ΝΟΕΜΒΡΙΟΥ
ΤΗ ΙΔ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ἁγίου καὶ πανευφήμου Ἀποστολου Φιλίππου, καὶ τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Κωνσταντίνου τοῦ ἐξ Ὕδρας, τοῦ ἀθλήσαντος ἐν ἔτει 1800 ἐν τῇ νήσῳ τῆς Ῥόδου.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς το, Kύριε ἐκέκραξα, ἱστῶμεν
Στίχους ς’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες
αὐτά.
Ἦχος πλ. β’
Ὅλην ἀποθέμενοι.
Πρᾶξιν μὲν ἐπίβασιν, εἰλικρινοῦς θεωρίας, θεωρίαν τέλος δέ, φιλοθέου πράξεως Μάκαρ θέμενος, τὸν Χριστὸν ἠξίωσας, τοῦ Πατρὸς τὴν δόξαν, ὑποδεῖξαί σοι τήν ἄφραστον· καὶ γὰρ ἐφίεται, πᾶσα λογικὴ φύσις ἔνδοξε, Θεοῦ τοῦ ὑποστήσαντος, καὶ τοῦ ποθουμένου τετύχηκας, τούτου παραυτίκα, δεξάμενος σφραγῖδα τὸν Υἱόν· ὃν παρρησίᾳ δυσώπησον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θείαις ἀναβάσεσι, διαπαντὸς κεχρημένος, ὡς Μωσῆς τὸ πρότερον, τὸν Θεὸν θεάσασθαι ἐπεπόθησας· καὶ γνωστῶς εἶδες δέ, τὴν αὐτοῦ εἰκόνα, δεδεγμένος πρὸς ἐμφέρειαν· Πατρὸς γὰρ σύντομος, γνῶσις ὁ Υἱὸς καὶ ἀπόδειξις, Υἱοῦ δὲ καὶ Γεννήτορος, μία ἡ οὐσία γνωρίζεται, καὶ ἡ διὰ πάντων, ταυτότης ἀναφαίνεται σεπτῶς, καὶ βασιλεία καὶ δύναμις, δόξα καὶ προσκύνησις.
Ὄργανον κρουόμενον, ταῖς θεϊκαῖς ἐπιπνοίαις, καὶ ταῖς ὑφηγήσεσι, τοῦ Ἁγίου Πνεύματος ἐχρημάτισας, καὶ τὸ ὑπερκόσμιον, μελῳδῶν ἐν κόσμῳ, τοῦ Σωτῆρος Εὐαγγέλιον, πυρίνῃ γλώσσῃ σου, πᾶσαν τὴν ἀπάτην κατέφλεξας, ὡς ὕλην εὐκατάπρηστον, καὶ ὡς χόρτον γῆς μαραινόμενον, καὶ τὸν ἐπὶ πάντων, Δεσπότην τε καὶ Κύριον Χριστόν, τῇ οἰκουμένῃ ἐκήρυξας, Φίλιππε θεσπέσιε.
Δόξα...
Ἦχος πλ. β’
Bύζαντος.
Τοῦ μεγάλου Φίλιππε φωτός, ταῖς ἀστραπαῖς πυρωθείς, παγκόσμιος ἐξέλαμψας φωστήρ, τὸν Πατέρα δὲ τῶν φώτων, ἐν Υἱῷ ζητήσας εὗρες, ἐν τῷ φωτὶ· τὸ φῶς γὰρ εὑρίσκεται, καὶ γὰρ οὗτος σφραγὶς ἰσότυπος, δηλῶν τὸ ἀρχέτυπον· Ὃν Ἀπόστολε δυσώπει, τοὺς ἐσφραγισμένους τῷ θείῳ, περισῴζεσθαι αἵματι.
Καὶ νῦν ... Θεοτοκίον.
Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, Σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. δ’
Ὢ τοῦ παραδοξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! ὁ τοὺς ἰχθύας ποτέ, σαγηνεύων Ἀπόστολος, τῶν ἀνθρώπων γέγονεν, ἁλιεὺς θεοπροβλητος, λόγων σαγήνῃ, ἔθνη ἐζώγρησε. Σταυροῦ ἀγκίστρῳ, κόσμον ἀνείλκυσεν, Ὢ οἷον θήραμα, τῷ Χριστῷ προσήγαγεν, ὁ θεουργός! οὗπερ τὸ μνημόσυνον, νῦν ἑορτάζομεν.
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Ὢ τοῦ παραδόξου θαύματος! ἀποσταλεὶς ἐκ Θεοῦ, ὁ Ἀπόστολος Φίλιππος, μέσον λύκων πρόβατον, ἀπτοήτως νῦν πρόεισι, τοὺς θῆρας ἄρνας, πίστει ἀνέδειξε, τὸν κόσμον θείως, μετεστοιχείωσεν. Ὢ ἔργα πίστεως! ὢ δυνάμεις ἄρρητοι! οὗ ταῖς εὐχαῖς, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Ὢ τοῦ παραδόξου θαύματος! φρέαρ πηγάζον ζωήν, ἐν σοφίας ἀντλήματι, τοῖς ἐν κόσμῳ πέφηνεν, ὁ Ἀπόστολος Φίλιππος, ἀφ' οὗ περ ῥεῖθρα, δογμάτων πρόεισιν, ἐξ οὗ θαυμάτων, ῥεύματα πίνομεν. Ὢ οἷα δέδρακε, φοβερὰ τεράστια, ὁ θεουργός! οὗπερ τὸ μνημόσυνον πίστει γεραίρομεν.
Δόξα...
Ἦχος β’
Βυζαντίου.
Καταλιπὼν τὰ ἐπὶ γῆς, ἠκολούθησας Χριστῷ, καὶ σφραγισθεὶς τῷ ἐμφυσήματι τοῦ Ἁγίου Πνεύματος, ἀπεστάλης ὑπ' αὐτοῦ, εἰς τὰ ἔθνη τὰ ἀπολωλότα, ἐπιστρέφειν τοὺς ἀνθρώπους, εἰς φῶς θεογνωσίας, Φίλιππε Ἀπόστολε, καὶ τελέσας τὸν ἀγῶνα τοῦ θείου σου πόθου, διὰ βασάνων πολυπλόκων, τὴν ψυχήν σου τῷ Θεῷ παρέδωκας. Αὐτὸν ἱκέτευε παμμακάριστε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν ... Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ἀπολυτίκιον Ἦχος γ’
Aπόστολε Ἅγιε Φίλιππε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Ἀπολυτίκιον τοῦ Μάρτυρος.
Ἦχος α' Τῆς ἐρήμου
πολίτης.
Τὸν λαμπρὸν γόνον Ὕδρας καὶ τῆς Ῥόδου τὸ καύχημα, καὶ Νεομαρτύρων τὸ κλέος, Κωνσταντῖνoν τιμήσωμεν, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τὴν μνήμην ἐκτελοῦντες τὴν αὐτοῦ, ἵνα λάβωμεν πλουσίαν τὴν ἀμοιβήν, παρὰ Θεοῦ κραυγάζοντες· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἐνισχύσαντι, καὶ ἐν ὑστέροις καιροῖς σε στεφανώσαντι.
Καὶ Ἀπόλυσις
ΕΙΣ TΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν, λέγονται οἱ Κανόνες τῆς Ὀκτωήχου,
καὶ τοῦ Ἀποστόλου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.
Τὸν εὐκλεῆ Φίλιππον ὑμνῶ πῥοφρόνως. Θεοφάνους.
Ὠδὴ α’ Ἦχος
πλ. β’
Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν.
Ταῖς ὑπερφώτοις ἀκτῖσι τῆς τοῦ Χριστοῦ, θεϊκῆς λαμπρότητος, ἐνηδόμενος τρανῶς, θεοκήρυξ Φίλιππε ταῖς σαῖς, κατὰ μέθεξιν αὐγαῖς, ἡμᾶς καταύγασον.
Ὁ τοῦ Πατρὸς σοι τὴν δόξαν δι' ἑαυτοῦ, ὑποδείξας Φίλιππε, τῷ χορῷ τῶν Μαθητῶν, σὲ Χριστὸς ἐνέταξε τὴν σήν, προγινώσκων ἀρετήν, θεομακάριστε.
Νῦν οὐκ αἰνίγμασι βλέπεις οὐδὲ σκιαῖς, ουδ' ἐσόπτροις Πάνσοφε, τὴν πηγὴν τῶν ἀγαθῶν, ὀρεκτῶν τὸ ἔσχατον Xριστόν, ἀλλὰ πρόσωπον ὁρᾷς, σαφῶς πρὸς πρόσωπον.
Θεοτοκίον.
Ἐκλελοιπότων Ἀρχόντων ἐκ τῆς φυλῆς, τοῦ Ἰούδα Πάναγνε, ὁ Υἱός σου καὶ Θεός, προελθὼν Ἡγούμενος τῆς γῆς, τῶν περάτων ἀληθῶς, νῦν ἐβασίλευσεν.
Ὠδὴ γ’
Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας, ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.
Ὑπάρχων ἔμπλεως φωτός, πρακτικῆς θεωρίας, τῷ φωτὶ τῷ μεγάλῳ, γενομένῳ μεθ' ἡμῶν, κατηξιώθης Χριστῷ, λειτουργῆσαι, Φίλιππε θεσπέσιε.
Κρηπὶς δογμάτων εὐσεβῶν, ἡ σὴ μυσταγωγία, τοῖς πιστοῖς ἀνεδείχθη· δι' αὐτῆς γὰρ τὸν Υἱόν, ἐπέγνωμεν συμφυῶς, ἡνωμένον, ὄντα τῷ Γεννήτορι.
Λυχνία γέγονας χρυσή, δᾳδουχῶν τοῖς ἀνθρώποις, τὸ ἀΐδιον φέγγος, καὶ φωτίζων τῇ αὐτοῦ, τὴν οἰκουμένην σαφῶς, ἐπιγνώσει, Φίλιππε πανάριστε.
Θεοτοκίον.
Ἐπὶ σοὶ πάναγνε σεμνή, πεποιθὼς μὴ ἐκπέσω, τῆς εἰς σὲ προσδοκίας, ἀλλ' ὡς Μήτηρ συμπαθής, τοῦ φιλανθρώπου Θεοῦ, τῶν παγίδων, τοῦ ἐχθροῦ με λύτρωσαι.
Ὁ Εἱρμός.
Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας, ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.
Κάθισμα.
Ἦχος πλ. δ’ Τὴν Σοφίαν.
Ἐλατὴρ τῶν δαιμόνων ἀναδειχθείς, καὶ φωστὴρ τῶν ἐν σκότει ἀποφανθείς, ἔδειξας τὸν Ἥλιον, ἐκ Παρθένου ἐκλάμψαντα, καὶ ναοὺς εἰδώλων, συντρίψας ἀνήγειρας, ἐκκλησίας Μάκαρ, εἰς δόξαν Θεοῦ ἡμῶν· ὅθεν σε τιμῶμεν, καὶ τὴν θείαν σου μνήμην, λαμπρῶς ἑορτάζομεν, καὶ συμφώνως βοῶμέν σοι, Ἀπόστολε Φίλιππε, πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα...
Ὅμοιον.
Ὀμβροφόρος νεφέλη πνευματική, ἀληθῶς ἀνεδείχθης τοῖς ἐπὶ γῆς, ποτίζων ὡς ἄρουραν, μυστικῶς τὰς καρδίας ἡμῶν· διαδραμὼν γὰρ τῷ λόγῳ, δροσίζεις τὰ πέρατα, ὑετοὺς προχέων, τὰ μύρα τῇ λάρνακι· ὅθεν διαπνεύσας, ταῖς ἀπίστοις καρδίαις, ὀσμὴν τὴν τοῦ Πνεύματος, ἐν αὐταῖς ἐθησαύρισας, Ἀπόστολε Φίλιππε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν ... Θεοτοκίον.
Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, ἀπὸ βρέφους μολύνας ὁ μιαρός, καὶ λόγοις καὶ πράξεσιν, ἐμαυτὸν κατερρύπωσα, καὶ οὐκ ἔχω τι πράξαι, οὐδὲ καταφύγιον, ἀλλ' ουδ' ἄλλην ἐλπίδα, πλήν σου Κόρη ἐπίσταμαι· Φεῦ μοι τῷ ἀχρείῳ! Διὰ τοῦτο ἱκέτης, πρὸς σὲ τὴν Πανάχραντον, νῦν προστρέχω καὶ δέομαι, ὁμολογῶν σοι τό, Ἥμαρτον· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· εἰς σὲ γὰρ πᾶσαν ἐλπίδα, ἀνέθηκα Δέσποινα.
Ὠδὴ δ’
Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα.
Ἡλίου σκήνωμα, Χριστοῦ τοῦ ὄντως φωτός, καὶ ναὸς ἀνεδείχθης χωρητικός, τούτου τῆς λαμπρότητος, καὶ οὐρανὸς δόξαν Θεοῦ, τοῖς ἀνθρώποις διηγούμενος.
Φθαρείσης πάθεσι, τῆς ἀνθρωπότητος, ἐμβληθεὶς θεῖον ἅλας παρὰ Χριστοῦ, ταύτης ἀπεξήρανας, τὴν σηπεδόνα τὴν δεινήν, θεοφάντορ ἀξιάγαστε.
Ἰσχὺϊ Φίλιππε, Χριστοῦ ῥωννύμενος, τῶν δαιμόνων τοῦ στίφους καὶ δυσσεβῶν, ὤφθης δυνατώτερος, τοῖς ἐπὶ γῆς ἀναβοῶν, ζωῆς θείας εὐαγγέλια.
Θεοτοκίον.
Λιμένα εὔδιον, Χριστὸς ἀνέδειξε, τοῖς ἐν πίστει καὶ πόθῳ σε ἀληθεῖ, Δέσποινα πανάμωμε, ἐκ διανοίας καθαρᾶς, Θεοτόκον καταγγέλλουσιν.
Ὠδὴ ε’
Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον.
Ἰὸν ψυχόλεθρον τοῦ ἐχθροῦ, ταῖς ἀλεξικάκοις σου, θεορρῆμον παλάμαις ἐξήρανας, τοὺς θανατηφόρῳ κεκρατημένους βυθῷ, χαλεπῆς ἀλγηδόνος ἀναρρυόμενος.
Πυρίπνους ὅλος ἀναδειχθεὶς τῇ τοῦ Παρακλήτου ἐπιδημίᾳ, καὶ χάριτι Φίλιππε, τοὺς ἀποψυγέντας, ἐν ἀθεΐας κρυμῷ, τῇ τῆς πίστεως θέρμῃ ἐζωοποίησας.
Πλησίον γέγονας τοῦ Χριστοῦ, τὰς ἐνδιδομένας σοι, λαμπηδόνας ἀμέσως δεχόμενος, καὶ διαβιβάζων τοῖς σοὶ προστρέχουσι, φωτίζων καὶ προσάγων, τούτους τῷ Κτίστῃ σου.
Θεοτοκίον.
Ὁ λόγῳ πάντα δημιουργῶν, καὶ σοφῇ προνοίᾳ κυβερνῶν, μόνος ὡς βούλεται Κύριος, ἄκρᾳ εὐσπλαγχνίᾳ, δημιουργεῖται ἐκ σοῦ, καὶ σάρξ ἀνερμηνεύτως Πάναγνε γίνεται.
Ὠδὴ ς’
Συνεσχέθη, ἀλλ' οὐ κατεσχέθη, στέρνοις κητῴοις Ἰωνᾶς· σοῦ γὰρ τὸν τύπον φέρων, τοῦ παθόντος, καὶ ταφῇ δοθέντος, ὡς ἐκ θαλάμου τοῦ θηρὸς ἀνέθορε, προσεφώνει δὲ τῇ κουστωδίᾳ· Οἱ φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατελίπετε.
Νεμομένην, καὶ λυμαινομένην, βλέπων τὴν πλάνην τοῦ ἐχθροῦ, τὸ τῶν ἀνθρώπων γένος, τὰ σὰ βέλη τὰ ἠκονημένα, τοὺς Ἀποστόλους τείνας ἐξαπέστειλας, καὶ διήνοιξας θώρακος πτύξιν, Χριστὲ τοῦ δράκοντος, ἅπαντας τῆς αὐτοῦ, λύμης καὶ φθορᾶς Σῶτερ ἰώμενος.
Ὑπερτέρῳ, φέγγει καταλάμπων, ὤφθης καθάπερ ἀστραπῇ, τῇ οἰκουμένῃ φαίνων, καὶ ὡς ὄρος γλυκασμὸν σταλάζων, ὡς Θεοῦ δρόσος οὐρανόθεν πίπτουσα, ὡς Ἀπόστολος ἐκλελεγμένος, τὴν δωδεκάριθμον, φάλαγγα συμπληρῶν, τὴν τῶν Μαθητῶν Χριστοῦ Πανόλβιε.
Μυηθείς σου, τὸ τοῦ μυστηρίου, βάθος ὁ θεῖος Μαθητής, ὡς ποταμὸν εἰρήνης, ἐπιβλύζοντα τρυφῆς χειμάρρουν, ὡς ἐπικλύζον κῦμα δόξαν ἔθνεσι, σὲ ἐκήρυξε μεγαλοφώνως, καὶ τὴν σὴν ἔνδοξον, κένωσιν Ἀγαθέ, τὴν ὑπὲρ ἡμῶν εὐηγγελίσατο.
Θεοτοκίον.
Νεκρουμένους, καὶ ἀπολλυμένους, πάντας θανάτῳ τοὺς βροτούς, σὺ τὸν Χριστὸν τεκοῦσα, τὴν ἀκήρατον ἀθανασίαν, ἀνεκαλέσω πρὸς ζωὴν αἰώνιον, καὶ ἐφώτισας ἐσκοτισμένους, καὶ ἠλευθέρωσας, λύσασα τὰ δεσμά, τῆς ἀπαγωγῆς ἡμῶν Πανύμνητε.
Ὁ Εἱρμός.
Συνεσχέθη, ἀλλ' οὐ κατεσχέθη, στέρνοις κητῴοις Ἰωνᾶς· σοῦ γὰρ τὸν τύπον φέρων, τοῦ παθόντος, καὶ ταφῇ δοθέντος, ὡς ἐκ θαλάμου τοῦ θηρὸς ἀνέθορε, προσεφώνει δὲ τῇ κουστωδίᾳ· Οἱ φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατελίπετε.
Κοντάκιον Ἦχος
πλ. δ’
Ὡς ἀπαρχὰς.
Ὁ μαθητὴς καὶ φίλος σου, καὶ μιμητὴς τοῦ πάθους σου, τῇ οἰκουμένῃ Θεὸν σε ἐκήρυξεν, ὁ θεηγόρος Φίλιππος, ταῖς αὐτοῦ ἱκεσίαις, ἐξ ἐχθρῶν παρανόμων, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον Πολυέλεε.
Ὁ Οἶκος.
Ῥεῖθρα λόγου παράσχου μοι Κύριε, ὁ ὑδάτων τὴν φύσιν δειμάμενος, τὴν καρδίαν μου στήριξον Δέσποτα, ὁ τὴν γῆν στερεώσας τῷ λόγῳ σου, καὶ φώτισον μου τὴν διάνοιαν, ὁ τὸ φῶς ὡς χιτῶνα ἀναβαλλόμενος, ἵνα λέγω καὶ ψάλλω τὰ πρέποντα, καὶ ἀξίως ὑμνήσω τὸν σὸν Μαθητὴν Πολυέλεε.
Συναξάριον.
Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστολου Φιλίππου, ἑνὸς τῆς πρώτης χορείας τῶν δώδεκα.
Στίχοι
Ἀρθεὶς Φίλιππος ἐκ ποδῶν ἐπὶ ξύλου,
Τὰ τῶν ποδῶν σοι νίπτρα Σῶτερ ἐκτίνει.
Ἤρθης κἀκκεφαλῆς δεκάτῃ Φίλιππε τετάρτῃ.
Tῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Κωνσταντίνου τοῦ ἐξ' Ὕδρας, τοῦ ἀθλήσαντος ἐν ἔτει 1800 ἐν τῇ νήσῳ τῆς Ῥόδου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ’
Οἱ Παῖδες ἐν Bαβυλῶνι, καμίνου φλόγα οὐκ ἔπτηξαν, ἀλλ' ἐν μέσῳ φλογὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Ὡς φέγγος ἐξαπεστάλης, βολίδος δίκην Ἀπόστολε, σελασφόροις βολαῖς καταυγάζων, τοὺς ἐν πίστει κραυγάζοντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Πλουσίαις φωτοχυσίαις, τοῦ θείου Μάκαρ κηρύγματος, διαλάμπων φαιδρῶς τοὺς ἐν σκότει, μελῳδεῖν κατεφώτισας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Ῥητόρων ἀδολεσχίαν, καὶ λόγων πᾶσαν δεινότητα, τῷ συντόνῳ λόγῳ ἐκνικήσας, τῷ τῆς πίστεως ἔψαλλες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Οὐσίας ὑπερουσίως, Παρθένε δύο γεγέννηκας, ἡνωμένας Ἁγνὴ ἀσυγχύτως, τῷ Χριστῷ, ᾧ κραυγάζομεν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Ὠδὴ η’
Νόμων πατρῴων οἱ μακαριστοί, ἐν Bαβυλῶνι Νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν, προσταγῆς ἀλογίστου, καὶ συνημμένοι, ᾧ οὒκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον, ἀνέμελπον τὸν Ὕμνον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Φῶς σε τοῦ κόσμου ἀπετέλεσε, τὸ πατρικὸν φῶς, Λόγος ὁ ἐνυπόστατος, ἐκλεξάμενος Ἀπόστολον, ἐκ τοῦ κόσμου Τρισμάκαρ, καὶ καθοπλίσας, θείᾳ δυναστείᾳ τῇ αὐτοῦ, ἐπαφῆκεν ἀήττητον, ὡς ὁπλίτην βοῶντα· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ῥώμῃ τῇ θείᾳ δυναμούμενος, τὰς ἀντιπάλους τάξεις ὑπερενίκησας, τὴν ἀτίθασον παράταξιν, τὴν αὐτῶν καταλύσας· τὴν γὰρ εἰρήνην, κλῆρον ἀναφαίρετον λαβών, εἰρηναίαν κατάστασιν, ἐφύτευσας τῷ κόσμῳ· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὅλῳ τῷ πόθῳ προσεπέλασας, τῷ σαρκωθέντι Λόγῳ Θεοῦ Ἀπόστολε, μαθητὴς τούτου γενόμενος, καὶ θεῖος ὑπηρέτης, καὶ μυστολέκτης· ὅθεν ὑπ' αὐτοῦ ἀποσταλείς, εἰς τὰ ἔθνη ἐκήρυξας, αὐτοῦ τὴν παρουσίαν· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὅλος ἡνώθη ὑπὲρ ἔννοιαν, ἀναλλοιώτως ὅλῃ τῇ ἀνθρωπότητι, ὁ ὑπέρθεος ἐν μήτρᾳ σου, Παναγία Παρθένε· ὅθεν ἐν δύο φύσεσι, γνωρίζεται Χριστός, εἷς ὑπάρχων ἀμφότερα, ὃν ὑμνοῦντες βοῶμεν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμός.
Νόμων πατρῴων οἱ μακαριστοί, ἐν Bαβυλῶνι Νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν, προσταγῆς ἀλογίστου, καὶ συνημμένοι, ᾧ οὒκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον, ἀνέμελπον τὸν Ὕμνον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ’
Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.
Νῦν ἀπορρήτου δόξης, καὶ φωτὸς ἀνεσπέρου, ἠξιωμένος ἔνθα ἡ ἀνέκφραστος, ὑπάρχει εὐφροσύνη, ἔνθα ἡ χαρὰ ἡ ἄληκτος, ἐν ἐκκλησίᾳ, τῶν πρωτοτόκων ἔνθα, δικαίων αἱ σκηναί, πάντων Χριστιανῶν ὑπερεύχου, Φίλιππε, πάνσοφε.
Ὡραϊσμένος κάλλει, νοητῆς εὐπρεπείας, καὶ βασιλείας στέφος περικείμενος, θεόφρον καὶ πλουσίαις, Φίλιππε περιχεόμενος, φωτοδοσίαις, τῆς τοῦ ὑπερουσίου, φωτός μαρμαρυγῆς, χαίρων τῷ τοῦ Δεσπότου σου, θρόνῳ μάκαρ παρίστασαι.
Σὺν Ἀποστόλοις πᾶσι, σεπτοῖς τε καὶ Προφήταις, καὶ σὺν Ἀθλοφόροις Φίλιππε Ὁσίοις, Ἱεράρχαις Δικαίοις, σὺν τῇ Θεοτόκῳ πρέσβευε, λύσιν πταισμάτων, καὶ τῶν ἀμπλακημάτων, δοθῆναι ἱλασμόν, πίστει τοῖς τὴν φωσφόρον καὶ θείαν, μνήμην τελοῦσί σου.
Θεοτοκίον.
Σεσαρκωμένον Λόγον, τὸν πρὶν ἄσαρκον ὄντα, ὑπερφυῶς Παρθενομῆτορ τέτοκας· διὸ σὲ Θεοτόκον, πάντες εὐσεβῶς κηρύττομεν, ἀληθεστάτην σοι τὴν προσηγορίαν, ἁρμόζοντες Ἁγνή· σὺ γὰρ τῆς τῶν πιστῶν σωτηρίας, ῥίζα καθέστηκας.
Ὁ Εἱρμός.
Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.
Ἐξαποστειλάριον.
Ἐν πνεύματι τῷ Ἱερῷ.
Δρόμον ὡραίων σου ποδῶν, Φίλιππε ἀναστρέψας, πορείαν τὴν οὐράνιον, ἀνελήλυθας χαίρων, καὶ τῇ Τριάδι παρεστώς, ἐν Πατρὶ τεθέασαι, Υἱὸν καὶ Πνεῦμα τὸ θεῖον· διὰ τοῦτό σου πόθῳ, τὴν πανίερον καὶ θείαν, ἑορτάζομεν μνήμην.
Ἕτερον, Ὁ οὐρανὸν τοῖς ἄστροις.
Πνεύματος θείου ἀκτῖνα, θεσπέσιε δεδεγμένος, καὶ κόσμον καταφωτίσας, τῷ φθόγγῳ τῶν σῶν ῥημάτων, ὑπὲρ ἡμῶν νῦν δυσώπει, τὸν Κύριον τοῦ σωθῆναι.
Θεοτοκίον.
Ὑπεραγία Παρθένε, δέησιν νῦν τῷ Υἱῷ σου, ὑπὲρ ἡμῶν σὺν Φιλίππῳ, τῷ θείῳ καὶ θεηγόρῳ, προσφέρουσα ἐκ παντοίων, κακῶν περίσῳζε πάντας.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν
Στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες
τὸ πρῶτον.
Ἦχος α’
Τῶν οὐρανίων ταγμάτων.
Τῶν οὐρανίων σου φθόγγων τὰ ἀπηχήματα, ἐπὶ τῆς γῆς παμμάκαρ, διεχύθη καὶ ταύτην, ἐπλήρωσε δογμάτων, δι' ὧν τὸν Υἱόν, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, θεολογοῦντες Ἀπόστολε μυστικῶς, ὁμοούσιον δοξάζομεν. (Δίς)
Ὡς ἑωσφόρον σε πάντες τῶν Ἀποστόλων Χριστοῦ, καὶ φαεινὸν λαμπτῆρα, τῆς σεπτῆς Ἐκκλησίας, Φίλιππε τρισμάκαρ, ἔχοντες νῦν, τὰς ψυχὰς φωτιζόμεθα, καὶ ἐκ κινδύνων λυτρούμεθα δυσχερῶν, ταῖς πρεσβείαις σου πανεύφημε.
Διὰ σταυροῦ τὸν ἀγῶνα τὸν τῆς ἀθλήσεως, διηνεκῶς τῆς νίκης, ἀνεδήσω στεφάνους, Φίλιππε ἀξίως, μεθ' ὧν εἰσελθών, εἰς τὰ ἄνω βασίλεια, συμπαρεδρεύεις Ἀπόστολε τῷ Χριστῷ, καὶ πρεσβεύεις τοῦ σωθῆναι ἡμᾶς.
Δόξα...
Ἦχος β’
Φιάλαι τῶν ἀρωμάτων ἐν κόσμῳ, αἱ σιαγόνες σου Σοφέ, ὤφθησαν Ἀπόστολε Φίλιππε, περικιρνῶσαι τοῖς πιστοῖς, πόμα τὸ ζωοποιόν· πρᾶξιν γὰρ εἰς θεωρίας ἐπίβασιν ἐσχηκώς, Χριστοῦ ὀπαδὸς ἐχρημάτισας, τὴν στεῖραν καὶ ἄτεκνον ἐθνῶν Ἐκκλησίαν, εὐτεκνωθεῖσαν ἐν αὐτῷ, καταποικίλας διδαχαῖς· ἣν καὶ νῦν δυσώπει λυτρωθῆναι, δεινῶν καὶ ἀναγκῶν, δύνασαι γὰρ ἐν Θεῷ, πολλὰ ἐγγίζων αὐτῷ.
Καὶ νῦν ... Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δοξολογία Μεγάλη, καὶ Ἀπόλυσις.
Εἰς τὴν Λειτουργίαν.
Τὰ
Τυπικά, ἐκ τοῦ Κανόνος καὶ ἡ γ’ καὶ ς’ Ὠδή.
Τὸ
Κοινωνικὸν.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Ἀλληλούϊα.
ΕΙΔΗΣΙΣ
Ἀπὸ τῆς αὔριον ἀρχόμεθα σὺν Θεῷ, τῆς Νηστείας τῶν Χριστουγέννων.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου