Παρασκευή 23 Μαΐου 2014

ΜΗΝΑΙΟ ΑΥΓ. (23)



ΑΥΓΟΥΣΤΟΥ
ΤΗ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λούππου.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Στιχολογοῦμεν τοῦ, Μακάριος ἀνήρ, τὴν α' στάσιν.
Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες αὐτά.
Ἦχος α' Αὐτόμελον
τοῦ παραδόξου θαύματος! ἡ πηγὴ τῆς ζωῆς, ἐν μνημείῳ τίθεται, καὶ κλῖμαξ πρὸς οὐρανόν, ὁ τάφος γίνεται. Εὐφραίνου Γεθσημανῆ, τῆς Θεοτόκου τὸ ἅγιον τέμενος.
Βοήσωμεν οἱ πιστοί, τὸν Γαβριὴλ κεκτημένοι ταξίαρχον, Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ διὰ σοῦ τὸ μέγα ἔλεος. (Δίς)
Βαβαὶ τῶν σῶν μυστηρίων ἁγνή! τοῦ Ὑψίστου θρόνος, ἀνεδείχθης Δέσποινα, καὶ γῆθεν πρὸς οὐρανόν, μετέστης σήμερον. Ἡ δόξα σου εὐπρεπής, θεοφεγγέσιν ἐκλάμπουσα χάριτι, Παρθένοι σὺν τῇ Μητρὶ τοῦ Βασιλέως πρὸς ὕψος ἐπάρθητε. Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος. (Δίς)
Τὴν σὴν δοξάζουσι Κοίμησιν, Ἐξουσίαι θρόνοι, Ἀρχαὶ Κυριότητες, Δυνάμεις καὶ Χερουβίμ, καὶ τὰ φρικτὰ Σεραφίμ. Ἀγάλλονται γηγενεῖς ἐπὶ τῇ θείᾳ σου δόξῃ κοσμούμενοι. Προσπίπτουσι βασιλεῖς, σὺν Ἀρχαγγέλοις Ἀγγέλοις καὶ μέλπουσι· Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος. (Δίς)
Δόξα... Καὶ νν... Ἦχος α'
Θεαρχίῳ νεύματι, πάντοθεν οἱ θεοφόροι Ἀπόστολοι, ὑπὸ νεφῶν μεταρσίως αἰρόμενοι.
Ἦχος πλ. α'
Καταλαβόντες τὸ πανάχραντον, καὶ ζωαρχικόν σου σκῆνος, ἐξόχως ἠσπάζοντο.
Ἦχος β'
Αἱ δὲ ὑπέρτατοι τῶν οὐρανῶν Δυνάμεις, σὺν τῷ οἰκείῳ Δεσπότῃ παραγενόμεναι.
Ἦχος πλ. β'
Τὸ θεοδόχον καὶ ἀκραιφνέστατον σῶμα προπέμπουσι, τῷ δέει κρατούμεναι, ὑπερκοσμίως δὲ προῴχοντο, καὶ ἀοράτως ἐβόων, ταῖς ἀνωτέραις ταξιαρχίαις· ἰδοὺ ἡ παντάνασσα θεόπαις παραγέγονεν.
Ἦχος γ'
ρατε πύλας, καὶ ταύτην ὑπερκοσμίως ὑποδέξασθε, τὴν τοῦ ἀενάου φωτὸς Μητέρα.
Ἦχος βαρὺς
Διὰ ταύτης γὰρ ἡ παγγενὴς τῶν βροτῶν σωτηρία γέγονεν, ᾗ ἀτενίζειν οὐκ ἰσχύομεν, καὶ ταύτῃ ἄξιον γέρας ἀπονέμειν ἀδύνατον.
Ἦχος δ'
Ταύτης γὰρ τὸ ὑπερβάλλον, ὑπερέχει πᾶσαν ἔννοιαν.
Ἦχος πλ. δ'
Διὸ ἄχραντε Θεοτόκε, ἀεὶ σὺν ζωηφόρῳ Βασιλεῖ, καὶ τόκῳ ζῶσα, πρέσβευε διηνεκῶς, περιφρουρῆσαι καὶ σῶσαι, ἀπὸ πάσης προσβολῆς ἐναντίας τὴν νεολαίαν σου· τὴν γὰρ σὴν προστασίαν κεκτήμεθα.
Ἦχος α'
Εἰς τοὺς αἰῶνας, ἀγλαοφανῶς μακαρίζοντες.
Εἰς τὸν Στίχον Ἰδιομελα
Ἦχος δ'
Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν Παναγίαν Παρθένον ἁγνήν, ἐξ ἧς ἀρρήτως προῆλθε, σαρκωθεὶς ὁ Λόγος τοῦ Πατρός, κράζοντες καὶ λέγοντες· Εὐλογημένη σὺ ἐν γυναιξί, Μακαρία ἡ γαστήρ, ἡ χωρήσασα Χριστόν. Αὐτοῦ ταῖς ἁγίαις χερσί, τὴν ψυχὴν παραθεμένη, πρέσβευε ἄχραντε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στίχ. νάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου.
Τὴν πάνσεπτόν σου Κοίμησιν, Παναγία Παρθένε ἁγνή, τῶν Ἀγγέλων τὰ πλήθη ἐν οὐρανῷ, καὶ ἀνθρώπων τὸ γένος ἐπὶ τῆς γῆς μακαρίζομεν, ὅτι Μήτηρ γέγονας τοῦ ποιητοῦ τῶν ἁπάντων Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν ἱκετεύουσα, ὑπὲρ ἡμῶν μὴ παύσῃ δεόμεθα, τῶν εἰς σὲ μετὰ Θεόν, τὰς ἐλπίδας θεμένων, Θεοτόκε πανύμνητε, καὶ ἀπειρόγαμε.
Στίχ. μοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν.
Δαυϊτικὴν ᾠδὴν σήμερον λαοί, ᾄσωμεν Χριστῷ τῷ Θεῷ. Ἀπενεχθήσονται φησί, τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει. Ἡ γάρ ἐκ σπέρματος Δαυΐδ, δι' ἧς ἡμεῖς ἐθεώθημεν, ἐν ταῖς χερσὶ τοῦ ἑαυτῆς Υἱοῦ καὶ Δεσπότου, ἐνδόξως καὶ ὑπὲρ λόγον μετατίθεται, ἣν ὡς Μητέρα Θεοῦ ἀνυμνοῦντες βοῶμεν καὶ λέγομεν· Σῶσον ἡμᾶς, τοὺς ὁμολογοῦντας σε Θεοτόκε, ἀπὸ πάσης περιστάσεως, καὶ λύτρωσαι κινδύνων τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Ἦχος δ'
τε ἐξεδήμησας Θεοτόκε Παρθένε, πρὸς τὸν ἐκ σοῦ τεχθέντα ἀφράστως, παρῆν Ἰάκωβος ὁ Ἀδελφόθεος, καὶ πρῶτος, Ἱεράρχης, Πέτρος τε ἡ τιμιωτάτη κορυφαία τῶν θεολόγων ἀκρότης, καὶ σύμπας ὁ θεῖος τῶν Ἀποστόλων χορός, ἐκφαντορικαῖς θεολογίαις ὑμνολογοῦντες, τὸ θεῖον καὶ ἐξαίσιον, τῆς Χριστοῦ τοῦ Θεοῦ οἰκονομίας μυστήριον, καὶ τὸ ζωαρχικόν, καὶ θεοδόχον σου σῶμα κηδεύσαντες, ἔχαιρον πανύμνητε. Ὕπερθεν δὲ αἱ πανάγιαι καὶ πρεσβύταται τῶν Ἀγγέλων Δυνάμεις, τὸ θαῦμα ἐκπληττόμεναι, κεκυφυῖαι ἀλλήλαις ἔλεγον· Ἄρατε ὑμῶν τὰς πύλας, καὶ ὑποδέξασθε τὴν τεκοῦσαν, τὸν οὐρανοῦ καὶ γῆς Ποιητήν, δοξολογίαις τε ἀνυμνήσωμεν, τὸ σεπτὸν καὶ ἅγιον σῶμα, τὸ χωρῆσαν τὸν ἡμῖν ἀθεώρητον καὶ Κύριον. Διόπερ καὶ ἡμεῖς τὴν μνήμην σου ἑορτάζοντες, ἐκβοῶμέν σοι· Πανύμνητε, Χριστιανῶν τὸ κέρας ὕψωσον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον Ἦχος α'
ν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Καὶ Ἀπόλυσις

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν
Κάθισμα Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ
ναβόησον Δαυΐδ, τὶς ἡ παροῦσα Ἑορτὴ; Ἣν ἀνύμνησα φησίν, ἐν τῷ βιβλίῳ τῶν Ψαλμῶν, ὡς θυγατέρα θεόπαιδα καὶ Παρθένον, μετέστησεν αὐτήν, πρὸς τὰς ἐκεῖθεν μονάς, Χριστὸς ὁ ἐξ αὐτῆς, ἄνευ σπορᾶς γεννηθείς· καὶ διὰ τοῦτο χαίρουσι, μητέρες καὶ θυγατέρες καὶ νύμφαι Χριστοῦ, βοῶσαι· Χαῖρε, ἡ μεταστᾶσα πρὸς τὰ ἄνω βασίλεια.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ
πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως, τὸ σῶμά σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε, οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Ψάλλονται οἱ δύο Κανόνες, ὁ α' μετὰ τῶν Εἱρμῶν εἰς η' καὶ ὁ δ' εἰς ς', ὕστερον δὲ πάλιν οἱ Εἱρμοί, κανὼν πρῶτος, οὗ ἡ Ἀκροστιχίς.
Πανηγυριζέτωσαν οἱ θεόφρονες.
Ποίημα τοῦ Κυρίου Κοσμᾶ.
Ὠδὴ α' Ἦχος α' Ὁ Εἱρμὸς
Πεποικιλμένη τῇ θείᾳ δόξῃ, ἡ ἱερὰ καὶ εὐκλεὴς Παρθένε μνήμη σου, πάντας συνηγάγετο, πρὸς εὐφροσύνην τοὺς πιστούς, ἐξαρχούσης Μαριάμ, μετὰ χορῶν καὶ τυμπάνων τῷ σῷ, ᾄδοντας Μονογενεῖ, ἐνδόξως ὅτι δεδόξασται.
μφεπονεῖτο ἀΰλων τάξις, οὐρανοβάμων ἐν Σιὼν τὸ θεῖον σῶμά σου, ἄφνω δὲ συρρεύσασα, τῶν Ἀποστόλων ἡ πληθύς, ἐκ περάτων Θεοτόκε, σοὶ παρέστησαν ἄρδην, μεθ' ὧν ἄχραντε, σοῦ τὴν σεπτήν, Παρθένε μνήμην δοξάζομεν.
Νικητικὰ μὲν βραβεῖα ἤρω, κατὰ τῆς φύσεως Ἁγνή, Θεὸν κυήσασα, ὅμως μιμουμένη δέ, τὸν ποιητήν σου καὶ Υἱόν, ὑπὲρ φύσιν ὑποκύπτεις, τοῖς τῆς φύσεως νόμοις· διὸ θνῄσκουσα, σὺν τῷ Υἱῷ ἐγείρῃ διαιωνίζουσα.
Κανὼν δεύτερος
Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.
Ὠδὴ α' Ἦχος δ' Ὁ Εἱρμὸς
νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τήν Κοίμησιν.
Παρθένοι νεάνιδες, σὺν Μαριὰμ τῇ Προφήτιδι, ᾠδὴν τὴν ἐξόδιον νῦν ἀλαλάξατε· ἡ Παρθένος γάρ, καὶ μόνη Θεοτόκος, πρὸς λῆξιν οὐράνιον διαβιβάζεται.
ξίως ὡς ἔμψυχον, σὲ οὐρανὸν ὑπεδέξαντο, οὐράνια Πάναγνε, θεῖα σκηνώματα, καὶ παρέστηκας, φαιδρῶς ὡραϊσμένη, ὡς νύμφη πανάμωμος, τῷ Βασιλεῖ καὶ Θεῷ.
Ὠδὴ γ' Ὁ Εἱρμὸς
δημιουργική, καὶ συνεκτικὴ τῶν ἁπάντων, Θεοῦ σοφία καὶ δύναμις, ἀκλινῆ ἀκράδαντον, τὴν Ἐκκλησίαν στήριξον Χριστέ· μόνος γὰρ εἶ ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος.
Γυναῖκά σε θνητήν, ἀλλ' ὑπερφυῶς καὶ Μητέρα, Θεοῦ εἰδότες Πανάμωμε, οἱ κλεινοὶ Ἀπόστολοι, πεφρικυίαις ἥπτοντο χερσί, δόξῃ ἀπαστράπτουσαν, ὡς θεοδόχον σκῆνος θεώμενοι.
πέφθασε χερσί, ταῖς ὑβριστικαῖς τοῦ αὐθάδους, τομὴν ἡ δίκη ἐπάξασα, τοῦ Θεοῦ φυλάξαντος, τὸ σέβας τῇ ἐμψύχῳ κιβωτῷ, δόξῃ τῆς Θεότητος, ἐν ᾗ ὁ Λόγος σάρξ ἐχρημάτισε.
Κανὼν δεύτερος
Ὁ Εἱρμὸς
Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον».
Θνητῆς ἐξ ὀσφύος προαχθεῖσα, τῇ φύσει κατάλληλον Ἁγνή, τὴν ἔξοδον διήνυσας, τεκοῦσα δὲ τὴν ὄντως ζωήν, πρὸς τὴν ζωὴν μεθέστηκας, τὴν θείαν καὶ ἐνυπόστατον.
Δῆμος θεολόγων ἐκ περάτων, ἐξ ὕψους Ἀγγέλων δὲ πληθύς, πρὸς τὴν Σιὼν ἠπείγοντο, παντοδυνάμῳ νεύματι, ἀξιοχρέως Δέσποινα, τῇ σῇ ταφῇ λειτουργήσοντες.
Ἡ Ὑπακοὴ
Ἦχος πλ. α'
Μακαρίζομέν σε πᾶσαι αἱ γενεαί, Θεοτόκε Παρθένε· ἐν σοὶ γὰρ ὁ ἀχώρητος Χριστὸς ὁ Θεὸς ἡμῶν, χωρηθῆναι εὐδόκησε. Μακάριοι ἐσμὲν καὶ ἡμεῖς προστασίαν σε ἔχοντες· ἡμέρας γὰρ καὶ νυκτὸς πρεσβεύεις ὑπὲρ ἡμῶν, καὶ τὰ σκῆπτρα τῆς βασιλείας, ταῖς σαῖς ἱκεσίαις κρατύνονται. Διὸ ἀνυμνοῦντες βοῶμέν σοι· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Ὠδὴ δ' Ὁ Εἱρμὸς
ήσεις Προφητῶν καὶ αἰνίγματα, τὴν σάρκωσιν ὑπέφηναν, τὴν ἐκ Παρθένου σου Χριστέ, φέγγος ἀστραπῆς σου, εἰς φῶς ἐθνῶν ἐξελεύσεσθαι, καὶ φωνεῖ σοι ἄβυσσος, ἐν ἀγαλλιάσει, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
δετε λαοὶ καὶ θαυμάσατε· τὸ ὄρος γὰρ τὸ ἅγιον, καὶ ἐμφανέστατον Θεοῦ, τῶν ἐπουρανίων βουνῶν, ἐφύπερθεν αἴρεται, οὐρανὸς ἐπίγειος, ἐν ἐπουρανίῳ, καὶ ἀφθάρτῳ χθονὶ οἰκιζόμενος.
Ζωῆς ἀϊδίου καὶ κρείττονος, ὁ θάνατός σου γέγονε, διαβατήριον Ἁγνή, ἐκ τῆς ἐπικήρου πρὸς θείαν ὄντως καὶ ἄρρευστον, μεθιστῶν σε ἄχραντε, ἐν ἀγαλλιάσει, τὸν Υἱὸν καθορᾶν σου καὶ Κύριον.
πήρθησαν πύλαι οὐράνιαι, καὶ Ἄγγελοι ἀνύμνησαν, καὶ ὑπεδέξατο Χριστός, τὸ τῆς παρθενίας αὐτοῦ, μητρῷον κειμήλιον. Χερουβὶμ ὑπεῖξέ σοι, ἐν ἀγαλλιάσει, Σεραφὶμ δὲ δοξάζει σε χαίροντα.
Κανὼν δεύτερος
Ὁ Εἱρμὸς
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.
Θάμβος ἦν θεάσασθαι τὸν οὐρανόν, τοῦ Παμβασιλέως τὸν ἔμψυχον, τοὺς κενεῶνας, ὑπερχόμενον τῆς γῆς. Ὡς θαυμαστὰ τὰ ἔργα σου· Δόξα τῇ δυνάμει σου Κύριε.
ν τῇ Μεταστάσει σου Μῆτερ Θεοῦ, τὸ εὐρυχωρότατον σῶμά σου καὶ θεοδόχον, τῶν Ἀγγέλων στρατιαί, ἱερωτάταις πτέρυξι, φόβῳ καὶ χαρᾷ συνεκάλυπτον.
Εἰ ὁ ἀκατάληπτος ταύτης καρπός, δι' ὃν οὐρανὸς ἐχρημάτισε, ταφὴν ὑπέστη, ἑκουσίως ὡς θνητός, πῶς τὴν ταφὴν ἀρνήσεται, ἡ ἀπειρογάμως κυήσασα;
Ὠδὴ ε' Ὁ Εἱρμὸς
Τὸ θεῖον καὶ ἄρρητον κάλλος, τῶν ἀρετῶν σου Χριστὲ διηγήσομαι· ἐξ ἀϊδίου γὰρ δόξης συναΐδιον, καὶ ἐνυπόστατον λάμψας ἀπαύγασμα, παρθενικῆς ἀπὸ γαστρός, τοῖς ἐν σκότει καὶ σκιᾷ, σωματωθεὶς ἀνέτειλας ἥλιος».
ς ἐπὶ νεφέλης Παρθένε, τῶν Ἀποστόλων ὁ δῆμος ὀχούμενος, πρὸς τὴν Σιὼν ἐκ περάτων λειτουργῆσαί σοι, τῇ νεφέλῃ τῇ κούφῃ ἠθροίζετο, ἀφ' ἧς ὁ Ὕψιστος Θεός, τοῖς ἐν σκότει καὶ σκιᾷ, δικαιοσύνης ἔλαμψεν ἥλιος.
Σαλπίγγων θεόληπτοι γλῶσσαι, τῶν θεολόγων ἀνδρῶν εὐηχέστερον, τῇ Θεοτόκῳ ἐβόων τὸν ἐξόδιον, ἐνηχούμεναι ὕμνον τῷ Πνεύματι. Χαίροις ἀκήρατε πηγή, τῆς τοῦ Θεοῦ ζωαρχικῆς, καὶ σωτηρίου πάντων σαρκώσεως.
Κανὼν δεύτερος
Ὁ Εἱρμὸς
ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, γῆθεν μετέστης πρὸς αἰωνίους μονάς, καὶ πρὸς ἀτελεύτητον ζωήν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύουσα».
Κροτείτωσαν σάλπιγγες, τῶν θεολόγων σήμερον, γλῶσσα δὲ πολύφθογγος ἀνθρώπων, νῦν εὐφημείτω, περιηχείτω ἀήρ, ἀπείρῳ λαμπόμενος φωτί· Ἄγγελοι ὑμνείτωσαν, τῆς Παρθένου τὴν Κοίμησιν.
Τὸ σκεῦος διέπρεπε, τῆς ἐκλογῆς τοῖς ὕμνοις σου, ὅλος ἐξιστάμενος Παρθένε, ἔκδημος, ὅλως, ἱερωμένος Θεῷ, τοῖς πᾶσι θεόληπτος καὶ ὢν, ὄντως καὶ δεικνύμενος, Θεοτόκε πανύμνητε.
Ὠδὴ ς' Ὁ Εἱρμὸς
λιον ποντογενές, κητῷον ἐντόσθιον πῦρ, τῆς τριημέρου ταφῆς σου ἦν προεικόνισμα, οὗ Ἰωνᾶς ὑποφήτης ἀναδέδεικται· σεσωσμένος γὰρ ὡς καὶ προὐπέπωτο, ἀσινής ἐβόα· Θύσω σοι μετὰ φωνῆς αἰνέσεως Κύριε.
Νέμει σοι τὰ ὑπὲρ φύσιν, Ἄναξ ὁ πάντων Θεός· ἐν γὰρ τῷ τίκτειν, Παρθένον ὥσπερ ἐφυλαξεν, οὕτως ἐν τάφῳ τὸ σῶμα διετήρησεν, ἀδιάφθορον, καὶ συνεδόξασε, θείᾳ μεταστάσει, γέρα σοι ὥσπερ Υἱὸς Μητρὶ χαριζόμενος.
ντως σε ὡς φαεινὴν λυχνίαν, ἀΰλου πυρός, θυμιατήριον θείου χρύσεον ἄνθρακος, ἐν τοῖς Ἁγίων Ἁγίοις κατεσκήνωσε, στάμνον ῥάβδον τε πλάκα θεόγραφον, κιβωτόν ἁγίαν, τράπεζαν ἄρτου ζωῆς, Παρθένε ὁ τόκος σου.
Κανὼν δευτερος
Ὁ Εἱρμὸς
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
κ σοῦ ζωὴ ἀνατέταλκε, τὰς κλεῖς τῆς παρθενίας μὴ λύσασα· πῶς οὖν τὸ ἄχραντον, ζωαρχικόν τε σου σκήνωμα, τῆς τοῦ θανάτου πείρας γέγονε μέτοχον;
Ζωῆς ὑπάρξασα τέμενος, ζωῆς τῆς ἀϊδίου τετύχηκας· διὰ θανάτου γάρ, πρὸς τὴν ζωὴν μεταβέβηκας, ἡ τὴν ζωὴν τεκοῦσα τὴν ἐνυπόστατον.
Κοντάκιον Ἦχος πλ. β'
Αὐτόμελον
Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν· ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.
Ὁ Οἶκος
Τείχισόν μου τὰς φρένας Σωτήρ μου· τὸ γὰρ τεῖχος τοῦ κόσμου ἀνυμνῆσαι τολμῶ, τὴν ἄχραντον Μητέρα σου, ἐν πύργῳ ῥημάτων ἐνίσχυσόν με, καὶ ἐν βάρεσιν ἐννοιῶν ὀχύρωσόν με· σὺ γὰρ βοᾷς τῶν αἰτούντων πιστῶς τὰς αἰτήσεις πληροῦν. Σὺ οὖν μοι δώρησαι γλῶτταν, προφοράν, καὶ λογισμὸν ἀκαταίσχυντον· πᾶσα γὰρ δόσις ἐλλάμψεως παρὰ σοῦ καταπέμπεται φωταγωγέ, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.
Συναξάριον
Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λούππου.
Στίχοι
πῆρχε Λοῦππος δοῦλος, ἐκ δὲ τοῦ ξίφους
λεύθερος προσῆλθε τῷ Χριστῷ φίλος.
Εἰκάδι ἐν τριτάτῃ πέφνε Λοῦππον φασγάνου ἀκμή.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Εἰρηναίου, Ἐπισκόπου Σιρμίου.
Στίχοι
Τμηθεὶς μετέσχε νεκρικῶν ὁ Σιρμίου,
Λουτρῶν σχεδίων αἱμάτων ποταμίων.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εἰρηναίου, Ἐπισκόπου Λουγδούνων.
Στίχοι
Σπεύδει λιπεῖν γῆν ἐκ ξίφους Εἰρηναῖος.
ρωτιᾷ γὰρ τῶ πρὸς οὐρανοὺς πόθῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Καλλινίκου, Πατριάρχου Κωνσταντινουπόλεως.
Στίχοι
Καλλίνικος μένουσαν ἡδονὴν μένων,
Πρὸς τὴν τελευτὴν οὐκ ἀηδῶς ἦν ἔχων.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι τριάκοντα ὀκτὼ μάρτυρες, οἱ ἐν Θράκῃ, ξίφει τελειοῦνται.
Στίχοι
νεγκε τριπλῆ μαρτύρων δεκὰς ξίφος,
χουσα καὶ σύναθλον ἁπλὴν ὀκτάδα.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ' Ὁ Εἱρμὸς
ταμῷ θυμῷ τε καὶ πυρί, θεῖος ἔρως ἀντιταττόμενος, τὸ μὲν πῦρ ἐδρόσιζε, τῷ θυμῷ δὲ ἐγέλα, θεοπνεύστῳ λογικῇ, τῇ τῶν ὁσίων τριφθόγγῳ λύρᾳ ἀντιφθεγγόμενος, μουσικοῖς ὀργάνοις ἐν μέσῳ φλογός, ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ».
Θεοτεύκτους πλάκας Μωϋσῆς, γεγραμμένας τῷ θείῳ Πνεύματι, ἐν θυμῷ συνέτριψεν, ἀλλ' ὁ τούτου Δεσπότης, τὴν τεκοῦσαν ἀσινῆ, τοῖς οὐρανίοις φυλάξας δόμοις, νῦν εἰσῳκίσατο. Σὺν αὐτῇ σκιρτῶντες βοῶμεν Χριστῷ· ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ν κυμβάλοις χείλεσιν ἁγνοῖς, μουσικῇ τε καρδίας φόρμιγγι, ἐν εὐήχῳ σάλπιγγι, ὑψηλῆς διανοίας, τῆς Παρθένου καὶ ἁγνῆς, ἐν τῇ εὐσήμῳ κλητῇ ἡμέρᾳ τῆς Μεταστάσεως, πρακτικαῖς κροτοῦντες βοῶμεν χερσίν· ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
θεόφρων ἤθροισται λαός· τῆς γὰρ δόξης Θεοῦ τὸ σκήνωμα, ἐν Σιὼν μεθίσταται πρὸς οὐράνιον δόμον, ἔνθα ἦχος καθαρὸς ἑορταζόντων, φωνὴ ἀφράστου ἀγαλλιάσεως, καὶ ἐν εὐφροσύνῃ βοώντων Χριστῷ· ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Κανὼν δεύτερος
Ὁ Εἱρμὸς
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Νεανίσκοι καὶ παρθένοι τῆς Παρθένου τε, καὶ Θεομήτορος, τὴν μνήμην σέβοντες, πρεσβῦται καὶ ἄρχοντες, καὶ βασιλεῖς σὺν κριταῖς, μελῳδήσατε· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Σαλπισάτωσαν τῇ σάλπιγγι τοῦ Πνεύματος, ὄρη οὐράνια, ἀγαλλιάσθωσαν νῦν, βουνοὶ καὶ σκιρτάτωσαν θεῖοι, Ἀπόστολοι, ἡ Βασίλισσα, πρὸς τὸν Υἱον μεθίσταται, σὺν αὐτῷ ἀεὶ κρατοῦσα.
πανίερος Μετάστασις τῆς θείας σου, καὶ ἀκηράτου Μητρός, τὰ ὑπερκόσμια, τῶν ἄνω Δυνάμεων, ἤθροισε τάγματα, συνευφραίνεσθαι, τοῖς ἐπὶ γῆς σοι μέλπουσιν· ὁ Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η' Ὁ Εἱρμὸς
Φλόγα δροσίζουσαν Ὁσίους, δυσσεβεῖς δὲ καταφλέγουσαν, Ἄγγελος Θεοῦ ὁ πανσθενής, ἔδειξε Παισί· ζωαρχικὴν δὲ πηγὴν εἰργάσατο τὴν Θεοτόκον, φθορὰν θανάτου, καὶ ζωὴν βλυστάνουσαν τοῖς μέλπουσι, τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας».
ήμασιν εἴχοντο τῆς θείας, κιβωτοῦ τοῦ ἁγιάσματος, πᾶσα ἡ πληθὺς τῶν θεολόγων ἐν τῇ Σιών. Ποῦ νῦν ἀπαίρεις σκηνὴ κραυγάζοντες, Θεοῦ τοῦ ζῶντος; Μὴ διαλίπῃς ἐποπτεύουσα, τοὺς πίστει μέλποντας· τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
πως ὑψώσασα τὰς χεῖρας, ἐκδημοῦσα ἡ πανάμωμος, χεῖρας τὰς Θεὸν ἠγκαλισμένας, σωματικῶς ἐν παρρησίᾳ, ὡς Μήτηρ ἔφησε πρὸς τὸν τεχθέντα, οὓς μοι ἐκτήσω, εἰς αἰῶνας φύλαττε βοῶντάς σοι· τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Κανὼν δεύτερος
Ὁ Εἱρμὸς
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Τὴν μνήμην σου ἄχραντε Παρθένε, Ἀρχαί τε καὶ Ἐξουσίαι σὺν Δυνάμεσιν, Ἄγγελοι, Ἀρχάγγελοι, Θρόνοι, Κυριότητες, τὰ Χερουβὶμ δοξάζουσι, καὶ τὰ φρικτὰ Σεραφίμ, ἀνθρώπων δὲ τὸ γένος ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
ξένως οἰκήσας Θεοτόκε, ἐν τῇ ἀχράντῳ νηδύϊ σου σαρκούμενος, οὗτος τὸ πανίερον, πνεῦμά σου δεξάμενος, ἐν ἑαυτῷ κατέπαυσεν, ὡς ὀφειλέτης Υἱός· διὸ σε τήν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
τῶν ὑπὲρ ἔννοιαν θαυμάτων, τῆς ἀειπαρθένου καὶ Θεομήτορος! τάφον γὰρ οἰκήσασα, ἔδειξε Παράδεισον, ᾧ παρεστῶτες σήμερον, χαίροντες ψάλλομεν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ'
Μεγαλυνάριον, ὅπερ στιχολογεῖται ἐν ἑκάστῳ τροπαρίῳ τῆς παρούσης δῆς.
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον.
Ὁ Εἱρμὸς
Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε· παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ τὸκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σῴζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν σου».
ξίσταντο Ἀγγέλων αἱ δυνάμεις, ἐν τῇ Σιὼν σκοπούμεναι, τὸν οἰκεῖον Δεσπότην, γυναικείαν ψυχὴν χειριζόμενον· τῇ γὰρ ἀχράντως τεκούσῃ, υἱοπρεπῶς προσεφώνει·
Δεῦρο Σεμνή, τῷ Υἱῷ καὶ Θεῷ συνδοξάσθητι.
Συνέστειλε χορὸς τῶν Ἀποστόλων, τὸ θεοδόχον Σῶμά σου, μετὰ δέους ὁρῶντες, καὶ φωνῇ λιγυρᾷ προσφθεγγόμενοι· Εἰς οὐρανίους θαλάμους, πρὸς τὸν Υἱὸν ἐκφοιτῶσα, σῴζοις ἀεί, Θεοτόκε τὴν κληρονομίαν σου.
Κανὼν δεύτερος
Μεγαλυνάριον στιχολογούμενον καὶ αὐτὸ ὡς τὸ ἀνωτέρω.
γγελοι τὴν Κοίμησιν τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς ἡ Παρθένος ἀπαίρει, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.
Ὁ Εἱρμὸς
πας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδοχούμενος, πανηγυριζέτω δέ, ἀΰλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν Μετάστασιν τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε».
Δεῦτε ἐν Σιών, τῷ θείῳ καὶ πίονι, ὄρει τοῦ ζῶντος Θεοῦ, ἀγαλλιασώμεθα, τὴν Θεοτόκον ἐνοπτριζόμενοι· πρὸς γὰρ τὴν λίαν κρείττονα, καὶ θειοτέραν σκηνήν, ὡς Μητέρα, ταύτην εἰς τὰ Ἅγια, τῶν Ἁγίων Χριστὸς μετατίθησι.
Δεῦτε οἱ πιστοί, τῷ τάφῳ προσέλθωμεν, τῆς Θεομήτορος, καὶ περιπτυξώμεθα, καρδίας χείλη ὄμματα μέτωπα, εἰλικρινῶς προσάπτοντες, καὶ ἀρυσώμεθα, ἰαμάτων, ἄφθονα χαρίσματα, ἐκ πηγῆς ἀενάου βλυστάνοντα.
Δέχου παρ' ἡμῶν, ᾠδὴν τὴν ἐξόδιον, Μῆτερ τοῦ ζῶντος Θεοῦ, καὶ τῇ φωτοφόρῳ σου, καὶ θείᾳ ἐπισκίασον χάριτι, τῷ Βασιλεῖ τὰ τρόπαια, τῷ φιλοχρίστῳ λαῷ, τήν εἰρήνην, ἄφεσιν τοῖς μέλπουσι, καὶ ψυχῶν σωτηρίαν βραβεύουσα.
Ἐξαποστειλάριον
Ἦχος γ' ἐκ τρίτου
πόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια δευτεροῦντες τὸ α'.
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι
Τῇ ἐνδόξῳ Κοιμήσει σου, οὐρανοὶ ἐπαγάλλονται, καὶ Ἀγγέλων γέγηθε τὰ στρατεύματα, πᾶσα ἡ γῆ δὲ εὐφραίνεται, ᾠδὴν σοι ἐξόδιον προσφωνοῦσα τῇ Μητρί, τοῦ τῶν ὅλων δεσπόζοντος, ἀπειρόγαμε, Παναγία Παρθένε, ἡ τὸ γένος τῶν ἀνθρώπων ῥυσαμένη, προγονικῆς ἀποφάσεως. (Δίς)
κ περάτων συνέδραμον, Ἀποστόλων οἱ πρόκριτοι, θεαρχίῳ, νεύματι τοῦ κηδεῦσαί σε, καὶ ἀπὸ γῆς αἰρομένην σε, πρὸς ὕψος θεώμενοι, τὴν φωνὴν τοῦ Γαβριήλ, ἐν χαρᾷ ἀνεβόων σοι· Χαῖρε ὄχημα, τῆς Θεότητος ὅλης, χαῖρε μόνη, τὰ ἐπίγεια τοῖς ἄνω, τῷ τοκετῷ σου συνάψασα.
Τὴν ζωὴν ἡ κυήσασα, πρὸς ζωὴν μεταβέβηκας, τῇ σεπτῇ Κοιμήσει σου τὴν ἀθάνατον, δορυφορούντων Ἀγγέλων σοι, Ἀρχῶν καὶ Δυνάμεων, Ἀποστόλων Προφητῶν, καὶ ἁπάσης τῆς κτίσεως, δεχομένου τε, ἀκηράτοις παλάμαις τοῦ Υἱοῦ σου, τὴν ἀμώμητον ψυχήν σου, Παρθενομῆτορ Θεόνυμφε.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'
Τῇ ἀθανάτῳ σου Κοιμήσει, Θεοτόκε Μήτηρ τῆς ζωῆς, νεφέλαι τοὺς Ἀποστόλους, αἰθερίους διήρπαζον, καὶ κοσμικῶς διεσπαρμένους, ὁμοχώρους παρέστησαν τῷ ἀχράντῳ σου σώματι· οἳ καὶ κηδεύσαντες σεπτῶς, τὴν φωνὴν τοῦ Γαβριήλ, μελῳδοῦντες ἀνεβόων· Χαῖρε κεχαριτωμένη, Παρθένε Μήτηρ ἀνύμφευτε, ὁ Κύριος μετὰ σοῦ. Μεθ' ὧν ὡς Υἱόν σου καὶ Θεὸν ἡμῶν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία μεγάλη
Δίδοται καὶ ἅγιον ἔλαιον τοῖς ἀδελφοîς.
Εἰς τὴν Λειτουργίαν. Τὰ Τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τῶν κανόνων τῆς Ἑορτῆς δὴ γ' καὶ ς'.
Εἰ δὲ βούλει, εἰπὲ τὰ παρόντα Ἀντίφωνα.

Ἀντίφωνον Α'
Στίχος α'. λαλάξατε τῷ Θεῷ πᾶσα ἡ γῆ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχος β'. ξομολογεῖσθε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχος γ'. ν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει Θεοῦ ἡμῶν.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχος δ'. γενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Δόξα... Καὶ νῦν...
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Ἀντίφωνον Β'
Στίχος α'. γαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι. Ἀλληλούϊα.
Στίχος β'. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ...
Στίχος γ'. Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ...
Στίχος δ'. γίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ...
Δόξα... Καὶ νῦν...
μονογενὴς Υἱὸς καὶ Λόγος...

Ἀντίφωνον Γ'
Στίχος α'. τοίμη ἡ καρδία μου, ὁ Θεός, ἑτοίμη ἡ καρδία μου.
Ἦχος α'
ν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Στίχος β'. Τὶ ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;
ν τῇ Γεννήσει τὴν παρθενίαν...
Στίχος γ'. Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.
ν τῇ Γεννήσει τὴν παρθενίαν...
Εἰσοδικὸν
Δεῦτε προσκυνήσωμεν, καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι· Ἀλληλούϊα.
Ἀπολυτίκιον Ἦχος α'
ν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον Ἦχος πλ. β'
Αὐτόμελον
Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν· ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.
Εἰς τό, Ἐξαιρέτως
Ἦχος α'
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον.
Ὁ Εἱρμὸς
Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε· παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ τὸκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σῴζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν σου.
Κοινωνικὸν
Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.

ΜΗΝΑΙΟ ΑΥΓ. (22)



ΑΥΓΟΥΣΤΟΥ
ΤΗ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου.
ΕΙΔΗΣΙΣ. Ἐν ταύτῃ τῇ ἡμέρᾳ ψάλλεται καὶ ἡ Ἀκολουθία τοῦ Ἁγίου μάρτυρος Λούππου, διὰ τὸ ἐν τῇ κγ' ἀποδίδοσθαι τὴν Ἑορτήν.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς το, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσομοια.
Τοῦ Ἁγίου Ἀγαθονίκου τρία
Ἦχος δ'
Ἔδωκας σημείωσιν
Πρώτην ἀγαθότητα, καὶ ὑπὲρ νοῦν ὡραιότητα, ἐκζητῶν Ἀγαθόνικε, χαίρων προσεχώρησας, πρὸς τοὺς προκειμένους, γενναίους ἀγῶνας, καὶ συμπλακεὶς τῷ δυσμενεῖ, ἀνδρειοτάτως εἰς γῆν κατέρραξας, καὶ νίκης τὸ φαιδρότατον, προσανεπλέξω διάδημα, δυσωπῶν τὸν φιλάνθρωπον, ὑπὲρ τῶν ἀνυμνούντων σε.
Σοφίᾳ κοσμούμενος, λόγον ζωήρρυτον ἔβλυσας, ἐπιστρέφων τοὺς ἄφρονας, ἐλέγχων τὸν τύραννον, τῆς πολυθεΐας, ζάλην κατευνάζων, ἐπιστηρίζων τοὺς πιστούς, προσεπιμένειν τῇ θείᾳ χάριτι· διὸ τὰ χαλεπώτατα, ὑπενεγκὼν πειρατήρια, πρὸς τὰ ἄνω βασίλεια, στεφηφόρος ἀνέδραμες.
Αἵματι σταζόμενος, τῆς καρτερᾶς σου ἀθλήσεως, τῷ Δεσπότῃ παρέστηκας, θῦμα εὐωδέστατον, καθαρὰ θυσία, εὐπρόσδεκτον δῶρον, ἱερωτάτη προσφορά, καὶ ἱερεῖον τέλειον ἄμωμον· διὸ ταῖς ἱκεσίαις σου, τῆς Ἐκκλησίας τὸ πλήρωμα, ἐν εἰρήνῃ συντήρησον, ἀθλητὰ Ἀγαθόνικε.
Τοῦ Ἁγίου Λούππου τρία, ὅμοια
Λοῦππος ὁ μακάριος, τῆς ἀθεΐας διέλυσε, τὸν κρυμὸν τὸν βαρύτατον, θέρμῃ θείου Πνεύματος, καὶ τμηθεὶς τῷ ξίφει, ἰάσεως ῥεῖθρα, ἀναπηγάζει καὶ ψυχάς, κατατακείσας δροσίζει χάριτι, αὐτὸν ἀνευφημήσωμεν, ὡς πρεσβευτὴν ἡμῶν ἄριστον, καὶ θερμὸν ἀντιλήπτορα, εὐσεβῶς φιλομάρτυρες.
λλήνων σεβάσματα, βυθῷ ὑδάτων παρέδωκας, καὶ ἀθέους κατέπληξας, ὁρῶντας τὰ θαύματα, τὰ τῇ σῇ παμμάκαρ, τελούμενα πίστει, μέσον ἐκείνων δὲ ἑστώς, λουτρόν τὸ θεῖον ἐξ ὕψους δέδεξαι, Θεοῦ σε μεγαλύνοντος, ὡς γνησιώτατον μάρτυρα, καὶ γενναῖον ἀδάμαντα, καὶ Ἀγγέλων συμμέτοχον.
Πειρώμενοι τέμνειν σε, ἐχθροὶ ἀλλήλους κατέτεμνον, καὶ τοῖς βέλεσι βάλλοντες, ἀλλήλους ἐτίτρωσκον, ἀθλοφόρε Λοῦππε· καὶ πρίζειν δοκοῦντες, δένδρῳ προσῆξαν τὴν πληγήν, ἐσκοτισμένοι μάκαρ ὑπάρχοντες· ἐφρούρει γὰρ σε Κύριος, δι' ὃν τὸ πάσχειν προῄρησο, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν, τῶν Ἀγγέλων συνόμιλε.
Δόξα... Ἦχος α'
Ἀνατολίου
Φερωνύμως ἐκλήθης, τῆς ἀγαθῆς νίκης ἐπώνυμος, Ἀγαθόνικε πολύαθλε, τῷ γὰρ θείῳ ἔρωτι τρωθείς, εἰδωλικὴν ἀπάτην, καὶ τυραννικὴν πλάνην ἀπαρνησάμενος, πρός ζωὴν τὴν ἀμείνω παραδόξως μεταβέβηκας· διὸ ἐν τῇ ἐνδόξῳ σου μνήμῃ, παρρησίαν ἔχων πρὸς αὐτόν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν ... Ἦχος ὁ αὐτὸς
Τῆς Ἑορτῆς
πρεπε τοῖς αὐτόπταις τοῦ Λόγου καὶ ὑπηρέταις, καὶ τῆς κατὰ σάρκα Μητρὸς αὐτοῦ, τὴν Κοίμησιν ἐποπτεῦσαι, τελευταῖον οὖσαν ἐπ' αὐτῇ μυστήριον· ἵνα μὴ μόνον τὴν ἀπὸ γῆς τοῦ Σωτῆρος ἀνάβασιν θεάσωνται, ἀλλὰ καὶ τῆς τεκούσης αὐτὸν τῇ μεταθέσει μαρτυρήσωσι. Διόπερ πάντοθεν θείᾳ δυνάμει περαιωθέντες, τὴν Σιὼν κατελάμβανον, καὶ πρὸς οὐρανὸν ἐπειγομένην, προέπεμπον τὴν ἀνωτέραν τῶν Χερουβίμ, ἣν καὶ ἡμεῖς, σὺν αὐτοῖς προσκυνοῦμεν, ὡς πρεσβεύουσαν ὑπὲρ τὺν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ
Δῆμος τῶν Μαθητῶν, ἀθροίζεται κηδεῦσαι, Μητέρα Θεοτόκον, ἐλθόντες ἐκ περάτων, παντοδυνάμῳ νεύματι.
Στίχ. νάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου.
Νύμφη ἡ τοῦ Θεοῦ, Βασίλισσα Παρθένος, τῶν ἐκλεκτῶν ἡ δόξα, καύχημα τῶν παρθένων, πρὸς τὸν Υἱὸν μεθίσταται.
Στίχ. μοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν.
θροισται ὁ χορός, Μαθητῶν παραδόξως, ἐκ τῶν περάτων κόσμου, κηδεῦσαί σου τὸ Σῶμα, τὸ θεῖον καὶ ἀκήρατον.
Δόξα... Ἦχος πλ. δ'
Φερωνύμως τὴν κλῆσιν δεξάμενος, τῶν ἀγαθῶν θησαυρῶν, ναὸν σεαυτὸν καθιέρωσας, μάρτυς Ἀγαθόνικε, τῷ τῶν ἁπάντων βασιλεῖ, καὶ ἐν βασάνοις νομίμως ἀγωνισάμενος, τοῦ δεινοῦ Βελίαρ καθεῖλες τὴν δύναμιν, καὶ νίκης ἄρας τρόπαιον, στεφανηφόρος ἐν ὑψίστοις Θεῷ παρίστασαι, ᾧ καὶ πρεσβεύων μὴ ἐλλίπῃς, ὑπὲρ τῶν σὲ γεραιρόντων, μαρτύρων ἐγκαλλώπισμα.
Καὶ νῦν ...
Ἦχος ὁ αὐτός, τῆς Ἑορτῆς
Παρθενικαὶ χορεῖαι σήμερον, μυστικῶς τῇ κλίνῃ τῆς Παρθένου καὶ Μητρός, κύκλῳ παρίστανται, καὶ ψυχαὶ δικαίων περιιπτάμεναι, τὴν Βασιλίδα γεραίρουσιν, αἱ μέν, ὡς προῖκα τὴν παρθενίαν, ἀντὶ μύρου κομίζουσαι, αἱ δέ, τὴν ἄϋλον ὑμνῳδίαν, τὰ τῆς ἀρετῆς προσάγουσαι· πρέπει γὰρ τῇ Μητρὶ τοῦ Θεοῦ, ὡς Βασιλίδα, ταῖς βασιλικαῖς τῶν ἀρετῶν δορυφορεῖσθαι λαμπροφορίαις. Αἷς καὶ ἡμεῖς, βίον καθαρὸν συνεισενεγκόντες, ἐξέλθωμεν πρὸς κηδείαν, τῆς ὄντως Μητρὸς τοῦ Θεοῦ ἡμῶν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, αὐτὴν συμφώνως μακαρίζοντες.
Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος α'
ν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις
Μετὰ τὴν α' Στιχολογίαν
Κάθισμα Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ
Πλατυτέρα οὐρανῶν, ἀναδειχθεῖσα ἐπὶ γῆς, ἡ τεκοῦσα ἐν σαρκί, τὸν τοῦ παντὸς Δημιουργόν, νῦν εἰς αὐτὰ τὰ οὐράνια ἐκ γῆς μετέστης. Δικαίων δὲ ψυχαὶ καθορῶσαί σε, Ἀγγέλων οἱ χοροὶ κατοπτεύοντες, ὡς Βασιλίδι αἴνεσιν ἀξίως, διὰ παντὸς σοι προσάγουσι. Διὸ πρεσβεύειν, μὴ διαλίπῃς, ὑπὲρ τῶν ἀνυμνούντων σε.
Δόξα... Καὶ νῦν ... Τὸ αὐτὸ
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα ὅμοιον
ποστόλων ὁ χορός, διεσπαρμένος ἐν τῇ γῇ, συνηθροίσθη ἐν Σιών, ἵνα προπέμψῃ ἀπὸ γῆς, τὴν Θεοτόκον πρὸς τὸν Ὕψιστον, ὃν περ ἔτεκε, Δυνάμεις οὐρανῶν, αἱ ὑπερκόσμιαι, προέτρεχον ὁμοῦ, καὶ συνεχόρευον, πνευματικῶς κραυγάζουσαι. Εὐφραίνεσθε, οἱ οὐρανοὶ προσδεχόμενοι, Θεοῦ Μητέρα, δι' οὗ δεσπόζει, ὁρατὰ καὶ ἀόρατα.
Δόξα... Καὶ νῦν ... Τὸ αὐτὸ
Ὁ πρῶτος κανὼν τῆς Ἑορτῆς καὶ οἱ δύο παρόντες τῶν Ἁγίων.
Ὁ Κανὼν τοῦ Ἁγίου Ἀγαθονίκου, οὗ ἡ Ἀκροστιχίς.
Ἀγαθονίκου τοὺς πόνους μέλπειν θέμις. Ἰωσήφ.
Ὠδὴ α' Ἦχος α'
δὴν ἐπινίκιον
γάθυνον Ἅγιε κεκακωμένην, ψυχήν μου τοῖς πάθεσιν, ἀγαθὸς γενόμενος, τοῦ ἀγαθοῦ μιμητής, καὶ λόγον δίδου τὴν σεπτήν, δοξάσαι μνήμην σου.
Γνωστὸς τῷ γινώσκοντι τὰ πάντα μάρτυς, ἐγένου θεόπνευστε, καὶ τὴν τούτου σάρκωσιν, ἐθνῶν ἐνώπιον, ἐκήρυξας τὸν τῆς σαρκός, μὴ πτήξας θάνατον.
νέστησας λόγῳ σου τοὺς πεπτωκότας, καὶ τῆς Ἀναστάσεως, κοινωνοὺς ἀνέδειξας, καὶ τῆς λαμπρότητος, τῆς αἰωνίου εὐσεβῶς, μάρτυς πολύαθλε.
Θεοτοκίον
Θαυμάτων ἐπέκεινα τὸ μέγα θαῦμα, Σεμνὴ τῆς λοχείας σου, καθορᾶται· τίκτεις γάρ, ἐν ὁμοιώματι σαρκὸς γενόμενον Χριστόν, δίχα τροπῆς καὶ φυρμοῦ.
Ὁ Κανὼν τοῦ Ἁγίου Λούππου, ἔχων τὴν δε τὴν Ἀκροστιχίδα.
Ὑμνῶ σε, Λοῦππε, μάρτυς ἠγλαϊσμένε. Ἰωσήφ.

Ὠδὴ α' Ἦχος δ'
Τριστάτας κραταιοὺς
μνοῦντι τὴν φαιδράν, καὶ φωσφόρον σου μνήμην, στρατιῶτα τοῦ Χριστοῦ, γενναῖε ἀθλητά, τὴν ψυχήν μου καταύγασον, λάμψεσι ταῖς ἀνεσπέροις, αὐγαζόμενος πάντοτε, καὶ τῷ θείῳ φωτὶ παριστάμενος.
Μαρτύρων ὑπελθών, τοὺς ἀνδρείους ἀγῶνας, ὡμολόγησας Θεόν, ὀφθέντα ἐπὶ γῆς, καὶ τὴν φύσιν θεώσαντα, πάνσοφε τὴν ἀνθρωπίνην, καὶ θεοὺς ἐξηφάνισας, τῶν Ἑλλήνων δυνάμει τοῦ Πνεύματος.
Ναμάτων ζωτικῶν, πληρωθεὶς τὴν καρδίαν, ὥσπερ θεῖος ποταμός, τὰ ῥεύματα σοφέ, τῆς ἀπάτης ἐξήρανας, πίστει δὲ τὰς διανοίας, τῶν ἀνθρώπων κατήρδευσας, βλαστανούσας καρπὸν ἐπουράνιον.
Θεοτοκίον
ς ὄρθρος εὐπρεπής, ἐκ λαγόνων ἀνίσχεις, Ἰησοῦν τὸν φωτισμόν, ἁπάντων καὶ Θεόν, ἀπειρόγαμε Δέσποινα, νύκτα τῆς πολυθεΐας, ἐκμειοῦντα καὶ λάμψεσιν, ἀνεσπέροις τὸν κόσμον φωτίζοντα.
Τοῦ Ἁγίου Ἀγαθονίκου
Ὠδὴ γ'
Στερεωθήτω ἡ καρδία μου
ματαιόφρων ταῖς θωπείαις σε, δολερῶς συλῆσαι ἐπήλπιζεν· ἐματαιώθη δὲ αὐτοῦ, τὸ ἀλλόκοτον φρόνημα, ἡδρασμένου σου ἐν πέτρᾳ, ἀψευδοῦς μάρτυς πίστεως.
περνηξάμενος τὸ πέλαγος, ἀλγεινῶν καὶ πόνων τοῦ σώματος, τῇ κυβερνήσει τοῦ Χριστοῦ, ἀθλητὰ Ἀγαθόνικε, προσωρμίσθης πρὸς λιμένας, νοητοὺς ἀγαλλόμενος.
Τομαὶ στρεβλώσεις τε τοῦ σώματος, ἐπ' ἐμὲ ἐρχέσθωσαν σήμερον, ξίφη καὶ τήγανα καὶ πῦρ, καὶ θηρία καὶ θάνατον· οὐ πτοοῦμαι ἀνεβόας, ἀθλητὰ Ἀγαθόνικε.
Θεοτοκίον
κατὰ φύσιν ἀπερίγραπτος, μορφωθεὶς ἐκ σοῦ τὸ ἡμέτερον, περιγραφὴν σωματικῶς, ὑπεδέξατο Δέσποινα, ἐν οὐσίαις καὶ θελήσεσι, διτταῖς γνωριζόμενος.
Τοῦ Ἁγίου Λούππου
Ὅτι στεῖρα ἔτεκεν
Στηριχθεὶς τοῦ Πνεύματος, τῇ ἀηττήτῳ δυνάμει, πρὸς τοὺς ἀγῶνας μάρτυς, ἐναπεδύσω ἀνδρικῶς, καὶ τὸ τῆς πλάνης φρύαγμα κατήργησας, Λοῦππε παμμακάριστε.
πιγνοὺς σε μάρτυρα, τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ ἀπηνὴς διώκτης, θωπείαις σου τὸν λογισμόν, ἐξαπατῆσαι ἤλπιζεν· ἐψεύσθη δὲ ὅμως ὁ παμπόνηρος.
Λύρα ὥσπερ Πνεύματι, τῷ παντουργῷ κρουομένη, ἀναφωνεῖς τυράννων, ἐνώπιον χαρμονικῶς, μέλος ἐνθέου γνώσεως, καταθέλξας πίστει τοὺς προστρέχοντας.
Θεοτοκίον
Θεὸς ἐν μέσῳ σου, κατασκηνώσας ὡς οἶδε, τῆς παρθενίας κλεῖθρα, οὐ παρεσάλευσεν Ἁγνή· ἐν ἀσαλεύτῳ πέτρᾳ δέ, τῆς πίστεως πάντας ἐστερέωσεν.
Ὁ Εἱρμὸς
τι στεῖρα ἔτεκεν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε Συναγωγή, τῷ θαυμαστῷ Θεῷ ἡμῶν βοήσωμεν· Ἅγιος εἶ Κύριε.
Κάθισμα τοῦ Ἁγίου Ἀγαθονίκου
Ἦχος α'
Τὸν τάφον σου Σωτηρ
θλήσει λαμπρυνθείς, ὡς χρυσὸς ἐν καμίνῳ, ἐξήστραψας σοφέ, ἰαμάτων ἀκτῖνας, καὶ σκότος ἐμείωσας, τῶν δαιμόνων ἐν χάριτι· ὅθεν ἅπαντες, τὴν παναγίαν σου μνήμην, ἑορτάζομεν, θεομακάριστε μάρτυς, ἀθλητὰ Ἀγαθόνικε.
Δόξα... Τοῦ Ἁγίου Λούππου
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τὸ ὀπτικόν σου τῆς ψυχῆς ἐκκαθάρας, καθυπεδέξω τὴν αὐγὴν τῆς Τριάδος, καὶ τὰς ἐν ζόφῳ πάνσοφε ἐφώτισας ψυχάς, αἴγλῃ θείων λόγων σου, Λοῦππε μάρτυς Κυρίου· ὅθεν πρὸς ἀνέσπερον, μεταβέβηκας φέγγος, ὑπὲρ ἡμῶν ἀπαύστως δυσωπῶν, τῶν σὲ τιμώντων, καὶ πίστει ὑμνούντων σε.
Καὶ νῦν ... Τῆς Ἑορτῆς
Ἦχος ὁ αὐτὸς
Κατεπλάγη Ἰωσὴφ
ναβόησον Δαυΐδ, τὶς ἡ παροῦσα Ἑορτὴ; Ἣν ἀνύμνησα φησίν, ἐν τῷ Βιβλίῳ τῶν Ψαλμῶν, ὡς θυγατέρα θεόπαιδα καὶ Παρθένον, μετέστησεν αὐτήν, πρὸς τὰς ἐκεῖθεν μονάς, Χριστὸς ὁ ἐξ αὐτῆς, ἄνευ σπορᾶς γεννηθείς· καὶ διὰ τοῦτο χαίρουσι, μητέρες καὶ θυγατέρες, καὶ νύμφαι Χριστοῦ, βοῶσαι· Χαῖρε, ἡ μεταστᾶσα, πρὸς τὰ ἄνω βασίλεια.
Τοῦ Ἁγίου Ἀγαθονίκου
Ὠδὴ δ'
Ἐν Πνεύματι προβλέπων
πῆλθες τῶν μαρτύρων, τὸ στάδιον σοφέ, ὅπλῳ θείας πίστεως, λαμπρῶς περιφραχθείς, περιπλακεὶς δέ, τῷ δυσμενεῖ κατὰ κράτος, τοῦτον νικήσας, καθυπέταξας ποσὶ σου, μάρτυς ἀθλητὰ Ἀγαθόνικε.
Σοφίᾳ σου τῶν λόγων, καὶ ἔργων ἱερῶν, θείαις ἐπιδείξεσιν, ἐξέπληξας ἐχθρούς, ὑπολαβόντας τὸ καρτερὸν τοῦ νοός σου, καταπαλαῖσαι, καὶ πρὸς πλάνην καθελκύσαι, μάρτυς τοῦ Χριστοῦ Ἀγαθόνικε.
Πυρὶ ὁλοκαυτώσας, ἀγάπης θεϊκῆς, σοῦ τὸν νοῦν ἀοίδιμε, τὸ πῦρ τῶν δυσσεβῶν, οὐκ ἑπτοήθης, ἀλλ' ἀνάψας ὡς ἄνθραξ, τῆς ἀθεΐας, ἐνεπύρισας τὴν ὕλην, μάρτυς Ἱερὲ Ἀγαθόνικε.
Θεοτοκίον
νώτοις ἐπιβαίνων, Ἁγνὴ χερουβικοῖς, σαρκωθεὶς ὡς ἄνθρωπος, ἐκ σοῦ θεοπρεπῶς, σοῦ ταῖς ἀγκάλαις καθέζεται, ὥσπερ βρέφος, καὶ νηπιάζει, νηπιόφρονα τὸν πάλαι, σῴζων γεγονότα πρωτόπλαστον.
Τοῦ Ἁγίου Λούππου
Ὁ καθήμενος ἐν δόξῃ
περβὰς τῆς ἀνθρωπίνης, ἀσθενείας μακάριε, τοὺς γεώδεις ὅρους, ἔφερες πληγὰς ῥαβδιζόμενος, ῥάβδον δυνάμεως φέρων τὸν σωτήριον, παναοίδιμε, Λοῦππε Σταυρόν τοῦ Θεοῦ ἡμῶν.
Πεποιθὼς καθάπερ ὄρος, ἐπὶ Κύριον ἔμεινας, ἀθλοφόρε Λοῦππε, θείᾳ συμμαχίᾳ ἀσάλευτος, τοὺς σπαραγμοὺς τῶν μελῶν σου· ὅθεν ἤνεγκας, ἀνυψούμενος, πρὸς οὐρανόν θείῳ ἔρωτι.
Πλήρης πίστεως ὑπάρχων, καὶ σοφίας καὶ χάριτος, ἀνομούντων μέσον, Λόγον τοῦ Θεοῦ ὡμολόγησας, τῶν πεμπομένων βελῶν δὲ οὐκ ἐφρόντισας, εἰργομένων, δυνάμει Χριστοῦ προσεγγίσαι σοι.
Θεοτοκίον
πὶ σὲ καθάπερ ὄμβρος, τῆς σοφίας ἡ ἄβυσσος, Ἰησοῦς κατῆλθε, μόνην καθαρὰν σε εὑράμενος, Θεογεννῆτορ Παρθένε καὶ κατέκλυσεν, ἀσεβείας, χειμάρρους δεινούς θείᾳ χάριτι.
Τοῦ Ἁγίου Ἀγαθονίκου
Ὠδὴ ε'
Τὸ φαεινὸν ἡμῖν
Νόμοις ἀντέθηκας τοῦ ἀλάστορος, νόμον σωτήριον, ἐννομώτατος ὡς μάρτυς ἔνδοξε, τοῦ νομοδότου πάντων καὶ δεσπόζοντος, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
περιβόητος καὶ περίδοξος, μάρτυς γενόμενος, Ἀγαθόνικος νῦν μακαρίζεται, σὺν οὐρανίαις πάντοτε Δυνάμεσι, φαιδρῶς ἀγαλλόμενος.
πὲρ τὸ ζῆν θανεῖν εἵλου ἔνδοξε, ὅπως τὴν μέλλουσαν, ὡς ἀΐδιον καὶ αἰωνίζουσαν ζωὴν κερδήσῃς· ὅθεν ξίφει τέμνοντι, κλίνεις τὸν αὐχένα σου.
Θεοτοκίον
Σοῦ τὰ θαυμάσια προορώμενος, θείῳ ἐν Πνεύματι, Ἡσαΐας ἀνεκραύγαζεν· Ἰδοὺ ἐν μήτρᾳ ἕξεις τὸν ἀχώρητον, σαρκούμενον Ἄχραντε.
Τοῦ Ἁγίου Λούππου
Ἀσεβεῖς οὐκ ὄψονται
Μεληδὸν ἠπείλησαν, συγκόπτειν σε ἐχθροί, ἑαυτοὺς μᾶλλον δὲ σοφέ, θεϊκαῖς προστάξεσι κατατέμνοντες, ἀσινῆ καὶ ἄτρωτον, κατενόουν φυλαττόμενον.
παιωρήσας ἔνδοξε, τὸ ὄμμα τῆς ψυχῆς, πρὸς τὴν πέτραν τὴν ἀρραγῆ, οὐδαμῶς τοῖς κύμασι μάρτυς σεσάλευσαι, τῶν πικρῶν κολάσεων, θείᾳ ῥώμῃ δυναμούμενος.
αντισμοῖς αἱμάτων σου, πυρὰν εἰδωλικήν, ἐναπέσβεσας ἀθλητά, καὶ πυρὶ τῶν ἄθλων σου πᾶσαν κατέφλεξας, τὴν ἀπάτην Πνεύματι, τῷ Ἁγίῳ πυρακτούμενος.
Θεοτοκίον
Τὴν ἁγνὴν ἁγνεύοντι, τιμήσωμεν νοΐ, καλλονὴν τὴν τοῦ Ἰακώβ, καὶ ἐνθέοις πράξεσι καλλυνόμενοι, εὐσεβῶς ὑμνήσωμεν, ὡς μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τοῦ Ἁγίου Ἀγαθονίκου
Ὠδὴ ς'
Τὸν Προφήτην Ἰωνᾶν
Μυριόλεκτον πληθύν, Αἰθιόπων νοητῶν, κατεπάλαισας σοφέ, ἀσθενείᾳ τῆς σαρκός, καὶ ἥνωσαι, ταῖς μυριάσι, τῶν νοερῶν λειτουργῶν.
πορεύθης ἀνδρικῶς, μαρτυρίου τὴν ὁδόν, καὶ ἐστένωσας ὁδούς, τῆς κακίας ἀθλητά, καὶ ἔφθασας τὰς εὐρυχώρους, σκηνώσεις τῶν οὐρανίων νοῶν.
Λαμπρυνθεὶς ὥσπερ χρυσός, τῇ χωνείᾳ τῶν δεινῶν, παθημάτων τοῦ Χριστοῦ, Ἀγαθόνικε σοφέ, ἐκσφράγισμα ἐδείχθης, θείοις ἀποτεθεὶς θησαυροῖς.
Θεοτοκίον
Παρθενεύεις ὡς τὸ πρίν, καὶ τεκοῦσα τὸν Χριστόν, γαλουχεῖς πᾶσι τροφήν, τὸν παρέχοντα Ἁγνή, παράδοξον, σεμνὴ τὸ θαῦμα καὶ ἀκατάληπτον.
Τοῦ Ἁγίου Λούππου
Ἐβόησε προτυπῶν
πέφερες, τῆς σαρκὸς τὰς βασάνους στερρότατα, βασανίζων, ἀνομούντων φρονήματα ἄθεα, καὶ πικρῶς μαστίζων, τῶν δαιμόνων πληθὺν ἀξιάγαστε.
Συνέσεισας, καὶ ὡς χοῦν τοὺς θεοὺς κατελέπτυνας, τῶν ἀθέων, σεαυτὸν δὲ ἀνέστησας ἔμψυχον, εὐσεβείας στήλην, καὶ εἰκόνα ἀνδρείας θεόπνευστε.
γάλλετο, ἐντρυφῶν ταῖς βασάνοις ὁ ἔνδοξος, ἀθλοφόρος, προορῶν τοὺς στεφάνους ἐν πνεύματι, καὶ τὴν δι' αἰῶνος, ἐσομένην τοῖς μάρτυσιν εὔκλειαν.
Θεοτοκίον
Γεγέννηκας, ὃν Πατὴρ πρὸ αἰώνων γεγέννηκε, προανάρχως, καὶ μαστοῖς τὸν τροφέα ἐθήλασας, ὑπὲρ νοῦν τὸ θαῦμα, ὑπὲρ λόγον Ἁγνὴ τὸ μυστήριον.
Ὁ Εἱρμὸς
βόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης Ἰωνᾶς, ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν Δυνάμεων.
Κοντάκιον Ἦχος α'
Χορὸς ἀγγελικὸς
Τὴν κλῆσιν ἀγαθήν, κεκτημένος θεόφρον, ἀνδρῶν τῶν πονηρῶν, ἀπεστράφης τὸ σέβας, μὴ πτήξας κολάσεων, εἶδος πᾶν, Ἀγαθόνικε· ὅθεν γέγονας, τῶν ἀγαθῶν κληρονόμος, καὶ ἀπείληφας, σὺν τοῖς συνάθλοις ἀξίως, τὸν ἄφθαρτον στέφανον.
Ὁ Οἶκος
Τὸν ἀγαθὸν καὶ φιλάνθρωπον καθικέτευε, Ἀγαθόνικε πάνσοφε, τοῦ ἀγαθῦναι τὴν κάκωσιν τῆς ἐμῆς καρδίας, καὶ δωρήσασθαι λόγον μοι, τοῦ ἀξίως ὑμνῆσαί σου τούς ἀγῶνας, οὓς ἤθλησας ὑπὲρ τῆς πίστεως τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν, πῶς πανταχόθεν περιεσκόπεις οἷά περ ποιμήν, μάρτυς, καὶ τοὺς λύκους ἐκδιώκων ἐποδήγεις σου τὴν ποίμνην πρὸς γῆν ἀληθείας, βοῶν ἐν παρρησίᾳ· Ὡς πρόβατα ἐγνώσθημεν σφαγῆς· διὸ θάνωμεν, ἵνα κομισώμεθα τὸν ἄφθαρτον στέφανον.
Συναξάριον
Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου καὶ τῶν σὺν αὐτῷ, Ζωτικοῦ Ζήνωνος, Θεοπρεπίου, Ἀκινδύνου καὶ Σεβηριανοῦ.
Στίχοι
γαθονίκου κλῆσις ἀψευδεστάτη,
Χρηστὴν βοῶσα τοῦδε νίκην ἐκ ξίφους.
Τρεῖς καρτεροῦντες μηχανήματος βίαν,
Τὰς μηχανὰς λύουσι τοῦ παμμηχάνου.
ν μάρτυσι τμηθεῖσιν αὐχένα ξίφει,
Σεβηριανὸς τάττεται τμηθεὶς ξίφει.
δοὺ παρ ἡμῖν καὶ Κυρηναῖος νέος,
Οὐκ ἀγγαρευθείς, ἀλλ' ἑκὼν Σταυρὸν φέρων.
κτανε δευτερίῃ ξίφος εἰκάδι Ἀγαθόνικον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας μάρτυρος Ἀνθούσης καὶ Ἀθανασίου Ἐπισκόπου, τοῦ βαπτίσαντος αὐτήν, καὶ Χαρησίμου καὶ Νεοφύτου τῶν οἰκετῶν αὐτῆς.
Στίχοι
νθῆσαν ἐκ γῆς τῆς Σελευκείας ῥόδον,
νθοῦσαν ἐδρέψαντο χεῖρες Ἀγγέλων.
θανάσιος κἂν τεθνήξωμαι ξίφει,
Τοῖς ζῶσι Χριστοῦ ζῶν τετάξομαι φίλοις.
Δοῦλοι δύο τμηθέντες, εὗρον οἱ δύο
Τὴν εὐγένειαν, ἣν ἀπώλεσαν πάλαι.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι μάρτυρες Εἰρηναῖος, Ὤρ καὶ Ὄροψις ξίφει τελειοῦνται.
Στίχοι
Ξίφει τριὰς τμηθεῖσα, τριστάτας πλάνης,
Βυθῷ καλύπτει τῶν ἑαυτῆς αἱμάτων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τοῦ Ἁγίου Ἀγαθονίκου
Ὠδὴ ζ'
Τοὺς ἐν καμίνῳ Παῖδάς σου
πουρανίου δόξης κοινωνὸς γεγένησαι, πάντα τὰ ἐν γῇ παραδραμών, καὶ ἐκ ψυχῆς τὸν οὐρανοῦ καὶ γῆς Δεσπότην, ἀγαπήσας ἔνδοξε· ὅθεν τιμῶμεν τὴν σήν, ἁγίαν μνήμην πιστῶς.
χνηλατῶν τὸ πάθος τοῦ Χριστοῦ, τοῦ βλύσαντος πᾶσι τὴν ἀπάθειαν πιστοῖς, ὑπέμεινας ὀνειδισμοὺς καὶ θλίψεις μάρτυς, καὶ θάνατον ἄδικον, ξίφει τὴν σὴν κεφαλήν, ἀποτμηθεὶς ἐν χαρᾷ.
Νεκροῖς ξοάνοις σέβας οὐδαμῶς, ἀπένειμας σέβων τὸν ἀθάνατον Θεόν, τὸν δι' ἡμᾶς νεκρὸν ὀφθέντα, καὶ τοῦ πλάνου τὴν ἰσχὺν νεκρώσαντα· ὅθεν ζωῆς ἀληθοῦς, ἔτυχες μάρτυς σοφέ.
Θεοτοκίον
Θεὸς ἐκ σοῦ ἐγένετο βροτός, τὸ φύραμα Ἄχραντε θεώσας τῶν βροτῶν, καὶ κοινωνοὺς φύσεως θείας ἐκτελέσας, τοὺς σὲ μακαρίζοντας, ἐν γυναιξὶν ἀληθῶς, εὐλογημένη Ἁγνή.
Τοῦ Ἁγίου Λούππου
Ὁ διασώσας ἐν πυρὶ
Λελαμπρυσμένος καλλοναῖς, τῶν καλλοποιῶν παθημάτων, ἐπὶ Σταυροῦ τῷ δι' ἡμᾶς, ἐνεγκόντι παθήματα ἔνδοξε, γεγηθὼς νῦν παρίστασαι, αὐγαζόμενος ταῖς θείαις φωτοχυσίαις.
π' οὐρανοῦ σοι φανερῶς, ὕδωρ ἐκχυθὲν παραδόξως, φωταγωγεῖ καὶ δυναμοῖ, τὴν ψυχήν σου βοᾶν προτρεπόμενον· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
στασο μέσον τῶν ἐχθρῶν, πύργος ἀπερίτρεπτος ὥσπερ, οὐ σαλευόμενος τὸν νοῦν, πολυτρόπων βασάνων ἀοίδιμε, ἀθλητὰ μηχανήμασι, καταράσσων δὲ τὴν πλάνην μεγαλοφρόνως.
Θεοτοκίον
Σὲ καλλονὴν τοῦ Ἰακώβ, μόνην ἐξελέξατο μόνος, ὁ κατοικῶν τοὺς οὐρανούς, καὶ οἰκήσας ἐν μέσῳ σου Ἄχραντε, οὐδαμῶς παρεσάλευσε, παρθενίας σου τὰ κλεῖθρα εὐλογημένη.
Τοῦ Ἁγίου Ἀγαθονίκου
Ὠδὴ η'
Ὃν φρίττουσιν Ἄγγελοι
κ τόπου συρόμενος, εἰς τόπον ἀθλητά, τὴν γῆν καθηγίασας, τοῖς βήμασι τοῖς σοῖς, καὶ κλίνας αὐχένα ξίφει τέμνοντι σαρκὸς διεζεύχθης, καὶ τῷ Θεῷ ἡνώθης.
Μαστίγων παντοίων τε, βασάνων τῆς σαρκός, ἠλόγησας ἔρωτι, φλεγόμενος Θεοῦ, καὶ χαίρων συνήφθης τὸν ἀγῶνα καλῶς, τὸν σὸν ἐκτελέσας, ταῖς ἄνω μυριάσιν.
σχὺς καταβέβληται, ἀσάρκου δυσμενοῦς· σαρκὸς ἀσθενεία γάρ, οἱ μάρτυρες Χριστοῦ, ἐτρέψαντο τοῦ, τὸν δυναμούμενοι, τῇ παντοδυνάμῳ, ἰσχύϊ τοῦ Δεσπότου.
Θεοτοκίον
Σκηνὴν σε καὶ τράπεζαν, καὶ θείαν κιβωτόν, καὶ στάμνον χωρήσασαν, τὸ μάννα τῆς ζωῆς, καὶ ἅγιον ὄρος ὀνομάζομεν, Παρθένε Μαρία, ἀεὶ εὐλογημένη.
Τοῦ Ἁγίου Λούππου
Λυτρωτὰ τοῦ παντὸς
Μετὰ πλείστας βασάνους μακάριε, τῷ Θεῷ τὸν αὐχένα ὑπέκλινας, ξίφει καρατομούμενος, κεφαλὰς δὲ συγκόπτων ὡς ἐν ἐκστάσει, παρανόμων ἀνδρῶν διὰ πίστεως.
αυτὸν πρὸς σφαγὴν ἐθελούσιον, ὡς ἀρνίον ἐκδέδωκας ἄκακον, Ἀμνὸν Θεοῦ τὸν αἴροντα, εἰκονίζων τοῦ κόσμου τὴν ἁμαρτίαν, οὐκ ἐρίζοντα οὐδὲ κραυγάζοντα.
Νοσημάτων παντοίων ἀλέξημα, ἰατρεῖον ψυχῶν ἀδαπάνητον, σοῦ ἡ σορὸς γεγένηται, πρὸς Θεοῦ δὲ τὴν χάριν τῶν ἰαμάτων, κατεπλούτησας Λοῦππε πανεύφημε.
Θεοτοκίον
Εὐλογεῖ πᾶσα κτίσις τὸν τόκον σου, εὐλογίαις ἡμᾶς στεφανώσαντα, καὶ τὴν ἀρὰν ἐξάραντα, παντευλόγητε μόνη δεδοξασμένη, ἡ τὸ γένος ἡμῶν χαριτώσασα.
Ὁ Εἱρμὸς
Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε, τοὺς ἐν τῷ μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Τοῦ Ἁγίου Ἀγαθονίκου
Ὠδὴ θ'
Τὴν φωτοφορον νεφέλην
ερωτάταις χορείαις, τῶν ἱερῶν Ἀποστόλων, καὶ συναυλίαις Ἀθλητῶν, καὶ Ὁσίων ἀγέλαις, καὶ Προφητῶν ἀριθμηθείς, σοφὲ Ἀγαθόνικε, γηθόμενος, σὺν αὐτοῖς τῇ Τριάδι, στεφηφόρος, νῦν παρίστασαι φαιδρῶς.
ς θαυμαστός σου ὁ ζῆλος, ὡς σταθερά σου ἡ πίστις, ὡς ἀγαθὴ ἡ πρὸς Θεόν, σοῦ πεποίθησις μάρτυς, ὡς φωταυγής σου ἡ ζωή, ὡς χάριτος ἔμπλεως ὁ θάνατος, ἀθανάτου σε δόξης, ἀθλοφόρε, ἐκτελέσας κοινωνόν.
Σὲ τοῦ Χριστοῦ τὸ ἀρνίον, τὸ ἱερώτατον θῦμα, τῶν ἀθλητῶν τὴν καλλονήν, τῶν θαυμάτων τὴν βρύσιν, τῆς Ἐκκλησίας τὸ τερπνόν, θεόφρον ἀγλάϊσμα, τὸ στήριγμα, τῶν πιστῶν εὐφημοῦμεν, κατὰ χρέος, Ἀγαθόνικε σοφέ.
παναγία σου μνήμη, καθαγιάζουσα κόσμον, νῦν ἐπεδήμησεν ἡμῖν, παναοίδιμε μάρτυς, ἐν ᾗ δεόμεθᾳ τυχεῖν, τῆς σῆς ἀντιλήψεως, τιμῶντές σε, Ἀγαθόνικε πόθῳ, ὡς τοῦ Λόγου, ἀγαθὸν θεραπευτήν.
Θεοτοκίον
Φιλαμαρτήμονα γνώμην, καὶ ἀδιόρθωτον βίον, καὶ πλημμελήσασαν ψυχήν, καὶ καρδίαν ῥυπῶσαν, ἔχων ὁ ἄσωτος ἐγώ, προσπίπτω σοι Δέσποινα, βοήθει μοι, καὶ διόρθωσιν δίδου, πρὶν με φθάσῃ, τοῦ θανάτου ἡ τομή.
Τοῦ Ἁγίου Λούππου
Εὔα μὲν τῷ τῆς παρακοῆς
φθης ὡς πολύφωτος ἀστὴρ τὸν ἥλιον, καταγγέλλων τοῖς καθεύδουσι, μάρτυς ἐν σκότει ἀπωλείας, ὑφ' οὗ καταυγασθέντες ἐδείχθησαν, ἡμέρας κοινωνοὶ διὰ πίστεως, τῆς ἀνεσπέρου ἀξιάγαστε.
Σήμερον ἡ μνήμη σου ἡμῖν ἐξέλαμψε, τοῦ ἡλίου τηλαυγέστερον, πᾶσαν τὴν γῆν φωταγωγοῦσα, τὰ νέφη τῶν ψυχῶν ἀπελαύνουσα, καὶ ζόφον τῶν παθημάτων ἐξαίρουσα, ἣν ἐτησίως ἑορτάζομεν.
ἄνω Σιὼν τῶν ἐκλεκτῶν μητρόπολις, σοῦ τὸ πνεῦμα φέρει χαίρουσα, τῶν πρωτοτόκων Ἐκκλησία, φαιδρύνεται· πιστοὶ δὲ τιμῶμέν σε, αἰτουμενοι σωθῆναι πρεσβείαις σου, Λοῦππε θεόφρον παμμακάριστε.
Θεοτοκίον
Φωτὸς τοῦ ἐν σοὶ μαρμαρυγαῖς Θεόνυμφε, τὴν ψυχήν μου φωταγώγησον, κείμενον βόθρῳ ἀπωλείας, ἀνάστησον ἐχθροὺς καταράσσουσα, τοὺς θλίβοντας ἀεὶ τὴν καρδίαν μου, καὶ πρὸς τὰ πάθη συνωθοῦντάς με.
Ὁ Εἱρμὸς
Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μακαρίζομεν.
Ἐξαποστειλάριον
Τοῖς μαθηταῖς συνέλθωμεν
γαθονίκου μάρτυρος, τὴν ὑπέρφωτον μνήμην, λαμπροφανῶς τελέσωμεν, ἣν συνῆψεν ἡ χάρις, τῇ τῆς Πανάγνου Κοιμήσει· Οὗτος γὰρ ὁ γενναῖος, τυράννους μὲν κατῄσχυνεν, ἐναθλῶν στερροψύχως, τῷ δὲ Χριστῷ, χαίρων νῦν παρίσταται στεφηφόρος, ὑπὲρ ἡμῶν δεόμενος, τῶν αὐτὸν εὐφημούντων.
Τῆς Ἑορτῆς
Ὁ οὐρανὸν τοῖς ἄστροις
πόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σύ, Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.
Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια.
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ
Γῆ μὲν τῇ σῇ ταφῇ, ηὐλόγηται Παρθένε, ἀὴρ δὲ τῇ ἀνόδῳ, ἡγίασται τῇ ξένῃ, νόμῳ θανούσης φύσεως.
Στίχ. νάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου.
μνοις σου τὸ σεπτόν, καὶ θεοδόχον σῶμα, προπέμποντες οἱ θεῖοι, Ἀπόστολοι ἐβόων· Ποῦ νῦν ἀπαίρεις Δέσποινα;
Στίχ. μοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν.
Σῶμά σου τῇ φθορᾷ, ἀπρόσιτον ὑπῆρξε, καὶ πρὸς ταφὴν ἐδόθη, τῆς φύσεως τῷ νόμῳ, μένει δὲ ἀδιάφθορον.
Δόξα... Καὶ νῦν ... Ὅμοιον
Πάντες οἱ γηγενεῖς, συνδράμωμεν προθύμως, μετὰ τῶν Ἀσωμάτων, κηδεῦσαι τὴν τεκοῦσαν, τὸν Ποιητὴν τῆς κτίσεως.

Καὶ ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, κατὰ τὸ σύνηθες, καὶ Ἀπόλυσις.

cd33cdc7-7089-46c3-8a2a-0ca706b1c5c9
Y2:cd33cdc7-7089-46c3-8a2a-0ca706b1c5c9