Πέμπτη 15 Μαΐου 2014

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ....



ΚΑΝΟΝΑΣ
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ
ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ
ἳνα ρυσθῶμεν τῆς τοῦ παπισμοῦ αἱρέσεως.


         ΙΕΡΑ ΜΟΝΗ ΚΟΙΜΗΣΕΩΣ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΠΟΛΥΚΑΡΠΟΥ
ΑΜΠΕΛΑΚΙΩΤΙΣΣΑ ΝΑΥΠΑΚΤΙΑΣ
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.

Ὁ χορός·
Ἀμήν.

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν. Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.  
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς.
Τῶν Ὀρθοδόξων τὰ συστήματα πάντα, Θεοχαρίτωτε ἁγνὴ Θεοτόκε, ἐκ πάσης βλάβης ῥῦσαι νῦν καὶ θλίψεως, καὶ ἐκ τῆς αἱρέσεως τῆς δεινῆς τῶν Λατίνων, στρατηγὸς ὑπέρμαχος, σύ ὑπάρχεις παρθένε˙ εἰς σὲ προστρέχομεν ἐν πίστει νῦν θερμῇ, ὡς προστασίαν καὶ σκέπην πλουτοῦντές σε.
Δόξα, τό αὐτό.
Τῶν Ὀρθοδόξων τὰ συστήματα πάντα, Θεοχαρίτωτε ἁγνὴ Θεοτόκε, ἐκ πάσης βλάβης ῥῦσαι νῦν καὶ θλίψεως, καὶ ἐκ τῆς αἱρέσεως τῆς δεινῆς τῶν Λατίνων, στρατηγὸς ὑπέρμαχος, σύ ὑπάρχεις παρθένε˙ εἰς σὲ προστρέχομεν ἐν πίστει νῦν θερμῇ, ὡς προστασίαν καὶ σκέπην πλουτοῦντές σε.
Καὶ νῦν. Θεοτοκίον
Οὐ σιωπήσομεν ποτε, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σούς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

ΨΑΛΜΟΣ Ν'. 50.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.        Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. 
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω  ἀνόμους  τάς  ὁδούς  σου,  καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμέ-νην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. 
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὐ ἡ ἀκροστιχὶς(μετὰ τῶν μεγαλυναρίων)..Παρθένε, σῷζε σὸν κλῆρον ἐκ παπισμοῦ. Πολυκάρπου.

Ὠδὴ α΄. Ἦχος πλ. δ΄.
Ὑγρὰ διοδεύσας.
Παρθένε καὶ μῆτερ τοῦ ποιητοῦ, σοὶ γὰρ νῦν προστρέχω καὶ αἰτοῦμαι τὴν σὴν σεμνή, ἄμαχον καὶ θείαν προστασίαν, ἐκ τῶν βελῶν τῶν Λατίνων Θεόνυμφε.
Αἱρέσεως ῥῦσαι τῆς πονηράς, τῶν Λατεινοφρόνων, τοὺς προστρέχοντας ἐπὶ σοί, ἄχραντε παρθένε Θεομῆτορ, καὶ Ὀρθοδόξων τὸ φρόνημα στήριξον.
ωννύμενοι σθένει σου ἀληθῶς, μῆτερ τοῦ Δεσπότου, οὐ πτοούμεθα τῶν δεινῶν, τῶν ἐκ παπισμοῦ προσγινομένων, εἰς σὲ ἐλπίζομεν πάντες οἱ δοῦλοι σου.
Θεόνυμφε κόρη τὸν Ποιητήν, καὶ πάντων Δεσπότην ἐκδυσώπησον τῶν δεινῶν, ῥύσασθαι τοὺς δούλους σου, παρθένε, καὶ παπισμοῦ ἐκδιώκειν τὸ μίασμα.
Ὠδὴ γ΄. Οὐρανίας ἁψῖδος.
πὶ σὲ τάς ἐλπίδας, πάντες ἀνατιθέμεθα, δέσποινα  ἁγνὴ Θεοτόκε, καὶ σοὶ προστρέχομεν, ῥῦσαι ἡμᾶς παπισμοῦ καὶ παρεκκλήσεως  πάσης,  καὶ  οὐνίας  πάναγνε, ἡμᾶς περίσωζε.
Νῦν προστρέχω παρθένε, καὶ ἐκβοῶ Λύτρωσιν, δίδου τοῖς πιστοῖς σου ἱκέταις, τῇ μεσιτεία σου, Χριστιανῶν ἡ ἐλπὶς καὶ κραταιὰ προστασία, καὶ θερμὴ ἀντίληψις τῶν ἐν ταῖς θλίψεσιν.
ωσφόρου τὸν γόνον, τὸν παπισμόν, δέσποινα, δίωξον μακρὰν Θεοτόκε ἐκ τοῦ ποιμνίου σου, σοὶ γὰρ προσπίπτομεν καὶ ἐκ καρδίας βο-    ῶμεν. Προφθάσον πανύμνητε μῆτερ ἀπείρανδρε.
Σύ υπάρχεις παρθένε, Χριστιανων καύχημα, πρόφθασον καί νῦν Παναγία Θεοχαρίτωτε, ῥῦσαι τὸν κλῆρον σου, ἐκ παπισμοῦ καὶ κινδύνων, τῆς οὐνίας πάναγνε, σὲ ἱκετεύομεν.
Διάσωσον ἐκ παπισμοῦ Ὀρθοδόξους Θεοκυῆτορ, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.
πίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματός κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Εἶτα μνημονεύει ὁ ἱερεύς.
Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς...
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος)…
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας,…
Ἔτι δεόμεθα ὑπὲρ ὑγείας τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Κάθισμα.
Ἦχος β'. Πρεσβεία θερμή.
Παρθένε σεμνὴ καὶ μῆτερ παντευλόγητε, δεινῶν πειρασμῶν τοὺς δούλους σου ἀπάλλαξον, ἐκτενῶς βοωμέν σοι, Θεοτόκε δέσποινα πρόφθασον, καὶ ἐκ Λατίνων λύτρωσαι ἁγνή, ἡ μόνη ταχέως ἐπακούσασα.
Ὠδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Παρθένε πανύμνητε, ἡ τῶν Ὀρθοδόξων ταχεῖα σύμμαχος, τῆς οὐνίας ἡμᾶς λύτρωσαι, καὶ φραγκοκρατίας ἱκετεύομεν.
Ζῆλον ἔνθεον δέσποινα, ἐν ταῖς καρδίαις πάντων ἡμῶν ἐμφύτευσον, ἵνα μένωμεν τοῖς δόγμασι, τῆς Ὀρθοδοξίας παντευλόγητε.
πί σὲ μητροπάρθενε, τάς ἐλπίδας πάντες οἱ σοί προστρέχοντες, ἀνατίθεμεν ἐπάκουσον, καὶ οὐνίας τῶν δεινῶν ἀπάλλαξον.
Σοὶ κραυγάζομεν πάναγνε, παπισμοῦ ἐν τάχει λαίλαπος λύτρωσαι, τοὺς τῇ σκέπῃ σου προστρέχοντας, ὡς παντὸς τοῦ κόσμου καταφύγιον.

Ὠδὴ έ΄. Φώτισον ἡμᾶς.
ρμον γαληνόν, σὲ γινώσκοντες Θεόνυμφε, τῇ σῇ προστρέχομεν πρεσβείᾳ θερμῇ, καὶ τὴν γαλήνην τῶν ψυχῶν ὑμῶν αἰτούμεθα.
Νίκας κατ’ ἐχθρῶν, τῶν κυκλούντων τάς ψυχὰς ἡμῶν, δίδου τοῖς ἱκέταις σου σεμνή, καὶ τῶν Λατίνων τάς παγίδας κατασύντριψον.
Κλῆρόν σου ἁγνή, τῶν παγίδων τοῦ ἀλάστορος, περιφρούρησον καὶ σῷζε Μαριάμ, σύ γὰρ ὑπάρχεις τῶν πιστῶν τὸ καταφύγιον.
Λύκους ἀγαθὴ τοὺς κυκλοῦντας τὸ σὸν  ποίμνιον, τῇ πρεσβείᾳ σου ἀπέλασον σεμνή, ὡς Ὀρθοδόξων ἀληθῶς οὖσα κραταίωμα.

Ὠδὴ ς΄. Τὴν δέησιν.
μόνη καταφυγὴ ὑπάρχουσα Ὀρθοδόξων ἀειπάρθενε κόρη, τοῦ παπισμοῦ καὶ αἱρέσεως πάσης τοὺς ἐπὶ σὲ καταφεύγοντας λύτρωσαι. Σύ γὰρ ὑπάρχεις ἀγαθή, τῶν σῶν δούλων ταχεῖα ἀντίληψις.
ᾳδίως τὴν σὴν παρθένε ἔχοντες ἀρωγὴν καὶ κραταιὰν προστασίαν, τῶν τοῦ ἐχθροῦ πολυτρόπων παγίδων, καὶ τῶν αἱρέσεων πάντες φευξώμεθα, σύ γὰρ ὑπάρχεις ἀληθῶς, τῶν σῶν δούλων ταχεῖα ἀντίληψις.
Οὐνίας καὶ παπισμοῦ τιτρώσκουσι τὸν σὸν κλῆρον Θεοτόκε τὰ βέλη, πρόφθασον οὖν γρηγορουσα παρθένε, καὶ τῶν δεινῶν τοὺς σούς δούλους ἐκλύτρωσαι, σύ γὰρ ὑπάρχεις Μαριάμ, Ὀρθοδόξων ταχεῖα ἀντίληψις.
Νοσούντων ἡ ἰατρὸς ὑπάρχουσα  Παναγία Θεοτόκε παρθένε, ῥῦσαι ἡμᾶς τῶν τραυμάτων ἁπάντων, τῶν προκληθέντων ἐκ Φράγκων Θεονυμφε, σύ γὰρ ὑπάρχεςις ἀληθῶς Ὀρθοδόξων ταχεῖα ἀντίληψις.
Διάσωσον ἐκ παπισμοῦ Ὀρθοδόξους Θεοκυῆτορ, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.
χραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμέρων τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς...
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δεῖνος)…
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας,…
Ἔτι δεόμεθα ὑπὲρ υγείας τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασίαν ἐν δεινοῖς σὲ κεκτήμεθα, Θεοτόκε ἁγνὴ ἀειπάρθενε, μὴ παρίδῃς τοῦ σοῦ λαοῦ δεήσεις ἀγαθή, ἀλλὰ πρόφθασον ὡς ἀληθής, ἀρωγὸς τῶν τιμώντων σε τάχυνον εἰς πρεσβείαν ἐκδίωξον τὴν οὐνίαν, σύ γὰρ ὑπάρχεις Μαριάμ, Ὀρθοδόξων τὸ κραταίωμα.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάση γενεὰ καὶ  γενεά (δίς)
Στίχ. Ἀκουσον, θύγατερ, καὶ ἲδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.
Καὶ αὔθις τὸ προκείμενον.
Εὐαγγέλιον.
Μάρκου ιγ΄ 14-23(ζήτει Τρίτη 7ης ἑβδ. Λουκᾶ)
Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν μονάδι, διάσωσον σοὺς δούλους ἐκ δεινῶν τῆς οὐνίας.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ο Θεός….

Καὶ τὸ κάτωθι προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πάντων ἡ βοήθεια καὶ κραταιὰ προστασία, σὺ ὑπάρχεις πάναγνε, τῶν σῶν δούλων δέσποινα παντευλόγητε˙ σπεῦσον οὖν πρόφθασον, ἐκτενῶς κράζομεν, Παναγία μητροπάρθενε, ῥῦσαι τοὺς δούλους σου, τῶν δεινῶν παγίδων τοῦ δράκοντος, Λατίνων κατασύντριψον τὸ κέρας τὸ διπλοῦν τῆς αἱρέσεως, ἴνα Θεοτόκε δοξάζωμεν Χριστὸν τὸν Ἰησοῦν, τὸν ἐν γαστρί σου σκηνώσαντα, σῶσαι τὸ ἀνθρώπινον.

Ὁ ἱερεύς.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἐν ἁγίοις πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου Μύρων τῆς Λυκίας, Σπυρίδωνος Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, Νικολάου τοῦ ἐκ Νάξου τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνά τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Πολυκάρπου, Χαραλάμπους, Βλασίου καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων γυναικῶν Θέκλας, Αἰκατερίνης, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· καὶ πάντων τῶν Ἁγίων· Ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε· ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου, καὶ ἐλέησον ἡμᾶς.
Ὁ χορὸς· Κύριε, ἐλέησον  (ιβ´ ).
Ὁ Ἱερεύς·
λέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπία τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὐ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορὸς· Ἀμήν.

Εἶτα, ἀποπληροῦμεν τάς λοιπὰς ᾠδὰς τοῦ Κανόνος.
Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
κ παγίδων παρθένε, καὶ δεινῶν τῆς οὐνίας ἡμᾶς διάσωσον, ἁγνὴ Θεοκυῆτορ, καὶ παπισμοῦ τῆς πλάνης τὸν σὸν κλῆρον περίσωζε, ἡ τὸν σωτῆρα Χριστὸν ἡμῖν ἀποτεκοῦσα.
Κακοδόξων Λατίνων τῶν δηῶσαι ζητούντων ἡμῶν τὸ φρόνημα, καὶ τῆς φραγκοκρατίας, οὐνίας τε παρθένε, τὸν σὸν κλῆρον περίσωζε˙ σὺ γὰρ ὑπάρχεις ἁγνή, τῶν Ὀρθοδόξων σκέπη.
Περιφρούρησον μῆτερ, τῶν Ἑλλήνων τὴν χώραν ἐκ τῆς αἱρέσεως, τοῦ παπισμοῦ παρθένε καὶ τῆς κακοδοξίας, ὅτι ἄλλην οὐκ ἒχομεν, πλήν σου ἁγνὴ βοηθόν, καὶ σκέπην ἐν κινδύνοις.
πὸ πάσης παρθένε κακοδόξων τῆς πλάνης ἡμᾶς περίσωζε, οὐνίας παπισμοῦ τε, μονοφυσιτιζόντων καὶ ἐκ πάσης αἱρέσεως˙ σὺ γὰρ ὑπάρχεις ἁγνή, τῶν Ὀρθοδόξων σκέπη.
Ὠδὴ η΄. Τὸ Βασιλέα τῶν οὐρανῶν.
Παρθενομῆτορ ἐκ τῶν αἱρέσεων ῥῦσαι, τοὺς τὴν σκέπην σου ἁγνὴ ἐπιζητοῦντας˙ σὺ γὰρ εἶ προστάτις τῶν σὲ ὑμνολογούντων.
σοσθενὲς γὰρ τῷ Υἱῷ σου παρθένε, τὸ πανάγιον Πνεῦμα ὑπάρχει, τῷ Πατρὶ τε ὥσπερ τοῖς δόγμασιν ὁρᾶται.
Σπεῦσον παρθένε, καὶ παπισμοῦ τὸν σὸν κλῆρον, περιφρούρησον ἁγνὴ Θεοτόκε, ἴνα ὀρθοδόξως ὑμνωμεν τὸν σὸν τόκον.
Μόνη ὑπάρχεις παρθενομῆτορ προστάτις καὶ φρουρὸς τῶν σὲ προστρεχόντων˙ ῥῦσαι Ὀρθοδόξους ἐκ παπισμοῦ τῆς πλάνης.
Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
Οὐνίας δεινῆς λύμης, λύτρωσαι ταχέως, καὶ παπισμοῦ Θεοτόκε τοὺς δούλους σου, καὶ πάσης ἄλλης παρθένε δεινῆς αἱρέσεως.
πὸ τὴν σὴν παρθένε, σκέπην οἱ σοὶ δοῦλοι, ἀεὶ προσφεύγομεν μῆτερ ἀπείρανδρε, ῥῦσαι ἡμᾶς Θεοτόκε δεινῶν αἱρέσεων.
Παρθένε Θεοτόκε, παπισμου της πλάνης και των αιρέσεων ολων σόν κληρον λύτρωσαι, σύμπαντος κόσμου τον κτίστην κυοφορήσασα.
ρθοδόξων σκέπε, μόνη Θεοτόκε, εκ των βελων της ουνίας πανύμνητε, και τάς αιρέσεις παρθένε ταχέως σύντριψον.

Καὶ εὐθὺς τό·
ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Καί τά παρόντα μεγαλυνάρια.
Λύτρωσαι πανύμνητε Μαριάμ, παπισμοῦ τῆς λύμης τὸν σὸν κλῆρον, ὅτι πρὸς σέ, ἅπαντες ἐν πίστει προστρέχομεν παρθένε˙ Σύ ἡμῶν ὑπάρχεις προστάτις δέσποινα.
πὸ τὴν σὴν σκέπην τὴν κραταιάν, τρέχωμεν παρθένε καὶ αἰτούμεθα εὐλαβῶς, ῥῦσαι Θεοτόκε οὐνίας Ὀρθοδόξους, καὶ τάς αἱρέσεις πάσας μῆτερ κατάλυσον.
Κόπασον τὸν σάλον αἱρετικῶν, σβέσον Θεοτόκε τὰ φρυάγματα τῶν ἐχθρῶν, λύτρωσαι σὴν ποίμνην οὐνίας τε καὶ πάντων τῶν παπισμοῦ κινδύνων, σὲ μεγαλύνομεν.
σπιλε, ἀμόλυντε Μαριάμ, ῥῦσαι σούς ἱκέτας τῶν παγίδων τοῦ παπισμοῦ, καὶ ταχέως σβέσον αἱρέσεων μανίαν, ἁγνὴ παρθενομῆτορ, σὲ μεγαλύνομεν.
ώμης τὸν ποιμένα μῆτερ ἁγνή, ποίησον ταχέως ἐπιστρέψαι τῇ ἀληθεῖ, πίστει Θεοτόκε καὶ πάλιν ὥσπερ πάλαι, τάς κακοδοξίας πάσας βδελύττεσθαι.
Πλάνης τῶν αἱρέσεων Μαριάμ, λύτρωσαι τοὺς δούλους, ὅτι μόνην καταφυγήν, ἔχομεν παρθένε καὶ στήριγμα καὶ σκέπην, καὶ ῥύστιν ἐν κινδύνοις σὲ τὴν πανάμωμον.
μβρησον σὴν χάριν μῆτερ ἁγνή, τῇ σῇ νεολαίᾳ καὶ ἀξίωσον ἀγαθή, δόγμασιν ἐμμένειν πατρῴοις Θεοτόκε, καὶ διδαχαῖς ποικίλαις μὴ παραφέρεσθαι.
μνοις εὐφημήσωμεν οἱ πιστοί, τὴν παρενὸν πάντες καὶ μητέρα τοῦ Λυτρωτοῦ, αὐτὴ γὰρ ὑπάρχει φρουρός τε καὶ προστάτις καὶ ῥύστις ἐν κινδύνοις καὶ περιστάσεσι.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, πρόδρομε Κυρίου ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ὑμᾶς.
Τρισάγιον.
Δόξα καὶ νῦν, Παναγία Τριάς…
Κύριε, ἐλέησον (γ)
Δόξα καὶ νῦν, Πάτερ ἡμῶν…
Ὃτι σου ἐστιν…
Καὶ τὸ παρόν τροπάριον.
Ἦχος πλ. α΄.
Τὸν συνάναρχον Λόγον.
Προστασία καὶ σκέπη ὑπάρχεις πάναγνε, τῶν εἰς σὲ προσερχομένων καὶ ἐκβοώντων σοι˙ Ῥῦσαι ἡμᾶς τοῦ παπισμοῦ καὶ τῆς οὐνίας ἀγαθή, παντοίας τε ἄλλης βλάβης καὶ ἐκ βελῶν τοῦ Βελίαρ Ὀρθοδόξων περιφρούρησον.

Εἶτα μνημονεύει καὶ πάλιν ὁ ἱερεύς, καὶ μεθ’ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε, ἐλέησον (γ΄).
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθα Σοῦ, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδη-μούντων ἐν τῇ (κώμη, πόλει, νήσω) ταύτη, τῶν ἐνοριτῶν, ἐπιτροπῶν, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν  (ἡ κώμην, ἢ χώραν, ἢ νῆσον ἢ μονὴν) ταύτην (ἢ τὸν οἶκον  τούτον), καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντι-σμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλο-φύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλ-λακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ ἡμῶν κινουμένην· καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῇς, καὶ ἐλεῆσαι ἡμᾶς. 
Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·  Ἀμήν.
Καὶ ὁ ἱερεὺς ποιεῖ τὴν ἀπόλυσιν·
Δόξα σοι Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου  (τοῦ Ναοῦ)·  τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· καὶ πάντων τῶν Ἁγίων, ἐλεῆσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Καὶ τὰ Τροπάρια.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Πάντες νῦν προσπίπτομεν ἁγνή, δέσποινα παρθένε Μαρία, κλῖνον εὐήκοον ους, καὶ ταχὺ ἐπάκουσον σοὶ ἐκβοώντων θερμῶς. Ἐκ κινδύνων αἱρέσεως καὶ πάσης ἀνάγκης καὶ βελῶν τοῦ ὄφεως ῥῦσαι τοὺς δούλους σου, σώζουσα οὐνίας σὸν κλῆρον, παπισμοῦ τὲ φραγκοκρατίας. Σύ ἡμῶν ὑπάρχεις ἡ ἀντίληψις.
Ἕτερα.
Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι˙ μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’  εὐχῶν.

Δίστιχον.
Δίδου, μῆτερ πάναγνε, ὀρθῶς δοξάζειν
σὸν Υἱόν Πολύκαρπος ὁ ταῦτα μέλψας.




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου