Δευτέρα 19 Μαΐου 2014

ΜΗΝΑΙΟ ΣΕΠ. (28)



ΣΕΠΤΕΜΒΡΙΟΥ
ΤΗ ΚΗ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Χαρίτωνος.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ες τό, Κύριε, κέκραξα, στμεν Στίχους ς’ κα ψάλλομεν Στιχηρ Προσόμοια.                                                                                                          
χος δ’
δωκας σημείωσιν.
Πάθη τὰ τοῦ σώματος, δι' ἐγκρατείας ἐμάρανας, καὶ συντόνου δεήσεως, καὶ ὄφιν τὸν δόλιον, τῶν δακρύων ὄμβροις, ἀπέπνιξας Πάτερ, καὶ εὐηρέστησας Θεῷ, ὑπερβαλλόντως Χαρίτων Ὅσιε· διὸ σε κατεκόσμησεν, ἐπουρανίοις χαρίσμασιν, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
δρῶσιν ἀσκήσεως, ἐναποσβέσας τοὺς ἄνθρακας, τῶν παθῶν ἀξιάγαστε, πυρὶ προσωμίλησας, αἰκισμῶν καὶ πόνων, καθομολογήσας, πρὸ τῶν ἀνόμων δικαστῶν, τοῦ σαρκωθέντος Λόγου τὴν κένωσιν, καὶ Μάρτυς ἐχρημάτισας, πεποικιλμένος, τοῖς στίγμασι, πολυτρόπων κολάσεων, θεοφόρε πανόλβιε.
ρήμοις καὶ ὄρεσι, σὺ φυγαδεύων ἐμάκρυνας, τὴν ψυχὴν ἀκηλίδωτον, τηρῶν ἱερώτατε, καὶ Τριάδος οἶκος, Χαρίτων ἐδείχθης, ἧς τῇ δυνάμει ἱερούς, ἀνεδομήσω οἴκους μακάριε, καὶ μάνδρας εἰς σωτήριον, τῶν μοναστῶν περιποίησιν, τῶν τιμώντων τὴν μνήμην σου, τὴν ἁγίαν ἀοίδιμε.
Δόξα... χος δ’
ωάννου Μοναχοῦ.
Θεοφόρε Χαρίτων, σὺ καὶ μετὰ θάνατον ἐν οὐρανοῖς ζῇς ἐν τῷ Χριστῷ, δι' ὃν τῷ κόσμῳ σεαυτὸν ἀνεσταύρωσας· ἔξω γὰρ σαρκὸς καὶ κόσμου γενόμενος, ὑπὲρ τὰ ὁρώμενα ἔζης ἀληθῶς· οὐ γὰρ ἔζης σεαυτῷ, ἔζη δὲ μᾶλλον ἐν σοὶ Χριστὸς ὁ Θεὸς ἡμῶν· Αὐτὸν ἱκέτευε σωθῆναι τάς ψυχὰς ἡμῶν.
Κα νν... Θεοτοκίον.
ς γενναον ν Μάρτυσιν.
ν θαλάσσῃ με πλέοντα, ἐν ὁδῷ με βαδίζοντα, ἐν νυκτὶ καθεύδοντα περιφρούρησον, ἐπαγρυπνοῦντα   χαρίτωσον, τὸν νοῦν μου Πανάμωμε, καὶ ἀξίωσον ποιεῖν, τοῦ Κυρίου τὸ θέλημα, ὅπως εὕροιμι, ἐν ἡμέρᾳ τῆς δίκης τῶν ἐν βίῳ, πεπραγμένων μοι τὴν λύσιν, ὁ προσφυγὼν ἐν τῇ σκέπῃ σου.
Σταυροθεοτοκίον.
ν Σταυρῷ ὡς ἑώρακε, καθηλούμενον Κύριε, ἡ ἀμνὰς καὶ Μήτηρ σου ἐξεπλήττετο, καὶ τὶ τὸ ὅραμα ἔκραζεν, Υἱὲ ποθεινότατε; ταῦτά σοι ὁ ἀπειθής, δῆμος ἀνταποδίδωσιν, ὁ παράνομος, ὁ πολλῶν σου θαυμάτων ἀπολαύσας; Ἀλλὰ δόξα τῇ ἀρρήτῳ, συγκαταβάσει σου Δέσποτα.
Ες τν Στίχον Στιχηρ τς κτωήχου.

Δόξα... χος πλ. δ’
Τῶν Μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σε τιμῶμεν Χαρίτων Ὅσιε· διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν πορεύεσθαι ἔγνωμεν· Μακάριος εἶ τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Ὁσίων συμμέτοχε καὶ Δικαίων, μεθ' ὧν πρὲσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
Κα νν... Θεοτοκίον.
το παραδόξου θαύματος.
Χαῖρε πιστῶν περιποίησις, ἁμαρτανόντων λιμήν, ἀμελούντων διόρθωσις, χαῖρε ψυχαγώγημα, θλιβομένων βοήθεια, παραμυθία, χαῖρε ψυχῶν ἀγαθή, τῶν ἀσθενούντων, ψυχῶν ἡ ἴασις, χαῖρε συνάλλαγμα, πρὸς Θεὸν μεσίτρια, τῶν Σεραφὶμ πάντων ὑπερέχουσα, ἁγιωτέρα σεμνή.
Σταυροθεοτοκίον.
Τὶ τὸ ὁρώμενον θέαμα, ὁ τοῖς ἐμοῖς ὀφθαλμοῖς, καθορᾶται ὦ Δέσποτα; ὁ συνέχων ἅπασαν, κτίσιν ξύλῳ ἀνήρτησαι, καὶ θανατοῦσαι ὁ πᾶσι νέμων ζωήν; ἡ Θεοτόκος κλαίουσα ἔλεγεν, ὅτε ἑώρακεν, ἐν Σταυρῷ κρεμάμενον, τὸν ἐξ αὐτῆς, ἀρρήτως ἐκλάμψαντα, Θεὸν καὶ ἄνθρωπον.
πολυτίκιον.  χος πλ. δ’
Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι, Χαρίτων Πατὴρ ἡμῶν Ὅσιε· πρὲσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχὰς ἡμῶν.
Δόξα... Κα νν... Θεοτοκίον
Καὶ Ἀπόλυσις

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
συνήθης Στιχολογία.
Κάθισμα  χος πλ. δ’
Τν Σοφίαν κα Λόγον.
Τῆς ἀθλήσεως πόνοις δοκιμασθείς, τῆς ἀσκήσεως ἄθλοις βεβαιωθείς, χρυσίου λαμπρότερον, εὐσεβείᾳ ἀπήστραψας, καὶ καθαρὸν δοχεῖον ὑπάρξας τοῦ Πνεύματος, πονηρῶν πνευμάτων τὸ σκότος ἐμείωσας· ὅθεν συναθροίσας, μοναζόντων ἀγέλας, ποιμὴν τούτων γέγονας, καὶ φωστὴρ διαυγέστατος· Ὦ Χαρίτων μακάριε, πρὲσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Κα νν...
Θεοτοκίον, μοιον.
Λογισμοῖς ὀλισθαίνων τοῖς πονηροῖς, εἰς βυθὸν κατηνέχθην ἁμαρτιῶν· καὶ στένων κραυγάζω σοι, ἐκ καρδίας Πανάχραντε· Ἐν ἐμοὶ θαυμάστωσον, τὸ πλούσιον ἔλεος, καὶ τῆς σῆς εὐσπλαγχνίας, τὸ ἄπειρον πέλαγος, καὶ τῶν οἰκτιρμῶν σου, τὸν ἀμέτρητον πλοῦτον, καὶ δός μοι μετάνοιαν, καὶ πταισμάτων συγχώρησιν, ἵνα πόθῳ κραυγάζω σοι· Πρὲσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σε γὰρ ἔχω ἐλπίδα ὁ δοῦλος σου.
Σταυροθεοτοκίον.
Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε κλαίουσα, καὶ πικρῶς ἀπεφθέγγετο· ὁ μεν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἥν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους. Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀγαθότητος· ἱλάσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων, ἄφεσιν τοῖς δούλοις σου, τοῖς ἀνυμνοῦσιν ἐν πίστει, τὰ ἄχραντα πάθη σου.
Ο Κανόνες, τς κτωήχου, κα το γίου ες ς’. Ποίημα Θεοφνους. Ο δέ, ωάννου Μοναχο.
δ α’  χος δ’
Θαλάσσης τ ρυθραον.
Θαλάσσης, ἀθλητικῆς τὸ πέλαγος, διανηξάμενος, τῷ ζωηφόρῳ ὅπλῳ τοῦ Σταυροῦ, Φαραὼ τὸν ἀλάστορα, τὸν νοητὸν Μακάριε, θείᾳ δυνάμει κατεπόντισας.
Κυρίῳ, ἀνατεθεὶς Μακάριε, σπαργάνων ἐκ μητρικῶν, τυραννικοῦ πρὸ βήματος Χριστόν, θεοφρόνως ἐκήρυξας, μωσαϊκῶς καθεῖλες δέ, τῶν ἀντιθέων τὰ φρυάγματα.
Τῆς πλάνης, καταλιπὼν τὴν Αἴγυπτον, Χαρίτων Ὅσιε, καὶ ἐρημοπολίτης γεγονώς, καθαρῶς προσωμίλησας, τῷ καθαρῷ καὶ εἴληφας, τὴν κληρουχίαν τὴν οὐράνιον.
Θεοτοκίον.
σπόρως, τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι' ἡμᾶς ἐκ σοῦ ἀπάτορα.
δ γ’
Εφραίνεται π σοὶ.
Εὐφραίνεται ἐπὶ σοί, τῶν φοιτητῶν ἡ λογικὴ ποίμνη σου, πνευματικῆς Ὅσιε, τῆς σῆς κοινωνοῦσα φαιδρότητος.
Τὸ φρόνημα τῆς σαρκός, ὡς δυσμενείας εἰς Θεὸν αἴτιον, τῷ τῆς ζωῆς πνεύματι, Ὅσιε Χαρίτων ὑπέταξας.
Κάθεῖλες δαυϊτικῶς, τοῦ ἀλλοφύλου Γολιὰθ Ὅσιε, τὴν νοητὴν δύναμιν, ἐν τῇ παντευχίᾳ τοῦ Πνεύματος.
Θεοτοκίον.
Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ Χαῖρε κραυγάζομεν.
Ερμς.
Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σὺ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.

Κάθισμα  χος δ’
Ταχ προκατάλαβε.
Τοῖς λόγοις ἐκόσμησας, τὴν Ἐκκλησίαν Χριστοῦ, τοῖς ἔργοις ἐτίμησας, τὸ κατ' εἰκόνα Θεοῦ, Χαρίτων μακάριε· ἔλαμψε γὰρ ἐν κόσμῳ, ἡ ἐν σοὶ σωφροσύνη, χαρίτας ἰαμάτων, ἀπαστράπτουσα πίστει· διὸ καὶ ἑορτάζομεν, πόθῳ τὴν μνήμην σου.
Θεοτοκίον.
Παρθένε πανάμωμε, τὸν ὑπερούσιον, Θεὸν ἡ κυήσασα, σὺν τοῖς Ὁσίοις αὐτόν, ἀπαύστως ἱκέτευε, ἄφεσιν τῶν πταισμάτων, καὶ διόρθωσιν βίου, δοῦναι ἡμῖν πρὸ τέλους, τοῖς ἐν πίστει καὶ πόθῳ, ὑμνοῦσι σε κατὰ χρέος, μόνη πανύμνητε.
Σταυροθεοτοκίον.
Σταυρῷ σε ἡλούμενον, ὡς ἐθεάσατο, ἡ ἄχραντος Μήτηρ σου, Λόγε Θεοῦ μητρικῶς, θρηνοῦσα ἐφθέγγετο· Τὶ τὸ καινὸν καὶ ξένον, τοῦτο Υἱέ μου θαῦμα; πῶς ἡ ζωὴ τῶν ὅλων, ὁμιλεῖς τῷ θανάτῳ; ζωῶσαι τοὺς τεθνεῶτας, θέλων ὡς εὔσπλαγχνος.
δ δ’
Δι' γάπησιν Οκτρμον.
Τάς τυραννούσας Χαρίτων πρὸ τελευτῆς σου, τῆς ἐγκρατείας πόνοις, ἡδονὰς θανατώσας, ζωηφόρον νέκρωσιν, ὁσίως ἐνδέδυσαι.
Τάς συμπνιγούσας ψυχῆς τὴν καρποφορίαν, βιωτικὰς μερίμνας, τῇ ἐμπύρῳ μελέτῃ, ὡς ἀκάνθας ἔφλεξας, Χαρίτων μακάριε.
στεφάνωσαν αἱ χάριτες σὲ Χαρίτων, ἀθλητικῷ στεφάνῳ, τῆς Χριστοῦ βασιλείας· τῆς γὰρ πλάνης ἔσβεσας, τὴν μέθην μακάριε.
Θεοτοκίον.
νεκλάλητος ὁ τόκος σου ἀνεδείχθη, Θεογεννῆτορ μόνη, ἁγνὴ εὐλογημένη· ὅθεν σοι προσπίπτοντες, τὸ Χαῖρε κραυγάζομεν.
δή ε’
Σ Κύριέ μου φς.
Σὺ Ὅσιε φωτός, ἀκηλίδωτον ἔσοπτρον, τῆς ἄνωθεν φρυκτωρίας, τηλαυγῶς ἀνεδείχθης, Χαρίτων παμμακάριστε.
Σὺ Ὅσιε δισσαῖς, ἀπαστράπτεις ταῖς χάρισιν· ἀθλήσεων αἰκισμοῖς γάρ, εὐσεβῶς ἐπυρσώθης, καὶ πόνοις τῆς ἀσκήσεως.
Σὺ Ὅσιε ψυχῶν, ἰατρὸς ἀναδέδειξαι, τὴν ἔνθεον ἐξ ὀνύχων, ἁπαλῶν ἐκζητήσας, σοφίαν παμμακάριστε.
Θεοτοκίον.
Σὲ ὅπλον ἀρραγές, κατ' ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.
δ ς’
Θύσω σοι, μετ φωνς.
Οὐ ψάμμον, ἀλλὰ Χριστὸν θεμέλιον θέμενος, ἐπῳκοδόμησας Πάτερ, ἀρετὴν χρυσίου τιμιωτέραν, καὶ Τριάδος, τῆς Παναγίας γέγονας οἴκημα.
ργανον, τῆς κακίας ὁ ὄφις γνωρίζεται, ἀλλὰ ταῖς σαῖς θεοφόρε, ἀρεταῖς Χαρίτων νενικημένος, τοὺς ἀδίκους, ἐκ δικαίας προνοίας ἀμύνεται.
Οὐδὲν σε, τῆς πρὸς Θεὸν ἀγάπης ἐχώρισεν, οὐκ αἰκιζόμενον σῶμα, οὐ θανάτου ψῆφος ἀπειλουμένη, ἐν ἑνώσει, Θεοῦ κατατρυφῶντα Μακάριε.
Θεοτοκίον.
θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα οὐκ ἐστενοχώρησε.
Ερμς.
Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.
Κοντάκιον.  χος β’
Τος σφαλες.
Τὸν ἀσκητὴν τῆς ἐγκρατείας ἅπαντες, καὶ ἀθλητὴν τῆς εὐσεβείας σήμερον, οἱ πιστοὶ ἐν ὕμνοις στέψωμεν, καὶ ἐγκωμίοις εὐφημήσωμεν, Χαρίτωνα ποιμένα καὶ Διδάσκαλον, καὶ Μάρτυρα Χριστοῦ τὸν χαριτώνυμον, τοῦ κόσμου φωστῆρα τὸν παγκόσμιον.
Οκος.
Τοῦτον τὸν μέγαν ἐν τοῖς Ὁσίοις, τὸν φωστῆρα τὸν θεῖον Ἰκονίου πιστοί, Χαρίτωνα τὸν μακάριον, ἐν ὑμνῳδίαις ἀνευφημήσωμεν, καὶ ἐν ᾄσμασι θείοις, αὐτοῦ τὴν κάραν στέψωμεν· τὴν γὰρ ὀφρὺν τῶν ματαίων εἰδώλων ἠδάφισε, σὺν τούτοις καὶ τῶν δαιμόνων τὴν ἐνέργειαν πᾶσαν ἐνέκρωσε· διὸ τοὺς πόνους μὲν ἤνεγκε, τῶν βραβείων δὲ ἔτυχεν ἀληθῶς· Αὐτὸν οὖν ἐπαινοῦντες γεραίρομεν, τοῦ κόσμου φωστῆρα τὸν παγκόσμιον.
Συναξριον.
Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Χαρίτωνος.
Στίχοι
Τῆς γῆς πατήσας τάς τρυφὰς ὁ Χαρίτων,
Κατατρυφᾷ νῦν οὐρανοῦ τῶν χαρίτων.
Εἰκάδι ὀγδοάτῃ Χαρίτων θάνε γήραϊ μακρῷ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Βαρούχ.
Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων Μαρτύρων, καὶ αὐταδέλφων, Ἀλεξάνδρου, Ἀλφειοῦ, καὶ Ζωσίμου, καὶ τοῦ Ἁγίου Μάρτυρος Μάρκου τοῦ ποιμένος, καὶ τῶν Ἁγίων Μαρτύρων Νίκωνος, Νέωνος, Ἡλιοδώρου, καὶ τῶν λοιπῶν παρθένων καὶ παίδων.
Στίχοι
Εἰσδύντες εἰς γῆν Μάρτυρες τρεῖς Κυρίου,
κεῖθεν ἐκδύνουσιν εἰς θείαν δρόσον.
Ποιμὴν ὁ Μᾶρκος, Μᾶρκος, ὃν κτείνει ξίφος,
Ποιμὴν προβάτων, ὡς ὁ τῆς Γραφῆς Ἄβελ.
λιόδωρος, Νίκων, ἀλλὰ καὶ Νέων,
Χριστοῦ κατ' ἐχθρῶν ἐκ ξίφους νίκη νέα.
Τμηθέντα Παίδων καὶ Γυναικῶν μύρια,
παῖ γυναικός, καὶ Θεέ, πλήθη δέχου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐσταθίου τοῦ Ῥωμαίου.
Στίχοι
ωμαῖός ἐστιν, ἀλλὰ καὶ ῥωμαλέος.
Μάρτυς Εὐστάθιος, ἄθλων πρὸς ξίφος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀλεξάνδρου, καὶ τῶν σὺν αὐτῷ τριάκοντα Μαρτύρων.
Στίχοι
ξαρχον Ἀλέξανδρον εἶχον τοῦ τέλους,
Τμηθέντες ἄνδρες, ὧν ἀριθμὸς τρισδέκα.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
δ ζ’
ν τ καμίνῳ.
Τοῖς ἐν καμίνῳ, Ἀβραμιαίοις ἁμιλλώμενος, ζήλῳ εὐσεβείας δόγμα τυραννικόν, θεοφόρε κατεπάτησας· Εὐλογημένος εἶ ὁ Θεός μου, κραυγάζων καὶ Κύριος.
ς ἐν καμίνῳ, τῶν πειρασμῶν τοῖς ὑπεκκαύμασι, θεία δροσοβόλος χάρις ἐξ οὐρανοῦ, ἐπεσκέψατό σε Ὅσιε· Εὐλογημένος εἶ ὁ Θεός μου, βοῶντα καὶ Κύριος.
ς τετρωμένος, τῷ τῆς Τριάδος θείῳ ἔρωτι, ταύτῃ ἰσαρίθμους μάνδρας πνευματικάς, μελῳδούσας ἀνατέθεικας· Εὐλογημένος εἶ ἐν τῷ ναῷ, τῆς δόξης σου Κύριε.
Θεοτοκίον.
Τὸ τοῦ Ὑψίστου, ἠγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται, ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις Πανάμωμε.
δ η’
Χερας κπετάσας.
Τὰ στέρνα πυρούμενος φλογί, ἀδίκους Ὅσιε ταύτῃ κατέφλεξας, αὐτὸς δὲ ἄφλεκτος ἔμεινας, ἐνεργείᾳ θείου Πνεύματος, καὶ πρὸς εὐσέβειαν λαούς, ψάλλειν διήγειρας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Χριστὸν ἐνεδύσω ἀληθῶς, τὸν πάλαι ἄνθρωπον, ἀπεκδυσάμενος, καὶ ἐθριάμβευσας Ὅσιε, τὸν τοῦ σκότους κοσμοκράτορα, ἐν αἰκισμοῖς μαρτυρικοῖς, μετ' εὐφροσύνης βοῶν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Τοῦ Παύλου Χαρίτων ἀψευδῶς, γενόμενος φοιτητής, τοῖς τούτου ἴχνεσιν, ἐπηκολούθησας Ὅσιε, καὶ ἀλείπτης ἐχρημάτισας, τῶν μοναζόντων γεγονώς, πᾶσι κανὼν ἀρετῆς, τοῖς βοῶσι· Πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον.
Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ, σὺ τῆς Θεότητος γέγονας, ἐνδιαίτημα πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρί, τοῦ ἀπροσίτου φωτός· ὅθεν πάντες, σὲ εὐλογοῦμεν Μαρία Θεονυμφε.
Ερμς.
Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
δ θ’
Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τάς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.
Οὐ τάφος ὁ πρόξενος λήθης, ἐmκαλύψαι ἴσχυσέ σου, Ὅσιε Χαρίτων ἀρετάς· ἡ σὴ γὰρ μνήμη διαιωνίζουσα, ἡλιακῶς ἐξέλαμψεν· ἣν ἐπαξίως μεγαλύνομεν.
Δεῦτε τὴν ἐτήσιον μνήμην, πνευματικῶς ἐπιτελοῦντες, τῇ τῶν ἀρετῶν ἐκμιμήσει, τὸν θεοφόρον πάντες ζηλώσωμεν, καὶ σὺν αὐτῷ βοήσωμεν· Σὲ μεγαλύνομεν Τρισάγιε.
Τριαδικν.
Μονάδα μὲν θείας οὐσίας, ἀλλ' ὑποστάσεων Τριάδα, πάντες οἱ πιστοὶ προσκυνοῦμεν, ἐν ἀσυγχύτοις ταῖς ὑποστάσεσιν, ἰσοσθενῆ ὁμότιμον· ἣν εὐσεβοῦντες μεγαλύνομεν.
Θεοτοκίον.
Χαῖρε καὶ εὐφραίνου ἡ Νύμφη, τοῦ Βασιλέως τοῦ μεγάλου, κατοπτριζομένη τηλαυγῶς, τοῦ σοῦ Νυμφίου τὴν ὡραιότητα, ὑπὲρ χρυσίον λάμπουσαν, καὶ ὑπὲρ ἥλιον ἀστράπτουσαν.
Ερμς.
Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τάς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.
ξαποστειλριον.
Γυνακες κουτίσθητε.
θλήσει μεν τὸ πρότερον, καλῶς ἐγγυμνασάμενος, τὸ δεύτερον δὲ ἀσκήσει, δρόμον τὸν θεῖον τελέσας, εἰς οὐρανοὺς ἀνέδραμες, καὶ τῷ Χριστῷ παρίστασαι, Χαρίτων πάτερ Ὅσιε, ὑπὲρ ἡμῶν ἐντυγχάνων, τῶν σὲ θερμῶς ἀνυμνούντων.
Θεοτοκίον.
Βουλῆς μεγάλης Ἄγγελον, τῆς τοῦ Πατρὸς γεγέννηκας, Χριστὸν πανύμνητε Κόρη, τὸν Βασιλέα τῆς δόξῃς, οὗ τὸν σταυρὸν ἀράμενοι, οἱ Ἀσκηταὶ καὶ Μάρτυρες, ὀπίσω τούτου ἔδραμον, μεθ' ὧν ἀπαύστως δυσώπει, ὑπὲρ ἡμῶν Θεοτόκε.
Ες τος Ανους, στμεν Στίχους δ’ κα ψάλλομεν Στιχηρ Προσόμοια.
χος δ’
δωκας σημείωσιν.
Χάρις ἡ τοῦ Πνεύματος, Χαρίτων Πάτερ σοι λάμψασα, τηλαυγῶς κατεφώτισεν, ἐντεῦθεν ἐμείωσας, τῶν παθῶν τὴν νύκτα, καὶ τῆς ἀπαθείας, ἡμέραν φθάσας καθαρῶς, καθαρωτάτῳ φωτὶ ὡμίλησας, ἐν ᾧ  ἐνδιαιτώμενος, μὴ ἐπιλάθῃ Θεσπέσιε, τῶν ἐν πίστει ὑμνούντων σου, ἱερῶς τὰ μνημόσυνα. (Δς)
Χάριν ἐπανθοῦσάν σοι, Χαρίτων φέρων οὐράνιον, ἐπιγείων ἠλόγησας· ἐντεῦθεν ὡς ἄσαρκος, κακουχίαις εἵλου, ζῆν ὡς ἀϊδίου, τρυφῆς χειμάρρουν εὐσεβῶς, περιπολεύειν μέλλων θεόληπτε, καὶ δάκρυσιν ἐξήρανας τὴν θολερὰν πηγὴν Ὅσιε, τῶν παθῶν καὶ κατήρδευσας, ψυχοτρόφους τοὺς στάχυας.
Χάριν τῶν ἰάσεων, Χαρίτων θείας ἐκ χάριτος, ἐπαξίως ἀπείληφας· ἐντεῦθεν πνευμάτων σοι, τῶν τῆς πονηρίας, τέτραπται ἡ πλάνη, καὶ νοσημάτων δυσχερῶν, λύμη φυγοῦσα οἴχεται Ὅσιε· πηγάζεις γὰρ ὡς νάματα, τῶν χαρισμάτων τὰ ῥεῖθρά σου, ἀφ' ὧν νῦν ἀρδευόμενοι, ἀνυμνοῦμεν τὴν μνήμην σου.
Δόξα... χος πλ. β’
σιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου· διὸ ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου, τῶν δαιμόνων ὤλεσας τάς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.
Κα νν... Θεοτοκίον.
Τριήμερος νέστης.
με τὸν ἀδιόρθωτον, διόρθωσον πρεσβείαις σου, Θεοτόκε, ἡ ἐλπὶς Χριστιανῶν, καὶ ῥῦσαί με βασάνων, καὶ πάσης τιμωρίας, καὶ τοῦ πυρὸς τοῦ αἰωνίζοντος.
Ε βούλει, ποίησον Δοξολογίαν μεγάλην.
Ες τν Λειτουργίαν, Τυπικά, κα κ το Κανόνος δ γ’ κα ς’ κτλ.
Κοινωνικν
Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούια.
                      


ΜΗΝΑΙΟ ΣΕΠ. (27)



ΣΕΠΤΕΜΒΡΙΟΥ
ΤΗ ΚΖ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Καλλιστράτου, καὶ τῶν σὺν αὐτῷ.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ες τό, Κύριε κέκραξα, στμεν Στίχους ς’ κα ψάλλομεν Στιχηρ Προσόμοια.
χος πλ. δ’
το παραδόξου θαύματος.
Μάρτυς ἀθλητὰ Καλλίστρατε τῆς εὐσεβείας φωτί, φωτισθεὶς τὴν διάνοιαν, τὴν ὁδὸν ἐβάδισας, ἀκλινῶς τὴν εἰσάγουσαν, πρὸς τὴν ἐκεῖθεν μακαριότητα, νικήσας πάντα τὰ μηχανήματα, τοῦ πολεμήτορος· ὅθεν εὐφημοῦμεν σε, τὴν ἱεράν, μνήμην σου γεραίροντες, μακαριώτατε.
Μάρτυς θέοφρον Καλλίστρατε, λόγον πλουτήσας ζωῆς, πρὸς ζωὴν καθωδήγησας, τοὺς ἀγνοίᾳ πρότερον, ἐν νεκρώσει ὑπάρχοντας· οἳ καὶ θανόντες, προθύμως ἔνδοξε, διὰ τὴν πάντων, ἡμῶν ἀνάστασιν, ζῆν ἀληθέστατα, ἐν Χριστῷ πιστεύονται, μεθ' ὧν ἡμῶν, μέμνησο πρὸς Κύριον, τὸν ὑπεράγαθον.
Μάρτυς Ἱερὲ Γυμνάσιε, ξίφει τὴν κάραν τμηθείς, τῇ πλημμύρᾳ τοῦ αἵματος, Φαραὼ τὸν δόλιον, ἀληθῶς κατεπόντισας, καὶ νῦν πηγάζεις, πᾶσιν ἰάματα, τοῖς τῷ ναῷ σου, πίστει προστρέχουσι, καὶ τοὺς ἀγῶνάς σου, ἐν αὐτῷ γεραίρουσι, καὶ τὴν σεπτήν, μνήμην σου μακάριε, πανηγυρίζουσιν.
Δόξα... χος δ’
Βυζαντίου.
Πρὸ τοῦ τιμίου Σταυροῦ σου, φοβερὸς ὁ θάνατος τοῖς ἀνθρώποις, μετὰ τὸ ἔνδοξον πάθος, φοβερὸς ὁ ἄνθρωπος τῷ θανάτῳ, οὕτως ἐνίσχυσεν ὁ Ἀθλοφόρος, οὕτω κατήργησεν πᾶσαν τοῦ ἐχθροῦ τὴν δύναμιν· αὐτοῦ ταῖς πρεσβείαις Χριστέ, σῶσον τάς ψυχὰς ἡμῶν.
Κα νν... Θεοτοκίον.
ς γενναον ν Μάρτυσι.
Χαίροις ἡλιομορφε, ἡλίου ἄδυτον ὄχημα, ἡ τὸν ἥλιον λάμψασα, τὸν ἀπερινόητον χαῖρε, νοῦς ἀστράπτων, θείαις φρυκτωρίαις, ἡ λαμπηδὼν τῆς ἀστραπῆς, ἡ διαυγάζουσα, γῆς τὰ πέρατα, ἡ ὄντως χρυσαυγίζουσα, ἡ παγκαλὴς καὶ πανάμωμος, ἡ τὸ φῶς τὸ ἀνέσπερον, τοῖς πιστοῖς ἐξαστράψασα.
Σταυροθεοτοκίον.
Νεκρούμενον βλέπουσα, Χριστὸν ἡ πάναγνος Δέσποινα, καὶ νεκροῦντα τὸν δόλιον, ὡς Δεσπότην κλαίουσα, ὕμνει τὸν ἐκ σπλάγχνων, αὐτῆς προελθόντα, καὶ τὸ μακρόθυμον αὐτοῦ, ἀποθαυμάζουσα ἀνεκραύγαζε· Τέκνον μου ποθεινότατον, μὴ ἐπιλάθῃ τῆς δούλης σου, μὴ βραδύνῃς φιλάνθρωπε, τὸ ἐμὸν καταθύμιον.
Ες τν Στίχον, Στιχηρ τς κτωήχου.

πολυτίκιον.
χος δ’  Ταχ προκατάλαβε.
Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σου τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τάς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
  συνήθης Στιχολογία, Κανόνες τς κτωήχου, κα το γίου, ο κροστιχίς.
Τῷ παμμεγίστῳ προσλαλῶ Καλλιστράτῳ. Ἰωσήφ.
δ α'  χος πλ. δ’
σμα ναπέμψωμεν.
Τρίβον διοδεύσας ἀκλινῶς, τοῦ μαρτυρίου γέγονας, πεπλανημένοις ὁδός, πρὸς θείας καταπαύσεις, παμμάκαρ εἰσάγουσα· ὅθεν σε συνελθόντες, εὐφημοῦμεν Καλλίστρατε πίστει.
σπερ φαεινότατος ἀστήρ, ἑξανατείλας ηὔγασας, θεογνωσίας φωτί, Χριστοῦ τὴν Ἐκκλησίαν, τὸ σκότος δὲ ἤλασας, Μάρτυς τῆς ἀγνωσίας, καὶ τεμένη τῆς πλάνης καθεῖλες.
Πάντα πειρασμὸν καρτερικῶς, ὑπενέγκων Καλλίστρατε, διὰ τὴν πάντων ζωήν, θανεῖν οὐ παρῃτήσω· διὸ πρὸς ἀθάνατον, χαίρων λῆξιν μετέβης, καὶ Ἀγγέλων χοροῖς συναγάλλῃ.
νθραξ θείου Πνεύματος πυρί, ὁ ἱερὸς Γυμνάσιος, προσαναπτόμενος, ἐδείχθη καὶ τῆς πλάνης, τὴν ὕλην κατέφλεξε, θαύμασι δὲ δροσίζει, φλεγομένους καύσει παθημάτων.
Θεοτοκίον.
Μόνη γυναικῶν κυοφορεῖς, ὑπερφυῶς Πανάμωμε, πεῖραν μὴ γνοῦσα ἀνδρός, τὸν ἕνα τῆς Τριάδος· διὸ σε δοξάζομεν, καὶ τὸν ἐκ σοῦ τεχθέντα, ὑπὲρ πᾶσαν αἰτίαν καὶ λόγον.
δ γ’
στερεώσας λόγῳ.
Μὴ ἐπιθύσας ὅλως γλυπτοῖς θεοῖς, καθαρὰ θυσία προσηνέχθης Θεῷ, ὑπὲρ ἡμῶν τῷ τυθέντι, Μάρτυς ἀθλοφόρε Καλλίστρατε.
στολισμένος χλαῖναν ἐξ ἱερῶν, βεβαμμένην Μάρτυς ὄντως αἱμάτων σου, τῷ βασιλεῖ τῶν αἰώνων, μάκαρ στεφηφόρος παρίστασαι.
Γεγυμνωμένος ὤφθη ὁ δυσμενής, σοῦ τὴν θείαν δόξαν, καὶ τῶν σὺν σοι ἀθλητῶν, ἐνδυσαμένων ἐξ ὕψους, βλέπων ἀθλοφόρε Γυμνάσιε.
Θεοτοκίον.
κετηρίαν ποίησον ἐκτενῆ, πρὸς τὸν σὸν Υἱὸν Παρθένε, τοῦ σῶσαι ἡμᾶς, προσδοκωμένων κινδύνων, καὶ αἰωνιζούσης κολάσεως.
Ερμς.
στερεώσας λόγῳ τοὺς οὐρανούς, καὶ τὴν γῆν ἑδράσας ἐπὶ ὑδάτων πολλῶν, στερέωσόν με πρὸς ὕμνον, καὶ δοξολογίαν σου Κύριε.
Κάθισμα.  χος πλ. α’
Τν συνάναρχον Λόγον.
Καλλιστράτου τοὺς ἄθλους ἀνευφημήσωμεν, Γυμνασίου τοὺς πόνους ὑμνολογήσωμεν, καὶ σὺν αὐτοῖς τοὺς καρτερῶς πόθῳ ἀθλήσαντας, μακαρίσωμεν πιστοί, καὶ ἐκβοήσωμεν αὐτοῖς· Ὁπλῖται τῆς εὐσεβείας, αἰτήσασθε δωρηθῆναι, ἡμῖν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Δόξα... Κα νν... Θεοτοκίον.
Σὲ λιμένα καὶ τεῖχος καὶ καταφύγιον, καὶ ἐλπίδα καὶ σκέπην καὶ προστασίαν θερμήν, εὑρηκότες οἱ πιστοί, πρὸς σὲ προστρέχομεν, καὶ ἐκβοῶντες ἐκτενῶς, ἀνακράζομεν πιστῶς· Ἐλέησον Θεοτόκε, τοὺς ἐπὶ σοὶ πεποιθότας, καὶ τῶν πταισμάτων ἀπάλλαξον.
Σταυροθεοτοκίον.
ν Σταυρῷ σε ὁρῶσα, Χριστὲ ἡ Μήτηρ σου, ἑκουσίως ἐν μέσῳ ληστῶν κρεμάμενον, κοπτομένη μητρικῶς τὰ σπλάγχνα ἔλεγεν· ἀναμάρτητε Υἱέ, πῶς ἀδίκως ἐν Σταυρῷ, ὥσπερ κακοῦργος ἐπάγης; τὸ γένος τὸ τῶν ἀνθρώπων, ζωῶσαι θέλων ὡς ὑπεράγαθος.
δ δ’
Εσακήκοα Κύριε.
Στρατηγὸς ὥσπερ ἄριστος, Μάρτυς τῷ διώκτῃ παραταξάμενος, ἐσαγήνευσας πρὸς θείαν ζωήν, αἰχμαλώτους πάλαι οὓς ἐκέκτητο.
Τῇ πλημμύρᾳ τῶν λόγων σου, ἤρδευσας καρδίας καὶ καθωδήγησας, πρὸς τὸ ὕδωρ τὸ ἀείζωον, ἀθλητὰ Κυρίου ἀξιάγαστε.
ς κριὸς σφαγιάζεται, ἔχων ὥσπερ ἄρνας προθυομένους αὐτοῦ, ὁ ἀοίδιμος Καλλίστρατος, τοὺς στερροὺς ὁπλίτας προθυμότατα.
Πιανθεὶς ὁ Γυμνάσιος, ἄμπελος καθάπερ Μάρτυς τῷ λόγῳ σου, μαρτυρίου βότρυν ἤνθησε, εὐσεβείας οἶνον ἀποστάζοντα.
Θεοτοκίον.
υπωθεῖσαν τοῖς πάθεσι, Κόρη τὴν καρδίαν μου ἀποκάθαρον, καὶ δοχεῖον ἀποτέλεσον, κάθαρον ἐνθέων ἐπιλάμψεων.
δή ε’
κ νυκτς γνοίας.
λοκαρδίως Μάρτυς, ἐπιποθήσας Χριστὸν τὸν Θεὸν ἡμῶν, ἤθλησας καὶ τὸ κράτος, ὤλεσας ἐχθροῦ τὸ ἀνίσχυρον.
Στρατολογίας θείας, ἀναφανεὶς κορυφαῖος Καλλίστρατε, στρατιαῖς τῶν Ἀγγέλων, Μάρτυς ἠριθμήθης γηθόμενος.
Λελαμπρυσμένος δόξῃ, μαρτυρικῆς ἀγλαΐας Γυμνάσιε, χαίρων νῦν μετετέθης, πρὸς τάς τῶν Ἀγγέλων λαμπρότητας.
Θεοτοκίον.
νατολὴ ἐδείχθης, δικαιοσύνης Ἡλίου Πανάμωμε, ὃν ἱκέτευε σῶσαι, τοὺς εἰλικρινῶς σε δοξάζοντας.
δ ς’
λάσθητί μοι Σωτρ.
Λεόντων μύλας σοφέ, τῶν ἀοράτων συνέθλασας, καὶ βρῶμα τοῦ δυσμενοῦς, τοὺς πάλαι ὑπάρχοντας, Θεοῦ τέκνα ἔδειξας, καὶ τρυφῆς ἀΰλου, κοινωνοὺς Μάρτυς Καλλίστρατε.
ραίως περὶ Θεοῦ, τὸν θεῖον λόγον ποιούμενος, θεοῖς ἀψύχοις τοὺς πρίν, ἀθλίως προσέχοντας, ἐνθέους ἀπέδειξας, σὺν αὐτοῖς ἀθλήσας, περιβόητε Καλλίστρατε.
Κυρίῳ τοὺς ἑαυτῶν, αὐχένας κλίναντες Μάρτυρες, ἐδέξασθε τὴν σφαγήν, καὶ θύματα τέλεια, Θεῷ προσηνέχθητε, καὶ τὴν πρωτοτόκων, Ἐκκλησίαν ἐφαιδρύνατε.
Θεοτοκίον.
γίασόν μου τὸν νοῦν, καὶ φώτισον τὴν καρδίαν μου, ἁγία Μήτηρ Θεοῦ, καὶ τῶν συνεχόντων με, δυσχερῶν ἀπάλλαξον, ἵνα σε δοξάζω, Θεοτόκε ἀειπάρθενε.
Ερμς.
λάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.
Κοντάκιον.  χος δ’
πεφάνης σήμερον.
σπερ ἄστρον μέγιστον, ἔλαμψας κόσμῳ, τάς ἀκτῖνας ἅπασι, τῶν σῶν ἀγώνων ἐφαπλῶν, καὶ τῶν θαυμάτων τοῖς κράζουσι· Χαίροις Μαρτύρων, τὸ κλέος Καλλίστρατε.
Οκος.
Τὸν τοῦ Κυρίου ἀθλητήν, καὶ μέγαν στρατιώτην, καὶ φίλον τῆς Τριάδος, καὶ μύστην τῶν ἀρρήτων, καὶ μιμητὴν τοῦ Ἰησοῦ, ᾄσμασιν ἐν πίστει συνελθόντες οἱ πιστοὶ χαρμονικῶς ὑμνήσωμεν, γεραίροντες αὐτοῦ τὰ παλαίσματα καὶ τάς ἀριστείας, τοὺς πόνους, οὓς ὑπέστη διὰ Χριστὸν τὸν παμβασιλέα, αἰτούμενοι τυχεῖν αὐτοῦ ταῖς πρεσβείαις, τῆς ἀμείνονος ζωῆς τοῦ Παραδείσου, ἔνθα οἱ χοροὶ εὐφραίνονται τῶν κραζόντων· Χαίροις Μαρτύρων τὸ κλέος Καλλίστρατε.
Συναξριον.
Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἁγίου Μάρτυρος Καλλιστράτου, καὶ τῶν σὺν αὐτῷ ἁγίων μθ' Μαρτύρων.
                                                                     Στίχοι
Τμηθεὶς ὁ Καλλίστρατος αὐχένα ξίφει,
Στρατῷ συνήφθη καλλινίκων Μαρτύρων.
Εἰς τοὺς ἁγίους μθ' Μάρτυρας
Δεκὰς τετραπλῆ Μαρτύρων σὺν ἐννάδι,
Διὰ ξίφους ἄθλησιν ἀθλεῖ τιμίαν.
Εἰκάδι ἑβδομάτῃ Καλλίστρατος ἔνθεν ἀέρθη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἁγίας Μάρτυρος Ἐπιχάρεως.
                                                                      Στίχοι
Εὔτολμος Ἐπίχαρις ἦν πρὸς τὸ ξίφος,
Συλλήπτορα πλουτοῦσα τὴν θείαν χάριν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰγνατίου, Ἡγουμένου γενομένου τῆς Μονῆς τοῦ Σωτῆρος Χριστοῦ, τοῦ ἐπιλεγομένου Βαθέος Ῥύακος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Μάρκου, Ἀριστάρχου, καὶ Ζήνωνος.
Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων Μαρτύρων Φιλήμονος ἐπισκόπου, καὶ Φουρτουνιανοῦ καὶ τῆς Ἁγίας Μάρτυρος Γαϊανῆς.
                                                                        Στίχοι
Γαϊανὴ φλεχθῆναι τὰ νῶτα δίδου,
ς ἂν φλογίνης ῥομφαίας νῶτα φύγῃς.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων δεκαπέντε Μαρτύρων, οἵτινες ἐν πλοίῳ ἐμβληθέντες τοῦ πλοίου πυρποληθέντος, ἐν τῇ θαλάσσῃ ἀπεπνίγησαν.
                                                                        Στίχοι
τριπλοπεντάριθμος ἀθλητῶν στόλος,
Καὶ πυθμένος κατῆρε μέχρι ποντίου.
ἁγία Μάρτυς Ἀκυλῖνα, ῥάβδοις συνθλασθεῖσα τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
δ ζ’
Ο κ τς ουδαίας.
Λαμπρυνθεὶς ὡς χρυσίον, τῷ πυρὶ τῶν βασάνων, τῶν παθημάτων Χριστοῦ, ἐκσφράγισμα ἐδείχθης, καὶ νῦν ἐναπετέθης, θησαυροῖς θείοις Ἔνδοξε· ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ.
Λιπανθεὶς τοῖς βασάνοις, ξίφος ὤφθης παμμάκαρ, οὐρανοχάλκευτον, συγκόπτων ἀοράτων, τάς φάλαγγας δαιμόνων, καὶ κραυγάζων Καλλίστρατε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
σχυρὸς ἀπεφάνθης, κατὰ τῆς ἀσεβείας, Μάρτυς Καλλίστρατε, ἰσχύϊ τῆς Τριάδος, ἧς νῦν ταῖς λαμπηδόσιν, ἐκβοᾷς φωτιζόμενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σταθηρᾷ διανοίᾳ, τὸν Χριστὸν ἀγαπήσας, Μάρτυς Γυμνάσιε, σὺν πᾶσιν ὁμοζήλοις, ἐτύθης ἀναμέλπων, εὐχαρίστως θεόπνευστε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Τὸν ἐκ σοῦ σαρκωθέντα, ὑπὲρ νοῦν τε καὶ λόγον Θεοχαρίτωτε, ἱκέτευε σωθῆναι, τοὺς πόθῳ σε τιμῶντας, καὶ συμφώνως κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
δ η’
Ο θεορρήμονες Παδες.
ιζοτομήσας τῆς πλάνης τάς ἀκάνθας, τοῦ Παραδείσου ἐδείχθης, Μάρτυς φυτὸν ὡραιότατον, εὐσεβείας προσφέρον, καρποὺς θείᾳ χάριτι.
ποσκοπῶν τάς ἐλπίδας τάς μελλούσας, ἐν πεποιθήσει τελείᾳ, πρὸς τοὺς ἀγῶνας ἐχώρησας, καὶ νικήσας νομίμως, ἐστέφθης Καλλίστρατε.
Τὸν σὸν ναὸν ἰατρεῖον κεκτημένοι, οἱ εὐσεβῶς προσιόντες, τῶν δυσχερῶν ἀπολύονται, εὐφημοῦντες σε πίστει, Γυμνάσιε ἔνδοξε.
Θεοτοκίον.
ς ἀνωτέρα ἁπάντων τῶν ποιημάτων, Θεοχαρίτωτε Κόρη, τὸν λογισμόν μου ἀνώτερον, τῶν τοῦ πλάνου σκανδάλων, Πανάμωμε ποίησον.
Ερμς.
Οἱ θεορρήμονες Παῖδες ἐν τῇ καμίνῳ, σὺν τῷ πυρὶ καὶ τὴν πλάνην, καταπατοῦντες ὑπέψαλλον· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
δ θ’
φριξε πσα.
ασιν πᾶσιν ἡ σορός, τῶν λειψάνων σου πηγάζει τοῖς χρῄζουσι, Μάρτυς Καλλίστρατε, καὶ πάθη παύει ὄντως δυσίατα, καὶ ἀπελαύνει πονηρῶν, πνευμάτων σκοτόμαιναν, τοῦ θείου Πνεύματος, ἐνεργείᾳ καὶ δυνάμει καὶ χάριτι.
φθητε Μάρτυρες Χριστοῦ, ὡς θεόπλοκος σειρὰ ἐξαρτώμενοι, ἀλλήλων χάριτι, καὶ πρὸς τὸ ὕψος ἐπανατρέχοντες, καὶ ἁγιάζοντες τὴν γῆν, τῷ λύθρῳ τοῦ αἵματος· διὸ τὴν μνήμην ὑμῶν, ἑορτάζομεν πιστῶς εὐφραινόμενοι.
Στέφανον εἴληφας σαφῶς, ἀμαράντινον καὶ δόξαν οὐράνιον, καὶ ἀγαλλίασιν, καὶ εὐφροσύνην πέρας οὐκ ἔχουσαν, καὶ βασιλείαν οὐρανῶν θέοφρον Καλλίστρατε, σὺν τοῖς συνάθλοις σου, μεθ' ὧν μέμνησο ἡμῶν πρὸς τὸν Κύριον.
θεία μνήμη τοῦ σοφοῦ, Καλλιστράτου Γυμνασίου τε σήμερον, καὶ τῶν συνάθλων αὐτῶν, ἡλίου πλέον ἑξανατείλασα, φωτιστικαῖς μαρμαρυγαῖς, φωτίζει τὰ πέρατα, ὧν ταῖς πρεσβείαις Χριστέ, κατακρίσεως ἡμᾶς ἐλευθέρωσον.
Θεοτοκίον.
Φωνήν σοι τὴν τοῦ Γαβριήλ, γεγηθότι λογισμῷ ἀνακράζομεν· Χαῖρε χαρὰ τῶν πιστῶν, χαῖρε λυχνία χρυσῆ καὶ τράπεζα, ὅρος καὶ πύλη νοητή, χαῖρε θεῖον ὄχημα τοῦ Βασιλέως Χριστοῦ, χαῖρε λύσις τῆς ἀρᾶς παντευλόγητε.
Ερμς.
φριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθεν μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τὴν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν.
ξαποστειλριον.
Τος Μαθητας.
Κραταιωθέντες Πνεύματι, τῷ Ἁγίῳ καθεῖλον, οἱ ἀθλοφόροι Μάρτυρες, τῶν τυράννων τὰ θράση, διὰ Χριστὸν ὑποστάντες, πᾶσαν πεῖραν βασάνων, ὁ πάνσοφος Καλλίστρατος, καὶ Γυμνάσιος ὄντως, ὁ θαυμαστός, μετὰ τῶν συνάθλων, ὧν τὴν φωσφόρον, μνήμην τελοῦντες εὕροιμεν, ψυχικὴν σωτηρίαν.
Θεοτοκίον.
Θεοπαρόχων μέγεθος, δωρεῶν καὶ χαρίτων, ὧν περ ἡμᾶς ἠξίωσας, Δέσποτα πανοικτίρμον, τὶς λόγος δύναται φράσαι; ῥεύσαντας γὰρ ἀθλίως, ζωῆς Χριστὲ τῆς κρείττονος, ἐπανήγαγες αὖθις, οὐσιωθείς, ὅλον με τὸν ἄνθρωπον ἐκ Παρθένου, καὶ σώσας ὡς φιλάνθρωπος, καὶ Θεὸς ἐλεήμων.
Κα λοιπ κολουθία, ς σύνηθες, κα πόλυσις.