ΑΠΡΙΛΙΟΥ
ΤΗ ΚΣΤ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ
Ἁγίου Ἱερομάρτυρος Βασιλέως, Ἐπισκόπου Ἀμασείας.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ τῆς Ἑορτῆς γ' καὶ τοῦ Ἁγίου
Προσόμοια γ'.
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν
Κατὰ πάντων Μακάριε, τῶν παθῶν ἐβασίλευσας, νόμῳ θείῳ
μέγιστε, κρατυνόμενος· καὶ λογισμὸν αὐτοκράτορα, σαφῶς ποιησάμενος, καὶ
γενόμενος Θεοῦ, παραστάτης ἐπάξιος, χρῖσμα ἅγιον, ὑπεδέξω, καὶ ποίμνης
προηγήσω, λογικῆς Ἀρχιερέων, καὶ Ἀθλητῶν ἐγκαλλώπισμα.
Ὡς κριὸν ἐκ ποιμνίου σε, Βασιλεῦ παμμακάριστε, βασιλεὺς
παράνομος διεχώρισε, καὶ Βασιλέα κηρύττοντα, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν τυθέντα
ὡς ἀμνόν, καὶ βροτούς διασώσαντα, θεασάμενος, κατασφάττει ἀδίκως προξενῶν σοι,
οὐρανῶν τὴν βασιλείαν, καὶ αἰωνίζουσαν εὔκλειαν.
Ἐφ' ὑδάτων τὰς τρίβους σου, παραδόξως πεποίησαι, Βασιλεῦ
ἀοίδιμε· μετὰ τέλος γάρ, ἀπορριφείς, ὡς προέφησας, συντόνως ὑπέπλευσας, καὶ τῇ
πόλει σου σαυτόν, Ἀμασείᾳ ἀπέδωκας, φόρτον τίμιον, ἀκαταίσχυντον πρέσβυν
ἰαμάτων, ποταμὸν καὶ νοσημάτων, παντοδαπῶν καθαρτήριον.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς
Εἰς τὸν Στίχον τῆς Ἑορτῆς
Καὶ Ἀπολυτίκιον τῆς αὐτῆς
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Τὰ Καθίσματα τῆς Ἑορτῆς. Οἱ Κανόνες τῆς ἑορτῆς καὶ τοῦ Ἁγίου.
Ποίημα Ἰωσήφ.
Ὠδὴ α' Ἦχος β'
Δεῦτε λαοὶ ᾄσωμεν
Τῷ Βασιλεῖ, τῶν οὐρανίων Δονάμεων, στεφηφορῶν παρίστασαι, πᾶσιν
αἰτούμενος, Βασιλεῦ θεοφόρε, τοῖς πόθῳ σε τιμῶσι, χάριν καὶ ἔλεος.
Κατὰ παθῶν, τῶν τῆς σαρκὸς ἐβασίλευσας, καὶ βασιλέα ἄθεον,
ἐγκελευόμενον, τὸν οὐράνιον Μάκαρ, ἀρνεῖσθαι Βασιλέα, σὺ κατεπάτησας.
Βασιλικῶν, φύλακα θείων προστάξεων, βασιλικῶς σε χρίσματι,
θείῳ ἐπέχρισε, Βασιλεὺς ὁ τῆς δόξης, καὶ στέφει μαρτυρίου, Μάκαρ ἐκόσμησε.
Θεοτοκίον
Ἡ τῶν πιστῶν, καταφυγὴ Ἀειπάρθενε, ἡ κραταιὰ βοήθεια, τῶν
προστρεχόντων σοι, ἀπὸ πάσης ἀνάγκης, καὶ βλάβης ἐναντίας, ἡμᾶς διάσωσον.
Ὠδὴ γ'
Ἐν πέτρᾳ με τῆς πίστεως
Ἀγέλαις ἠριθμήθης τῶν πρωτοτόκων, θεούμενος μεθέξεσι
θειοτάταις, καὶ βλέπων καθαρώτερον τοῦ Δεσπότου, τὴν ὡραιότητα, Μάρτυς ἀήττητε,
Βασιλεῦ θεόσοφε, καὶ μακάριε.
Αἱρέσεων διέλυσας τὸν χειμῶνα, τῇ θέρμῃ τῶν πανσόφων σου
διδαγμάτων, εἰδώλων διεσκέδασας τὴν ὁμίχλην, φωτὶ τῶν ἄθλων σου· διὸ με
φώτισον, Βασιλεῦ μακάριε, τὸν τιμῶντά σε.
Ψυχόλεθρον Γλαφύρα φυγοῦσα βόθρον, λιμένα σωτηρίας σε
Πάτερ εὗρε· διὸ καὶ νυμφευθεῖσα Χριστῷ τῷ Κτίστῃ, χαίρει κραυγάζουσα· Σὺ εἶ
Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος, πλήν σου Κύριε.
Θεοτοκίον
Ἐκύησας τὸν ἄναρχον Βασιλέα, ἐκ σοῦ Παρθενομῆτορ ἀρχὴν
λαβόντα· αὐτὸν οὖν ὡς φιλάνθρωπον ἐκδυσώπει, σῶσαι τοὺς δούλους σου, πάσης ἐκ
θλίψεως, καὶ ἐχθρῶν ἁλώσεως, παναμώμητε.
Ὁ Εἱρμὸς
Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ'
ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν· Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ
Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Κάθισμα Ἦχος γ'
Θείας πίστεως
Ζάλην ἄθεον, εἰδώλων πλάνης, ἐκφευξάμενος, Ἱερομύστα, διὰ
δὲ ξίφους θαλάσσῃ ποντούμενος, πρὸς τὸν ἀκύμαντον ὅρμον κατήντησας, καὶ αἰωνίως
ἐν τούτῳ γηθόμενος, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ
μέγα ἔλεος.
Καὶ τῆς Ἑορτῆς
Ὠδὴ δ'
Ἐλήλυθας, ἐκ Παρθένου
Ἱερεύσας, σεαυτὸν ὡς ἀρνίον πανάμωμον, τυθεὶς
Παμμακάριστε, καὶ ταῖς ῥοαῖς τῶν αἱμάτων σου, θάλασσαν ἐξήρανας, τῆς πονηρᾶς
ἀθεΐας θείᾳ χάριτι.
Βασίλειον, ἐπιχρώσας ἐσθῆτα τοῖς αἵμασι, καὶ νίκης
διάδημα, τῇ κεφαλῇ περιθέμενος, χαίρων προσεχώρησας, εἰς τὰ βασίλεια Πάτερ τὰ
οὐράνια.
Ὁσίως σου, καὶ δικαίως ποιμάνας τὸ ποίμνιον, εἰς μάνδραν
εἰσήλασας, τὴν ἐπουράνιον Ὅσιε, ἔνθα τῆς ἀθλήσεως, περικοσμούμενος στέφει
προσεχώρησας.
Θεοτοκίον
Πανύμνητε, τῶν ἀνθρώπων ἑτοίμη βοήθεια, τὰ ἄγρια κύματα,
τῶν πειρασμῶν καταπράϋνον, σῴζουσα τοὺς δούλους σου, τῆς τῶν ἐχθρῶν ἐπηρείας
προστασίαις σου.
Ὠδὴ ε'
Ὁ φωτισμὸς τῶν ἐν σκότει
Τῷ φωτισμῷ, τῆς του Πνεύματος αἴγλης λελαμπρυσμένος,
σκότος ἀπεμείωσας ἀθεΐας, ἱερομύστα, καὶ πολλοὺς συσχεθέντας, τῇ ὁμίχλῃ τῆς
ματαιότητος, πρὸς τὰς οὐρανίους, μονὰς καθωδήγησας.
Φύλαξ Θεοῦ, προσταγμάτων ὑπάρχων ἐν φυλακῇ τε, ἔνδον
καθειργμένος ὑπὸ ἀθέων, ὁρᾷς τὸ μέλλον, ἐπὶ σοὶ θεῖον τέλος, δι' Ἀγγέλου
ἐκδιδασκόμενος, Ἱερομαρτύρων, κρηπὶς καὶ ἑδραίωμα.
Θαῦμα φρικτόν, ἐν τῇ σῇ τελειώσει πᾶσιν ὡράθη· ξίφει γὰρ ἡ
κάρα σου ἐκτμηθεῖσα, Ἱερομάρτυς, καὶ θαλάσσῃ βληθεῖσα, συνηρμόσθη τῷ θείῳ
σκήνει σου, δῶρον τοῖς ποθοῦσι, δοθεῖσα θεόσδοτον.
Θεοτοκίον
Πόλις Θεοῦ, περὶ ἧς ἐλαλήθη δεδοξασμένα, ταύτην σου τὴν
πόλιν καὶ πᾶσαν χώραν, ἀπὸ κινδύνων, καὶ λιμοῦ καὶ βαρβάρων, Θεοτόκε Παρθένε
λύτρωσαι, μόνη προστασία, πιστῶν ἀκαταίσχυντε.
Ὠδή ς'
Ἐν ἀβύσσῳ πταισμάτων
Ἐφ' ὑδάτων πορείας πεποίησαι, ὕδατα τῆς πλάνης ξηράνας
τοῖς ῥεύμασι, τῶν ἱερῶν αἱμάτων σου, καὶ πρὸς ὅρμον κατήντησας ἄκλυστον.
Ζωηφόρος νεκρὸς ἐχρημάτισας, Πάτερ τὴν ὑγρὰν Βασιλεῦ
διερχόμενος, καὶ μαθηταῖς διδόμενος, διὰ θείων σαφῶς εἰσηγήσεων.
Τὴν ἁγίαν στολὴν κατεποίκιλας, αἵμασι σεπτοῖς ὥσπερ βύσσον
βασίλειον, ἣν Βασιλεῦ ἐνδέδυσαι, στεφηφόρος Χριστῷ παριστάμενος.
Θεοτοκίον
Παναγία Παρθένε Θεόνυμφε, ἡ μετὰ Θεὸν προστασία τῶν δούλων
σου, βαρβαρικῆς ἁλώσεως, καὶ κινδύνων ἡμᾶς ἀπολύτρωσαι.
Ὁ Εἱρμὸς
Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς
εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον, ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.
Τὸ Κοντάκιον τῆς Ἑορτῆς
Συναξάριον
Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος
Βασιλέως, Ἐπισκόπου Ἀμασείας.
Στίχοι
Τμηθείς,
Βασιλεῦ, βασιλεὺς πόλου γίνῃ,
Ἐξ αἱμάτων
σῶν βάμμα κόκκινον φέρων.
Εἰκάδα ἀμφ'
ἕκτην Βασιλεὺς ξίφει αὐχένα κάρθη.
Τῇ αὐτῇ
ἡμέρᾳ, ἡ Ἁγία Γλαφύρα ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Θεὸν
Γλαφύρα ψυχικῶν δι' ὀμμάτων,
Οὐ γλαφυρῶς
νῦν, ἀλλὰ τηλαυγῶς βλέπει
Τῇ αὐτῇ
ἡμέρᾳ, ἡ Ὁσία Ἰούστα ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Τρόπον
σελήνης πλησιφαοῦς, Ἰούσταν,
Λάμψασαν
ἔργοις, μνήματος κρύπτει νέφος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Νέστωρ, τοὺς γονεῖς καταλιπὼν καὶ
μονάσας, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Τοὺς
οὐρανοὺς ἱδρῶσι Νέστωρ ἐπρίω,
Δι' οὓς
φύσιν τύραννον ἠρνήσω θέσει.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμὴν
Ὠδὴ ζ'
Εἰκόνος χρυσῆς
Αἱμάτων βαφαῖς, ἐπιχρώσας σεαυτῷ πορφύραν Μάρτυς, καὶ
ταύτην χαίρων ἀμπεχόμενος, καὶ τῇ χειρὶ τὸ σωτήριον, ὅπλον τοῦ Σταυροῦ
περιφέρων, Βασιλεῦ παναοίδιμε, τῷ ἀθανάτῳ Βασιλεῖ, συμβασιλεύεις ἀεί.
Τῇ ποίμνῃ τῇ σῇ, ἀπεδόθη τὸ καλῶς ἀθλῆσαν σῶμά σου, ἐκ
θαλαττίων κόλπων πέλαγος, ἅμα πηγάζον ἰάσεων, καὶ τῶν παθημάτων ξηραῖνον,
διεκχύσεις τῇ χάριτι, Ἱερομάρτυς Βασιλεῦ, τοῦ θείου Πνεύματος.
Νυμφίῳ Χριστῷ, νύμφην ὅλην ἀρεταῖς ἠγλαϊσμένην, καὶ
παρθενίᾳ διαλάμπουσαν, Γλαφύραν Πάτερ προσήγαγες, ταύτην διδαχαῖς ὡραΐσας, καὶ
νυμφῶνος ἠξίωσας, ᾗ καὶ συγχαίρεις Βασιλεῦ, ἐν οὐρανίοις σκηναῖς.
Θεοτοκίον
Ἡ μόνη ἐλπίς, καὶ βοήθεια πιστῶν Θεογεννῆτορ, σπεῦσον
βοήθει τοῖς ἱκέταις σου, βυθιζομένοις ταῖς θλίψεσι, καὶ ἠπορημένοις Παρθένε,
καὶ ἐν ὀδύνῃ ὑπάρχουσι, καὶ καταφεύγουσιν εἰς σέ, ἐν πεποιθήσει ψυχῆς.
Ὠδὴ η'
Τὸν ἐν καμίνῳ τοῦ πυρὸς
Τῇ βακτηρίᾳ τῶν σοφῶν, διδαγμάτων πρὸς νομὰς σωτηριώδεις,
σοῦ τὰ θρέμματα νέμων, τοὺς πονηροὺς καὶ βαρεῖς ἐκ μέσου Πάτερ λύκους ἤλασας,
καὶ ἐσφαγιάσθης, ὥσπερ ἀρνίον θέλων.
Ἐκ θαλαττίων σε βυθῶν, μαργαρίτην ὡς τερπνὸν ἀναδοθέντα,
συγκομίζουσι πίστει, οἱ ἱεροὶ μαθηταί, θαυμάτων αἴγλην ἀποπέμποντα,
Ἱερομαρτύρων, κανὼν καὶ μέγα κλέος.
Ὅλος ἐκ βρέφους τῷ Θεῷ ἀναθέμενος σαυτὸν χρίσματι θείῳ,
ἱερῶς ἡγιάσθης, καὶ ἱερεύσας σαυτόν, προσήχθης Ἱερεὺς καὶ σφάγιον, ἐν τῇ
ἀθανάτῳ, καὶ μυστικῇ τραπέζῃ.
Θεοτοκίον
Καταφυγὴ Χριστιανῶν, βοηθὲ τῶν ἐν δεινοῖς συνεχομένων,
Παναγία Παρθένε, μὴ ὑπερίδῃς ἡμᾶς, κινδύνοις κλονουμένους πάντοθεν, καὶ πολλαῖς
ἐφόδοις, τῶν πονηρῶν βαρβάρων.
Ὁ Εἱρμὸς
Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ
συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς
Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ'
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον
Ἱερωσύνης παμμάκαρ, καὶ σεπτῆς μαρτυρίας, ταῖς θείαις
ἀπαστράπτων καλλοναῖς, νῦν κατοικεῖς τὰ οὐράνια, καὶ παρίστασαι χαίρων, Τριάδι
τῇ Ἁγίᾳ Βασιλεῦ, μετὰ πάντων Μαρτύρων, ὑπὲρ ἡμῶν δεόμενος.
Ὡς φωταυγής σου ἡ μνήμη, ἀπαστράπτουσα αἴγλην, ἐνθέων
χαρισμάτων τοῖς πιστοῖς, ὡς ἱερόν σου τὸ τέμενος, ἔνθα κείμενος βρύεις, ἰάματα
καὶ σῴζεις Βασιλεῦ, χαλεπῶν ἐκ κινδύνων, τοὺς πόθῳ σε γεραίροντας.
Ἡ τῶν λειψάνων σου θήκη, ὡς πηγὴ καθορᾶται, ἰάσεων
ἐκβλύζουσα κρουνούς, καὶ θεραπεύουσα ἅπαντα, τὰ νοσήματα Πάτερ, ψυχῶν καὶ τῶν
σωμάτων Βασιλεῦ· διὰ τοῦτο πιστῶς σου, τελοῦμεν τὸ μνημόσυνον.
Θεοτοκίον
Φωτοκυῆτορ Παρθένε, μετὰ τῶν ἀσωμάτων, Ἀγγέλων Ἀποστόλων
Προφητῶν, Ἱεραρχῶν Ἀθλοφόρων τε, καὶ Ὁσίων ἁπάντων, τὸν μόνον ὑπεράγαθον Θεόν,
ἐκδυσώπει ῥυσθῆναι, κινδύνων τὰς ψυχὰς ἡμῶν.
Ὁ Εἱρμὸς
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα
καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου,
ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνωμεν.
Τὸ Ἐξαποστειλάριον τῆς Ἑορτῆς
Καὶ ἡ λοιπὴ Ἀκολουθία, ἡ Α' Ὥρα, καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου