριε εἰσακήκοα καὶ ἐξέστην· ἕως ἐμοῦ ἥκεις γάρ, ἐμὲ ζητῶν τὸν πλανηθέντα· διὸ τὴν πολλήν σου συγκατάβασιν, τὴν εἰς ἐμὲ δοξάζω Πολυέλεε.
Ἡ Κτίσις εὐφραινέσθω ἅπασα· ὁ γὰρ Κτίστης ἰδοὺ γεννᾶται, ἐν Βηθλεὲμ νήπιος, ὁρώμενος ὁ πρὸ αἰώνων σαρκί, καὶ σπαργάνοις ἐνειλίσσεται, σειρὰς πταισμάτων λύων ὡς φιλάνθρωπος.
Θαμβεῖται ἐννοῶν πᾷς ἄνθρωπος, πῶς ὁ πλούσιος ἐν ἐλέει, πτωχεῦσαι νῦν ἔρχεται, καὶ καταλῦσαι ἐν Σπηλαίῳ, ἡμᾶς τοὺς κλοπῇ δεινῶς πτωχεύσαντας, καταπλουτίσαι θέλων ἀγαθότητι.
Ἰλὺϊ ἐμπαγέντας Κύριε, ἁμαρτίας κακοφροσύνῃ, ἠλέησας, ᾤκτειρας, καὶ ἐπεσκέψω, καὶ εἰσέδυς Ἁγνῆς, Παναγίας μήτραν Ἅγιε, ἥτις σε ἐν Σπηλαίῳ τίκτειν ἔρχεται.
Θεοτοκίον.
Κατάρας παλαιὰς λυτρούμενος, τὸ ἀνθρώπινον ὁ Δεσπότης, ἐκ σοῦ σαρκὶ τίκτεται, Πανάχραντε εὐλογημένη· διὸ ἐν αἰνέσει σε δοξάζομεν, δόξαν ἡμῶν, καὶ καύχημα τυγχάνουσαν.
Τῶν Ἁγίων.
Χριστός μου
δύναμις.
Ἰδοὺ ἀνέτειλε, τὸ ἄστρον πόρρωθεν, ὃ προήγγελται πάλαι ἐξ Ἰακώβ· ἄνθρωπος γενόμενος, ὁ ἀπερίληπτος Θεός, καὶ ὁρᾶται σπαργανούμενος.
Ὁ πάντων Κύριος, ἡ ἀπολύτρωσις, ὁραθήσεται βρέφος, Παρθενικοῖς, κόλποις καθεζόμενος, ὁ ἐν τοῖς κόλποις τοῦ Πατρός, ὡς Υἱὸς ἀναπαυόμενος.
Ἐδὲμ κλεισθεῖσά μοι, κλαπέντι βρώσει ποτέ, διανοίχθητι· νῦν γὰρ ἐν Βηθλεέμ, τίκτεται φορέσας με, ὁ ἀφορίσας με τῆς σῆς, ἀνωδύνου ἀπολαύσεως.
Θεοτοκίον.
Προφήτης Πνεύματι, προεθεάσατο, Ἀββακοὺμ σε Παρθένε, Ὄρος Θεοῦ, ἀρεταῖς κατάσκιον, ἐξ οὗ ἐπέφανεν ἡμῖν, ὁ φωτίζων τὰς ψυχὰς ἡμῶν.
Ἄλλος.
Εἰσακήκοα τὴν ἀκοὴν.
Προεόρτιος, τῶν Μαρτύρων ἐπέστη μνήμη, τὴν Γενέθλιον προγράφουσα, ἑορτὴν τοῦ Σωτῆρος.
Τὰ προαύλια, τῆς τοῦ Σωτῆρος ἐπιφανείας, τῶν Μαρτύρων ἡ ἐτήσιος, προανέῳξε μνήμη.
Ἡ δεκάπυρσος, τῶν Ἀθλοφόρων λαμπὰς ἀνήφθη, τὸν ἀστέρα προμηνύουσα, τοῦ Χριστοῦ γεννηθέντος.
Ὑπερόβρυζοι, ἐν τῇ χωνείᾳ τῶν ἀλγηδόνων, ἀνεδείχθησαν οἱ Ἅγιοι, ὡς χρυσὸς ἐν καμίνῳ.
Θεοτοκίον.
Μήτηρ Ἄχραντε, εὐλογημένη Ἁγνὴ Παρθένε, τοὺς ὑμνοῦντάς σε περίσῳζε, ἀπὸ πάσης ἀνάγκης.
Προεόρτιος.
Ὠδὴ ε’ Ὁ Εἱρμὸς.
Ὁ ἄνθραξ τῷ Ἡσαΐα προοφθείς, Ἥλιος παρθενικῆς ἀπὸ γαστρὸς ἀνέτειλε, τοῖς ἐν σκότει πεπλανημένοις, θεογνωσίας φωτισμὸν δωρούμενος.
Λυτροῦσαι τῶν ἀμετρήτων με κακῶν Κύριε, ὑπερβολῇ ὡς ἀγαθὸς χρηστότητος, ἐν Σπηλαίῳ ἐκ τῆς Παρθένου ἐν Βηθλεέμ, ἀποτεχθεὶς ὡς ἄνθρωπος.
Μετὰ σαρκὸς νῦν προελθὼν ὁ Κύριος, δι' εὐσπλαγχνίαν τοὺς βροτοὺς ῥυσάμενος, δυναστείας τοῦ ἀρχεκάκου, εἰς οὐρανοὺς ἀναγαγὼν ἐθέωσε.
Νῦν ἥκει ἐν ἀλλοτρίῳ, ὁ Χριστὸς σώματι, ἐν τοῖς ἰδίοις, ξενωθῶμεν ἅπαντες, τῶν ἀτίμων παθῶν, καὶ τοῦτον δεξώμεθα, σαρκὶ τικτόμενον.
Ἕτερος.
Τῷ θείῳ φέγγει σου Ἀγαθὲ.
Τοῦ Ἐφραθᾶ οἶκος Βηθλεέμ, Ἄρχων ἐξελεύσεται ἐκ σοῦ, ἐν Ἰσραὴλ προσκαλούμενος, Ἔθνη ἀπωσμένα, ὡς προηγόρευσεν, ἐν Πνεύματι Μιχαίας, καταυγαζόμενος.
Ποιμᾶναι ποίμνιον ἑαυτοῦ, μόνος ἐν ἰσχὺϊ Ἰησοῦς, ἐκ τῆς Παρθένου τεχθήσεται, ἄκρων ἕως γῆς δὲ μεγαλυνθήσεται, Προφήτης θεηγόρος, πάλαι προήγγειλε.
Θεὸς ἀνθρώποις ὁμοιωθείς, πτωχεύει σαρκί, ἵνα ἡμᾶς, καταπλουτίσῃ τῇ δόξῃ αὐτοῦ, καὶ Σπηλαίῳ τίκτεται ὁ ἀχώρητος, τοῦτον εὐθείᾳ γνώμῃ ὑποδεξώμεθα.
Θεοτοκίον.
Ῥομφαῖαι πᾶσαι τοῦ δυσμενοῦς, ἄχραντε πανάμωμε Ἁγνή, ὄντως εἰς τέλος ἐξέλιπον· Σὺ γὰρ τὸν ἁπάντων Θεὸν ἐκύησας, τὸν λόγχῃ καθελόντα τούτου τὸ φρύαγμα.
Τῶν Ἁγίων.
Τὴν σὴν εἰρήνην.
Τὸν ἐξ Ἡλίου Ἥλιον, Χριστὸν οἱ Μάρτυρες, ἐκ τῆς Παρθένου ἡμῖν ἐπιφανέντα σαρκί, κηρύττουσι τῷ κόσμῳ, τῇ ἀθλήσει τῆς σεπτῆς ὁμολογίας αὐτῶν.
Τίτου καὶ Κάρπου κλήματα, ὤφθητε Μάρτυρες, ὡς ἐκ τῆς Παύλου φυτείας ἀναθάλλοντες, καρποὺς ὁμολογίας, ἐκ χειλέων τῷ Χριστῷ προσενέγκαντες.
Οἱ τῆς εἰρήνης τρόφιμοι, καὶ πολεμίων ἐχθροί, ταῖς ἱκεσίαις ὑμῶν, ἅγιοι Μάρτυρες, πρεσβεύσατε εἰρήνην, καὶ κακῶν ἀπαλλαγὴν δοθῆναι πᾶσιν ἡμῖν.
Νυκτομαχούσης ἅγιοι, τῆς Ἐκκλησίας Χριστοῦ, ὡς φαεινοὶ τοῖς ἐν γῇ, φωστῆρες ὤφθητε, τὴν νύκτα τῆς ἀγνοίας, ἀπελαύνοντες τῇ αἴγλῃ τῶν θαυμάτων ὑμῶν.
Θεοτοκίον.
Ἐν Βηθλεὲμ ἀνέτειλε, Χριστὸς ἡ πάντων αὐγή, ἐκ τῆς Παρθένου Μητρός, λάμψας τῷ κόσμῳ τὸ φῶς, καὶ ὥσπερ ἐν ἡμέρᾳ, καταλάμπει τοῖς πιστοῖς, ὡς τοῖς Μάγοις ἀστήρ.
Προεόρτιος.
Ὠδὴ ς’ Ὁ Εἱρμὸς.
Πρὸς Κύριον, ἐκ κήτους ὁ Ἰωνᾶς ἐβόησε· Σὺ με ἀνάγαγε, ἐκ πυθμένος ᾅδου δέομαι, ἵνα ὡς Λυτρωτῇ, ἐν φωνῇ αἰνέσεως, ἀληθείας τε πνεύματι θύσω σοι.
Ξενίζεται ἀκοὴ τοῦ πράγματος τὸ μέγεθος, πῶς ὁ ἀχώρητος, χωρηθεὶς ἐν μήτρᾳ ἔρχεται, τεχθῆναι δι' ἡμᾶς, ἐκ Μητρὸς νεάνιδος, οὗ τὸν τόκον ἀνύμνησαν Ἄγγελοι.
Ὁ Ἥλιος, φωτεινῇ ἐν Νεφέλῃ κρυπτόμενος, τεχθῆναι ἔρχεται, ἐν Σπηλαίῳ φανερούμενος· ἀστὴρ γὰρ φαεινός, εἰς αὐτοῦ προσκύνησιν, Βασιλεῖς ἐκ Περσίδος συνήγαγε.
Πῶς δέξεται, Βασιλεῦ σε σμικρότατον Σπήλαιον, γνώμῃ πτωχεύσαντα, τὸν πλουτίζοντα τὰ σύμπαντα; πῶς βλέψει σε βροτῶν, φύσις σωματούμενον; Προσκυνοῦμεν τήν σὴν συγκατάβασιν.
Ἕτερος.
Τοῦ βίου τὴν θάλασσαν.
Ἰδοὺ εἰς τὰ ἴδια, παραγίνεται Χριστός· οἰκειωθῶμεν χάριτι, δι' ἀρετῶν ἐνθέων αὐτῷ πιστοί, καὶ τοῦτον δεξώμεθα, καὶ ψυχῇ καὶ καρδίᾳ φωτιζόμενοι.
Ἡ ῥίζα ἐβλάστησεν, Ἰεσσαὶ καὶ ἐξ αὐτῆς, ὁ προελθὼν Θεὸς ἡμῶν, ἐλπὶς ἐθνῶν ἀνάπαυσις καὶ τιμή, ὡς πάλαι προέφησεν, Ἡσαΐας ἐνθέως φωτιζόμενος.
Σειρᾶς διαλύων μου, τῶν πολλῶν ἁμαρτιῶν, ἐγκατειλίσσῃ σπάργανα, καταπλουτίζων δὲ με τὸν χαλεπῶς, κακίᾳ πτωχεύσαντα, Ἰησοῦ μου πτωχεύεις σωματούμενος.
Θεοτοκίον.
Χειμάζει κλυδώνιον, ἐναντίων λογισμῶν, τὴν ταπεινὴν καρδίαν μου, τῶν πονηρῶν πνευμάτων ἐπιβουλαῖς, φιλάγαθε Δέσποινα, καταπράϋνον τοῦτο μεσιτείαις σου.
Τῶν Ἁγίων.
Τοὺς εἰς τὰ τέλη τῶν αἰώνων
Μάγοι τὰ δώρά σοι προσῆγον, οἱ δὲ Μάρτυρες τὰ αἵματα, τῷ γεννηθέντι ἐπὶ γῆς ἐκ Παρθένου, ἐν τῇ πόλει Δαυΐδ, καὶ πάσχοντες ἐβόων· Σῶσον Σωτήρ, ὡς ἔσωσας, τοῦ θηρὸς τὸν Προφήτην.
Κυμαινομένης ὡς θαλάσσης, κατὰ τῆς ὁμολογίας Χριστοῦ, τῆς τυραννίδος τοῦ ἐχθροῦ, ὡς φιλεύδιοι λιμένες αὐτῇ, ἐπέστησαν ἀθρόως οἱ Ἀθληταί, ὡς ναῦν τὴν πίστιν αὐτῶν συναιροῦντες.
Ἡ Θεοδούλου παρρησία, τὴν ὁμόζηλον ἀνδρείαν, τῶν συνομίλων Ἀθλητῶν, στερροτέραν ἀπειργάσατο· διὸ καὶ ἀνεβόων, Σῶσον Σωτήρ, ὡς ἔσωσας, τοῦ θηρὸς τὸν Προφήτην.
Θεοτοκίον.
Ἐν Βηθλεὲμ ἀστὴρ ἐφάνη, ὁδηγῶν τοὺς ἐκ Περσίδος, δῶρα κομίζοντας Χριστῷ, τῷ τεχθέντι ἐκ Παρθένου Μητρός, αὐτῷ πᾶσα ἡ κτίσις, καὶ προσκυνεῖ καὶ ὡς Θεόν, ἀνυμνεῖ καὶ δοξάζει.
Ὁ Εἱρμὸς.
Τοὺς εἰς τὰ τέλη τῶν αἰώνων, καταντήσαντας Φιλάνθρωπε, καὶ τρικυμίαις πειρασμῶν, ἀπολέσθαι κινδυνεύοντας, βοῶντας μὴ παρίδῃς· Σῶσον Σωτήρ, ὡς ἔσωσας, τοῦ θηρὸς τὸν Προφήτην.
Κοντάκιον
τῶν Ἁγίων.
Ἦχος δ’ Ἐπεφάνης σήμερον.
Ἑωσφόρος ἔλαμψεν, ἡ τῶν Μαρτύρων, σεβασμία ἄθλησις, προκαταυγάζουσα ἡμῖν, τὸν ἐν Σπηλαίῳ τικτόμενον, ὃν ἡ Παρθένος, ἀσπόρως ἐκύησεν.
Ὁ Οἶκος.
Τὸν ἐν Σπηλαίῳ δι' ἡμᾶς τεχθέντα ἐκ Παρθένου, Χριστὸν τὸν ζωοδότην, ποθοῦντες οἱ ὁπλῖται, χορείαν ἤγειραν φαιδρὰν κατὰ τοῦ Βελίαρ, καὶ νικήσαντες σαφῶς, εἰς γῆν αὐτὸν κατέρραξαν, ἄμετρα πάλαι τοῦτον καυχώμενον· ὅθεν δᾳδουχοῦσι τοῖς ἐν σκότει, ὡς φωστῆρες ὑπάρχοντες τοῦ νοητοῦ Ἡλίου· ἀστὴρ μὲν γὰρ τὸ πρίν τοῖς Μάγοις ἐπέστη, ὁδηγῶν ἐν Βηθλεέμ, πόλει Ἰούδα, οὗτοι δὲ ἡμῖν κηρύττουσιν ἐν βασάνοις· ὃν ἡ Παρθένος ἀσπόρως ἐκύησεν.
Συναξάριον.
Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων δέκα Μαρτύρων, τῶν ἐν Κρήτῃ μαρτυρησάντων.
Στίχοι
Τοῦ ποιμενάρχου θρέμματα Χριστοῦ δέκα,
Εἰσηλάθη τμηθέντα μάνδρᾳ Μαρτύρων.
Εἰκάδι τῇ τριτάτῃ δέκα ἐν Κρήτῃ τάμον ἄνδρας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη του Ὁσίου Πατρὸς ἡμῶν Παύλου, Ἀρχιεπισκόπου Νεοκαισαρείας, ἑνὸς τῶν τριακοσίων δέκα καὶ ὀκτὼ Ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Τὰ ἐγκαίνια τῆς Ἁγίας τοῦ Θεοῦ μεγάλης Ἐκκλησίας.
Στίχοι
Ἐγκαινίοις καλοῖς σε τοῖς ἐγκωμίοις,
Τιμῶ καλῶν κάλλιστε γῆς Ναῶν ὅλων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου καὶ Θεοφόρου πατρὸς ἡμῶν Ναοὺμ τοῦ θαυματουργοῦ, τοῦ φωτιστοῦ καὶ ἱεροκήρυκος Βουλγαρίας.
Ὁ Ἅγιος Μάρτυς Σχίνων ξίφει τελειοῦται.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Προεόρτιος.
Ὠδὴ ζ’ Ὁ Εἱρμὸς.
Ῥήτορες ἀνεδείχθησαν Παῖδες, φιλοσοφώτατοι ποτέ· ἐκ θεολήπτου ψυχῆς γάρ, θεολογοῦντες χείλεσιν ἔμελπον· Ὁ ὑπέρθεος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητός εἶ.
Ῥήματα ἐκπληρῶν Θεοῦ Λόγε, ἱερωτάτων Προφητῶν, ἔρχῃ τεχθῆναι Σπηλαίῳ σπαργανωθῆναί τε ὥσπερ νήπιον, ὅπως λύσῃ μου, τὰς σειρὰς ὡς ἀγαθός, τῶν πολλῶν ἐγκλημάτων.
Στόματι οὐρανὸς κεχρημένος, ἄστρῳ μεγίστῳ ἐκβοᾷ, τὴν ἐπὶ γῆς παρουσίαν, τοῦ δι' ἡμᾶς ἀρρήτως πτωχεύσαντος· ᾧ χρησάμενοι ὁδηγῷ οἱ ἐκ Περσῶν, ἀφίκοντο σπουδαίως.
Τάγματα τῶν Ἀγγέλων ὑμνῆσαι, μέλλοντα τίκτεσθαι Χριστόν, νῦν εὐτρεπίζονται φόβῳ· ἀπὸ μακρὰν δὲ Μάγοι, ἀφικέσθαι τοῦ θεάσασθαι, ξένον θέαμα ἐν γῇ, Θεὸν σωματωθέντα.
Θεοτοκίον.
Ὑμνοῦμέν σε τὴν πάντων αἰτίαν, τῶν ἀγαθῶν μόνη Ἁγνή· σωματοφόρον γὰρ Λόγον ὑπερβολῇ χρηστότητος τέτοκας, οὗ τὴν γέννησιν προεμήνυσεν ἀστήρ, ἐν Βηθλεὲμ τῇ πόλει.
Ἕτερος.
Δροσοβόλον μὲν τὴν κάμινον.
Ὁ παντέλειος τεχθήσεται ὡς νήπιον, σπαργάνοις ἐνειλούμενος, καὶ ὁ ἄναρχος, ἐκ Παρθένου λήψεται ἀρχήν, θεῶσαι τὸ πρόσλημμα ζητῶν· ἀγαλλιάσθω οὐρανός, καὶ εὐφραινέσθω ἡ γῆ.
Μεθ' ἡμῶν Θεὸς ὀφθήσεται σαρκούμενος, γνῶτε ἔθνη τὰ πολέμια, καὶ ἡττηθέντα, τῆς ἡμῶν μακρύνθητε ζωῆς· ἰδοὺ ἡ ἀνάκλησις ἡμῶν, βρέφος ἐν φάτνῃ Βηθλεὲμ προσανακλίνεται.
Ὡς βασίλειον πορφύραν περικείμενος, τὴν σάρκα νῦν προέρχεται, ἐκ λαγόνων σου, τῆς εἰρήνης Κόρη Βασιλεύς, συντρῖψαι ἐχθροὺς ὡς δυνατός, καὶ εἰρηνεῦσαι τήν ἡμῶν, πολεμηθεῖσαν ζωήν.
Θεοτοκίον.
Γενεῶν ἀπὸ πασῶν σε ἐξελέξατο, παλάτιον ἀμόλυντον, ὁ οἰκήσας σου, τὴν γαστέρα Κόρη Βασιλεύς, ᾧ νῦν μελῳδοῦμεν εὐσεβῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τῶν Ἁγίων.
Τρεῖς Παῖδες ἐν καμίνῳ.
Ἐφέστηκεν ἡ μνήμη, τῶν Μαρτύρων κηρύττουσα, τὴν Γενέθλιον ἡμέραν τοῦ Σωτῆρος· καὶ τῇ τούτων ἀθλήσει, προοιμιάζεται ἡμῖν, Δεσποτικὴ ἑορτή.
Μὴ κάμψαντες τὸ γόνυ, τοῖς ξοάνοις οἱ Μάρτυρες, τῶν βασάνων τῷ πυρὶ ἐπειράθησαν, εὐσεβῶς ἐκβοῶντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἐν μέσῳ τοῦ σταδίου, ἐναθλοῦντες οἱ Μάρτυρες, στεφηφόροι ὁμαδὸν συγχορεύοντες, ὡς οἱ Παῖδες ἐβόων· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ποιμένες μετὰ Μάγων, τὸν ἀστέρα θεώμενοι, μέτ' Ἀγγέλων ἐπὶ γῆς ἀνεκήρυττον, τὸν ἐκ σοῦ γεννηθέντα, Θεογεννῆτορ Μαριάμ, διὰ τὸ σῶσαι ἡμᾶς.
Προεόρτιος.
Ὠδὴ η’ Ὁ Εἱρμὸς.
Ἰνδάλματος χρυσοῦ, καταπτύσαντες τρισόλβιοι Νεανίαι, τὴν ἀπαράλλακτον καὶ ζῶσαν Θεοῦ εἰκόνα τεθεαμένοι, μέσον τοῦ πυρὸς ἀνέμελπον· Ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Φορέσας με Χριστέ, ὃν ἐγύμνωσεν ἀπάτῃ ἡ ἁμαρτία, φανερωθῆναι σὺ καὶ νήπιος, ἐπὶ φάτνης ἔρχῃ τεχθῆναι, ἄστρου σε φαιδρῶς κηρύττοντος, τοῖς ἀναβοῶσιν· Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Χορεύσωμεν πιστοί, καὶ σκιρτήσωμεν τῷ πνεύματι, ὁ Δεσπότης, καταπλουτῶν ἡμᾶς, ἐν πάσῃ δικαιοσύνῃ, ἤδη πτωχεύει καθάπερ νήπιον, τεχθεὶς καὶ ἀνακλιθεὶς ἐν τῇ φάτνῃ· ὃν ἀνυμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ψαλτήριον τερπνόν, ἀνάλαβε Προφῆτα Δαυῒδ καὶ λέγε· ἰδοὺ ἠκούσαμεν, Παρθένον Σιὼν ἐν πόλει, μέλλουσαν τίκτειν, Θεὸν Βασιλέα Κύριον, ᾧ καὶ μελῳδοῦμεν· Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Ὡραῖος ἒκ γαστρός, σοῦ προέρχεται τεχθῆναι, ἀρρήτῳ λόγῳ καθωραΐσαι, τὸ ἀνθρώπινον ἀφθαρσίᾳ, Παρθένε θέλων, ὁ ἀγαθοδότης Κύριος· ᾧ νῦν μελῳδοῦμεν· Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Ἕτερος.
Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Προφητῶν θεηγόρων, ῥήσεις πεπλήρωνται, ἡ Παρθένος ἐγγίζει, τεκεῖν τὸν Κύριον, ἅπασα ἡ γῆ, εὐφραινέσθω χορεύουσα, καὶ ἀγαλλιάσθω, εἰς πάντας τοὺς αἰῶνας.
Τὰς αὐγὰς ὑποφαίνων, τῆς θείας Χάριτος, τὸ τοῦ Νόμου σκιῶδες, καταπαυόμενος ὁ φωταγωγός, Ἰησοῦς ἀνατέταλκεν, οἱ ἐσκοτισμένοι, θεάσασθε φῶς μέγα.
Γεγονότα λῃστῶν με, σπήλαιον Κύριε, ὁ τεχθεὶς ἐν Σπηλαίῳ, ναὸν ἀνάδειξον, σοῦ καὶ τοῦ Πατρός, καὶ θείου σου Πνεύματος, ἵνα σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Οὐρανοῦ ἐκ γαστρός σου, Ἄστρον ἀνέτειλεν, Ἀστρολόγους κινῆσαν, τοῦτο θεάσασθαι, γνώσει τῇ αὐτοῦ, φωτισθέντας ἐν Πνεύματι, Ἄχραντε Παρθένε, ἀεὶ εὐλογημένη.
Τῶν Ἁγίων.
Τὸν ἐν φλογὶ τοῖς Παισὶ.
Κατὰ ξιφῶν καὶ πυρὸς καὶ θανάτου, ἀντικατέστη ἡ δεκὰς τῶν Μαρτύρων, καὶ τὴν νίκην ἤρατο κατὰ τῆς ἀσεβείας, καὶ συμβασιλεύει, τῇ Χριστοῦ βασιλείᾳ.
Νεανικῶς τὴν Χριστοῦ πανοπλίαν, ἀναλαβόντες κατὰ τῶν ἀοράτων, καὶ τοῦ κοσμοκράτορος, οἱ γενναῖοι ὁπλῖται, τοὺς ἐπινικίους, ἐπεδείξαντο ἄθλους.
Οἱ ἀρραγεῖς πύργοι τῆς εὐσεβείας, καὶ τῶν ἐν ζάλῃ φερομένων λιμένες, ὑπὲρ πάσης κτίσεως ἐκτενῶς δυσωπεῖτε, ὑπὲρ τῶν Βασιλέων, καὶ εἰρήνης τοῦ κόσμου.
Τριαδικὸν.
Σὺν τῷ Πατρὶ τὸν Υἱὸν προσκυνοῦμεν, καὶ Πνεῦμα Ἅγιον ἐν Τριάδι Μονάδα, σὺν Ἀγγέλοις κράζοντες, στόμασι τοῖς πηλίνοις· Δόξα ἐν ὑψίστοις, Θεῷ τῷ ἐν Τριάδι.
Θεοτοκίον.
Ὅλον ἐκ σοῦ τῆς Τριάδος τὸν ἕνα, Θεογεννῆτορ θεϊκῶς συλλαβοῦσα, ἐξ Ἁγίου Πνεύματος, σαρκωθέντα τέτοκας, μείνασα Παρθένος, ὥσπερ ἦς πρὸ τοῦ τόκου.
Ὁ Εἱρμὸς.
Τὸν ἐν φλογὶ τοῖς Παισὶ τῶν Ἑβραίων, συγκαταβάντα θεϊκῇ δυναστείᾳ, καὶ ὀφθέντα Κύριον· ἱερεῖς εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Προεόρτιος.
Ὠδὴ θ’ Ὁ Εἱρμὸς.
Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς, καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε. Ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.
Ἰδοὺ τοῖς δούλοις μόνε, Βασιλεῦ ἀπεγράφης, Καίσαρος γνώμῃ, θέλων με δουλείας, ἀπαλλάξαι ψυχοφθόρου· πόλει Βηθλεὲμ προφθάσας δέ, σαρκὶ τεχθῆναι, βροτοὺς εἰς οὐρανούς, φέρεις τοὺς ἀνυμνοῦντας ἐν πίστει, τὰ σὰ Γενέθλια.
Ὡραῖος κάλλει, παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὁ σὸς Παρθένε πέφυκεν, Υἱός τε καὶ Δεσπότης τῶν ἁπάντων, ὃν ὥσπερ ὡραία δάμαλις ἐν τῷ Σπηλαίῳ, τῆς Βηθλεέμ προέρχῃ, τεκεῖν ὑπερφυῶς, ὅπως εὐεργετήσῃ καὶ σώσῃ, τοὺς προσκυνοῦντας αὐτόν.
Σὲ φωτοδότα, Ἥλιε τῆς δικαιοσύνης, καθυποδύντα μήτραν, καὶ τεχθῆναι ὑπὲρ λόγον βουληθέντα, πόρρωθεν Ἀστὴρ ἐμήνυσε, τοῖς Ἀστρολόγοις νυκτὶ κεκρατημένοις, καὶ πλάνης σκοτασμῷ οὖσι, καὶ προσκυνήσαντες πίστει, δῶρα κομίζουσιν.
Ἡ γῆ χορεύει, ὥσπερ αἰσθομένη τὴν θείαν ἐπιδημίαν, τοῦ δι' εὐσπλαγχνίαν ἀπορρήτως ἐκ Παρθένου, ἤδη ἀνατέλλειν μέλλοντος, ὁ οὐρανὸς δὲ ἀνακηρύττει τοῦτον, ὡς φθόγγῳ μυστικῷ, Ἄστρου ἀνατολῇ φαινομένου, τοῖς Μάγοις πόρρωθεν.
Φέρεις Υἱέ μου, ὅλην τοῦ Πνεύματος τὴν ἰδέαν, καὶ πῶς σε φέρω, ὅμοιον ἐμοὶ κατὰ πάντα γεγονότα; ἔλεγεν ἡ Ἀπειρόγαμος ἐκπληττομένη· ἣν ὡς Θεοῦ Μητέρα, τιμήσωμεν πιστοί, πάντες καὶ ἐν αἰνέσει, συμφώνως δοξολογήσωμεν.
Ἕτερος.
Θεὸν ἀνθρώποις.
Ἰδοὺ ἡ πάντων ἦλθεν ἀνάκλησις, ὁ ἱλασμὸς τὸ φῶς, ἡ παντελὴς ἀπολύτρωσις, θησαυρὸς ὁ πολύτιμος κρύπτεται, ἔνδον ἐν τῷ Σπηλαίῳ· ᾧ πλουτιζόμενοι, Μάγοι τόν χρυσόν, ὡς Βασιλεῖ ἐπικομίζουσιν.
Χριστοῦ ποιμένες ἐπαγρυπνήσατε, καὶ νοητῶς ἐν πόλει, Βηθλεὲμ ἐπισπεύσατε, καὶ Θεῷ ἐν ὑψίστοις βοήσατε· Δόξα μεγαλωσύνη, τῷ εὐδοκήσαντι, βρέφος ὁραθῆναι καθ' ἡμᾶς, δι' ἀγαθότητα.
Σαρκὶ σπαργάνοις ἐνειλισσόμενος, ὁ σπαργανῶν ὁμίχλῃ, Ἰησοῦ μου τὴν θάλασσαν, τὸν δεσμὸν τῆς κακίας διαρρήξας, καὶ ἐν δικαιοσύνῃ, πάντας συνέδησας, τούς διαλυθέντας προσβολαῖς, τοῦ πολεμήτορος.
Θεοτοκίον.
Παστὰς καὶ θρόνε τοῦ Βασιλεύοντος, Ὄρος Θεοῦ, καὶ Πόλις ἐκλεκτή, καὶ Παράδεισε, τοῦ Ἡλίου Νεφέλη ὁλόφωτε, φώτισον τὴν ψυχήν μου, νέφη διώκουσα, τῶν ἀνομιῶν μου τῶν πολλῶν, Θεοχαρίτωτε.
Τῶν Ἁγίων.
Σὲ τὴν ἀθάνατον
Κύριε πηγὴν.
Οἱ νοητοὶ τοῦ Κυρίου θησαυροί, ἀνευφημείσθωσαν σήμερον, οἱ πολλοὺς ὀλβιοῦντες, καὶ βλύζοντες πιστοῖς τὰ ἰάματα, καὶ τὰ πλήθη τῶν θαυμάτων αὐτῶν.
Οἱ ἀσφαλεῖς τῶν Πιστῶν προασπισταί, καὶ τῆς Τριάδος ὑπέρμαχοι, καὶ ἀπόρθητοι πύργοι τῆς Πίστεως, Χριστὸν ἱκετεύσατε, Ἀθλοφόροι τοῦ σωθῆναι ἡμᾶς.
Ὁ ἱερὸς τῶν Μαρτύρων σου χορός, ὑπὲρ ἡμῶν ἱκετεύει σε, τὴν Ἁγίαν Τριάδα δωρήσασθαι, ἡμῖν τὴν εἰρήνην σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Ἡ Βηθλεὲμ προανοίγει τὴν Ἐδέμ, καὶ ὁ ἐκ σοῦ προερχόμενος, τὸν Ἀδὰμ ἀναπλάττει σαρκούμενος, ὑπερφυῶς· ὃν ἱκέτευε, Θεοτόκε τοῦ σωθῆναι ἡμᾶς.
Ὁ Εἱρμὸς.
Σὲ τὴν ἀθάνατον Κύριε πηγήν, τὴν δι' Ἁγίων ἰάματα, τῶν ἀνθρώπων τῷ γένει παρέχουσαν, ἀεὶ μεγαλύνομεν, ὅτι σῴζεις τὰς ψυχὰς ἡμῶν.
Ἐξαποστειλάριον τῶν Ἁγίων.
Τοῖς Μαθηταῖς.
Σὺν Θεοδούλῳ στέψωμεν, Ζωτικὸν Ἀγαθόπουν, καὶ Σατορνῖνον Πόμπιον, ἅμα Εὐνικιανῷ, τὸν ἔνδοξον Βασιλείδην, Εὔπορόν τε τὸν θεῖον, καὶ τὸν κλεινὸν Γελάσιον, καὶ Εὐάρεστον ὕμνοις, χαρμονικῶς, ταῖς πρεσβείαις τούτων, ὅπως ῥυσθῶμεν, πταισμάτων καὶ στεφθείημεν, πρὸς Χριστοῦ τοῦ Σωτῆρος.
Προεόρτιον,
ὅμοιον.
Οἱ ἀρετὴν ἀσκήσαντες, καὶ νεκρῶσαι τὰ πάθη, ἐν ἐγκρατείᾳ σπεύσαντες, ὥσπερ τρίϋλον δῶρον, μετὰ ποιμένων καὶ Μάγων, πρᾶξιν ἐπαινουμένην, καὶ θεωρίαν εὔστοχον, νῦν προσάξωμεν πίστει, τῷ ἐν σαρκί, γεννηθῆναι ἥκοντι ἐκ Παρθένου, Θεῷ τῷ εὐδοκήσαντι, τὴν ἡμῶν σωτηρίαν.
Εἰς τοὺς Αἴνους, Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. β’ Αἱ Ἀγγελικαὶ.
Τὸ προορισθέν, τῷ Πατρὶ πρὸ τῶν αἰώνων, καὶ προκηρυχθέν, τοῖς Προφήταις ἐπ' ἐσχάτων. Μυστήριον ἐφάνη, καὶ Θεὸς ἐνηνθρώπησε, σὰρκα προσλαβὼν ἐκ τῆς Παρθένου, κτίζεται ὁ Ἄκτιστος βουλήσει· ὁ Ὢν γίνεται, ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.
Ὑμνῶ σε Βασιλεῦ, τὸν σπαργάνοις εἱληθέντα· λύεις γὰρ σειράς, τῶν ἐμῶν παραπτωμάτων· καὶ δόξῃ ἀκηράτῳ, καὶ ἀφθάρτῳ τιμήσας με, ὅλον τῷ Πατρὶ προσῳκειώσω, δημιουργῶν καὶ ἀναπλάττων· διὸ κράζομεν· Ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.
Φῶς τὸ ἐκ φωτός, προϊὸν καὶ ἐκ Παρθένου, λάμψαν τοῖς ἐν γῇ, δι' Ἀστέρος κατιδόντες, οἱ Ἀστρολόγοι Μάγοι, Περσικὸν ἀπετίθεντο, σκότος καὶ ἀστρῷαν πᾶσαν πλάνην, καὶ ἐν χαρᾷ τῷ γεννηθέντι, Θεῷ ἔψαλλον· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.
Χλόην ἐμμανῶς, τῶν Νηπίων ἐκθερίζει, ὑπὸ τῶν σοφῶν, ἐμπαιχθεὶς Ἡρῴδης Μάγων· καὶ χεῖρα μιαιφόνον, κατὰ σοῦ αἴρειν ᾤετο· ἀλλ' ἐπιδημεῖς τοῖς Αἰγυπτίοις, σκότος τὸ βαθύτατον διώκων, μεθ' ὧν ψάλλομεν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.
Δόξα...
ὅμοιον.
Ψάλλων ὁ καινός, Ἰσραὴλ τὸ καινὸν ᾄσμα, ᾄδων, τὴν ᾠδήν, τὴν οὐράνιον ἐκείνην, εὐφράνθητι καὶ τέρπου, καὶ ἀγάλλου καὶ χόρευε· ἄγε δὴ φαιδρῶς τὰς Ἑορτάς σου, ὁ ἐκ Θαιμὰν Θεὸς σαρκὶ ἐφάνη, αὐτὸς μέλλει δέ, ἐν Ἰορδάνου ταῖς ῥοαῖς, ὡς ἄνθρωπος λούσεσθαι.
Καὶ νῦν... ὅμοιον.
Ὤφθης ἐπὶ γῆς, καὶ βροτοῖς συνανεστράφης, Καίσαρος θεσμοῖς, σὺν τοῖς δούλοις ἐπεγράφης· ἐπλάσθης, οὐκ ἐτράπης, ἀναλλοίωτος ἔμεινας, ὅλος ὢν Θεός, κἂν ἐσαρκώθης· Δόξα τῇ σοὶ οἰκονομίᾳ, τιμὴ αἴνεσις, μεγαλοπρέπεια καὶ νῦν, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια Προεόρτια.
Ἦχος α’ Πανεύφημοι Μάρτυρες ὑμᾶς.
Ἡ γῆ πᾶσα βλέπουσα Θεοῦ, κάθοδον εὐφραίνεται, Μάγοι τὰ δῶρά μοι φέρουσιν. Οὐρανὸς φθέγγεται, διὰ τοῦ Ἀστέρος, Ἄγγελοι δοξάζουσι, Ποιμένες ἀγραυλοῦντες θαυμάζουσι, Φάτνη εἰσδέχεται, ὥσπερ θρόνος με πυρίμορφος. Ἐπαγάλλου, ταῦτα Μῆτερ βλέπουσα.
Στίχ. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος.
Φῶς εἰς ἀποκάλυψιν Ἐθνῶν, ἦλθες περικείμενος, ἐμῆς μορφῆς τὸ ὁμοίωμα, Υἱέ μου ἄναρχε, Πατρὸς προανάρχου, ἀπόρρητον Γέννημα· πλουτίσαι γὰρ προείλου πτωχεύσασαν, τὴν ἀνθρωπότητα, τῇ πτωχείᾳ ἣν περίκεισαι. Ἀνυμνῶ σου, Κύριε τὸ εὔσπλαγχνον.
Στίχ. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου. .
Ὡς βρέφος με βλέπουσα ταῖς σαῖς, ἐπαναπαυόμενον, Μῆτερ ἀγκάλαις εὐφράνθητι· ἦλθον τὸν πόνον γάρ, ὅλον ἀφελέσθαι, τοῦ, Ἀδὰμ ὃν ἔπαθε, κακίστῃ συμβουλίᾳ τοῦ ὄφεως, ξύλου γευσάμενος, καὶ τρυφῆς ἔξω γενόμενος, Παραδείσου, καὶ καταφθειρόμενος.
Δόξα...
Τῶν Ἁγίων.
Ἦχος γ’ Τοῦ Στουδίτου.
Γενναῖοι Μάρτυρες ἀληθείας, ὑμᾶς οὐ βία τυραννική, οὐ θωπεία ἀπατηλή, οὐ μελῶν ἐκκοπαί, οὐδὲ θανάτου ἀπειλαί, τῆς πρὸς τὸ θεῖον ἀγάπης, χωρίσαι δεδύνηνται· διὸ παρρησίαν ἔχοντες, πρὸς Χριστὸν τὸν ἐπὶ πάντων Θεόν, ταύτην ἀμοιβὴν τῶν ἀλγεινῶν βασάνων αἰτήσασθε, παρὰ Χριστοῦ, λαβεῖν εὐχαῖς ὑμῶν, τὸ μέγα ἔλεος.
Καὶ νῦν... Προεόρτιον.
Ἦχος πλ. δ' Ἀνατολίου.
Ἐν Βηθλεὲμ γεννᾶται, ὁ τοῦ παντὸς Ποιητής, καὶ τὴν Ἐδὲμ ἀνοίγει, ὁ πρὸ αἰώνων Βασιλεύς, ἡ φλογίνη ῥομφαία, τὰ νῶτα δίδωσιν, τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται, αἱ οὐράνιαι δυνάμεις, σὺν τοῖς ἐπὶ γῆς ἀναμίγνυνται, Ἄγγελοι σὺν τοῖς ἀνθρώποις, κραταιὰν πανήγυριν συγκροτοῦσιν. Οἱ καθαροὶ τῷ καθαρῷ προσενεχθέντες, ἴδωμεν τὴν Παρθένον, ὡς θρόνον δόξης Χερουβικόν, χωρήσασαν τὸν μηδαμοῦ χωρούμενον Θεόν, καὶ βαστάζουσαν, ὃν τὰ Χερουβὶμ μετὰ φόβου βαστάζουσιν· ὅπως παράσχῃ τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου