Πέμπτη 29 Μαΐου 2014

ΤΩ ΣΑΒΒΑΤΩ ΤΗΣ Γ΄. ΕΒΔΟΜΑΔΟΣ



ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ
ΕΣΠΕΡΑΣ
Ἰδιόμελα τῆς Ἑορτῆς
Ἦχος β'
Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἀρώματα λαβοῦσαι, τοῦ Κυρίου τὸν τάφον κατέλαβον, ἅπερ δὲ οὐκ ἤλπιζον εὑροῦσαι, διελογίζοντο εὐλαβούμεναι, τοῦ λίθου τὴν μετάθεσιν, καὶ πρὸς ἀλλήλας διελέγοντο· Ποῦ εἰσιν αἱ σφραγῖδες τοῦ μνήματος; ποῦ ἐστιν ἡ τοῦ Πιλάτου κουστωδία, καὶ ἀκριβὴς ἀσφάλεια; Γέγονε δὲ μηνυτής τῶν ἀγνοουσῶν Γυναικῶν, ἐξαστράπτων Ἄγγελος, καὶ φάσκων πρὸς αὐτάς· Τί μετὰ θρήνων ζητεῖτε τὸν ζῶντα, καὶ ζωοποιήσαντα τὸ γένος τῶν βροτῶν; ἐξηγέρθη Χριστός ὁ Θεὸς ἡμῶν, ἐκ νεκρῶν ὡς παντοδύναμος, παρέχων πᾶσιν ἡμῖν, ἀφθαρσίαν καὶ ζωήν, φωτισμὸν καὶ τὸ μέγα ἔλεος.
Τί τὰ μύρα τοῖς δάκρυσι Μαθήτριαι κιρνᾶτε; ὁ λίθος κεκύλισται, ὁ τάφος κεκένωται, ἴδετε τὴν φθοράν, τῇ ζωὴ πατηθεῖσαν, τὰς σφραγῖδας μαρτυρούσας τηλαυγῶς, ὑπνοῦντας δεινῶς τοὺς φύλακας τῶν ἀπειθῶν, τὸ θνητὸν σέσωσται σαρκὶ Θεοῦ, ὁ ᾍδης θρηνεῖ, δραμοῦσαι χαρᾷ, εἴπατε τοῖς Ἀποστόλοις· ὁ νεκρώσας Χριστὸς τόν θάνατον, πρωτότοκος ἐκ νεκρῶν, ὑμᾶς προάγει εἰς τὴν Γαλιλαίαν.
Αἱ Μυροφόροι ὄρθριαι γενόμεναι, καὶ τὸ μνῆμά σου μετὰ σπουδῆς καταλαβοῦσαι, ἐπεζήτουν σε Χριστέ, πρὸς τὸ μυρίσαι τὸ ἄχραντον Σῶμά σου, καὶ τοῦ Ἀγγέλου τοῖς ῥήμασιν ἐνηχηθεῖσαι, χαροποιὰ σύμβολα τοῖς Ἀποστόλοις ἐκήρυττον· Ὅτι ἀνέστη ὁ ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν, σκυλεύσας τὸν θάνατον, τῷ δὲ κόσμῳ δωρούμενος, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.
Δόξα... Ἦχος πλ. β'
Αἱ Μυροφόροι γυναῖκες, τὸν τάφον σου καταλαβοῦσαι, καὶ τὰς σφραγῖδας τοῦ μνήματος ἰδοῦσαι, μὴ εὑροῦσαι δὲ τὸ ἄχραντον Σῶμά σου, ὀδυρόμεναι μετὰ σπουδῆς, ἦλθον λέγουσαι· Τίς ἔκλεψεν ἡμῶν τὴν ἐλπίδα; τίς εἴληφε νεκρόν, γυμνὸν ἑσμυρνισμένον, τῆς Μητρὸς μόνον παραμύθιον; Ὤ! πῶς ὁ νεκροὺς ζωώσας, τεθανάτωται; ὁ τὸν Ἅδην σκυλεύσας, πῶς τέθαπται; ἀλλ' ἀνάστηθι Σωτὴρ αὐτεξουσίως, καθὼς εἶπας, τριήμερος, σῴζων τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον Ἦχος β'
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω Παρθένος ἔτεκες, καὶ Παρθένος ἔμεινας· ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως, Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Στιχηρὰ Ἀναστάσιμα
Ἦχος β'
Τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα, τὸν Θεὸν Λόγον σαρκωθέντα, ἐκ Παρθένου Μαρίας, δεῦτε προσκυνήσωμεν· Σταυρὸν γὰρ ὑπομείνας, τῇ ταφῇ παρεδόθη, ὡς αὐτός ἠθέλησε, καὶ ἀναστὰς ἐκ νεκρῶν, ἔσωσέ με τὸν πλανώμενον ἄνθρωπον.
Στίχ. Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Χριστὸς ὁ Σωτὴρ ἡμῶν, τὸ καθ' ἡμῶν χειρόγραφον, προσηλώσας τῷ Σταυρῷ, ἐξήλειψε, καὶ τοῦ θανάτου τὸ κράτος κατήργησε. Προσκυνοῦμεν αὐτοῦ, τὴν τριήμερον Ἔγερσιν.
Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Σὺν Ἀρχαγγέλοις ὑμνήσωμεν, Χριστοῦ τὴν Ἀνάστασιν· αὐτὸς γὰρ λυτρωτής ἐστι, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ ἐν δόξῃ φοβερᾷ, καὶ κραταιᾷ δυνάμει πάλιν ἔρχεται, κρῖναι κόσμον ὃν ἔπλασεν.
Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα Κύριε εἰς μακρότητα ἡμερῶν.
Ἀνάστασίς σου Χριστὲ Σωτὴρ ἅπασαν ἐφώτισε τὴν οἰκουμένην, καὶ ἀνεκαλέσω τὸ ἴδιον πλάσμα. Παντοδύναμε Κύριε, δόξα σοι.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. α'
Σὲ τὸν ἀναβαλλόμενον τὸ φῶς ὥσπερ ἱμάτιον, καθελὼν Ἰωσὴφ ἀπὸ τοῦ ξύλου σὺν Νικοδήμῳ, καὶ θεωρήσας νεκρόν, γυμνόν, ἄταφον, εὐσυμπάθητον θρῆνον ἀναλαβών, ὀδυρόμενος ἔλεγεν· Οἴμοι! γλυκύτατε ἰησοῦ, ὃν πρὸ μικροῦ ὁ ἥλιος, ἐν Σταυρῷ κρεμάμενον θεασάμενος, ζόφον περιεβάλλετο, καὶ ἡ γῆ τῷ φόβῳ ἐκυμαίνετο, καὶ διερρήγνυτο ναοῦ τὸ καταπέτασμα· ἀλλ' ἰδοὺ νῦν βλέπω σε, δι' ἐμὲ ἑκουσίως ὑπελθόντα θάνατον. Πῶς σε κηδεύσω Θεέ μου; ἢ πῶς σινδόσιν εἱλήσω; ποίαις χερσὶ δὲ προσψαύσω τὸ σὸν ἀκήρατον Σῶμα; ἢ ποῖα ᾄσματα μέλψω τῇ σῇ ἐξόδῳ οἰκτίρμον; Μεγαλύνω τὰ Πάθη σου, ὑμνολογῶ καὶ τὴν ταφήν σου, σὺν τῇ Ἀναστάσει κραυγάζων· Κύριε, δόξα σοι.
Τροπάρια Ἦχος β'
εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο.
Δόξα...
τε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν Ἅδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Καὶ νῦν...
Ταῖς Μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα· Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος.

ΤΩ ΣΑΒΒΑΤΩ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ
ΠΡΩΪ
Μετὰ τὴν α' Στιχολογιαν
Καθίσματα τῆς Ὀκτωήχου
Ἦχος β' Ἀναστάσιμα
Τὸν λίθον τοῦ μνήματος, σφραγισθῆναι μὴ κωλύσας, τὴν πέτραν τῆς πίστεως ἀναστάς, παρέσχες πᾶσι, Κύριε, δόξα σοι.
Τὸν κόλπον τὸν ἄχραντον, ἐν ὑψίστοις μὴ κενώσας, ταφὴν καὶ ἀνάστασιν, ὑπὲρ πάντων κατεδέξω, Κύριε, δόξα σοι.
Θεοτοκίον
Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα τῆς Ἑορτῆς
Ἦχος β'
Τῶν Μαθητῶν σου ὁ χορός, σὺν Μυροφόροις γυναιξίν, ἀγάλλεται συμφώνως· κοινὴν γὰρ ἑορτὴν σὺν αὐταῖς ἑορτάζουσιν, εἰς δόξαν καὶ τιμὴν τῆς σῆς Ἀναστάσεως, καὶ δι' αὐτῶν βοῶμέν σοι, Φιλάνθρωπε Κύριε, τῷ λαῷ σου παράσχου τὸ μέγα ἔλεος. (Δίς)
Εἰς τοὺς Αἴνους
Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου
Ἦχος β'
Πᾶσα πνοὴ καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.
Εἰπάτωσαν Ἰουδαῖοι· Πῶς οἱ στρατιῶται ἀπώλεσαν, τηροῦντες τὸν Βασιλέα; διὰ τί γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; Ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν· Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου Σωτὴρ ἡμῶν δόξα σοι.
Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε· Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος· αὐτὸς ἡμᾶς εὐηγγελίσατο, εἰπών· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας· Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.
γγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε τῇ Κεχαριτωμένη ἐκόμισεν· Ἄγγελος δὲ τὸν λίθον, τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ Ἀναστάσει ἐκύλισεν· ὁ μέν, ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δέ, ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν· διὸ βοῶμέν σοι· Εὐεργέτα τῶν ἁπάντων, Κύριε, δόξα σοι.
Δόξα... Καὶ νῦν... Ἦχος α'
λθον ἐπὶ τὸ μνημεῖον, ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία ζητοῦσαι τὸν Κύριον, καὶ τὸν Ἄγγελον εἶδον, ὡσεὶ ἀστραπήν, καθεζόμενον ἐπὶ τὸν λίθον, καὶ λέγοντα αὐταῖς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν τεθνεώτων; ἀνέστη καθὼς εἶπεν· ἐν Γαλιλαίᾳ αὐτὸν εὑρήσετε. Πρὸς ὃν βοήσωμεν· ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε, δόξα σοι.
Στιχηρὰ τῆς Ἑορτῆς
Ἦχος β' Αὐτόμελον
τε, ἐκ τοῦ ξύλου σε νεκρὸν ὁ Ἀριμαθαίας καθεῖλε τὴν τῶν ἁπάντων ζωήν, σμύρνῃ καὶ σινδόνι σε, Χριστὲ ἐκήδευσε, καὶ τῷ πόθῳ ἠπείγετο, καρδίᾳ καὶ χείλει, Σῶμα τὸ ἀκήρατον σοῦ περιπτύξασθαι, ὅμως, συστελλόμενος φόβῳ, χαίρων ἀνεβόα σοι· Δόξα, τῇ συγκαταβάσει σου φιλάνθρωπε.
Στίχ. Εὐδόκησας Κύριε τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ.
τε, ἐν τῷ τάφῳ τῷ καινῷ ὑπὲρ τοῦ παντὸς κατετέθης, ὁ λυτρωτὴς τοῦ παντός, Ἅδης ὁ παγγέλαστος, ἰδών σε ἔφριξεν, οἱ μοχλοὶ συνετρίβησαν, ἐθλάσθησαν πύλαι, μνήματα ἠνοίχθησαν, νεκροὶ ἠγείροντο· τότε, ὁ Ἀδὰμ εὐχαρίστως, χαίρων ἀνεβόα σοι· Δόξα, τῇ συγκαταβάσει σου φιλάνθρωπε.
Στίχ. λεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνην καὶ εἰρήνην κατεφίλησαν.
τε, αἱ δυνάμεις σε Χριστέ, πλάνον ὑπ' ἀνόμων ἑώρων, συκοφαντούμενον, ἔφριττον τὴν ἄφατον, μακροθυμίαν σου καὶ τὸν λίθον τοῦ μνήματος, χερσὶ σφραγισθέντα, αἵ σου τὴν ἀκήρατον, πλευρὰν ἑλόγχευσαν, ὅμως, τῇ ἡμῶν σωτηρίᾳ, χαίρουσαι ἐβόων σοι· Δόξα, τῇ συγκαταβάσει σου φιλάνθρωπε.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'
τήσατο Ἰωσὴφ τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἀπέθετο ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ· ἔδει γὰρ αὐτὸν ἐκ τάφου ὡς ἐκ παστάδος προελθεῖν, ὁ συντρίψας κράτος θανάτου, καὶ ἀνοίξας πύλας Παραδείσου, ἀνθρώποις, δόξα σοι.

Εἰς τήν λειτουργίαν
Τὰ συνήθη, Ἀπόστολον, Εὐαγγέλιον καὶ Κοινωνικόν τῆς ἡμέρας.
cd33cdc7-7089-46c3-8a2a-0ca706b1c5c9
Y2:cd33cdc7-7089-46c3-8a2a-0ca706b1c5c9

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ Γ'. ΕΒΔΟΜΑΔΟΣ



ΤΗ ΠΕΜΠΤΗ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ
ΕΣΠΕΡΑΣ
ΣτιχηρΠροσμοια τς ορτς γ'
χος πλ. δ' Ὢ τοπαραδξου θαύματος
Χριστοῦ φανέντος τοῖς ἴχνεσιν, ἀκολουθοῦσαι σεμναί, καὶ αὐτὸν θεραπεύουσαι, γνώμης προθυμότατα, Μυροφόροι εὐθύτητι, οὐδὲ θανόντα τοῦτον ἐλίπετε· ἀλλ' ἀπελθοῦσαι μύρα σὺν δάκρυσιν, ἀπεκομίσατε συμπαθῶς κινούμεναι· ὅθεν ὑμῶν, μνήμην τὴν πανίερον, πανηγυρίζομεν.
Θείων γυναικῶν κατάλογος βλέψαι ποθῶν τὴν ζωήν, νεκρωθεῖσαν ἐν μνήματι νυκτὸς παρεγένετο, καὶ Ἀγγέλων ἀκήκοε. Καθὼς προέφη, Χριστὸς ἐγήγερται, σπουδῇ τοῖς τούτου Μαθηταῖς εἴπατε, καὶ τὴν κατήφειαν, ἐκ ψυχῆς ἀπώσασθε, ἀντὶ κλαυθμοῦ, χαρὰν ἀνεκλάλητον, ἀναλαβόμεναι.
Σήμερον πιστοὶ χορεύσομεν, ἐπὶ τῇ μνήμῃ ὑμῶν, Μυροφόροι δοξάζοντες, τὸν ὑμᾶς δοξάσαντα, ὑπεράγαθον Κύριον, ὃν δυσωπεῖτε ἀπαύστως πάνσεμνοι, αἰωνιζούσης δόξης τυχεῖν ἡμᾶς, καὶ τῆς λαμπρότητος, τῶν Ἁγίων ἔχουσαι τὴν πρὸς αὐτόν, παρρησίαν πάντοτε, θεομακάριστοι.
Δξα... Κανν... Ἦχος β'
Αἱ Μυροφόροι ὄρθριαι γενόμεναι, καὶ τὸ μνῆμά σου μετὰ σπουδῆς καταλαβοῦσαι, ἐπεζήτουν σε Χριστέ, πρὸς τὸ μυρίσαι τὸ ἄχραντον Σῶμά σου, καὶ τοῦ Ἀγγέλου τοῖς ῥήμασιν ἐνηχηθεῖσαι, χαροποιὰ σύμβολα τοῖς, Ἀποστόλοις ἐκήρυττον. Ὅτι ἀνέστη ὁ ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν, σκυλεύσας τὸν θάνατον, τῷ δὲ κόσμῳ δωρούμενος, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.
Στιχηρ τς κτωχου
χος β' Σταυρσιμον
Σταυρωθήτω ἔκραζον, οἱ τῶν σῶν χαρισμάτων ἀεὶ ἐντρυφῶντες, καὶ κακοῦργον ἀντ' εὐεργέτου, ᾐτοῦντο λαβεῖν οἱ τῶν δικαίων φονευταί· ἐσιώπας δὲ Χριστέ, φέρων αὐτῶν τὴν προπέτειαν, παθεῖν θέλων, καὶ σῶσαι ἡμᾶς, ὡς φιλάνθρωπος.
ποστολικν
Τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα, τὸν Θεὸν λόγον σαρκωθέντα ἐκ Παρθένου Μαρίας, δεῦτε προσκυνήσωμεν· Σταυρὸν γὰρ ὑπομείνας, τῇ ταφῇ παρεδόθη, ὡς αὐτός ἠθέλησε. καὶ ἀναστὰς ἐκ νεκρῶν, ἔσωσέ με τὸν πλανώμενον ἄνθρωπον.
Μαρτυρικν
Οἱ τὴν ἐπίγειον ἀπόλαυσιν μὴ ποθήσαντες Ἀθλοφόροι, οὐρανίων ἀγαθῶν ἠξιώθησαν καὶ Ἀγγέλων συμπολῖται γεγόνασι· Κύριε πρεσβείαις αὐτῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Δξα... Κανν... Ἦχος πλ. β'
τήσατο Ἰωσὴφ τὸ Σῶμα τοῦ Ἰησοῦ, καὶ ἀπέθετο ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ· ἔδει γὰρ αὐτὸν ἐκ τάφου, ὡς ἐκ παστάδος προελθεῖν, ὁ συντρίψας κράτος θανάτου καὶ ἀνοίξας πύλας Παραδείσου ἀνθρώποις δόξα σοι.

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ
ΠΡΩΪ 
Μεττν α' Στιχολογαν 
Καθσματα τς κτωχου
χος β' Σταυρσιμον
Τὴν ἄχραντον εἰκόνα σου προσκυνοῦμεν ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· Χαρᾶς τὰ πάντα ἐπλήρωσας, Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.
ποστολικν
Τὸν λίθον τοῦ μνήματος σφραγισθῆναι μὴ κωλύσας, τὴν πέτραν τῆς πίστεως, ἀναστάς, παρέσχες πᾶσι, Κύριε, δόξα σοι.
Μαρτυρικν
τε τοῖς ἄθλοις ἠγωνίσαντο τοῦ Κυρίου οἱ Μάρτυρες, τότε τὸ θράσος ἠμαύρωται τῶν ἀσεβῶν διὰ πίστεως· ὅτε δὲ τὴν πλάνην τῶν εἰδώλων ἐνθέως κατήργησαν, τότε τοὺς στεφάνους τῆς νίκης ἐδέξαντο ἄνωθεν, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Σταυροθεοτοκον
Παρθένος καὶ Μήτηρ σου Χριστέ, ἐπὶ ξύλου ὁρῶσά σε νεκρὸν ἡπλωμένον, κλαίουσα πικρῶς· Υἱέ μου, ἔλεγε· τί τὸ φοβερὸν τοῦτο μυστήριον, ὁ πᾶσι δωρούμενος ζωὴν τὴν αἰώνιον, ἑκουσίως ἐν Σταυρῷ, πῶς θνῄσκεις θάνατον ἐπονείδιστον;
Μεττν β' Στιχολογαν
Κθισμα τς ορτς
χος β' Τὰ ἄνω ζητῶν
Τὰ μύρα θερμῶς, τῷ τάφῳ προσκομίζουσαι, Γυναῖκες Σωτὴρ Ἀγγέλου τῇ λαμπρότητι, τὰς ψυχὰς ἠγάλλοντο, καὶ Θεόν σε τῶν ὅλων ἐκήρυττον, καὶ Μαθηταῖς ἐβόων· ὄντως ἀνέστη ἐκ τάφου ἡ πάντων ζωή. (Δς)
Ες τος Ανους
Στιχηρ τς κτωχου
χος β' Σταυρσιμον
Τοῦ Σταυροῦ σου τὸ ξύλον, Χριστὲ ὁ Θεός, ξύλον ζωῆς ἀνέδειξας ἡμῖν, τοῖς πιστεύουσιν εἰς σέ, καὶ δι' αὐτοῦ καταργήσας τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, ἐζωοποίησας ἡμᾶς, νεκρωθέντας τῇ ἁμαρτίᾳ· διὸ βοῶμέν σοι· Εὐεργέτα τῶν ἁπάντων Κύριε, δόξα σοι. (Δς)
ναστσιμον
Πᾶσα πνοή, καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε· ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.
Μαρτυρικν
πὲρ Χριστοῦ παθόντες μέχρι θανάτου, ὦ, Ἀθλοφόροι Μάρτυρες, ψυχὰς μὲν ἔχετε εἰς οὐρανοὺς ἐν χειρὶ Θεοῦ, καὶ κατὰ κόσμον ὅλον δορυφορεῖται ὑμῶν τὰ λείψανα, ἱερεῖς καὶ βασιλεῖς προσκυνοῦσι, καὶ λαοὶ πάντες ἐπαγαλλόμενοι, συνήθως βοῶμεν· Ὕπνος τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων αὐτοῦ.
Δξα... Κανν... Ἦχος α'
Μυροφόροι γυναῖκες, τῷ τάφῳ τί προσήλθετε; τί ζητεῖτε τὸν ζῶντα ἐν νεκροῖς; Ἀνέστη ὁ Κύριος, θαρσεῖτε, βοᾷ ὁ Ἄγγελος.
Στιχηρτς ορτς
χος β' Ὅτε κ τοξλου σε νεκρὸν
Χαίρουσι Μαθήτριαι Χριστοῦ, τῶν ἐκ τοῦ, Ἀγγέλου ῥημάτων, ἐπακροώμεναι· ὅθεν τὴν Ἀνάστασιν, τοῦ δι' ἡμᾶς ἐν νεκροῖς, λογισθέντος πιστούμεναι, κἂν πρὶν Μυροφόροι, τάφῳ παρειστήκεισαν, καὶ ἐθρηνῴδουν αὐτόν, λίθον ἀναβλέπουσι τούτου, ἀποκυλισθέντα ἀθρόον, οὗ διηποροῦντο τὴν μετάθεσιν.
Στχ. Εὐδόκησας Κύριε τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ.
ληκτον καὶ θείαν χαρμονήν, ἐπιχορηγοῦσαι τοῖς θείοις, καὶ ἱεροῖς Μαθηταῖς, ὤφθησαν Μαθήτριαι, αἱ Μυροφόροι Χριστοῦ, ἐκπληροῦσαι τὸ κέλευσμα τοῦ θείου Ἀγγέλου, οὗ ἐξεθαμβήθησαν, τὴν λευκοφόρον στολήν, λέγουσαι· Ἐσκύλευται ᾍδης, τῇ πανσωστικῇ Ἀναστάσει, τοῦ ὑπὲρ ἡμῶν θανόντος Ἄνακτος.
Στχ. λεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνην καὶ εἰρήνην κατεφίλησαν.
εῖθρα δακρυρρόου ἐκ πηγῆς, θρήνων ἀναστείλασαι θεῖαι, Χριστοῦ Μαθήτριαι, ῥήματα χαρμόσυνα, διαπορθμεύουσι νῦν, τοῖς αὐτόπταις τῆς χάριτος, μηνύουσαι τούτοις, τὴν τοῦ Λόγου Ἔγερσιν, καὶ τὴν ἐκ τάφου χαράν· ὅθεν τὴν ἀντίθετον λύπης, ἤκουον φωνὴν παραδόξως, ταύταις τὴν τὸ Χαίρετε, προστάττουσαν.
Δξα... Κανν... Ἦχος α'
Μετὰ φόβου ἦλθον αἱ γυναῖκες, ἐπὶ τὸ μνῆμα, ἀρώμασι τὸ σῶμά σου μυρίσαι σπουδάζουσαι, καὶ τοῦτο μὴ εὑροῦσαι, διηπόρουν πρὸς ἀλλήλας, ἀγνοοῦσαι τὴν Ἀνάστασιν, ἀλλ' ἐπέστη αὐταῖς Ἄγγελος, καὶ εἶπεν· Ἀνέστη Χριστός, δωρούμενος ὑμῖν τὸ μέγα ἔλεος.

Ἡ λοιπὴ ἀκολουθία τοῦ Ὄρθρου καὶ ἀπόλυσις.

cd33cdc7-7089-46c3-8a2a-0ca706b1c5c9
Y2:cd33cdc7-7089-46c3-8a2a-0ca706b1c5c9

ΤΗ ΠΕΜΠΤΗ ΤΗΣ Γ΄. ΕΒΔΟΜΑΔΟΣ



ΤΗ ΤΕΤΑΡΤΗ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ
ΕΣΠΕΡΑΣ
Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ'
Ἦχος β' Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν
ήματα ἀκούσασαι χαρᾶς, ἐκ τῶν ἐν τῷ τάφῳ τοῦ Λόγου, προσκαθημένων νοῶν, δρόμον ἐπεδείξαντο, σπουδαιοτέρας ὁρμῆς, καὶ τὴν τάξιν ἀφέμεναι, τῶν πρὶν Μυροφόρων, ὡς εὐαγγελίστριαι ἐθεωρήθησαν, Ἔγερσιν ἐξ Ἅδου κευθμώνων, εὐαγγελιζόμεναι Μύσταις, τοῦ ὑπὲρ ἡμῶν ἐνανθρωπήσαντος.
ρθρον προλαβοῦσαι τὸν βαθύν, φόβῳ Μυροφόροι γυναῖκες, τάφῳ παρέστησαν, μύρα προσκομίζουσαι, τῷ ζωοδότῃ Χριστῷ, ἐν νεκροῖς λογιζόμεναι, τὸν Ἅδην νεκροῦντα, ἀλλὰ θεῖος Ἄγγελος, ἐπέστη ταύταις βοῶν· Τί τὸν ζωηφόρον καὶ ζῶντα, μετὰ τῶν νεκρῶν ἐκζητεῖτε; ἄπιτε τὴν Ἔγερσιν κηρύττουσαι.
Φέρεις τὸν ἐπ' ὤμων Χερουβίμ, ἐπαναπαυόμενον Λόγον, μακαριστὲ Ἰωσήφ· ἄλλο ὥσπερ ὄχημα, ἐπὶ τῶν ὤμων τῶν σῶν, σαρκωθέντα τὸ πρότερον, καὶ νῦν νεκρωθέντα, ὃς ἐζωοποίησε, τοὺς νεκρωθέντας ἡμᾶς, οὗ τὴν ἐξανάστασιν βλέπων, χαίρεις σὺν σεπταῖς Μυροφόροις, κἂν προεθρηνεῖτε τούτου νέκρωσιν.
Δόξα... Καὶ νῦν ... Ἦχος α'
λθον ἐπὶ τὸ μνημεῖον, ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία ζητοῦσαι τὸν Κύριον, καὶ τὸν Ἄγγελον εἶδον ὡσεὶ ἀστραπήν, καθεζόμενον ἐπὶ τὸν λίθον, καὶ λέγοντα αὐταῖς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν τεθνεώτων; ἀνέστη καθὼς εἶπεν, ἐν Γαλιλαίᾳ αὐτὸν εὑρήσετε, Πρὸς ὃν βοήσωμεν· ὁ ἀναστὰς ἐκ νεκρῶν, Κύριε δόξα σοι.
Στιχηρὰ τῆς Ὀκτωήχου
Ἦχος β' Ἀναστάσιμον
Ἀνάστασίς σου Χριστὲ Σωτὴρ ἅπασαν ἐφώτισε τὴν οἰκουμένην, καὶ ἀνεκαλέσω τὸ ἴδιον πλάσμα, Παντοδύναμε Κύριε, δόξα σοι.
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Ἀποστολικὸν
μεγάλυνας Σωτήρ, ἐν τῇ οἰκουμένῃ τῶν κορυφαίων Ἀποστόλων τὰ ὀνόματα, ἔμαθον τῶν οὐρανῶν τὰ ἄρρητα, ἔδωκαν τοῖς ἐπὶ γῆς ἰάματα, καὶ αἱ σκιαὶ αὐτῶν μόναι τὰ πάθη ἐθεράπευον, ὁ ἐξ ἁλιέων ἐθαυματούργει, καὶ ὁ ἐξ Ἰουδαίων ἐθεολόγει, τῆς χάριτος τὰ δόγματα, δι' ὧν εὔσπλαγχνε, δὸς ἡμῖν τὸ μέγα σου ἔλεος.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ, εὐλογητὸς ὁ Θεός.
Μαρτυρικὸν
Μεγάλη ἡ δόξα, ἣν ἐκτήσασθε Ἅγιοι διὰ τῆς πίστεως! οὐ μόνον γὰρ ἐν τῷ πάσχειν τὸν ἐχθρὸν ἑνικήσατε, ἀλλὰ καὶ μετὰ θάνατον πνεύματα ἀπελαύνετε, ἀσθενοῦντας θεραπεύετε, ψυχῶν καὶ σωμάτων ἰατροί. Πρεσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν ... Ἦχος β'
ρραναν μύρα μετὰ δακρύων ἐπὶ τὸ μνῆμά σου αἱ Γυναῖκες, καὶ ἐπλήσθη χαρᾶς τὸ στόμα αὐτῶν, ἐν τῷ λέγειν· Ἀνέστη ὁ Κύριος.

ΤΗ ΠΕΜΠΤΗ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ
ΠΡΩΪ
Μετὰ τὴν α' Στιχολογίαν 
Καθίσματα τῆς Ὀκτωήχου
Ἦχος β' Ἀναστάσιμον
Τὰ μύρα τῆς ταφῆς σου, αἱ γυναῖκες κομίσασαι, λαθραίως πρὸς τὸ μνῆμα παρεγένοντο ὄρθριαι τῶν Ἰουδαίων δειλιῶσαι τὴν αὐθάδειαν, καὶ στρατιωτῶν προορῶσαι τὴν ἀσφάλειαν· ἀλλὰ φύσις ἀσθενὴς τὴν ἀνδρείαν ἐνίκησεν, ὅτι γνώμη συμπαθής, τῷ Θεῷ εὐηρέστησε· προσφόρως οὖν ἐκραύγαζον· Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τοῦ ὀνόματός σου.
Ἀποστολικὸν
σοφίσας ὑπὲρ ῥήτορας τοὺς ἁλιεῖς, καὶ ἐκπέμψας ὥσπερ κήρυκας πάσῃ τῇ γῇ, τῇ ἀφάτῳ φιλανθρωπί σου, Χριστὲ ὁ Θεός, δι' αὐτῶν κραταίωσον τὴν Ἐκκλησίαν σου, καὶ τοῖς πιστοῖς κατάπεμψον τὴν εὐλογίαν σου, ὁ μόνος ἐλεήμων καὶ φιλάνθρωπος.
Μαρτυρικὸν
πόστολοι, Μάρτυρες καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Θείας γεγόναμεν κοινωνοὶ φύσεως, διὰ σοῦ Θεοτόκε ἀειπάρθενε· Θεὸν γὰρ ἡμῖν σεσαρκωμένον ἔτεκες. Διὸ κατὰ χρέος σε πάντες εὐσεβῶς μεγαλύνομεν.
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα τῆς Ἑορτῆς
Ἦχος β' Τὰ ἄνω ζητῶν
Τὰ μύρα Σωτὴρ Γυναῖκες προσκομίζουσαι ἐζήτουν σπουδῇ, μυρίσαι σε φιλάνθρωπε, ἐκ τοῦ τάφου δὲ Ἄγγελος, πρὸς αὐτὰς ἐβόα· Ἐγήγερται ὁ ζωοδότης καὶ Κύριος, πατήσας τὸν Ἅδην καὶ τὸν θάνατον.
Εἰς τοὺς Αἴνους
Στιχηρὰ τῆς Ὀκτωήχου
Ἦχος β' Ἀναστάσιμον
γγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν, Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ, Ἀναστάσει ἐκύλισεν, ὁ μέν, ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δέ, ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν·διὸ βοῶμέν σοι· Εὐεργέτα τῶν Ἁπάντων, Κύριε, δόξα σοι. (Δίς)
Ἀποστολικὸν
Οἱ ἐξ ἀδίκων πράξεων πάντοθεν πολεμούμενοι, καὶ πρὸς σὲ καταφεύγοντες, τὸν ὄντως ὄντα Θεόν, τὴν φωνὴν τῶν σῶν Μαθητῶν προσφέρομέν σοι λέγοντες· Σῶσον ἡμᾶς, Ἐπιστάτα, ἀπολλύμεθα. Δεῖξον καὶ νῦν τοῖς ἐχθροῖς ἡμῶν δεόμεθα, ὅτι σκέπεις λαόν, καὶ σῴζεις ἐκ κινδύνων, τῇ πρεσβείᾳ τῶν Ἀποστόλων, παρορῶν ἁμαρτίας διὰ πολλὴν ἀγαθότητα, Κύριε, δόξα σοι.
Μαρτυρικὸν
Πᾶσα πόλις καὶ χώρα, τιμᾷ ὑμῶν τὰ λείψανα, ὦ ἀθλοφόροι Μάρτυρες· ὑμεῖς γὰρ νομίμως ἀθλήσαντες, στέφανον οὐράνιον ἐλάβετε, καὶ διὰ τοῦτο Ἱερέων ἐστὲ τὸ καύχημα, βασιλέων τὸ νῖκος, Ἐκκλησιῶν ἡ εὐπρέπεια.
Δόξα... Καὶ νῦν ... Ἦχος β'
Αἱ Μυροφόροι γυναῖκες ὄρθρου βαθέος, ἀρώματα λαβοῦσαι, τοῦ Κυρίου τὸν τάφον κατέλαβον· ἅπερ δὲ οὐκ ἤλπιζον εὑροῦσαι, διελογίζοντο εὐλαβούμεναι τοῦ λίθου τὴν μετάθεσιν, καὶ πρὸς ἀλλήλας διελέγοντο· Ποῦ εἰσιν αἱ σφραγῖδες τοῦ μνήματος; ποῦ ἐστιν, ἡ τοῦ Πιλάτου κουστωδία, καὶ ἀκριβὴς ἀσφάλεια; Γέγονε δὲ μηνυτής, τῶν ἀγνοουσῶν Γυναικῶν, ἐξαστράπτων Ἄγγελος, καὶ φάσκων πρὸς αὐτάς· Τί μετὰ θρήνων ζητεῖτε τὸν ζῶντα, καὶ ζωοποιήσαντα τὸ γένος τῶν βροτῶν; ἐξηγέρθη Χριστός ὁ Θεὸς ἡμῶν, ἐκ νεκρῶν ὡς παντοδύναμος, παρέχων πᾶσιν ἡμῖν ἀφθαρσίαν καὶ ζωήν, φωτισμὸν καὶ τὸ μέγα ἔλεος.
Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος β' Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν
τε, ἐξανέστης ὡς Θεός, τότε χαίρειν δέδωκας Λόγε ταῖς Μυροφόροις εἰπών· Οὔπω ἀναβέβηκα πρὸς τὸν Πατέρα μου, καὶ λοιπὸν μή μου ἅπτεσθε, πορεύεσθε μόνον, εἴπατε τοῖς φίλοις μου· ἰδοὺ προάγει ὑμᾶς. Ὅθεν, μετὰ ταῦτα ὡράθης, καὶ δι' ἐμφυσήματος τούτοις, δέδωκας Σωτὴρ Πνεῦμα τὸ ἅγιον.
Στίχ. Εὐδόκησας Κύριε τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ.
ήσεις, Μυροφόρων γυναικῶν, τὰς ἐκ τῶν νεκρῶν κηρυττούσας, Χριστοῦ Ἀνάστασιν, Μύσται μὴ πιστεύσαντες, ἔσπευσαν μνῆμα ἰδεῖν, καὶ σινδὼν καὶ σουδάριον, ὁρᾶται τῷ τάφῳ, ὁ δ' αὐτὸς ζητούμενος, οὐχὶ τεθέαται. Ὅθεν, τὴν Ἀνάστασιν γνόντες, κήρυκες ὁρῶνται ἐν κόσμῳ ταύτην καὶ τοῖς ἔθνεσι μηνύοντες.
Στίχ. λεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνην καὶ εἰρήνην κατεφίλησαν.
φθη, φῶς ἀπρόσιτον ἡμῖν, λάμπων ἀπὸ τάφου ὡραῖος, Χριστὸς ὁ Κύριος, Ἅδης ᾐχμαλώτισται, Σατὰν ἠφάνισται, χαίρει κόσμου τὰ πέρατα, χορεύει ἡ κτίσις, μέλπει ἑορτάζουσα, ἡ Ἐκκλησία Χριστοῦ, μνήμην Ἰωσὴφ τοῦ πανσόφου, καὶ τῶν Μυροφόρων σὺν τούτῳ, γυναικῶν γεραίρει τὴν πανήγυριν.
Δόξα... Καὶ νῦν ... Ἦχος β'
Τί τὰ μύρα τοῖς δάκρυσι Μαθήτριαι κιρνᾶτε; ὁ λίθος κεκύλισται, ὁ τάφος κεκένωται, ἴδετε τὴν φθορὰν τῇ ζωῇ πατηθεῖσαν, τὰς σφραγῖδας μαρτυρούσας τηλαυγῶς, ὑπνοῦντας δεινῶς τοὺς φύλακας τῶν ἀπειθῶν, τὸ θνητὸν σέσωσται σαρκὶ Θεοῦ, ὁ ᾍδης θρηνεῖ δραμοῦσαι χαρᾷ, εἴπατε τοῖς Ἀποστόλοις, ὁ νεκρώσας Χριστὸς τόν θάνατον, πρωτότοκος ἐκ νεκρῶν, ὑμᾶς προάγει εἰς τὴν Γαλιλαίαν.cd33cdc7-7089-46c3-8a2a-0ca706b1c5c9
Y2:cd33cdc7-7089-46c3-8a2a-0ca706b1c5c9